Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 369 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
369.1.1
κέκληκεν ἡ γραφή. παρευθὺς γὰρ μετὰ τὴν ἁμαρτίαν τὸ συνειδὸς πλήττεται. καὶ ὁ Σίμων φησίν· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί οὐ προέγνω τὴν διὰ τοῦ ὄφεως καὶ τῆς γυναικὸς ἀπάτην; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν οὐκ εἶχεν, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι ἐπέθηκεν ὀνόματα; τὸν γὰρ πρωτότοκον ὠνό μασε Κάϊν, ὅ ἐστι ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ' αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς. εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ καὶ ποίημα πρόγνωσιν εἶχεν, πολλῷ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. ὅτι γὰρ ὄντως προγινώσκει ὁ θεός, φησὶ πρὸς τὸν Ἁβραάμ· γινώσκων γίνωσκε ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ ἔτη υʹ, τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης τραφεὶς ἐν γήρει καλῷ, τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. οὔπω γὰρ ἀναπε πλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν. τί δέ· οὐχὶ καὶ Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται τὰ ἁμαρτή ματα τοῦ Ἰσραὴλ καὶ τὴν ἀπείθειαν αὐτοῦ πρὸς τὸν Χριστὸν καὶ τὴν εἰς τὰ ἔθνη πάντα διασπορὰν αὐτοῦ προεδήλωσαν; 370 εἰ δὲ Μωϋσῆς καὶ οἱ ἄλλοι προφῆται ἐκ τῆς τοῦ θεοῦ χά ριτος τὰ μέλλοντα προεγίνωσκον, πῶς αὐτὸς ὁ ἐν αὐτοῖς λαλήσας θεὸς οὐ προγινώσκει τὰ ἐσόμενα; ὥστε οὖν οἰκο νομικῶς εἴρηται τό· ἐνεθυμήθη, τοῦτ' ἔστι μετεμελήθη, καὶ τό· καταβὰς ὄψομαι, καὶ μέν γε καὶ τό· ἐπείραζε τὸν Ἁβραάμ, καὶ τό· ὠσφράνθη, καὶ ὅσα τοιαῦτα συγκαταβατικῶς διὰ τὴν ἡμετέραν ἀσθένειαν λέλεκται. ἐπεὶ ὅτι γε θυσιῶν οὐκ ὀρέ γεται διὰ τοῦ προφήτου Δαυὶδ ὑπεμφαίνει λέγων· μὴ φά γομαι κρέα ταύρων; ἢ αἷμα τράγων πίομαι; ὅθεν ὁ ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς καὶ ἐπ' ἐσχάτων ἐκ τῆς παρθέ νου διὰ τὴν ἡμετέραν σωτηρίαν τεχθεὶς ταῦτα καὶ τὰ τοι αῦτα ὥσπερ διερμηνεύων τοῖς ἀγνοοῦσιν, ὅτι ὁ θεὸς καὶ πατὴρ πάντα προγινώσκει, ἔλεγεν· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων πάντων πρὶν αὐτὸν αἰτή σησθε. καὶ τοῖς νομίζουσιν ὅτι μὴ πάντα βλέπει ἔφασκεν· προσεύχεσθε ἐν τῷ κρυπτῷ, καὶ ὁ πατὴρ ὑμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει ἐν τῷ φανερῷ. καὶ τοῖς οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι ἐπέπληττε λέγων· εἰ οὖν ὑμεῖς πο νηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. καὶ τοῖς δοκοῦσιν αὐτὸν θυσιῶν ὀρέ γεσθαι διηγόρευσεν· ὁ θεὸς ἔλεος θέλει καὶ οὐ θυσίας. καὶ 371 τοῖς ὑπολαμβάνουσιν αὐτὸν κακὸν εἶναι παραινῶν ἐβόα· γίνεσθε οἰκτίρμονες ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος. διὰ δὲ τοὺς ἀπατωμένους πολλοὺς θεοὺς ὑπάρχειν ἔφη· ἵνα γινώ σκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, καί· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. καὶ μέντοι καὶ πρὸς τὸν ἐπερωτήσαντα γραμ ματέα· ποία ἐστὶ πρώτη πάντων ἐντολή; ἀπεκρίθη· πρώτη πάντων ἐντολή ἐστιν· ἄκουε, Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν. Ὁ δὲ Σίμων συνιδὼν ὅτι Πέτρος αὐτὸν συνάγει ταῖς γραφαῖς εἰς τὸν περὶ θεοῦ λόγον ἐξετασμὸν γενέσθαι