Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
388.1.1
ἀποκτείνωμεν τὸν Χριστόν, πάντες εἰς αὐτὸν πιστεύσουσιν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος. οἵ γε καὶ ἄκοντες προεφήτευσαν. καὶ γὰρ ἐπίστευσαν εἰς αὐτὸν τὰ ἔθνη, καὶ αὐτοὶ τῆς ἐξουσίας ὑπὸ Ῥωμαίων ἀφῃρέθησαν καὶ τῆς νομικῆς λατρείας, κεκωλυμέ νοι δέ εἰσι καὶ ἀναιρεῖν οὓς θέλουσι καὶ θύειν ὅτε βού λονται. διὸ καὶ ἐπικατάρατοί εἰσι μὴ δυνάμενοι ποιεῖν τὰ διατεταγμένα. ἐπικατάρατος γάρ, φησίν, πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. ἀδύνατον δέ ἐστιν ἐν διασπορᾷ μεταξὺ ἐθνῶν ὄντας πάντα ἐπιτελεῖν αὐτοὺς τὰ τοῦ νόμου καὶ τὴν λατρείαν ἐν ἑνὶ τόπῳ περιγεγραμμένην, ὡς ἐν λόγῳ κυρίου Μωσῆς διε τάξατο. τί οὖν πρὸς ταῦτά φατε, ὦ Ἰουδαῖοι; καὶ τί τὸ αἴτιον τῶν τοσούτων καὶ τηλικούτων ὑμᾶς κατειληφότων κακῶν; ἆρά γε συνήκατε, ὅτι οὐκ εἰς ὁμόδουλον ἀλλ' εἰς θεὸν προσκεκρουκότες εἰκότως ταῦτα πεπόνθατε καὶ ἀσύγ γνωστα πάσχετε; εἰς αὐτὸν γὰρ ὄντως ἐκεῖνον τὸν ποιητὴν καὶ εὐεργέτην ἐξημάρτετε, ὦ ἐμβρόντητοι, καὶ παροινήσατε, καθὼς αὐτὸς διὰ Ἡσαΐου περὶ ὑμῶν ἀναφωνῶν ἔλεγεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. καί· τί ποιήσω τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. καί· ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. ποίας δὲ ἀκάνθας λέγει καὶ ποίαν ἀνομίαν καὶ κραυγήν; ἦ δῆλον ὅτι ἅσπερ ἐστεφανώσατε αὐτὸν ἐπὶ τοῦ πάθους ἀνόμως κράζοντες· ἆρον, ἆρον, σταύρωσον αὐτόν. ὡς καὶ διὰ Ἱερεμίου περὶ τῆς θεομάχου καὶ μιαρᾶς ὑμῶν 389 συναγωγῆς πάλιν φησίν· ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, καὶ διὰ τοῦτο ἐμίσησα αὐτήν. ἣν δὴ βέβηλον συναγωγὴν καὶ θεήλα τον ὡς τοῦτο δράσασαν καὶ Σολομὼν θριαμβεύων φάσκει· ἐξέλθετε, θυγατέρες Σιών, καὶ ἴδετε ἐν τῷ στεφάνῳ, ᾧ ἐστε φάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ. μητέρα μὲν αὐτοῦ λέγει κατὰ σάρκα τὴν τῶν Ἰουδαίων συναγωγήν. σὰρξ γάρ μου, φησίν, ἐξ αὐτῶν. ἡμέραν δὲ νυμφεύσεως αὐτοῦ δηλοῖ, καθ' ἣν ὁ μὲν τὴν ἐξ ἐθνῶν ἐκ κλησίαν ἐνυμφεύσατο, ἡ δὲ πεφενακισμένη καὶ ματαιόφρων ἐκείνη συναγωγὴ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ θεῖσα καὶ ὡς ἐπευφραινομένη καὶ ἐμπαίζουσα αὐτὸν ἔλεγεν· χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων. πρὸς οὓς ἀποτει νόμενος Ἡσαΐας πληκτικώτερον ἔφη· ἐν τίνι ἐνετρυφήσατε καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν, τέκνα ἀπωλείας καὶ σπέρμα ἄνομον; ὅθεν αὐτὸς ὁ κύριος διὰ Ὠσηὲ τοῦ προφήτου σχετλιαστικῶς εἶπεν· οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ, δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμὲ καὶ πονηρὰ ἐπ' ἐμὲ ἐλογίσαντο. καί· διὰ τοῦτο κατεπόθη Ἰσραὴλ καὶ εἰς οὐδὲν ἐγένετο καὶ ἔστιν ὥσπερ σκεῦος ἄχρηστον ἐν τοῖς ἔθνεσιν. ὁμοίως καὶ διὰ Ἱερεμίου πάλιν φησίν· παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε, καὶ γνώσῃ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, καὶ οὐκ ηὐδόκησα ἔν σοι. ὁ δέ γε θεῖος Δαυὶδ ὥσπερ διαπριόμενος καθ' ὑμῶν καὶ ἐπαρᾶται πρὸς τὸν παροινηθέντα κύριον λέγων· σκο τισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν 390 νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς, καὶ πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελ θέτωσαν ἐν δικαιοσύνῃ σου. ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. καί· διασκόρπι σον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάβαλε αὐτούς, ὁ ὑπερ ασπιστής μου κύριε, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσιν, καὶ γνώ σονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς, ἐφ' ἧς δήπουθεν διασπαρέντες ἐνδίκως ἐπιγνώ σονται πάντως ὅτι θεός ἐστιν ὁ χριστὸς τοῦ πατρὸς αὐτῶν Ἰακὼβ καὶ κυριεύσει τὰ σύμπαντα καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. οὕτω γε μὴν καὶ ὁ θεοφάντωρ Μωϋ σῆς προκαθαπτόμενος καὶ στηλιτεύων ὑμᾶς ὡς βδελυροὺς καὶ ἄφρονάς τε καὶ ἀγνώμονας ἔφη· τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε; κἀντεῦθεν εἰκό τως φησὶν ὁ θεός· εἶπον, διασπερῶ αὐτούς, παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. καὶ μέντοι καὶ ὁ κλει νὸς Ἱερεμίας μᾶλλον σαφηνίζων τίς οὗτός ἐστιν ὁ ταῦτα πεπονθὼς ὑφ' ὑμῶν ἐκβοᾷ λέγων· πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπαμεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. τοιαῦτα γοῦν καὶ Σολομὼν αὖθις ἐκ προσώπου ὑμῶν τῶν θεομάχων διαρρήδην προαγορεύει φάσκων· ἐνεδρεύσωμεν τὸν 391 δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔρ γοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτίας νόμου καὶ ἐπαγγέλ λεται γνῶσιν ἔχειν θεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει. ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν καὶ βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ἐστὶν ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. εἰς κίβδηλον ἐλο γίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκα θαρσιῶν, μακαρίζει δὲ ἔσχατα δικαίων καὶ ἀλαζονεύεται πατέρα θεόν. ἴδωμεν, εἰ οἱ λόγοι αὐτοῦ εἰσιν ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. εἰ γάρ ἐστι δίκαιος καὶ υἱὸς θεοῦ, ἀντιλήψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων. ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶ μεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικα κίαν αὐτοῦ. θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτὸν καὶ ἴδωμεν, εἰ ἔσται αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. ὧν τὴν παράνοιάν τε καὶ δυσμένειαν εὖ μάλα κατακερτομῶν ἐπή γαγεν· ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν, ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ. οὓς δὴ καὶ ὁ θεσπέσιος Ἡσαΐας θρηνῶν συνᾳδόντως λέγει· οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. δέδεικται τοίνυν ἐναργέστατα ἡ αἰτία τῆς ὑμῶν ἀπὸ θεοῦ ἀλλοτριώσεώς τε καὶ ἐγκαταλείψεως καὶ τῆς διηνεκοῦς καὶ ἀπεράντου ταλαιπωρίας, εἴπερ βούλεσθε ἀκού οντες ἐπιγνῶναι. Καὶ περὶ μὲν τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ὑμῶν ὡρισ μένον χρόνον εἶπον οἱ προφῆται καὶ μέν γε καὶ τὴν ἐπά νοδον καὶ τὴν οἰκοδομὴν τῆς πόλεως προκατήγγειλαν. ἀκού σατε γὰρ Ἱερεμίου πρὸς ὑμᾶς λέγοντος· διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα 392 αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσωρ βασιλέως Βαβυλῶνος. εἰσ ελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη οʹ, μετὰ δὲ τοῦτο ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ' εἰρήνης, λέγει κύριος. καὶ πάλιν· καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἔτη οʹ, καὶ ἐν τῷ πληρωθῆναι τὰ οʹ ἔτη ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὸν τόπον αὐτοῦ, φησὶ κύριος. καὶ περὶ τῆς οἰκοδομῆς τῆς πόλεως ὁ Ἡσαΐας ἔφη· οὕτω λέγει κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη. αὐτὸ οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλω σίαν τοῦ λαοῦ μου ἐπιστρέψει. περὶ ἧς οἰκοδομῆς καὶ Ἀγ γαῖος φάσκει· τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐλάλησε κύριος πρός με λέγων· εἰπὸν δὴ πρὸς Ζοροβάβελ καὶ πρὸς Ἰησοῦν τὸν ἱερέα καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέ γων· τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς νῦν βλέπετε αὐτὸν ὡς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; καὶ νῦν κατίσχυε, Ζοροβάβελ καὶ Ἰησοῦ καὶ πᾶς ὁ λαός, καὶ οἰκοδομήσετε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ. καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει κύριος. ὥσπερ τοίνυν Σο λομὼν τῆς πρώτης οἰκοδομῆς τοῦ ναοῦ γέγονε δομήτωρ, οὕτω Ζοροβάβελ τῆς δευτέρας καὶ ἐσχάτης. φησὶ γὰρ Ζαχα ρίας· αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν. εἰ μὲν οὖν ἔμελλε πάλιν ἀναστήσεσθαι, εἶπεν ἂν ὁ προφήτης· καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν ἔμπροσθεν. τῷ δὲ εἰπεῖν· ὑπὲρ τὴν πρώτην, τὴν δευτέραν ἐσχάτην ὑπέφηνε καὶ τελευταίαν. ὡς γὰρ οὐκ ἔστι τῆς πρώτης προτέρα, οὕτως 393 οὐδὲ τῆς ἐσχάτης ἐσχατωτέρα. ὥστε οὖν, εἰ μὲν εἶπεν· ἡ δευτέρα ὑπὲρ τὴν πρώτην, εἰκὸς ἦν καὶ τρίτην οἰκοδομὴν προσδοκᾶν, εἰ δὲ τὴν δευτέραν ἐσχάτην ἐκάλεσεν, τελευταίαν ἐκείνην οἰκοδομὴν προφανῶς τῆς τε πόλεως καὶ τοῦ ναοῦ παρεδήλωσεν. καὶ μάτην ἀπατᾶσθε, ὦ Ἰουδαῖοι, τὴν παλιγ γενεσίαν τούτων μετὰ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου καθαί ρεσιν ἀποκαραδοκοῦντες. ἀλλὰ μὴν καὶ ὁ ἱεροψάλτης Δαυὶδ πρὸ τούτων ἐκ προσώπου τῆς αἰχμαλωσίας φησίν· ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. καί· ὅτι ἐκεῖ ἐπερώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνους. καὶ ἐπάγει ἑτέρωθι περὶ τῆς πόλεως λέγων· οἰκοδομῶν Ἱερουσαλὴμ ὁ κύριος τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. καὶ πάλιν ἐκ προσώπου τοῦ λαοῦ φάσκει· ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλ λιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ. οὐκοῦν ὑμεῖς πολὺ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν ἐν αὐταῖς ἀποκειμένην μυστικὴν καὶ θεόπνευστον διδασκαλίαν τε καὶ πρόρρησιν. Περὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας ταύτης οὔτε χρόνον ὥρισεν ὁ θεός, οὔτε ἀποκατάστασιν ἐδήλωσαν οἱ προφῆται, ἀλλὰ τὴν μὲν αἰχμαλωσίαν καὶ τὴν τῆς βασιλείας ὑμῶν κατάπαυσιν καὶ τὴν τῆς πόλεως ἐρήμωσιν πάντες οἱ προ φῆται προανήγγειλαν, τὴν δὲ ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀνόρθωσιν οὐδαμῶς, πλὴν μόνον τὸν παντελῆ ταύτης ἀφα νισμὸν καὶ τὸν ὄλεθρον ὑμῶν καὶ τὴν διηνεκῆ τιμωρίαν καὶ διασπορὰν εἰς τὰ ἔθνη πάντα. φησὶ γὰρ ὁ ἀρχάγγελος πρὸς τὸν Δανιήλ· ἐξολοθρευθήσεται χρίσμα καὶ κρίμα οὐκ 394 ἔσται, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγου μένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ. καὶ ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρημώσεως, συντέλεια δοθήσεται. διὰ μὲν γὰρ τοῦ χρίσματος τὴν ἱερωσύνην ἐδήλωσεν, διὰ δὲ τοῦ κρίματος τὴν βασιλείαν καὶ τὴν πολιτικὴν κατάστασιν, καὶ τῶν ἄλλων ἁπάντων τὴν ἀναίρεσιν ὑπέφηνεν, διὰ δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς ἐκκο πῆς καὶ τῆς συντελείας τὴν ἄρδην ἔκπτωσιν καὶ πανωλεθρίαν ἐσήμανεν. ὅταν οὖν ἀκούσῃς, ὦ Ἰουδαῖε τυφλέ, συντέλειαν, τί λοιπὸν ἕτερον προσδοκᾷς; εἰ δὲ ἀναγινώσκων οὐκ ἐπι γινώσκεις (ὥσπερ οὖν οὐδὲ ἐπιγινώσκεις ὄντως περὶ τῆς ἀπροσδοκήτου σου ἀνακλήσεως καὶ διὰ τοῦτο πρὸς τὴν ἀλή θειαν ἀπομαχόμενος οὐ νοεῖς), ἄκουσον ἐν παρεκβάσει τὰς φωνὰς τῶν προφητῶν καὶ παῦσαι τοῦ λοιποῦ φιλονεικῶν καὶ ἀνοηταίνων. ὁ προφήτης Ὠσηὲ οὕτω λέγει· καὶ κατα παύσω βασιλείας οἴκου Ἰσραὴλ καὶ συντρίψω τόξον Ἰσραήλ, καὶ οὐ μὴ προσθῶ ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραήλ, ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς, λέγει κύριος. καί· ἐμί σησα αὐτοὺς διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν καὶ ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτοὺς καὶ οὐ προσθήσω τοῦ ἀγα πῆσαι αὐτούς, λέγει κύριος. ἐπόνεσεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ καὶ ἐξηράνθη, καὶ καρπὸν οὐκέτι οὐ μὴ ἐνέγκῃ, καὶ ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν. ἔφη γοῦν καὶ Μαλαχίας· οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ 395 ὀνόματί μου καὶ θυσία καθαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβη λοῦτε αὐτό. διὰ τοῦτο δώσω ὑμᾶς ἐξουθενημένους καὶ παρ ειμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν οὐκ ἐφυλάξατε