Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 340 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
340.1.1
τὰ τῶν ἀνθρώπων, συζυγίαν καὶ παρθενίαν, ἵνα ὁ μὴ δυ νάμενος ὑπενεγκεῖν τὸ τῆς παρθενίας καὶ ἀσκήσεως ἆθλον ἔλθῃ εἰς συνοίκησιν γυναικὸς ἐκεῖνο εἰδώς, ὡς ἀπαιτηθή σεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ καὶ τῆς πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοίωσιν. οἷος ἦν ἐν μὲν τῇ παλαιᾷ διαθήκῃ Ἁβραάμ, ὃς τῇ τοῦ θεοῦ προ τιμήσει τὸν μονογενῆ θυσιάζων ἀσυμπαθῶς ἐμεγαλαύχει καὶ τὰς τῆς σκηνῆς αὐτοῦ θύρας διαπεπετασμένας εἶχε πρὸς ὑποδοχὴν τῶν ἐπιξενοῦσθαι μελλόντων ἑτοιμαζόμενος. οὐκ ἤκουσαν· πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ τὰ μείζονα τούτων ἐπεδείξαντο Ἁβραὰμ καὶ Ἰὼβ καὶ Σαμουὴλ καὶ Δαυὶδ καὶ ἕτεροι πλεῖστοι. ἐν δὲ τῇ νέᾳ δια θήκῃ οἷος ἦν Πέτρος καὶ οἱ λοιποὶ τῶν ἀποστόλων. ἀπαι τηθήσεται γὰρ πᾶς τοὺς καρποὺς τῆς πρὸς θεὸν ἀγάπης καὶ τὸν πλησίον καὶ τῆς παρατροπῆς τῶν ἐντολῶν τούτων. φησὶ γὰρ ὁ κύριος· ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος. καί· ὃς οὐ μισεῖ τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν οὐ δύναταί μου εἶναι μαθητής. ἆρά σοι δοκεῖ καὶ ὑπογυναίοις τεθεῖσθαι τὰ εὐαγγέλια; ἰδοὺ σεσα φήνισταί σοι ὡς πάντες ἄνθρωποι ἀπαιτηθησόμεθα τὴν πρὸς τὸ εὐαγγέλιον ὑπακοὴν μοναχοί τε καὶ οἱ ἐν συζυγίαις. ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι εἰς συγγνώμην τῆς ἀκρα 341 σίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας τε καὶ συνουσίας. τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα τοῖς παραβαίνουσιν. καὶ γὰρ εὐαγγελιζόμενος ὁ Χριστὸς τὰ τοῦ πατρὸς ἐντάλματα τοῖς ἐν τῷ κόσμῳ διελέ γετο. εἰ δέ που συνέβη αὐτὸν κατ' ἰδίαν ἐπερωτηθέντα τοῖς ἑαυτοῦ μαθηταῖς ἀποκρίνασθαι, διεμαρτύρατο λέγων· ὃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω. μὴ τοίνυν ἀναπέσῃς, ὦ οὗτος, ὁ πρὸς κοινωνίαν γυναικὸς προῃρημένος, ὡς ἐπ' ἐξουσίας ἔχων τὸν κόσμον περιβάλλεσθαι. πλειόνων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν, ἅτε δὴ καὶ ἐν μέσῳ τῶν παγίδων καὶ τοῦ κράτους τῶν ἀπο στατικῶν δυνάμεων οἰκεῖν ἐκλεξαμένῳ καὶ τοὺς ἐρεθισμοὺς τῶν ἁμαρτιῶν ἐπ' ὄψιν ἔχοντι καὶ πρὸς τὴν αὐτῶν ἐπιθυ μίαν νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐκμοχλευομένῳ πάσας σου τὰς αἰσθήσεις. γίνωσκε οὖν ὡς οὐκ ἀποδράσεις τὴν πρὸς τὸν ἀποστάτην παλαίστραν οὐδὲ τῆς τούτου νίκης καθάψῃ ἄνευ πόνων πολλῶν τῶν ἐπὶ φυλακῇ τῶν εὐαγγελικῶν δογμά των. καὶ ταῦτα μὲν ἐν παραδρομῇ πρὸς τοὺς ἐν συζυγίαις ἀκινδύνως τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακῆς κατα μελοῦντας εἰρήσθω. σὺ δέ, ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιθυ μῶν, τόνωσον σεαυτὸν πρὸς ὑπομονὴν θλίψεων καὶ ἀν δρείως πρόσελθε τῇ συγκλήτῳ τῶν μοναχῶν. 342 Ἰδοὺ τοίνυν καὶ οὗτος ὁ θεῖος διδάσκαλος εἰς δύο βίους τὸν Χριστὸν διελέσθαι τὰ τῶν ἀνθρώπων φάσκει, καὶ τὸν μὲν κοσμικὸν καὶ γεώδη, τὸν δὲ οὐράνιον ἀγγελικόν τε καὶ ἀποστολικόν. ὡς καὶ ἑτέρωθι πάλιν φησίν· μάθε, δι δάχθητι ἀποστολικὴν πολιτείαν, τοῦτ' ἔστιν ὀφθαλμῶν ἀκρί βειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. ἀγγαρευ όμενος προστίθει, ἀποστερούμενος μὴ δικάζου, μισούμενος ἀγάπα, διωκόμενος ἀνέχου, βλασφημούμενος παρακάλει, νεκρώ θητι τῇ ἁμαρτίᾳ, συσταυρώθητι τῷ Χριστῷ, ὅλην τὴν ἀγά πην μετάθες ἐπὶ τὸν κύριον. ἀλλὰ χαλεπὰ ταῦτα. τί δὲ τῶν ἀγαθῶν εὐκολώτερον; τίς καθεύδων τρόπαιον ἔστησεν; τίς τρυφῶν καὶ καταυλούμενος τοῖς τῆς καρτερίας κατεκοσ μήθη στεφάνοις; οὐδεὶς μὴ δραμὼν ἀνείλετο βραβεῖον. πόνοι γεννῶσι δόξαν, κάματοι προξενοῦσι στεφάνους. διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. φημὶ κἀγώ, ἀλλὰ τὰς μὲν θλίψεις ταύτας ἡ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μακαριότης ἐκδέχεται, τοὺς δὲ τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίπονον καὶ σκυ θρωπὸν πῦρ ἄσβεστον ἀναμένει. 343 Ταύτῃ τοι καὶ ὁ θεηγόρος Νεῖλος ἔφη· φιλοσοφεῖν ἐπε τήδευσαν μὲν Ἑλλήνων καὶ Ἰουδαίων οὐκ ὀλίγοι, μόνοι δὲ τὴν ἀληθινὴν σοφίαν ἐζήλωσαν οἱ Χριστοῦ μαθηταί, ἐπεὶ καὶ μόνοι τὴν ὄντως σοφίαν ἔσχον διδάσκαλον. οἱ μὲν γὰρ πρότεροι καθάπερ ἐν σκηνῇ δρᾶμα ὑποκρινόμενοι ἀλλοτρίῳ ἑαυτοὺς κατεκόσμησαν προσωπείῳ ὄνομα κενὸν ὑποδύντες ἀληθοῦς φιλοσοφίας ἐστερημένοι, ἐν μὲν τῷ τρίβωνι καὶ τῇ ὑπήνῃ καὶ τῇ βακτηρίᾳ τὸ φιλόσοφον ἐπιδεικνύμενοι, περι έποντες δὲ τὸ σῶμα καὶ ταῖς ἐπιθυμίαις ὡς δεσποίναις ὑπηρετούμενοι, γαστρὸς ὄντες δοῦλοι καὶ τὰς ὑπογαστρίους ἡδονὰς ὡς φύσεως ἔργον ἀποδεχόμενοι, ὀργῆς ὑπήκοοι καὶ πρὸς δόξαν ἐπτοημένοι, ταῖς λαμπραῖς τραπέζαις κυνιδίων δίκην λίχνως ἐφαλλόμενοι, οὐκ εἰδότες ὅτι πρὸ πάντων ἐλεύ θερον εἶναι δεῖ τὸν φιλόσοφον