μὴ θελήσας ἀνεχώρησε μετὰ πολλῆς αἰσχύνης καὶ ἥττης. ἦν γὰρ ὁ ἐξάγιστος πολύπειρος μὲν ἐν ταῖς διαβολικαῖς ἐνερ γείαις, ἄπειρος δὲ ἐν ταῖς πνευματικαῖς διδασκαλίαις. καὶ γὰρ οὕτως ἦν ἐξησκημένος ἐν ταῖς μαγείαις καὶ μεθοδείαις τοῦ Σατανᾶ, ὡς οὐκ ἄλλος τις τῶν πρὸ αὐτοῦ σχεδὸν ἐπὶ ταῖς διαβολικαῖς ἐπινοίαις καὶ κακουργίαις διαβεβοημένων. ἀνδριάντας γὰρ ἐποίει περιπατεῖν καὶ εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, εἰς ἀέρα ἵπτατο καὶ ἐκ λίθων ἄρτους ἐποίει, δράκων ἐγίνετο καὶ εἰς ἕτερα ζῶα μετεμορφοῦτο, διπρόσωπος ἐγίνετο καὶ εἰς χρυσὸν μετεβάλλετο, θύρας κεκλεισμένας καὶ μεμοχλευμένας ἤνοιγε καὶ σιδηρᾶ δεσμὰ διέλυεν, ἐν δεί πνοις εἴδωλα παντοδαπῶν εἰδέων παρίστα, τὰ ἐν οἰκίᾳ σκεύη 372 αὐτομάτως φέρεσθαι πρὸς ὑπηρεσίαν ἐποίει τῶν φερόντων οὐχ ὁρωμένων, σκιὰς πολλὰς προηγεῖσθαι αὐτῷ παρεσκεύα ζεν, ἅσπερ ψυχὰς τῶν τεθνηκότων ἔφασκεν εἶναι. πολλοὺς δὲ γόητα καὶ πλάνον αὐτὸν ἐλέγχειν πειρωμένους διαλλάξας πρὸς ἑαυτόν, ἔπειτα προφάσει εὐωχίας βοῦν θύσας καὶ ἑστι άσας αὐτοὺς διαφόροις καὶ δυσιάτοις νόσοις καὶ δαίμοσιν ὑπέβαλεν. καὶ ἄλλα πλεῖστα εἰργάσατο καθυπουργούντων αὐτῷ τῶν δαιμόνων, κἀντεῦθεν οὐ μόνον ἑαυτὸν εἰς ἑτέρας μορφὰς ἀνθρώπων τε καὶ ἀλόγων, ὡς ἔφην, μετεσχημάτιζεν, ἀλλὰ καὶ οὓς ἤθελεν οὕτως ἐποίει. καὶ γοῦν ποτε ζητούμε νος ὑπὸ τοῦ Καίσαρος ὡς πλάνος ἀπέδρα τὴν μορφὴν αὐτοῦ περιθεὶς Φαύστῳ μαθητῇ Πέτρου, καὶ οὕτως ἐπανελ θὼν πρὸς Πέτρον ἐδιώκετο ὑπὸ πάντων διὰ τὴν ἀνόσιον εἰδέαν ἣν περιέκειτο. ἐμβλέψας δὲ ὁ Πέτρος εἰς αὐτὸν καὶ ἰδὼν λυπούμενον καὶ δάκρυσι συνεχόμενον ἔφη· ὑπὸ Σίμω νος τοῦ μάγου, Φαῦστε, ἡ παραλλαγὴ τῆς μορφῆς σου γέ γονεν. ὑπὸ γὰρ Καίσαρος ζητούμενος καὶ φοβηθεὶς ἔφυγε τὴν ἑαυτοῦ σοι μορφὴν περιθείς, ἵνα, σοῦ συσχεθέντος καὶ ἀναιρεθέντος, λύπην μεγάλην καὶ θλίψιν ἡμῖν προξενήσῃ. ἀλλ' ὁ θεὸς τῆς τοῦ λαοπλάνου καὶ ἐχθροῦ τῆς ἀληθείας 373 Σίμωνος ἀπαλλάξας σε μορφῆς τὴν προτέραν καὶ ἰδίαν σου παρέξει τάχιον. ὅπερ δὴ καὶ σὺν τῷ λόγῳ γέγονεν, πάντων ἡμῶν θεωρούντων. Ταῦτα μέντοι καὶ ἕτερα τοιαῦτα γεγράφηκεν, ὡς ἔφην, Κλήμης λεχθῆναι καὶ πραχθῆναι ἐν Συρίᾳ. ἐν δὲ τῇ Ῥώμῃ μετὰ τὸ ἐκβληθῆναι αὐτοὺς ἀπὸ προσώπου Νέρωνος, ὡς προείρηται, εἶπε Σίμων τῷ Πέτρῳ· σὺ ἔφης ὅτι Χριστὸς ὁ θεός σου ἀνελήφθη. ἰδού, κἀγὼ ἀναλαμβάνομαι. καὶ ἰδὼν αὐτὸν Πέτρος κουφιζόμενον διὰ τῆς μαγείας εἰς τὸν ἀέρα ἐν μέσῳ τῆς πόλεως Ῥώμης ηὔξατο· καὶ εὐθὺς πεσὼν ὁ Σίμων καὶ συντριβεὶς ἀπέθανεν. ὁ δὲ τόπος ἔκτοτε ὁ δεξά μενος αὐτοῦ τὸ βέβηλον καὶ παμμίαρον σῶμα ἐκλήθη Σιμώ νιον. περὶ οὗ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὁ μέγας ἀπόστολος Πέτρος οὕτω φάσκει· ἡ δὲ καταρχὴ τῶν νέων αἱρέσεων γέγονεν ἀπὸ Σίμωνος τοῦ μάγου, ὃς καὶ ἐν Συρίᾳ πολλὰ διαπραξάμενος ἄτοπα καὶ ἐν Ῥώμῃ γενόμενος πολὺ τὴν ἐκκλησίαν ἐσκύλευσε διὰ μαγείας καὶ διαβολικῆς ἐμπει ρίας καὶ ἐνεργείας. ἐν μὲν γὰρ Καισαρείᾳ τῇ Στράτωνος ἐμοὶ Πέτρῳ συντυχὼν ἐπειρᾶτο διαστρέφειν τὸν λόγον τοῦ θεοῦ, συμπαρόντων μοι τῶν ἱερῶν τέκνων Ζακχαίου τοῦ ποτε τελώνου καὶ Βαρνάβα καὶ Ἀκύλα ἀδελφῶν Κλήμεντος 374 τοῦ Ῥωμαίου, μαθητεύσαντι δὲ καὶ Παύλῳ τῷ συναποστόλῳ ἡμῶν καὶ συνεργῷ ἐν τῷ εὐαγγελίῳ. καὶ τρίτον ἐπ' αὐτῶν διαλεχθεὶς αὐτῷ εἰς τὸν περὶ τῶν προφητῶν λόγον καὶ περὶ θεοῦ μοναρχίας ἥττησα αὐτὸν δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς ἀφωνίαν κατέβαλα φυγάδα τε αὐτὸν εἰς τὴν Ἰταλίαν κατέστησα. γενόμενος δέ, ὡς ἔφην, ἐν Ῥώμῃ πολὺ τὴν ἐκκλησίαν ἐτάραξε πολλοὺς ἀνατρέπων καὶ ἑαυτῷ περιποιούμενος, τὰ δὲ ἔθνη ἐξιστάνων μαγικῇ τέχνῃ καὶ δαιμόνων ἐνεργείᾳ, ὡς καί ποτε μεσούσης ἡμέρας προελ θὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι' ἀέρος ἀναπτῆναι. πάν των δὲ θαυμαζόντων ἐπὶ τούτῳ, ἐγὼ Πέτρος καθ' ἑαυτὸν ηὐχόμην. καὶ δὴ μετεωρισθεὶς ὑπὸ δαιμόνων ἵπτατο με τάρσιος εἰς τὸν ἀέρα λέγων εἰς τοὺς οὐρανοὺς ἀνιέναι κἀ κεῖθεν τοῖς λαοῖς τὰ ἀγαθὰ ἐπιχορηγήσειν. τῶν δὲ δήμων ἐπευφημούντων αὐτὸν ὡς θεόν, ἐκτείνας ἐγὼ τὰς χεῖρας εἰς ὕψος ἱκέτευον τὸν θεὸν καταρράξαι τὸν λυμεῶνα καὶ τὴν ἰσχὺν τῶν δαιμόνων περικόψαι. ἀτενίσας οὖν εἶπον τῷ Σίμωνι· εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμι ἐγὼ καὶ οὐχὶ πλάνος ὥσπερ σύ, Σίμων, προστάσσω ταῖς πονηραῖς δυνά μεσιν ἀφεῖναί σε τῆς κρατήσεως. καὶ ταῦτα εἰπόντος μου, παραχρῆμα κατηνέχθη μετὰ ἤχου πολλοῦ καὶ συνετρίβη, καὶ τοῦ ὄχλου βοήσαντος· εἷς θεός, ὃν Πέτρος καταγγέλλει. οὕτως ἡ πρώτη κατελύθη τῶν Σιμωνιανῶν αἵρεσις ἐν Ῥώμῃ καὶ τέλεον ἀπέσβη. διὸ δὴ καὶ τὴν ἡμέραν ἐκείνην τοῦ 375 σαββάτου ἐπίσημον ἄγουσιν οἱ Ῥωμαῖοι. σάββατον γὰρ ἦν, ἐν ᾧ καὶ προσευχὴ καὶ νηστεία τοῖς πιστοῖς. ἔθος γὰρ ἦν τὸ προσεύχεσθαι τὴν ἐκκλησίαν ὑπὲρ τῶν διδασκάλων ἀγω νιζομένων ἢ θλιβομένων, ὡς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπται ὅτι· προσευχὴ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκ κλησίας ὑπὲρ τοῦ Πέτρου. ὡς οὖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ σαββάτου γενομένης τῆς Χριστοῦ νίκης καὶ τῆς πτώ σεως τοῦ ἀντιχρίστου Σίμωνος, ἐπὶ φανεροῖς σάββασι τὸ μνημόσυνον ἐκτελοῦντες Ῥωμαῖοι νηστεύουσι καὶ συνάξεις φαιδρὰς ποιοῦσι μέχρι νῦν τὴν παράδοσιν ἐκείνην φυλάττον τες. καὶ γὰρ καὶ ἄλλαι τινὲς ἐκκλησίαι διάφορα παραφυλάτ τουσιν ἔθη καθὼς οἱ τὰς ἐκκλησιαστικὰς ἱστορίας ἀνεγρά ψαντο. παρὰ Σκύθαις μὲν γάρ, φησίν, αἱ πόλεις πᾶσαι ἐπίσκοπον ἔχουσιν ἕνα καὶ μόνον, παρὰ δὲ Κυπρίοις καὶ Ἄραψι καὶ ἐν ταῖς κώμαις εἰσὶν ἐπίσκοποι, ὥσπερ οὖν καὶ παρὰ τοῖς ἐν Φρυγίᾳ Ναυατιανοῖς καὶ Μοντανισταῖς. καὶ παρὰ μὲν τῇ ἐκκλησίᾳ Ῥώμης ἑπτὰ μόνον διάκονοι γίνονται, παρὰ δὲ πᾶσι τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός ἐστιν. καὶ ἐν Ῥώμῃ πάλιν ἅπαξ μὲν τοῦ ἐνιαυτοῦ λέγεται τὸ ἀλληλούϊα ἐν τῇ πρώτῃ τοῦ πάσχα ἡμέρᾳ, καὶ οὐδεὶς ἐπ' ἐκκλησίας διδάσκει ποτέ, οὐδ' αὐτὸς ὁ ἐπίσκοπος, ἐν δὲ Ἀλεξανδρείᾳ διδάσκει μὲν ὁ ἐπίσκοπος ἐπ' ἐκκλησίας, τῶν δὲ εὐαγγελίων ἀναγινωσκομένων οὐκ ἀνίσταται τοῦ θρόνου. καὶ τὴν τεσσαρακοστὴν τῶν νηστειῶν οἱ μὲν ἑβδομάδας ʹ νηστεύουσιν ὡς οἱ ἐν τῷ Ἰλλυρικῷ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ πάσῃ τῇ δύσει καὶ Παλαιστίνῃ, ἐν δὲ Κωνσταντινουπόλει καὶ πέριξ ἄχρι Φοινίκης ἑβδομάδας ζʹ νηστεύουσιν, ἄλλοι 376 δὲ τρεῖς μόνας ἡμέρας ἐν ταῖς ἓξ ἢ ἑπτὰ σποράδην νηστεύ ουσιν, ἕτεροι δὲ τρεῖς ἑβδομάδας ἐφεξῆς πρὸ τοῦ πάσχα συνάπτουσιν. ἔν τισι δὲ πόλεσι τῆς Αἰγύπτου πρὸ ἑσπέρας ἠριστηκότες τῶν μυστηρίων μεταλαμβάνουσιν. καὶ ταῦτα μὲν ὁ Σωκράτης ἱστόρησεν ὡς εἰκὸς τότε φυλαττόμενα πάντα, νῦν δὲ πλείστη καὶ κατὰ μέρος ἐναλλαγὴ γέγονεν ἐν τοῖς εἰρημένοις ἔθεσιν. Ὁ μέντοι Νέρων ἀκούσας ὅτι πεφόνευται Σίμων ὑπὸ Πέτρου καὶ ἀγανακτήσας ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. ὁ δὲ Πέτρος παρακαλέσας τὸν ὕπαρχον, ἵνα μὴ ὄρθιος σταυρωθῇ ὡς ὁ κύριος, κατὰ κεφαλῆς ἐσταυρώθη καθὼς ἠξίωσεν ἐκ πολλῆς μετριοφροσύνης. μετὰ δέ γε τὴν Πέτρου τελευτήν, ὥς φησιν Εὐσέβιος, Παῦλος ὁ ἀπόστολος κατὰ μὲν τὴν πρώτην ἀπολογίαν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας δέσμιος καὶ ἀπολογησάμενος Νέρωνι ἐπὶ τὴν διακονίαν τοῦ κηρύγματος ἐστάλη. κἀντεῦθεν, ὡς ἔοικεν, τὰς τῶν ἀποστόλων πράξεις ἐπ' ἐκεῖνον τὸν χρόνον Λουκᾶς περιέγραψε μέχρις ὅτε συνῆν τῷ Παύλῳ. καθ' ὃν δὲ καιρὸν ἐμαρτύρησεν οὐ συμπαρῆν αὐτῷ, τοῦ ἀποστόλου σαφῶς καὶ τοῦτο λέγοντος ὅτι· οὐδείς μοι ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον. μὴ αὐτοῖς λογισθείη. ἣν δὴ πρὸς Τιμό θεον δευτέραν ἐπιστολὴν δεσμοῖς κατεχόμενος ἔγραψεν ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γενομένην ἀπολογίαν πρὸς 377 Νέρωνα, ὃν καὶ λέοντα διὰ τὸ ἀπάνθρωπον καὶ θηριῶδες τοῦ τρόπου καλῶς ὠνόμασεν, καὶ τὴν παρὰ πόδας τελείωσιν ἐπάγει φάσκων· ἐρρύσθην ἐκ στόματος λέοντος, ἀλλὰ καὶ ῥύσεταί με κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, ὑπεμφαίνων τὸ παραυ τίκα μαρτύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προαγορεύει γραφῇ λέγων· ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. ἀπολογησάμενος τοίνυν τὴν πρώτην ἀπολογίαν καὶ αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος δια κονίαν στειλάμενος, εἶτα πάλιν τὸ δεύτερον ἐπιβὰς τῇ Ῥώμῃ δέσμιος καὶ ὡσαύτως Νέρωνι παραδοθεὶς τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο μηνὶ Ἰουνίῳ κθʹ, καθ' ἣν ἡμέραν καὶ Πέτρος ἐσταυρώθη, καθάπερ καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ καὶ Ἰάκωβος ὁ ἀδελφόθεος. ὁ οὖν Λουκᾶς ἐπὶ ἐλαίας καρποφόρου σταυρωθείς, μὴ εὑρι σκομένου ξύλου ξηροῦ πρὸς τὸ γενέσθαι σταυρὸν ἐν τῷ τόπῳ, λαβών τις τὸ σῶμα καὶ μεταξὺ πολλῶν μνημείων θά ψας ἄδηλον ἐποίησε τὸν τάφον. τῶν δὲ μαθητῶν ἀναζη τούντων μετέπειτα καὶ μὴ εὑρισκόντων αὐτοῦ τὸν τάφον διὰ τὸ πλῆθος τῶν μνημάτων, προσευξαμένων αὐτῶν τῇ νυκτὶ ἐκείνῃ κουλούρια ἔβρεξεν ὁ θεὸς ἰατρικὰ ἐπάνω τοῦ τάφου σύμβολα τῆς ἐπιστήμης αὐτοῦ, καὶ ἐκ τούτου τοῦ σημείου ἐγένετο γνώριμος ὁ τάφος, οὗ τὸ τίμιον καὶ ἅγιον λείψανον ἀνακομίσας Κωνστάντιος υἱὸς Κωνσταντίνου τοῦ μεγάλου κατέθηκεν ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. 378 Ὁ δέ γε μέγας Ἰάκωβος ὁ ἀδελφόθεος ἁγνὸς ὑπάρχων ἐκ κοιλίας μητρὸς αὐτοῦ οἶνον καὶ σίκερα οὐκ ἔπιεν οὐδὲ ἔμψυχον ἔφαγεν οὐδὲ βαλανείῳ ἐχρήσατο, τὰ δὲ γόνατα αὐτοῦ ἀπεσκληκότα δίκην καμήλου γεγόνασιν ἐκ τοῦ ἀεὶ κάμπτειν ἐπὶ γόνυ καὶ τῷ θεῷ προσκυνεῖν, ὅθεν διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ καὶ θαυμαστῆς πολιτείας ἐκαλεῖτο δίκαιος καὶ ὀβλίας, ὅ ἐστι περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη. ἐπεὶ οὖν αἰδέσιμος καὶ σεβάσμιος καὶ σφόδρα περιβόητος ὑπῆρχεν ὁ ἰσάγγελος Ἰάκωβος, ἑορτῆς γενομένης τοῦ πάσχα, καὶ πολλῶν μυριάδων συνελθόντων ἐν τῷ ναῷ τῶν Ἰουδαίων, καὶ τοῦτον ἀνενέγκαντες οἱ γραμματεῖς ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ διασκεδάσαι βουλόμενοι τὸ κήρυγμα τοῦ Χριστοῦ εἶπον μεγάλῃ τῇ φωνῇ· ἀξιοῦμέν σε, δίκαιε, εἰπεῖν τῷ λαῷ, ἵνα μὴ πλανῶνται ὀπίσω τοῦ λεγομένου Χριστοῦ. σοὶ γὰρ πάντες πειθόμεθα γινώσκοντές σε δίκαιον εἶναι καὶ ἀπροσωπόληπτον. ὁ δὲ ἀποκριθεὶς ἔφη· τί με ἐπερωτᾶτε περὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς καθέζεται ἐν δεξιᾷ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ. οἱ δὲ παράνομοι ἀρχιερεῖς καὶ Φα ρισαῖοι ἔκραξαν· ὢ ὤ, καὶ ὁ δίκαιος ἐπλανήθη. καὶ εἶπαν πρὸς ἀλλήλους· κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν καθ' ἑαυτῶν ὑπὲρ τοῦ Ἰησοῦ παρασχόντες καὶ πολλοὺς ποιήσαν τες πιστεῦσαι εἰς αὐτόν. καὶ δὴ μανέντες οἱ ἐξάγιστοι καὶ τοῦτον κατακρημνίσαντες, κλίνας τὰ γόνατα ὑπὲρ αὐτῶν προσηύχετο. καὶ προσεγγίσας τις τῶν υἱῶν Ῥηχὰβ καὶ ἀκού 379 σας αὐτοῦ λέγει αὐτοῖς· τί ποιεῖτε; ὁ δίκαιος μᾶλλον ὑπὲρ ὑμῶν εὔχεται. καὶ δραμών τις κναφεὺς ἔδωκεν εἰς τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ ξύλου, ἐν ᾧ τὰ ἱμάτια ἐκπιέζει, καὶ παραχρῆμα ἐτελεύτησεν ὁ δίκαιος. θάψαντες δὲ αὐτὸν παρὰ τῷ ναῷ ἀνήγειραν αὐτοῦ τὴν στήλην. μετὰ δὲ τὸ μαρτύριον αὐτοῦ παρὰ πόδας Ἱερουσαλὴμ πολιορκεῖται. φησὶ γὰρ Ἰώσηπος· ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις κατ' ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐτὸν ὄντα Ἰουδαῖοι ἀπέκτειναν. Οἱ τοίνυν Ἰουδαῖοι μετὰ τὴν τοῦ κυρίου ἡμῶν ἀνάλη ψιν ἀπολέμητοι ἔτη μʹ διέμειναν, τοῦ Χριστοῦ μακροθυ μοῦντος ἐπὶ τῇ παρανομίᾳ καὶ θεομαχίᾳ αὐτῶν, ὅπως γνωσιμαχήσαντες ἐπὶ τῇ τοιαύτῃ πλημμελείᾳ ἰσχυρὰν ποιή σωνται τὴν μετάνοιαν. ὅθεν αὐτοῖς φοβερὰ σημεῖα ἐπεδείκνυε τὴν μέλλουσαν καταλαμβάνειν αὐτοὺς ἅλωσιν προμηνύοντα. ἐν γὰρ τῇ τῶν ἀζύμων ἑορτῇ περὶ ὥραν θʹ τῆς νυκτὸς τοσοῦτον φῶς τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν ἐπὶ ὥραν μίαν ὡς δοκεῖν ἡμέραν γενέσθαι. μετὰ δὲ τοῦτο ἐφάνη ἄστρον ὑπὲρ τὴν πόλιν ῥομφαίᾳ παραπλήσιον. καὶ ἄλλοτε ἡ ἀνατολικὴ χαλκῆ πύλη τῆς πόλεως σιδηροδέτοις κλειομένη μοχλοῖς καὶ μόλις ὑπὸ ἀνδρῶν λʹ ἀνοιγομένη ὤφθη περὶ ὥραν ηʹ τῆς νυκτὸς ἀνεῳγμένη. καὶ πάλιν ἄλλοτε ὡράθησαν πρὸ ἡλίου δύσεως ὡσεὶ ἅρματα μετέωρα καὶ στρατόπεδα ἔνοπλα διατρέχοντα περὶ τὸν ἀέρα καὶ τὰς πόλεις περιστοιχίζοντα. μετὰ δὲ ταῦτα ἐν ταῖς ἡμέραις τῆς σκηνοπηγίας ἑορτῆς πρὸ ἐτῶν δʹ τοῦ πολέμου, εἰρηνευούσης καὶ εὐθηνούσης ἔτι τῆς πόλεως ἄνθρωπός τις Ἰησοῦς τοὔ 380 νομα ἐλθὼν ἐν τῇ ἑορτῇ ἐξαίφνης ἀνέκραξεν ἐν τῷ ἱερῷ λέγων· φωνὴ ἀπὸ ἀνατολῶν, φωνὴ ἀπὸ δυσμῶν, φωνὴ ἀπὸ τῶν δʹ ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ πάντα τὸν λαόν. καὶ ταῦτα ἐπὶ πολλαῖς ἡμέραις καὶ νύκταις περιερχόμενος ἐν τῇ πόλει ἀνενδότως ἐβόα. διὸ καί τινες τῶν δημοτῶν ἀγανακτήσαντες μάστιξιν αὐτὸν αἰκίζοντο ἐπὶ πλεῖον κρά ζοντα μετὰ δακρύων καὶ λέγοντα πρὸς ἑκάστην πληγήν· οὐαί, οὐαί, οὐαὶ Ἱεροσόλυμα. κατὰ δὲ τὴν αὐτὴν ἑορτὴν βοῦς πρὸς θυσίαν ἀχθεῖσα παραδόξως ἔτεκεν ἄρνα ἐν μέσῳ τοῦ ἱεροῦ, ἥτις, οἶμαι, διὰ μὲν τοῦ παρὰ φύσιν τοκετοῦ προεδήλου τήν τε ὑπὲρ φύσιν βίαν καὶ βοὴν τῆς πόλεως, διὰ δὲ τοῦ ἀρνοῦ τὴν πρὸς τὸν ἀμνὸν τοῦ θεοῦ Χριστὸν ἄρνησιν τῶν Ἰουδαίων ἐναργῶς ὑπέφηνε καὶ τὴν γενησο μένην αὐτῶν ἄρδην τε καὶ ἀργαλεωτάτην ἀναίρεσιν καὶ πανωλεθρίαν. Τῶν Ἰουδαίων τὴν πρὸς