καὶ μᾶλλον φεύγειν τὸ δοῦλον εἶναι παθῶν ἢ ἀργυρώνητον καὶ οἰκότριβα. τὸ γὰρ ἀνθρώ πων εἶναι δοῦλον οὐδὲν ἴσως ἔβλαψε τὸν ὀρθῶς βεβιωκότα, τὸ δὲ πάθεσιν ὡς δεσπόταις χρώμενον ὑπηρετεῖν ταῖς ἡδο ναῖς αἰσχύνην ἤνεγκε καὶ γέλωτα πολύν. εἰσὶ μὲν οὖν παρ' αὐτοῖς καθόλου τῆς πράξεως ἠμεληκότες, λογικὴν δὲ φιλοσοφίαν, ὡς δοκοῦσιν, ἐπανῃρημένοι μετεωρολέσχαι τινὲς ὄντες καὶ τῶν ἀναποδείκτων ἐξηγηταί, μέγεθος οὐρανοῦ καὶ ἡλίου μέτρα καὶ ἀστέρων ἐνεργείας εἰδέναι κατεπαγγελλό 344 μενοι, ἔστι δὲ ὅτε καὶ θεολογεῖν μὲν ἐπιχειροῦντες, ὅπου καὶ 344 ἡ ἀλήθεια ἀνέφικτος καὶ ὁ στοχασμὸς ἐπικίνδυνος, ζῶντες δὲ τῶν ἐν βορβόρῳ κυλινδουμένων χοίρων ἀτιμότερον. εἰ δὲ καί τινες ἐγένοντο πρακτικοί, τούτων ἐγένοντο χείρους δόξαις τε καὶ ἐπαίνοις τοὺς πόνους πεπραχότες. οὐδενὸς γὰρ ἑτέρου χάριν ἢ ἐπιδείξεως καὶ φιλοδοξίας ἐπετήδευον οἱ δείλαιοι τὰ πολλὰ μισθὸν εὐτελῆ καὶ εὔωνον τῆς τοιαύ της ἀντικαταλλαττόμενοι ταλαιπωρίας. τὸ γὰρ σιωπῆσαι διὰ παντὸς κατὰ τὴν Πυθαγορικὴν νομοθεσίαν καὶ χόρτῳ τρέ φεσθαι καὶ ῥακίοις τριχίνοις σκεπάζεσθαι καὶ ἐν πίθῳ κατα κεκλεῖσθαι καὶ διαβιῶναι μηδεμίαν ἀμοιβὴν μετὰ θάνατον προσδοκᾶν πάσης ἀνοίας ἐστὶν ἐπέκεινα, τῷ βίῳ τούτῳ συγ καταλύειν τῆς ἀρετῆς τὰ ἔπαθλα. Ἰουδαίων δὲ ὅσοι τοῦτον ἐτίμησαν τὸν βίον εἰσὶ μὲν τοῦ Ἰωναδὰβ ἀπόγονοι, πάντας δὲ τοὺς ὡσαύτως βιοῦν ἐθέλοντας προσιέμενοι εἰς τὴν αὐτὴν ἐνάγουσι πολιτείαν, οἵτινες ἐν σκηναῖς κατοικοῦσι διὰ παν τός, οἴνου τε καὶ τῶν πρὸς τὸ ἁβροδίαιτον πάντων ἀπεχό μενοι καὶ δίαιταν ἔχοντες εὐτελῆ καὶ τὴν χρείαν συμμεμετρη μένην τοῦ σώματος. καὶ σφόδρα μὲν οὖν ἐπιμελοῦνται τῆς ἠθικῆς ἕξεως, θεωρίᾳ δὲ τὰ πολλὰ παραμένουσιν. ἔνθεν γὰρ καὶ Ἐσσαῖοι καλοῦνται, τοῦτο δηλοῦντος τοῦ ὀνόματος. καὶ ἁπλῶς ἐστιν αὐτοῖς πάντοθεν κατορθούμενος ὁ τῆς φιλοσοφίας σκοπός, οὐδαμοῦ τῶν πραγμάτων διαμαχομένων τῷ ἐπαγγέλματι. ἀλλὰ τί τῶν ἀγώνων ὄφελος αὐτοῖς καὶ τῆς ἐπιπόνου ἀθλήσεως τὸν ἀγωνοθέτην Χριστὸν ἀνῃρη 345 κόσιν; καὶ τούτων γὰρ ὁμοίως ὁ τῶν πόνων οἴχεται μισθὸς ἀρνησαμένων τὸν τῶν ἐπάθλων διανομέα καὶ τῆς ἀληθοῦς ζωῆς καὶ φιλοσοφίας ἀποσφαλεῖσιν. φιλοσοφία γάρ ἐστιν ἠθῶν κατόρθωσις μετὰ δόξης τῆς περὶ τοῦ ὄντος γνώσεως ἀληθοῦς. ταύτης δὲ ἀπεσφάλησαν ἄμφω καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὴν ἀπ' οὐρανοῦ παραγενομένην σοφίαν παραιτη σάμενοι καὶ χωρὶς Χριστοῦ φιλοσοφεῖν ἐπιχειρήσαντες τοῦ μόνου παραδείξαντος ἔργῳ καὶ λόγῳ τὴν ἀληθῆ φιλοσοφίαν. οὗτος γὰρ πρῶτος καὶ μόνος ἔτεμε τῷ βίῳ τὴν ταύτης ὁδὸν πολιτείαν ἐπιδειξάμενος καθαρὰν καὶ ἀνωτέραν ἀεὶ φέρων τὴν ψυχὴν τῶν παθῶν τοῦ σώματος, ἔσχατον δὲ καὶ αὐτῆς καταφρονήσας, ὅτε ἡ παρ' αὐτοῦ οἰκονομουμένη σωτηρία τῶν ἀνθρώπων ἀπῄτει θάνατον, διδάσκων διὰ τούτων, ὅτι δεῖ τὸν φιλόσοφον ὀρθῶς προαιρούμενον ἀρνήσασθαι μὲν τὰ ἡδέα πάντα τοῦ βίου, πόνων δὲ καὶ παθῶν εὖ μάλα ἐπικρατεῖν καταφρονοῦντα τοῦ σώματος, ἔχειν δὲ μηδὲ τὴν ψυχὴν τιμίαν, ἀλλὰ καὶ ταύτην ἑτοίμως προέσθαι, ὅταν δι' ἀρετῆς ἐπίδειξιν ἀποθέσθαι δέοι. καὶ ταύτην παραλαβόντες οἱ ἀπόστολοι αὐτοῦ καὶ μαθηταὶ γνησίως τὴν διαγωγὴν ἐμιμήσαντο· ἅμα γὰρ τῷ κληθῆναι ἀποταξάμενοι μὲν τῷ βίῳ καὶ ὑπεριδόντες πατρίδος καὶ γένους καὶ ὑπάρξεως πρὸς τὸν σκληρὸν καὶ ἐπίπονον εὐθὺς μετετάξαντο βίον διὰ πάντων χωρήσαντες τῶν δυσχερῶν καὶ τεθλιμμένων, διω 346 κόμενοι κακουχούμενοι ὑστερούμενοι ἐλαυνόμενοι γυμνητεύον τες ὑβριζόμενοι ἐμπτυόμενοι αὐτῶν τῶν ἀναγκαίων ἐνδεεῖς, ὕστερον δὲ καὶ θανάτου κατεφρόνησαν καλῶς διὰ πάντων μιμησάμενοι τὸν διδάσκαλον καὶ τῷ βίῳ καταλιπόντες πολι τείας ἀρίστης εἰκόνα. ἀλλ' ἐπειδὴ γράφειν ἀπὸ τῆς εἰκόνος ταύτης πάντες χριστιανοὶ τὸν ἑαυτῶν βίον ὀφείλοντες ἢ οὐκ ἠβουλήθησαν ἢ ἠτόνησαν πρὸς τὴν μίμησιν, ὀλίγοι δέ τινες ἠδυνήθησαν τὰς κοσμικὰς ὑπερκύψαι ταραχὰς καὶ φυγεῖν τὴν ἐν ταῖς πόλεσι ζάλην καὶ τὴν τοῦ ματαίου βίου φρον τίδα τε καὶ προσπάθειαν, καὶ οὕτως ἔξω γενόμενοι τῶν κοσμικῶν θορύβων τὸν μοναδικὸν ἀσπάσασθαι βίον ἐκμα γεῖον τῆς ἀποστολικῆς ἀρετῆς ἐποιήσαντο, τοῦ μὲν κεκτῆσθαι τὴν ἀκτημοσύνην προκρίναντες διὰ τὸ ἀπερίσπαστον, τροφῆς δὲ κεκαρυκευμένης τὴν ἐσχεδιασμένην προτιμήσαντες διὰ τὰς τῶν παθῶν ἐπαναστάσεις τῇ παρατυχούσῃ τροφῇ τὴν χρείαν τοῦ σώματος ἐκπληροῦντες, ἐνδυμάτων τε μαλακῶν καὶ τῆς χρείας ἔξω ὡς ἀνθρωπίνης χλιδῆς ἐπίνοιαν ἀλογήσαντες λιτῇ καὶ ἀπεριέργῳ στολῇ διὰ τὴν τοῦ σώματος ἀνάγκην ἐχρήσαντο. Καὶ γὰρ ὁ κύριος τῷ πλουσίῳ τὴν τελειότητα τοῦ κατὰ θεὸν ἀκροτάτου βίου τούτου σαφῶς ὑποτιθέμενος πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ οὕτως ἀμερίμνως τε καὶ ἀπερισπάστως ἀκολουθεῖν τὸν σταυρὸν ἄραντα προσ έταξε καὶ τὸν τοῦτο μὴ ποιοῦντα ἀνάξιον ἑαυτοῦ ἔκρινεν. ὅστις γάρ, φησίν, οὐκ ἀφήσει πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου καὶ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσει μοι οὐκ ἔστι μου 347 ἄξιος. τοιγαροῦν οὐκ ἔστιν ἄλλως τῆς ἀξίας ταύτης καὶ τελειότητος ἐπιτυχεῖν, εἰ μὴ καθ' ὃν τρόπον ὁ ὑπερτελὴς καὶ προτέλειος ἐδίδαξε κύριος. θαυμαστέον τοίνυν ἡμῖν καὶ σφόδρα τιμητέον τοὺς ἀπαρνησαμένους πᾶσαν πρόσκαι ρον ἡδονήν τε καὶ προσπάθειαν κατὰ τὴν ἐντολὴν τοῦ κυ ρίου καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν μεταχωρήσαντας καὶ πᾶσαν τὴν γῆν πληρώσαντας. καὶ γὰρ μεμέστωται τούτων Αἴγυπτος καὶ Λιβύη καὶ Αἰθιοπία καὶ Ἰνδία Μαυριτανία τε καὶ αἱ Θηβαΐδες. τούτων Συρία πλήρης καὶ Κιλικία καὶ Γαλατία Πόντος τε καὶ Ἀρμενία Μεσοποταμία καὶ ἡ Περσὶς ἅπασα, τούτων ἀνάπλεως Παλαιστίνη καὶ Ἀραβία καὶ Κύπρος Ἀσία τε καὶ αἱ Κυκλάδες νῆσοι καὶ ἡ Ἑλλὰς πᾶσα, ναὶ μὴν καὶ Ῥώμη καὶ Σπανία καὶ Γαλλία καὶ μέχρι τῶν περάτων τῆς γῆς πέπλησται μοναστηρίων καὶ ἀσκητῶν, καὶ πᾶσα ἡ γῆ κατευλογεῖται καὶ ἁγιάζεται προδήλως ταῖς τούτων χοροστασίαις τε καὶ ψαλμῳδίαις. Καὶ δὴ καὶ Γρηγόριος ὁ πάνσοφος καὶ τῆς θεολογίας ἐπώνυμος ἀποσεμνύνων αὐτοὺς λέγει· οἱ ψάλλοντες, οἱ δοξά ζοντες, οἱ μελετῶντες τὸν νόμον κυρίου ἡμέρας καὶ νυκτός, οἱ τὰς ὑψώσεις τοῦ θεοῦ ἐν τοῖς λάρυγξι φέροντες καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ θεὸν βίου προγράμματα καὶ 348 μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολά ζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία μικρόν τι τοῦ χιτῶνος ἀνα στέλλουσα καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθές, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς μᾶλλον δὲ ὁρμὴ μειδιάματος ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, σιωπὴ λόγου τιμιωτέρα, ἔπαινος ἅλατι ἠρτυμένος οὐ πρὸς θωπείαν ἀλλ' ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας καὶ ἀνέ σεως καὶ ἡ δι' ἀμφοτέρων μίξις καὶ κρᾶσις, καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παρ οικίᾳ κατάστασις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύνα μις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία, εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἐρχομένων τὰ κατὰ θεὸν γεννήματα, οἱ τρυφῶντες τὸ μὴ τρυφᾶν, οἱ ταπεινοὶ ὑπὲρ τῶν οὐρανῶν, οἱ μηδὲν ἐν κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον, οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκί, ὧν μερὶς κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν καὶ διὰ πτωχείαν βασιλεύοντες. οὗτοί με καὶ παρόντες λαμπρὸν ποιοῦσιν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἐντρύφημα, καὶ ἀπόντες συστέλ λουσιν. τίνες δέ εἰσιν οὗτοι; οἳ κόσμου χωρίσαντες ἑαυτοὺς καὶ τῷ θεῷ τὸν βίον καθιερώσαντες καὶ τὴν ἔρημον ἀσπα ζόμενοι ζῶσι θεῷ πάντων μᾶλλον τῶν στρεφομένων ἐν σώ ματι, λέγω δὲ τοὺς καθ' ἡμᾶς Ναζηραίους, οἱ μὲν τὸν 349 πάντη μοναδικόν τε καὶ ἄμικτον διαθλοῦντες βίον, ἑαυτοῖς μόνοις προσλαλοῦντες καὶ τῷ θεῷ, οἱ δὲ ἀγάπης μόνον τῇ κοινωνίᾳ στέργοντες ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες καὶ τοῦτο μόνον κόσμον εἰδότες ὅσον τῇ ἐρημίᾳ γνωρίζουσιν, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀνθρώποις καὶ πράγμασιν, ὅσα ἐν μέσῳ περιφθείρεται στροβοῦντά τε καὶ στροβούμενα καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ἀλλήλοις τε κόσμος ὄντες καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες. Καὶ ταῦτα μὲν Γρηγόριος. ὁ δὲ θεορήμων Χρυσόστομος ἐν τῇ κατὰ Ματθαῖον ἑρμηνείᾳ περὶ τῶν ἐν Αἰγύπτῳ μο ναχῶν φησιν· οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ ποι κίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου τὰς σκηνὰς πάντοθεν ἡμῖν τῶν μοναχῶν δεικνύουσα, οἵτινες τὸ πῦρ τοῦ Χριστοῦ δεξάμενοι πρὸς τὸν οὐρανὸν ἀθρόον μεθωρμί σαντο καὶ θερμότεροι τῶν ἄλλων ὄντες πρὸς εὐσέβειαν τὰς ἀσωμάτους δυνάμεις τῇ τῆς φιλοσοφίας ἀπαθείᾳ μιμοῦνται. καὶ εἴ τις ἐν τῇ χώρᾳ γέγονεν, οἶδεν ὃ λέγω, εἰ δέ τις οὐκ ἐπέβη τῶν ἁγίων σκηνῶν ἐκείνων, ἐννοείτω τὸν μέχρι νῦν ἐν τοῖς ἁπάντων στόμασιν ᾀδόμενον, ὃν μετὰ τοὺς ἀποστό λους ἡ Αἴγυπτος ἤνεγκεν, τὸν μακάριον καὶ μέγαν Ἀντώ νιον, καὶ οἵων ὄψεων θείων ἠξιώθη καὶ βίον θεοπρεπῆ τε καὶ ἀγγελικὸν ἐπεδείξατο. καὶ τοῦτο εἴσεταί τις ἀναγνοὺς αὐτοῦ τὸν βίον μετὰ ἀκριβείας, ἐν ᾧ καὶ πολλὴν ὄψεται 350 τὴν προφητείαν. καὶ γὰρ περὶ τῶν τὰ Ἀρείου νοσούντων προανεφώνησέ τε καὶ προεῖπε τὴν ἐξ ἐκείνου μέλλουσαν γί νεσθαι βλάβην, τοῦ θεοῦ δείξαντος αὐτῷ καὶ πρὸ τῶν ὀφθαλμῶν τὰ μέλλοντα προυπογράψαντος πάντα. ὅπερ μά λιστα μετὰ τῶν ἄλλων τῆς ἀληθείας ἐστὶν ἀπόδειξις τὸ μη δένα τῶν αἱρετικῶν ἄνδρα τοιοῦτον ἔχειν. Διὸ δὴ καὶ θαυμάζω σφόδρα καὶ λίαν ἐπαινῶ τοὺς τὰς ἐρήμους κατειληφότας μοναχοὺς τῶν τε ἄλλων ἀρετῶν