Ῥωμαίους ὑποταγήν τε καὶ φορολογίαν ἀθετησάντων, ἀπέστειλε Νέρων ἀπὸ Ἀχαΐας Οὐεσπασιανὸν υἱὸν αὐτοῦ σὺν υἱῷ αὐτοῦ Τίτῳ στρατοπε δάρχας κατὰ τῶν Ἱεροσολύμων ἐν δυνάμει βαρείᾳ σφόδρα. ἐν δὲ ταῖς ἡμέραις τῆς ἑορτῆς τοῦ πάσχα πάντες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἱεροσόλυμα παρεγένοντο καὶ ὑπὸ τῶν Ῥωμαίωνἐν τῇ μητροπόλει κατείρχθησαν μόνοι, προϋπεξελθόντων διὰ θείας ἀποκαλύψεως τῶν εἰς Χριστὸν πιστευόντων καὶ φίλων 381 καὶ ἁγίων καὶ δούλων τοῦ θεοῦ, καὶ ἀπομεινάντων ὥσπερ ἐν εἱρκτῇ τῶν δυσσεβῶν καὶ ἀλιτηρίων ἐρήμων κατὰ τοὺς πάλαι ὁμοτρόπους αὐτῶν τρισκαταράτους Σοδομίτας. καὶ γὰρ περὶ μὲν τῶν πόλεων Σοδόμων πρεσβευόμενος ὁ θεῖος Ἁβραάμ φησιν· μὴ ἀπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. διὸ καὶ ὁ φιλάνθρωπος θεὸς ἐπηγγείλατο, εἰ εὑρεθεῖεν ἐν Σοδόμοις δίκαιοι δέκα, τῆς ἐπ' αὐτοῖς ὀργῆς καταλήγειν. ἀλλ' οὐχ εὕρηνται, ὅθεν καὶ ἄρ δην ἀπώλοντο. περὶ δὲ τῆς Ἱερουσαλὴμ ἐκλιπαρῶν ὁ θεσπέ σιος Ἱερεμίας, ἔφη πρὸς αὐτὸν πάλιν ὁ θεός· περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητή σατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἐὰν εὕρητε ἄνδρα καὶ ἔστι ποιῶν κρίμα καὶ ζητῶν πίστιν, ἵλεως ἔσομαι αὐτῇ λέγει κύριος. ἀλλά γε καὶ αὕτη τοῦτο σπανίζουσα τῆς θεομηνίας ἀπήλαυσεν, καὶ οὐκ ἐν ἄλλῳ χρόνῳ, ἀλλ' ἐν ταῖς τῆς ἑορτῆς ἡμέραις. καὶ μάλα γε δικαίως· ἐχρῆν γὰρ αὐτοὺς ἐν αἷς ἡμέραις εἰς τὸν κύριον ἐξήμαρτον ἐν αὐταῖς καὶ τὰ ἐπίχειρα τῆς χριστοκτονίας ὑποστῆναι. Ὁ δέ γε Νέρων, κραταιουμένης αὐτῷ τῆς ἀρχῆς, εἰς ἀνοσίους πράξεις ἐξώκειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπε τήδευε πράγματα κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων. καὶ πρὸς τούτοις καὶ πάσαις αὐτοῦ ταῖς ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας μύσος προσέθηκε διώκτης πρῶτος γενόμενος τοῦ θείου λόγου. μετὰ δὲ ταῦτα ἐπιβουλῆς κατ' αὐτοῦ μηνυθείσης αὐτῷ, καὶ εἰς ἄκρον μανίας ἐλθὼν 382 ἀνεῖλε τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας καὶ μέντοι καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους τὴν ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώ μενος. καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτηνωθεὶς καὶ εἰς προάστειον ἐξελθὼν ἑαυτὸν διεχειρίσατο. ὡσαύτως δὲ καὶ Πιλάτος ποικίλαις περιπεσὼν συμφοραῖς ἑαυτὸν ἀνεῖλεν, τῆς θείας, ὡς ἔοικεν, δίκης οὐκ εἰς μακρὸν αὐτὸν μετελ θούσης. ἱστοροῦσι ταῦτα Ἑλλήνων οἱ τὰς Ὀλυμπιάδας ἅμα τοῖς κατὰ χρόνους πεπραγμένοις ἀναγράψαντες. [ζʹ. Περὶ Γάλβα.] Μετὰ δὲ Νέρωνα ἐβασίλευσε Γάλβας μῆνας ζʹ. [ηʹ. Περὶ Λουκιβίου.] Μετὰ δὲ Γάλβαν ἐβασίλευσε Λουκίβιος Ὤθων μῆνας γʹ καὶ μανεὶς ἑαυτὸν ἀπέκτεινεν. [θʹ. Περὶ Οὐιτελίου.] Μετὰ δὲ Λουκίβιον ἐβασίλευσεν Οὐιτέλιος μῆνας βʹ καὶ ἐσφάγη μέσον τῆς Ῥώμης ὑπὸ τοῦ δήμου. 383 [ιʹ. Περὶ Οὐεσπασιανοῦ.] Μετὰ δὲ Οὐιτέλιον ἐβασίλευσεν Οὐεσπασιανός, υἱὸς Νέ ρωνος, ἔτη θʹ. ὃς ἐν τῇ Ἰουδαίᾳ στεφθεὶς ἄκων ὑπὸ τοῦ στρατοῦ καὶ εἰς Ῥώμην ἐπανελθὼν ἐνεχείρισε τὸν ἐν τῇ Ἰουδαίᾳ πόλεμον τῷ υἱῷ αὐτοῦ Τίτῳ. ὁ δὲ πύργους κατα σκευάσας ἀνὰ πηχῶν νʹ τὸ ὕψος ἔχοντας καὶ πολλὰς καὶ διαφόρους ἑλεπόλεις παραστήσας καὶ διχόθεν τύπτεσθαι τὸ τεῖχος προστάξας τοὺς Ἰουδαίους ἐκ τοῦ πρώτου τείχους τοῖς λιθοβόλοις καὶ τοῖς λοιποῖς ἐξήλασε μηχανήμασιν. καὶ πρὸς τὸ δεύτερον τεῖχος καταφυγόντες κἀκεῖθεν πάλιν ὁμοίως ἀπελασθέντες μέχρι τοῦ τρίτου τείχους ἐπολέμουν ἰσχυρῶς ἐκεῖθεν. καὶ γενομένης καρτερᾶς τῆς μάχης ἔπιπτεν ἐξ ἑκα τέρας παρατάξεως πλῆθος ἄπειρον. οἱ δὲ πονηρότεροι τῶν Ἰουδαίων, οἱ καὶ στασιασταὶ κληθέντες, δεινῶς τὴν πόλιν ἅπασαν κατέτρυχον. εἴ που γὰρ κεκλεισμένην θύραν εἶδον, ταύτην συντρίψαντες εἰσεπήδων καὶ ἐκ τῶν φαρύγγων τὸν ψωμὸν ἀναθλίβοντες ἥρπαζον. καὶ γέροντας μὲν ἐβασάνιζον ἀντεχομένους τροφῆς, γυναῖκας δὲ ἀπὸ τῆς κόμης ἐσπάρατ 384 τον καὶ τὰ νήπια ἐπὶ τῆς γῆς ἔρασσον, ὀρόβοις δὲ τοὺς πόρους τῶν αἰδοίων αὐτῶν ἐμφράττοντες καὶ ῥάβδοις ὀξείαις τὰς ἕδρας τῶν ἀθλίων διαπερῶντες ἠνάγκαζον πρὸς τὸ δράκα μίαν ἀλφίτου καταμηνῦσαι κεκρυμμένην. οὕτω δεινὸς πάν των κατεκράτει λιμός, ὥστε οἱ μὲν ἀκατέργαστον ἤσθιον τὸν σῖτον, οἱ δὲ ζύμην ἐπιφλέγοντες ὀλίγον τῷ πυρὶ θᾶτ τον ἀνήρπαζον. οἱ δὲ ἀπορώτεροι χόρτου σπαράγματα διε μασσῶντο. αἱ δὲ μητέρες ἐν χερσὶ μαραινομένων αὐτῶν τῶν βρεφῶν παρελογίζοντο αὐτὰ διὰ τὴν ὑπερβάλλουσαν βίαν τε καὶ ἀνάγκην. γέροντες δὲ καὶ νέοι καὶ νήπια ὥσπερ εἴδωλα παρερχόμενοι καὶ λιμῷ τηκόμενοι καὶ καταπίπτοντες, τοὺς μὲν καταπατοῦντες οἱ στασιασταὶ ἐφόνευον, τοὺς δὲ ἔτι ἐμ πνέοντας καὶ ἐρριμμένους διὰ ξίφους ἀπέκτενον. ὁ δὲ Τῖτος περὶ τὰς φάραγγας τοὺς Ἰουδαίους ἀγρίαν πόαν εἰς τροφὴν ἀναλέγοντας συλλαβόμενος τοὺς μὲν πλησίον τοῦ τείχους ἐκρέμασεν, τοὺς δὲ χειροκοπήσας εἰς τὴν πόλιν ἀπέστειλε καταπλῆξαι τοὺς στασιαστὰς βουλόμενος. πᾶσα δὲ οἰκία ἐκ τῆς ἐνδείας νεκρῶν πληρουμένη καὶ ἀπόζουσα, λοιμὸς τῇ πόλει χαλεπὸς ἐνέσκηψεν. ὅθεν οἱ στασιασταὶ τὴν δυσωδίαν μὴ φέροντες ἔρριπτον ἀπὸ τοῦ τείχους αὐτοὺς ἐπὶ τὰς φά ραγγας ἔτι πολλοὺς αὐτῶν ἐμπνέοντας. οἱ τοίνυν στασιασταὶ ὑπὸ λιμοῦ πιεζόμενοι λάθρα πρὸς τὸ ὄρος τῶν ἐλαιῶν ἐξώρ μησαν, οὓς οἱ Ῥωμαῖοι καταδιώξαντες εἰς φυγὴν ἔτρεψαν. Ῥωμαῖος δέ τις τῶν ἱππέων ὁ δοκιμώτατος τοὺς Ἰουδαίους ὠθουμένους κατὰ τῆς φάραγγος θεασάμενος, ἐκ πλαγίου 385 παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ νεανίαν τῶν στασιαστῶν φεύγοντα στιβαρὸν κατὰ τὸ σῶμα καὶ ὡπλισμένον ἐκ τοῦ σφυροῦ δραξάμενος, ἑαυτὸν ἐπικλίνας τοῦ ἵππου τρέχοντος καὶ τὸν Ἰουδαῖον ἔφιππον καταδιώκοντος. καὶ τοσοῦτον τῆς δεξιᾶς τόνον καὶ τοῦ λοιποῦ σώματος ἐπιδειξάμενος καὶ τῆς ἱππικῆς τέχνης τὴν ἀρετὴν ὥσπερ τι κειμήλιον ἧκε τῷ Καί σαρι κομίζων τὸν αἰχμάλωτον. ὁ δὲ Τῖτος ὑπερθαυμάσας τῆς ἰσχύος τούτου καὶ δυνάμεως τὸ ἀήττητον, δώροις αὐτὸν ἀμείψας τὸν ληφθέντα προσέταξεν ἀναιρεθῆναι. Τῆς δέ γε πόλεως ὑπὸ τῶν Ῥωμαίων σφοδρῶς πορθου μένης, ὁ λιμὸς τοὺς κατὰ τὴν πόλιν πλείους τοῦ πολέμου διέφθειρεν· διὸ δὴ καὶ ἀδελφοὶ κατὰ ἀδελφῶν καὶ συγγενεῖς κατὰ συγγενῶν ξιφήρεις εἰς τοὺς οἴκους ἐχώρουν τὰς ἀλλή λων τροφὰς ἁρπάζοντες. καὶ μέν γε καὶ γυναῖκες ἀνδρῶν καὶ παῖδες πατέρων καὶ τὸ ἐλεεινότερον μητέρες νηπίων ἥρπαζον ἐξ αὐτῶν τῶν στομάτων τὰς τροφὰς καὶ παντελῶς τῶν φιλτάτων οὐκ ἐφείδοντο. καὶ ἄλλοι μὲν ὑπ' ἐνδείας κεχηνότες ὥσπερ κύνες λυσσῶντες ἐσφάλλοντο καὶ περιεφέ ροντο μεθυόντων δίκην, ὡς διὰ σπλάγχνων καὶ μυελῶν τοῦ λιμοῦ χωροῦντος καὶ πρὸς θάνατον βίαιον τὴν ψυχὴν ἐλαύνοντος, ἄλλοι δὲ τῶν ἀθεμίτων ἐφήπτοντο, ὧν οὐδὲ τὰ ῥυπαρὰ τῶν ἀλόγων προσίενται, τελευταῖον δὲ ζωστῆρας διεμασσῶντο καὶ ὑποδήματα καὶ τὰ δέρματα τῶν θυρεῶν ἤσθιον ἀποδέροντες. γυνὴ δέ τις Μαρία τοὔνομα γένει καὶ πλούτῳ περίβλεπτος ἐκ τῆς χώρας πρὸς τὴν πόλιν καταφυ γοῦσα, πᾶσαν αὐτῆς τὴν ὕπαρξιν καὶ τὰς διατροφὰς οἱ 386 στασιασταὶ καθ' ἡμέραν εἰσπηδῶντες διήρπαζον. καὶ λοιπὸν τροφῆς ἀποροῦσα καὶ παιδίον ὑπομάζιον ἔχουσα τοῦτο κατα θύει, καὶ ὀπτήσασα τὸ μὲν ἥμισυ ἐσθίει, τὸ δὲ ἕτερον κα λύψασα διετήρει. οἱ δὲ στασιασταὶ καθὼς εἰώθασιν εἰσελ θόντες καὶ τῆς κνίσης αἰσθόμενοι ἠπείλουν ἀναιρήσειν αὐτήν, εἰ μὴ ὅπερ ἔκρυψεν ἐπιδείξῃ. ἡ δὲ τὰ λείψανα τοῦ παι δαρίου προαγαγοῦσα· τοῦτο δή, φησίν, τὸ ἐμόν ποτε γνή σιον τέκνον καὶ νῦν πανάθλιον φάγετε καὶ ὑμεῖς, καὶ γὰρ κἀγὼ βέβρωκα. εἰ δὲ ἀποστρέφεσθε, καὶ τὸ λοιπὸν ἐμοὶ καταλείψατε. οἱ δὲ τὰς ὄψεις ἑαυτῶν ἱκανῶς τύψαντες ὑπεξῆλθον τοῦ δώματος καταπεπληγμένοι καὶ τρέμοντες. καὶ οὕτω τὸ καλῶς ἐκ κοιλίας ἐξελθὸν βρέφος εἰς τὴν αὐτὴν πάλιν κακῶς ὑπέστρεψεν ἀθλίαν γαστέρα. ὅπερ ἀκούσαντες οἱ ἐν τῇ πόλει πάντες ἀποθανεῖν ἐν τάχει προσηύχοντο. μενοῦν γε καὶ ἄλλα τοιαῦτα καὶ χείρονα καὶ δυσδιήγητα γεγόνασιν ἐν τῇ πόλει τότε. ἐν δὲ τῇ περιοχῇ καὶ τῷ πο λέμῳ γίνεται τοῖς Ἰουδαίοις ἐξαίφνης θύελλα σφοδροτάτη, ἥτις τὰ μὲν εἰς αὐτοὺς παρὰ τῶν Ῥωμαίων πεμπόμενα εὐστόχως ἔφερεν, τὰ δὲ παρ' αὐτῶν εἰς ἐκείνους πλάγια παραχρῆμα παρέσυρεν. καὶ οἱ Ῥωμαῖοι θεασάμενοι τὰς ὄψεις τῶν Ἰουδαίων ἐκ τῆς θυέλλης ἀμαυρωθείσας λαθραίως αὐτοῖς ἐπαναβαίνοντες εὐτόνως αὐτοὺς κατέκτενον. κἀντεῦ θεν λοιπὸν ᾔσθοντο πολλοί, ὅτι θεήλατός ἐστιν ἡ πληγή, καὶ κατὰ θεομηνίαν ταῦτα πάσχουσιν. καὶ οὕτως ἐν δυσὶν ἔτεσι παραλαβὼν τὴν Ἱερουσαλὴμ ὁ Τῖτος πᾶσαν κατέλυσε καὶ ἐνέπρησε μετὰ τοῦ ἐν αὐτῇ ναοῦ κατὰ τὴν τοῦ κυρίου προαγόρευσιν. 387 Εἰπόντων γὰρ τῶν μαθητῶν περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, ἔφη· ταῦτα ἃ θεωρεῖτε πάντα ἐλεύσονται ἡμέραι, ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται. ὅταν δὲ ἴδητε κυκλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατοπέδων, τότε γνῶτε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. ἔσται γὰρ ἀνάγκη μεγάλη καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν στόματι ῥομφαίας καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη. καὶ ἔσται Ἱερουσαλὴμ πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. καί· ἔσται θλίψις τοιαύτη, οἵα οὐδέποτε γέ γονεν οὐδὲ μὴ ἔσται. Ταῦτα δὲ πάντα πεπόνθασιν οἱ ἐχθροὶ τῆς ζωῆς αὐτῶν Ἰουδαῖοι κυριευθέντες ὑπὸ τῶν Ῥωμαίων ὡς ἀπωσάμενοι Χριστὸν τὸν βασιλέα τοῦ παντός, καὶ τὸν τῶν Ῥωμαίων βασιλέα δυσσεβῶς ἐπισπασάμενοι κράζοντες· οὐκ ἔχομεν βα σιλέα, εἰ μὴ Καίσαρα. καί· τὸ αἷμα Χριστοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. διὸ καὶ μέχρι τῆς συντελείας τὴν εἰς τὰ ἔθνη πάντα διασπορὰν καὶ ταλαιπωρίαν ἕξουσιν αὐτῶν τὰ τέκνα, καθάπερ τινὲς δραπέται μαστιγίαι τε καὶ παρα πλῆγες μηδὲν τῶν νομίμων ἐπιτελεῖν δυνάμενοι. ὑποφόρους γὰρ ἔχοντες αὐτοὺς Ῥωμαῖοι οὐκ ἐῶσι τοῖς ἰδίοις κεχρῆσθαι δικαιώμασιν, ἐπειδήπερ ἑκουσίως ἐπεσπάσαντο τὴν δουλείαν εἰπόντες· οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. καί· ἐὰν μὴ

Intertext edge

Open linked passage

Note