ἕνεκα καὶ τὴν μεταβολὴν τῆς ἐσθῆτος. βούλει γάρ σοι δείξω τοὺς ὄντως ἐστολισμένους καὶ τὸ ἔνδυμα τοῦ γάμου ἔχον τας; ἴδε μοι τοὺς ἁγίους τούτους περιβεβλημένους τὰ τρύ χινα ἱμάτια καὶ τὰς ἐρήμους οἰκοῦντας. οὗτοι γάρ εἰσιν ἀληθῶς οἱ τὰ ἐνδύματα τῶν γάμων ἔχοντες ἐκείνων καὶ ὡς ἐν οὐρανῷ ἐν γῇ διατρίβοντες. οὐδὲν γὰρ αὐτῶν τὰ καταγώγια χεῖρον τῶν οὐρανῶν διάκειται. καὶ γὰρ ἄγγελοι κατάγονται πρὸς αὐτοὺς καὶ ὁ τῶν ἀγγέλων δεσπότης. εἰ γὰρ πρὸς τὸν Ἁβραὰμ ἦλθον ἄνδρα γυναῖκα ἔχοντα καὶ παιδία τρέφοντα, ἐπειδὴ φιλόξενον εἶδον, ὅταν πολλῷ πλείονα εὕρωσιν ἀρετὴν καὶ ἄνθρωπον σώματος καταφρο νοῦντα καὶ ἐν σαρκὶ σαρκὸς ὑπερορῶντα, πολλῷ μᾶλλον ἐν ταῦθα διατρίβουσι καὶ χορεύουσι τὴν αὐτοῖς πρέπουσαν χο ρείαν. καὶ γὰρ τράπεζα παρ' ἐκείνοις πάσης πλεονεξίας καθαρὰ καὶ φιλοσοφίας μεστή· οὐχ αἱμάτων χείμαρροι παρ' αὐτοῖς οὐδὲ κρεῶν κατακοπαὶ οὐδὲ καρυκεῖαι καὶ κνῖσαι 351 ἀηδεῖς, οὐδὲ καπνὸς ἀτερπὴς καὶ δρόμοι καὶ θόρυβοι καὶ ταραχαὶ καὶ κραυγαὶ ἐπαχθεῖς, ἀλλ' ἄρτος καὶ ὕδωρ, τὸ μὲν ἐκ πηγῆς καθαρᾶς, τὸ δὲ ἀπὸ δικαίων πόνων. εἰ δέ που καὶ φιλοτιμότερον ἑστιᾶσθαι βουληθεῖεν, ἀκρόδρυα ἡ φιλο τιμία γίνεται, καὶ μείζων ἐνταῦθα ἡ ἡδονὴ ἢ ἐν ταῖς βα σιλικαῖς τραπέζαις. ταύτην καὶ ἄγγελοι τὴν τράπεζαν ἐκ τοῦ οὐρανοῦ θεωροῦντες κατατέρπονται καὶ ἥδονται. εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ἐπὶ δικαίοις τοσού τοις μιμουμένοις αὐτοὺς τί οὐκ ἐργάσονται; καὶ ἡμεῖς μὲν τῶν θηρίων χείρους ἐσμὲν καὶ τῶν ἀλόγων, ἐκεῖνοι δὲ τῶν ἀγγέλων ἴσοι, ξένοι καὶ παρεπίδημοι τῶν ἐνταῦθα ὄντες. καὶ πάντα αὐτοῖς ἐνήλλακται πρὸς ἡμᾶς, καὶ ἔνδυμα καὶ τροφὴ καὶ οἴκημα καὶ ὑπόδημα καὶ ὁμιλία, καὶ εἴ τις ἐκεί νων ἤκουσε διαλεγομένων καὶ ἡμῶν, τότε ἂν ἔγνω καλῶς, πῶς οἱ μὲν οὐρανοπολῖται, ἡμεῖς δὲ οὐδὲ τῆς γῆς ἄξιοι. ἴδω μεν δὲ καὶ τὰς ἐκ τῆς τρυφῆς ἡμῶν ἐπιθυμίας, τὰς ἐκ τῶν ὀψοποιῶν, τῶν μαγείρων, τῶν τραπεζοποιῶν, τῶν πλακουν τοποιῶν καὶ τὴν περὶ τῶν τοιούτων ἅμιλλαν καὶ ὑπὲρ ποιότητος καὶ ὑπὲρ τάξεως καὶ ὑπὲρ πλήθους· ὅπερ οὐδὲν τοιοῦτον παρὰ τοῖς ἀγγέλοις ἐκείνοις. οὐ γὰρ εἰς πλησμο νὴν καὶ τρυφήν, ἀλλ' εἰς χρείαν αὐτοῖς ἡ τροφὴ καὶ μέτρῳ καὶ καιρῷ κανονισμένη. μονοσιτία γὰρ παρ' αὐτοῖς ἐστι πάντοτε, καὶ ἄριστος οὐδὲ ὅ τί ποτέ ἐστιν ἴσασιν, ἀλλὰ 352 δεῖπνος, γινώσκοντες ὅτι πένθους ὁ παρὼν βίος καὶ νη στείας καὶ ἀγῶνος, πληροῦντες ἐν τούτῳ καὶ τὸ πρὸς τὸν προφήτην Ἰεζεκιὴλ εἰρημένον ὑπὸ θεοῦ· υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ' ὀδύνης φάγη καὶ τὸ ὕδωρ σου μετὰ βασά νου καὶ θλίψεως πίη. καί· τὸ βρῶμά σου ἐν σταθμῷ φά γεσαι ἀπὸ καιροῦ ἕως καιροῦ τῆς ἡμέρας καὶ τὸ πόμα σου μέτρῳ πίεσαι ἀπὸ καιροῦ ἕως καιροῦ τῆς ἡμέρας. ἀνάρ ρηξον οὖν τῷ λόγῳ τὴν γαστέρα τῶν ἐκεῖνα τὰ πολλὰ καὶ ποικίλα σιτουμένων καὶ ὄψει τὸν πολὺν φορυτὸν καὶ τὸν ἀκάθαρτον ὀχετὸν καὶ τὸν κεκονιαμένον καὶ σαπρὸν τάφον. τὰ δὲ μετὰ ταῦτα αἰσχύνομαι καὶ εἰπεῖν, τὰς ἀηδεῖς καὶ δυσώδεις ἐρυγάς, τοὺς ἐμέτους, τὴν ζάλην, τὴν σκότωσιν τῆς ψυχῆς καὶ τὸ βάρος τοῦ σώματος, τὰς κάτωθέν τε καὶ ἄνωθεν ἐκκρίσεις καὶ τοὺς ἐπὶ τούτων σφοδροτέρους τῶν ἀφροδισίων ἔρωτας. κἀκείνη μὲν ἡ τράπεζα εἰς οὐρανοὺς τοὺς ἀγγέλους ἐκείνους παραπέμπει, αὕτη δὲ εἰς γέενναν πυρὸς ἕλκει τοὺς κοιλιοδούλους ὥσπερ καὶ τὸν πλούσιον ἐκεῖνον· καὶ τὴν μὲν ὕπνος θανάτῳ προσεοικὼς διαδέχεται, τὴν δὲ νῆψις καὶ ἀγρυπνία, καὶ τὴν μὲν κόλασις, τὴν δὲ οὐρανῶν βασιλεία. μετὰ γὰρ τὴν ἅπαξ ἑστίασιν καὶ τὴν εὐχαριστίαν πολλῆς ἐμπλησθέντες κατανύξεως καὶ θερμῶν 353 δακρύων οὕτω πρὸς ὕπνον βαδίζουσιν, τοσοῦτον αὐτοῦ με ταλαγχάνοντες ὅσον μικρὸν ἀναπαύσασθαι, καὶ πάλιν τὰς νύκτας ἡμέρας ποιοῦσιν ἐν εὐχαριστίαις καὶ ψαλμῳδίαις ἀεὶ διάγοντες. ἄπελθε τοίνυν πρὸς τοὺς ἁγίους τούτους καὶ μάθε τι παρ' αὐτῶν χρήσιμον καὶ φωτίσθητι. λύχνοι γάρ εἰσιν ὄντως καὶ φωστῆρες λόγον ζωῆς ἔχοντες καὶ πανταχοῦ τῆς οἰκουμένης ὄντες καὶ πᾶσαν τὴν γῆν καταλάμποντες. οὐκοῦν βάδιζε συνεχῶς πρὸς αὐτούς, ἵνα τὰς ἔν σοι κηλῖδας ἐκκαθάρας ταῖς ἐκείνων εὐχαῖς καὶ παραινέσεσιν ἄριστον ἐπι δείξῃ τοῦ λοιποῦ βίον καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχοις. Οὐ μὴν δὲ ἀλλὰ καὶ Θεοδώρητος οὕτως ἔφη· τὴν γὰρ δὴ τῶν ἀγγέλων ἐκμιμοῦνται προδήλως πολιτείαν ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ θεοῦ θεραπείαν ἠσπάσαντο, οἵτινες ἔφυ γον μὲν τὴν τοῦ σώματος ἀνάπαυσιν καὶ τὴν ἔννομον κοι νωνίαν ὡς τῶν θείων ἀφέλκουσαν καὶ τῶν ἐπουρανίων ἀοράτων τρυφημάτων, κατέλιπον δὲ καὶ πατρίδα καὶ γένος ἅμα καὶ πλοῦτον, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσι τὴν μέ ριμναν καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμὸς εἰς οὐρανὸν ἀναπτῆναι. τούτων πλήρεις καὶ πόλεις καὶ κῶμαι καὶ αἱ 354 τῶν ὀρῶν ἀκρώρειαι καὶ φάραγγες. ἀφ' οὗ γὰρ ὁ Χριστὸς τὴν παρθενίαν ἐτίμησεν ὑπὸ παρθένου τεχθεὶς τοὺς τῆς παρθενίας λειμῶνας ἡ φύσις ἐβλάστησε καὶ τὰ εὐώδη τῶν μοναχῶν ἄνθη καὶ ἀμάραντα προσφέρει τῷ ποιητῇ καὶ δεσ πότῃ. καὶ γὰρ πανταχοῦ μοναστήρια γεγόνασιν, οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ ἐν Συρίᾳ πάσῃ καὶ ἐν Παλαιστίνῃ καὶ ἐν Κιλικίᾳ καὶ ἐν Μεσοποταμίᾳ, ἐν Αἰγύπτῳ δέ φασι καὶ ἀνὰ πέντε χιλιάδας ἀνδρῶν ἔχειν ἔνια φροντιστήρια με ταξὺ τὸν θεὸν ὑμνούντων ἐν προσευχαῖς καὶ ψαλμῳδίαις ἀγρυπνοῦντες καὶ μετὰ σκληραγωγίας πολλῆς ζῶντες καὶ τὴν ὄντως Χριστοῦ φιλοσοφίαν εἰς ἄκρον ἐπιδεικνύμενοι. καὶ οἱ μὲν κατὰ συμμορίαν, ὡς ἔφην, οἰκοῦντες δημιουρ γοῦσιν ἐν ταῖς ψυχαῖς τὰ τῆς φιλοσοφίας ἀγάλματα, οἱ δὲ καὶ δύο ἢ τρεῖς διάγοντες, οἱ δὲ καὶ μόνοι καθειργμένοι καὶ ἡσυχάζοντες καὶ τὼ ὀφθαλμὼ τῷ κάλλει τῶν ὁρωμένων ἐπιτέρπεσθαι κωλύοντες σχολὴν τῷ νῷ παρέχουσιν ἐπεντρυ φᾶν τῇ θεωρίᾳ τῶν νοητῶν μετὰ φρονήσεως καὶ γνώσεως. μέγιστον μὲν γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων ἡ γνῶσις, οὐκ ἀπόχρη δὲ τέλειον ἀποφῆναι τὸν ταύ της ἠξιωμένον. δεῖ γάρ που τὴν ἀγαθὴν πρᾶξιν συναφθῆ ναι τῇ γνώσει. ὅπερ γάρ ἐστι δένδρῳ ῥίζα καὶ ὀφθαλμὸς 355 σώματι, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας ἡ γνῶσις, ἐξ ἧς ἡ βεβαία καὶ ὀρθόδοξος γίνεται πίστις. χρὴ τοίνυν οὐ μό νον εἰδέναι τί προσήκει περὶ θεοῦ δοξάζειν, ἀλλά γε καὶ κατὰ τοὺς ἐκείνου καλῶς καὶ ἁπλῶς πολιτεύεσθαι νόμους. δεῖ γὰρ τοὺς τῆς εὐσεβείας ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν παιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρετῆς ἐκμανθάνειν ἀκριβῶς νόμους. ὥστε οὖν ἡ γνῶσις δεῖται τῆς πρακτικῆς, ὡς καὶ ἡ πρακτικὴ τῆς γνώσεως. ὅθεν φησὶν ὁ κύριος· ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. οὐκ εἶπεν· ὃς ἂν ποιήσῃ μόνον, ἀλλὰ καί· διδάξῃ· εἰ γὰρ ἤρκει πρὸς τελειότητα τὸ ποιῆσαι μόνον καὶ χωρὶς τοῦ διδάξαι ἢ τὸ διδάξαι μόνον ἄνευ τοῦ ποιῆσαι γενέσθαι μέγαν, οὐκ ἂν ἄμφω συνέζευξε λέγων· ὃς ἂν ποιήσῃ καὶ διδάξῃ. ἅπερ δὴ κατορθώσας αὐτὸς ἀραρότως κἀν τούτῳ προσφόρως ἡμῖν ὑπογραμμὸς καὶ τύπος ἄριστος γενόμενος, ἐμαρτύρησεν ὁ μαθητὴς αὐτοῦ λέγων ἐναργῶς· ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. ὁ γὰρ δὴ οὕτω ῥυθμίζων καὶ διαμορφῶν τὴν ψυχὴν οὐ μόνον τῶν θείων νόμων τοὺς χαρακτῆρας ἐκμάττει, ἀλλὰ καὶ τοῦ νομοθέτου ζῶσά τις εἰκὼν ὄντως καὶ λογικὴ γίνεται. κἀντεῦθέν φησιν ὁ μὲν ἀπόστολος· γί νεσθε μιμηταὶ τοῦ θεοῦ· ὁ δὲ κύριος· γίνεσθε μιμηταὶ τοῦ 356 πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. καί· ἐὰν μὴ περισ σεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Φαρισαίων καὶ γραμ ματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. εἰκότως οὖν ὁ Πλάτων ὑπεμφαίνων τῶν τελείων τὸ σπάνιον ἔφασκεν· οὔ μοι δοκεῖ δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων. μέχρι περ ἂν ζῶμεν τοῦτο διορίζομαι. ναρθηκοφόροι μὲν γὰρ πολλοί, φιλόσοφοι δὲ σπάνιοι καὶ ὀλίγοι. καλὴ δὲ πίστις καὶ πρᾶξις τελευτήσαντα τυχεῖν ἁπάντων. ὅθεν ἐπήγαγεν ἄνδρα ἁπλοῦν καὶ γενναῖον κατ' Αἰσχύλον οὐ δοκεῖν ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα. ἀφαι ρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι ἔσται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν καὶ τιμῶν εἵνεκα τοιοῦτος εἴη. γυμνητέος δὴ πάντων πλὴν δικαιοσύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ. μηδὲν γὰρ ἔχων δόξαν ἐχέτω μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύ νην τῷ μὴ τίθεσθαι ὑπὸ κακοδοξίας ἢ φιλοδοξίας καὶ ὑπ' αὐτῆς γινομένων, ἀλλ' ἔστω ἀμετάστατος μέχρι θανάτου δο 357 κῶν ἄδικος εἶναι διὰ βίου. καὶ δὴ καὶ Σωκράτης ὁ δι δάσκαλος αὐτοῦ πρὸς αὐτὸν οὕτως ἔφη· πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι ταύτην, ἢ τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ φοβεῖσθαι καὶ αἰσχύνεσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ὦ εἰ μὴ ἀκολουθήσομεν, δεινῶς λωβησόμεθα. οὐκ ἄρα γε, ὦ βέλ τιστε, φροντιστέον ἡμῖν τί ἐροῦσιν ἡμᾶς οἱ πολλοί, ἀλλὰ τί τὸ ἐπαΐον τῷ δικαίῳ καὶ ἀδίκῳ, ἥτις ἐστὶν ἡ ἀλήθεια. ταῦτα δὲ ταῦτα φανερῶς ἐοίκασι τοῖς ἡμετέροις μᾶλλον ἱεροῖς καὶ ἀποστολικοῖς λόγοις, ἐν οἷς φησιν ὁ χριστοφόρος· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέ χοντες. τοιαύτην μὲν οὖν περὶ δικαιοσύνης καὶ θεαρέστου πολιτείας πάνυ Σωκράτης καὶ Πλάτων διδασκαλίαν ἐποιή σαντο θαυμαστὴν ὄντως καὶ ἀξιέπαινον ἀληθῶς τῇ λογικῇ φύσει τῶν ἀνθρώπων συμβαίνουσαν. τὰ γὰρ ἠθικὰ μαθή ματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσεν. διαπλάσας γάρτοι τῶν ἀνθρώπων τὸ γένος ὁ θεὸς ἐντέθεικε τῇ φύσει τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν ὁ καὶ 358 παιδεύων ἔθνη καὶ διδάσκων ἄνθρωπον γνῶσιν. διόπερ οὐ μόνον Σωκράτης καὶ Πλάτων καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ πολλοὶ τῶν βαρβά ρων. καὶ γὰρ τοὺς Ὑπερβορραίους οἰκεῖν μὲν ὑπὲρ τὰ Ῥίπαια ὄρη φασίν, ἀσκεῖν δὲ δικαιοσύνην μὴ κρεοφαγοῦν τας ἀλλ' ἀκροδρύοις καὶ ὕδασι χρωμένους· καὶ τοὺς Βραχ μάνας ἐν ταῖς ὕλαις διάγειν φύλλοις τὸ σῶμα καλύπτοντας καὶ ὑπὲρ ἄνθρωπον ἀσκοῦντας. καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην φιλόσοφον γεγενῆσθαι λέγουσιν, καὶ οὕτως αὐτὸν ὁ τῆς φιλοσοφίας ἔρως ἐπύρωσεν, ὡς ὀνομαστότατον διὰ πολλὴν ἄσκησιν καὶ σωφροσύνην γενέσθαι. οὐ γὰρ μόνον ἐγρηγορῶν πρὸς τὰ τῆς ψυχῆς ἠγωνίζετο πάθη σιωπῶν καὶ ἡσυχάζων, ἀλλὰ καὶ καθεύδων τὰ τῆς ἐγκρατείας καὶ σω φροσύνης ἐδήλου σημεῖα. εἰώθει γὰρ τῇ μὲν λαιᾷ χειρὶ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη συνέχειν ὑπεμφαίνων ὡς πολλῷ μεῖζόν ἐστιν ἡ ἀγωνία τῆς γλώττης καὶ πλεῖον ἐπικουρίας εἰς ἀσφάλειαν δεῖται. καὶ τὸν Χειρώνιον δὲ κένταυρον ἱστοροῦσιν Ἕλληνες δικαιοσύνης καὶ ἁγνείας γε νέσθαι διδάσκαλον, ὡς καὶ Ὅμηρος μαρτυρεῖ τοῦτον δικαιό τατον πεφηνέναι κενταύρων διὰ πολλὴν δήπουθεν καρτερίαν καὶ ἐγκράτειαν καὶ σώματος δουλαγωγίαν καὶ σύμμετρον 359 ἐπιμέλειαν. ὅθεν δὴ Πλάτων αὖθις ἐναργῶς ἐκδιδάσκων φησίν· ἐπιμελεῖσθαι σώματος δεῖ ψυχῆς εἵνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν καταγγέλλειν τε τῆς ἀληθείας τὸ κήρυγμα. τοῦτο καὶ ὁ θεῖος ἔφη Παῦλος· ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, τοῦτ' ἔστι πρὸς ἄσκησιν καὶ σύστασιν αὐτὸ μετ' ἐπιστήμης καὶ φρονήσεως γυμνάζω καὶ πρὸς τὴν τῶν κρειττόνων συνεργίαν οὐ πρὸς ἀσέλγειαν προνοοῦμαι. ταύτη τοι καὶ παραινεῖ φάσκων· ἐν δύσασθε τὸν κύριον Ἰησοῦν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, οὐ τὴν σύμμετρον καὶ ἀναγκαίαν ἐπιμέλειαν πρὸς σύστασιν ἀπαγορεύσας, ἀλλὰ τὴν ἀκολασίας μητέρα γαστριμαργίαν· ἐπήγαγε γάρ· εἰς ἐπιθυμίας, δηλαδὴ βλαβερὰς καὶ ἀνοήτους. οὐ γὰρ τοσαύτην αὐτῷ προσφέρειν δεῖ θεραπείαν, ὡς κατασκιρτᾶν τῆς ψυχῆς, ἀλλ' ἵνα συνεργῇ καὶ καθυπουργῇ τοῖς ἐκείνοις ἀρίστοις ἐπιτηδεύμασιν. συμ πεφώνηκε τοίνυν κἀν τούτοις ὁ Πλάτων εὖ μάλα τοῖς ἡμε τέροις τὴν ἀναγκαίαν καὶ δέουσαν ἐπιμέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος, ὑπέδειξέ τε πάλιν καὶ διεσάφησε καὶ ὅπως ἄρχεται καὶ αὔξεται τῆς φαύλης ἐπιθυμίας καὶ 360 κακίστης συνηθείας τὸ πάθος φάσκων οὕτως· ἀρχὴ μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια. διὸ καὶ Σωκράτης τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν εὐμόρφων ὡς χαλεπώτερον σκορπίων καὶ ὄφεων ἰὸν ἐνιέναι πεφυκότα ἀποφεύγειν ἐδίδασκεν. ὅθεν ἰδών τινα φιλήσαντα νέον εὔοπτον οὕτως, ἔφη, ῥᾳδίως ἂν καὶ εἰς μαχαίρας κυβιστήσειε καὶ εἰς πῦρ ἐμπέσοιεν ὁ το σαύτην δηλονότι πυρὰν ἐν ἑαυτῷ κατατολμήσας ἀνάψαι. Διο γένης δὲ θεασάμενος μειράκιον ἀσελγέστερον ἢ κατ' ἄνδρα κεκοσμημένον εἶπεν· εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. θηρῶσι γὰρ διὰ τοῦ καλλωπισμοῦ οἱ μὲν ἄνδρες τὰς γυναῖκας, αἱ δὲ γυναῖκες καὶ οἱ ἀνδρό γυνοι τοὺς ἄνδρας. καὶ μέντοι καὶ Γησίλαος εὐμόρφου ἤρα παιδὸς καὶ βουλόμενος αὐτὸν φιλῆσαι διεκώλυσεν ἑαυ τὸν φεύγων τὴν βλάβην. ὁ δὲ Ἀλέξανδρος οὐδὲ ἰδεῖν τὰς Δαρείου θυγατέρας εὐειδεῖς ἄγαν καὶ παρθένους οὔσας ἠνέ σχετο παντελῶς αἰσχρὸν νομίσας καὶ λίαν ἄτοπον τὸν ἄν δρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. οὕτω δὲ καὶ Κῦρος ὁ Περσῶν βασιλεὺς οὐδὲ θεάσασθαι κόρην τινὰ θαυμασίαν ἀφορισθεῖσαν αὐτῷ καὶ ἀμήχανον κάλλος ἔχειν μαρτυρουμέ νην κατεδέξατο, ἀλλά γε καὶ τῷ ὁρῶντι συνεχῶς καὶ μηδὲν ἐκ τούτου δεινὸν πάσχειν λέγοντι παρῄνει μήτε λέγειν τοῦτο 361 μήτε πράττειν. τὸ μὲν γὰρ πῦρ, φησίν, τοὺς πλησίον ὄντας καίει, τὸ δὲ κάλλος καὶ τοὺς πόρρωθεν ἑστῶτας. ἐπεὶ οὖν ἐκ τοῦ ὁρᾶν τὸ ἐρᾶν τίκτεται καὶ ἐκ τοῦ ἐρᾶν ἡ συγκατά θεσις γίνεται καὶ ἐκ τῆς συγκαταθέσεως ἡ πρᾶξις ἐπιτελεῖ ται, διὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ἑστιῶντα τὰς ὄψεις μοιχὸν ἔκρινεν οὐ τὴν πρᾶξιν μόνον, ἀλλὰ καὶ τὴν ἔννοιαν προαναστέλλων. ὅπερ οὖν Ἀμβακοὺμ αἰνιττόμενος παραινεῖ λέγων· καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ. ἔτι δὲ πάλιν Σωκράτης φυλάττεσθαι σφόδρα καὶ παρατηρεῖσθαι τὴν ἀκρα σίαν διδάσκων ἔφη· μὴ πεινῶντας λίαν μὴ ἐσθίειν καὶ μὴ διψῶντας πολλὰ μὴ πίνειν. καὶ γὰρ ὁ κύριος ἐμακάρισε τοὺς τοιούτους φάσκων· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ καὶ μακάριοι οἱ πεινῶντες νῦν καὶ διψῶντες, ὅτι χορτασθήσεσθε, καὶ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Ποῦ τοίνυν εἰσὶν οἳ τὸν ἁβροδίαιτον καὶ τρυφηλόν τε καὶ ἀνειμένον μεταδιώκοντες βίον καὶ ὥσπερ ἐπ' ἐξουσίας τὸν κόσμον ἔχοντες ἀδεῶς πάντα λοιπὸν μεθ' ἡδονῆς καὶ γέλωτος καὶ αἰσχρολογίας καὶ διαχύσεως καὶ ἀφοβίας θεοῦ χρῶνται πρὸς κόρον, καὶ τρυφῆς αὐτοῖς καιρὸς ἅπας. τῇ γὰρ ὀρέξει τὸν καιρὸν ὁρίζονται, κἂν ἕωθεν ἡ πείνη προσ 362 βάλλῃ, παραυτίκα τὴν τροφὴν προσφέρουσιν. οὐ γὰρ ὥρι σται τοῦτο μὲν ἐσθίειν, ἐκεῖνο δὲ παραιτεῖσθαι, ἀλλὰ πάντων ἀκρατῶς καὶ ἀδιαφόρως καὶ ἀπερισκέπτως ἀπολαύουσιν ὡς τραπεζολάτραι καὶ κοιλιόδουλοι. ἥτις γε τράπεζα εἰκότως ἂν κληθείη κυρίως καθέδρα λοιμῶν καὶ ἀλόγων φάτνη. εἰ γὰρ μὴ ἐκ πολλῆς ἀλογίας καὶ ἀπροσεξίας ἀπεκτηνώθησαν ἐπιλαθόμενοι τὸν συνιόντα εἰς πάντα τὰ ἔργα ἡμῶν καὶ μέχρι ψιλοῦ ῥήματος καὶ ἐνθυμήματος μέλλοντα δίκας εἰσπράττειν, οὐκ ἂν δήπουθεν μετὰ φλυαρίας καὶ κακονοίας καὶ λοιδορίας καὶ γέλωτος καὶ βλασφημίας τὴν θεόσδοτον τροφὴν μετελάμβανον ἀμνημονήσαντες τοῦ λέγοντος ὅτι καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον δώσομεν ἐν ἡμέρᾳ κρίσεως καὶ ἐκ τῶν λόγων ἡμῶν τῶν φαύλων κατακριθησόμεθα. καί· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. οὐκοῦν ἐμαται ώθησαν ἐξ ἐπιμέτρου σφόδρα τινὲς τῶν ἀφελεστέρων κοσμι κῶν φάσκοντες ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθο μένων, ὅτι μοναχοῖς μόνοις ὁ ἐπαχθέστερος καὶ βαρύτερος μὲν δέδοται ζυγός, κοσμικοῖς δὲ ὁ ἐλαφρότερος καὶ ἀνειμέ νος. ἔδει γὰρ τοὺς ἀσυνέτους συνιδεῖν ὅπως καὶ ὁ παλαιὸς νόμος τοῖς πᾶσιν Ἰουδαίοις ἀδιαστόλως ἐνομοθετήθη μικροῖς 363 τε καὶ μείζοσιν, καὶ ἡ παράβασις ἐπικίνδυνος ἄγαν καὶ ὀλέθριος (διό φησιν ὁ Δαυίδ· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου, κύριε), καὶ ὁ τῆς χάριτος ὁμοίως ἐξ ἴσου τεθέσπισται ἄρχουσι καὶ ἰδιώταις, πλουσίοις καὶ πέ νησι καὶ ἁπλῶς πᾶσι κοσμικοῖς τε καὶ μοναχοῖς. τοῦ οὖν κυρίου καὶ θεοῦ ἡμῶν λέγοντος· μακάριοι οἱ πτωχοὶ ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ μακάριοι οἱ πει νῶντες ὅτι χορτασθήσεσθε καὶ μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε· καί· οὐαὶ ὑμῖν τοῖς πλουσίοις ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν καὶ οὐαὶ οἱ ἐμπεπλησμένοι ὅτι πεινάσετε· καί· εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐκ ἔστι μου ἄξιος· καί· πᾶς ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής· καί· σπουδάσατε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. καὶ στενὴ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. ταῦτα δὲ 364 ταῦτα καὶ τὰ τούτοις παραπλήσια οὐ πρὸς μοναχοὺς ἐρρή θησαν, ἀλλὰ πρὸς κοσμικοὺς καὶ βιωτικοὺς καὶ τὸν πρόσ υλον καὶ γεώδη βίον ἐπανῃρημένους, ἐπεί, ἂν ἄρα πρὸς μοναχοὺς καὶ μόνον ἐλέχθησαν, ἐλεεινότεροι πάντων ἀνθρώ πων εἰσὶν οἱ κοσμικοὶ τῶν τοιούτων μακαρισμῶν καὶ θείων ἐντολῶν ἀπεστερημένοι. εἰ δέ γε κοινὸς ὁ νόμος καὶ ὁ ζυγός, κοινὸς καὶ ὁ μακαρισμὸς καὶ ὁ ταλανισμὸς εὔδηλον ὅτι, εἰ καὶ ἀναγινώσκοντες οὐκ ἐπιγινώσκουσι τὸ παράπαν, ἐπεὶ οὐκ ἂν τοὺς ἀναιτίους καὶ θεοφιλεῖς μονάζοντας κατε δίκαζον ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ἀδιακρίτου ψυχῆς καὶ γλώσ σης ἀκολάστου καὶ γνώμης ἀγνώμονος. [ʹ. Περὶ Νέρωνος.] Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων υἱὸς αὐτοῦ ἔτη ιδʹ. ἐφ' οὗ Σίμων ὁ μάγος ἐλθὼν ἐν Ῥώμῃ καὶ πολλὰ σημεῖα διὰ γοητείας καὶ φαντασίας τινὰς ἐπιτελῶν καὶ ἑαυτὸν θεὸν ὀνομάζων, καὶ τοῦ μεγάλου Πέτρου τὴν Ῥώμην τότε κατα λαβόντος καὶ πρὸς τὸν μάγον ἀπελθόντος, εὗρε κύνα παμ μεγέθη δεδεμένον ἁλύσεσιν ἐν τῷ πυλῶνι, ὃν ὁ Σίμων δεσμήσας ἐκώλυε πάντας οὓς οὐκ ἤθελε πρὸς αὐτὸν εἰσιέναι· καὶ τοῦτο ἦν πρῶτον θαῦμα τῷ μέλλοντι πρὸς Σίμωνα εἰσ έρχεσθαι. ὁ δὲ Πέτρος ἰδὼν τὸν κύνα οὕτω μέγαν καὶ 365 ἀπηγριωμένον καὶ μαθὼν ὅτι πολλοὺς ἀνεῖλεν ἐπιχειρήσαν τας εἰσελθεῖν πρὸ τῆς ἐπιτροπῆς Σίμωνος κρατήσας ἔλυσεν αὐτὸν λέγων· εἴσελθε πρὸς Σίμωνα καὶ εἰπὲ αὐτῷ ἀνθρω πίνῃ φωνῇ· Πέτρος ὁ δοῦλος Χριστοῦ εἰσελθεῖν πρός σε θέλει. καὶ τοῦ κυνὸς εὐθὺς δρομαίου εἰσελθόντος καὶ οὕτω λαλήσαντος, κατεπλάγησαν οἱ μετὰ Σίμωνος λέγοντες· τίς ἐστι Πέτρος καὶ τίς ἡ τοσαύτη δύναμις αὐτοῦ; πρὸς οὕς φησιν ὁ Σίμων· τοῦτο ὑμᾶς μὴ ξενιζέτω, ὅπερ κἀγὼ ποιήσω. καὶ προσκαλεσάμενος τὸν κύνα καὶ ὡσαύτως προστάξας εἰπεῖν ἀνθρωπίνῃ φωνῇ τῷ Πέτρῳ εἰσελθεῖν, καὶ τοῦτο ποιήσας πάλιν ὁ κύων, εἰσῆλθε Πέτρος πρὸς Σίμωνα. καὶ συμβα λὼν μετ' αὐτοῦ Σίμων εἰς θαυματουργίας, ἐνίκησε Πέτρος ἰάσεις ποιῶν, καὶ πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν. καὶ ἦν ἐν τῇ Ῥώμῃ ταραχὴ πολλὴ καὶ σύγχυσις ἕνεκεν Πέτρου καὶ Σίμωνος, ὅτι κατέναντι ἀλλήλων ἐποίουν θαύματα. ἅπερ μαθὼν Ἀγρίππας ὁ ἔπαρχος ἀνήγαγε τῷ βασιλεῖ Νέρωνι λέγων· δύο τινές εἰσιν ἄνδρες ἐν τῇ πόλει θαυματοποιοῦν τες ἀπέναντι ἀλλήλων. ὁ μὲν λέγει ἑαυτὸν εἶναι τὸν Χριστόν, ὁ δὲ ἄλλον εἶναι, τὸν ἐσταυρωμένον Ἰησοῦν, οὗ καὶ μαθη τὴν ἑαυτὸν εἶναι διϊσχυρίζεται. οὓς κελεύσας ὁ Νέρων ἀχθῆναι κατενώπιον αὐτοῦ λέγει πρὸς Σίμωνα· σὺ εἶ, ὃν λέγουσι Χριστόν; ὁ δέ φησιν· ἐγώ εἰμι. ὁμοίως δὲ καὶ τὸν Πέτρον ἐπερωτήσας, εἰ ἀληθῶς οὗτός ἐστιν ὁ Χριστός, οὐκ ἔστιν οὗτος, μὴ γένοιτο, ἀπεκρίθη Πέτρος. ἐγὼ γὰρ ἐκείνου μαθητής εἰμι τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ εἰς οὐρανοὺς ἀναληφθέντος. ὁ δὲ Νέρων ὡς τερατολόγους ἀμ φοτέρους εὐθὺς ἀτίμως ἐκ προσώπου αὐτοῦ θᾶττον ἐξήλασεν. 366 οἳ καὶ διάγοντες ἐν Ῥώμῃ ἐποίουν θαύματα κατέναντι ἀλ λήλων. μιᾶς οὖν τῶν ἡμερῶν προστάξαντος τοῦ Σίμωνος ἀχθῆναι αὐτῷ ταῦρον παμμεγέθη ἐλάλησεν εἰς τὸ οὖς αὐτοῦ, καὶ παρευθὺς τέθνηκεν ὁ ταῦρος. ὁ δὲ Πέτρος εὐξάμενος ἀνέστησεν αὐτόν. οἱ δὲ λαοὶ ἰδόντες ἐθαύμασαν λέγοντες· ἀληθῶς τὸ ζωογονῆσαι ὑπὲρ τὸ θανατῶσαι μεῖζόν ἐστι θαῦμα. καὶ μέντοι καὶ ἄλλα σημεῖα πολλὰ ἐποίησαν καὶ λόγους δογματικοὺς ἐλάλησαν ἀπέναντι ἀλλήλων οὐ μόνον ἐν Ῥώμῃ, ἀλλὰ καὶ ἐν Συρίᾳ πρότερον, ἅ τινα Κλήμης ὁ Ῥωμαῖος καὶ πάνσοφος μαθητὴς Πέτρου καὶ συνέκδημος ἐπεξεργαστικώτερον διηγησάμενος οὕτως ἔφη· τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου διδάσκοντος τὸν λαὸν σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐπὶ πάντων μόνον ἀληθινὸν θεόν, ὁ Σίμων ἔξω τοῦ ὄχλου ἑστὼς ἐβόησεν· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον πείθων αὐτὸν θεοὺς μήτε νομίζειν μήτε εἶναι, καίπερ τῶν παρ' Ἑβραίοις βίβλων λε γουσῶν πολλοὺς θεοὺς εἶναι. πλὴν οὖν περὶ οὗ ἔφης θεοῦ δείξας ἐγὼ μὴ αὐτὸν εἶναι τὸν ἀνώτατον καὶ παντοδύναμον θεόν, καθὸ ἀπρόγνωστός ἐστι καὶ ἀτελὴς καὶ ἐνδεὴς καὶ οὐκ ἀγαθὸς καὶ πολλοῖς ὑποκείμενος πάθεσι κατὰ τὴν ὑμε 367 τέραν γραφήν, ἕτερος πάντως περιλείπεται προγνωστικός, τέλειος, ἀνενδεής, ἀγαθὸς καὶ παντὸς πάθους ἀπηλλαγμένος, ὃν δὲ σὺ φὴς δημιουργὸν καὶ ὑπέρθεον τοῖς ἐναντίοις ἀντι κείμενος ὑπάρχει. αὐτίκα γοῦν ὁ καθ' ὁμοίωσιν αὐτοῦ γε γονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ ἢ κακοῦ μὴ ἔχων παραβάτης εὑρίσκεται καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ θανάτῳ καταδικάζεται. ὁμοίως τε ὁ πλάσας αὐτόν, ἐπεὶ μὴ πανταχοῦ βλέπει, ἐπὶ τῇ τῶν Σοδόμων καταστροφῇ λέγει· καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῷ· καὶ ἑαυτὸν ἀγνοοῦντα δείκνυσιν. καὶ τὸ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτόν, μήπως ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φαγὼν ζήσεται εἰς τὸν αἰῶνα, ἀγνοοῦντος καὶ φθονοῦντός ἐστι σύμβολον, ὥσ περ καὶ τό· ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον, μεταμελείας ἐστὶ καὶ ἀγνοίας τεκμήριον τῶν μελλόντων. καὶ τό· ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστι σημεῖον, ὡς καὶ τὸ πειράζειν τὸν Ἁβραὰμ καὶ ἄλλους οὐκ ἀγαθοῦ ἐστιν ἀπόδειξις καὶ τὸ τέλος τῆς ὑπομονῆς μὴ προειδότος. ὁ δὲ Πέτρος ἔφη πρὸς τὸν Σίμωνα· εἰ τυφλὸς ἐπλάσθη ὁ Ἀδάμ, ὡς λέγεις, πῶς ἐντελλόμενος ὁ θεὸς ἐδείκνυεν αὐτῷ λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε; καὶ ὁ Σίμων φησίν· τυφλὸς ἦν ὁ νοῦς αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς ἦν ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ προσφόρως πᾶσι τοῖς ζώοις ἐπιθεὶς ὀνόματα; ὅτι γὰρ καὶ τοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος 368 ὀφθαλμοὺς εἶχον ἀνεῳγότας καὶ βλέποντες ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, δῆλον ἐντεῦθεν· εἶδε γάρ, φησίν, ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε τῷ ἀνδρὶ αὐτῆς μετ' αὐτῆς. εἰ οὖν καλὸν θεασάμενοι τὸ δένδρον καὶ τὸν καρπὸν ἔφαγον, εὔδη λον ὅτι καὶ πρὸ τῆς τοῦ καρποῦ βρώσεως γνῶσιν μὲν εἶχον καλοῦ τε καὶ κακοῦ, ὄψιν δὲ ὀξυδερκεστάτην ὁρᾶν ἕκαστα δυναμένην. οὐκοῦν οὐχ ὡς μετὰ τὴν βρῶσιν καὶ τὴν παρά βασιν ἀναβλεψάντων εἴρηται τό· διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοίδείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες, ὡς ἔφηνἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, ὃ καὶ τὴν γνῶσιν ἀδιάφθορον παρέσχεν, ἐρρήθη ὅτι· διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί. πέφυκε γὰρ ὁ ὀφθαλ μὸς ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέπει, διότι σύνεσιν αὐτὸς καθ' ἑαυτὸν οὐκ ἔχει κἀντεῦθεν πολλάκις πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης τυφλοῦ δίκην ἔσθ' ὅτε παρερχόμεθα καὶ τὸν πάνυ γνώριμον, καί, ἐπειδὰν ἐγκλη θῶμεν, τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπο λογούμεθα. οὕτω καὶ ὁ Ἀδὰμ καὶ ἡ Εὔα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν. τὸ γάρ· διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, ἀποκά λυψιν δηλοῖ τὴν ἐγγενομένην τῷ λογισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμῶν, ὥστε τὴν μετὰ τὴν ἁμαρτίαν αἴσθησιν οὕτω

Intertext edge

Open linked passage

Note