τὰς ἐντολάς μου. διό φησιν Ἱερεμίας· τάδε λέγει κύριος παντο κράτωρ· ἰδού, ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἰ ἔσται τοῦ λοιποῦ ὀνομαζόμενον τὸ ὄνομά μου ἐν παντὶ στόματι Ἰούδα. εἰ δὲ τὸ ὄνομα αὐτοῦ ἔφη περιαιρήσειν ἀπὸ Ἰουδαίων, εὔδηλον ὅτι καὶ τὸν νόμον καὶ τὰς θυσίας. οὐ τοίνυν προηγουμένως κατὰ θείαν γνώμην ἡ περὶ τῶν θυ σιῶν ἐδόθη νομοθεσία. κἀντεῦθεν μετὰ ταῦτα διὰ τῶν προφητῶν ἔφη· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; καί· μὴ εὐχαὶ καὶ κρέας ἀφαιροῦσι τὰς ἁμαρτίας σου. καί· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη μʹ; καί· ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κινά μωμον ἐκ γῆς μακρόθεν; διό φησιν· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. καί· μὴ ὁλοκαυτώματα μετὰ θυσίας θέλει ὁ θεός, ἢ τὸ ὑπακούειν αὐτῷ, καὶ ἀκοὴ ἀγαθὴ ὑπὲρ θυ σίαν. καί· εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν. καὶ δὴ καὶ τὰς ἑορτὰς ἐκβάλλων ἐπάγει λέγων· μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. καί· ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. καί· ἡμέραν με γάλην οὐκ ἀνέχομαι. καί· νηστείαν καὶ ἀργίαν μισεῖ ἡ ψυχή μου. καί· οὐ τοιαύτην νηστείαν ἐξελεξάμην. καί· δώσω ὑμῖν προστάγματα οὐ καλά, ἐν οἷς οὐ ζήσεσθε ἐν 396 αὐτοῖς. ὥστε οὖν κατὰ τὴν σκληροκαρδίαν ὑμῶν καὶ οὐ κατὰ τὴν ἀγαθότητα δέδωκεν ὑμῖν ἐκεῖνα τὰ προστάγματα πάντως, καὶ ἀλλοίως οὐκ ἔστιν. Ἐπεὶ οὖν ἀγνώμων σφόδρα καὶ λίαν ἀχάριστος ὁ Ἰσραὴλ ἔκπαλαι γενόμενος καὶ καταλείψας τὸν ὄντως ὄντα καὶ προ όντα θεὸν τὸν ποιήσαντα καὶ εὐεργετήσαντα αὐτὸν πολυμε ρῶς καὶ πολυτρόπως καὶ τέλεον ἀποστὰς ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ ἔθυσε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ τοῖς δαι μονίοις, καὶ λατρεύσας καὶ προσκυνήσας τῇ κτίσει παρὰ τὸν κτίσαντα, λέγων τῷ λίθῳ καὶ τῷ ξύλῳ· θεός μου εἶ καὶ σύ με ἐγέννησας, οὐκ ἔφριξεν ὁ τάλας καὶ ἀπόπληκτος ἀπαρ νήσασθαι τὸν γεννήσαντα αὐτὸν θεὸν ζῶντα καὶ ἀληθινὸν καὶ ἐπιλαθέσθαι τοῦ τρέφοντος αὐτὸν θεοῦ, διὸ δὴ λοι πὸν ὡς ἄχρηστον καὶ ἀνήκεστον προσώχθισεν αὐτὸν ὁ θεὸς καὶ ἀπεστράφη παντελῶς διὰ τοῦ μεγάλου Δαυὶδ φάσκων· καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι, καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύ ματα τῶν καρδιῶν αὐτῶν πορεύεσθαι. ὡσαύτως καὶ διὰ Ζαχαρίου φησίν· καὶ εἶπον· οὐ ποιμανῶ αὐτούς, ἀλλὰ τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἀπολλύμενον ἀπολλυέσθω, καὶ τὰ κατάλοιπα κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλη σίον αὐτοῦ. καὶ οὕτω μισητὸν καὶ διεφθαρμένον καὶ εἰς ἅπαν ἐβδελυγμένον διὰ τῶν αἰσχίστων καὶ θεοστυγῶν ἐπι 397 τηδευμάτων ἑαυτὸν ἀποφήνας εἰκότως εὖ μάλα καὶ πάνυ δικαίως εἰς τέλος κατελείφθη καὶ ἀπεβλήθη, καθὼς πάλιν ὁ θεῖος Μαλαχίας φησίν· ἔπεσεν Ἰσραήλ, οὐκέτι οὐ μὴ προσθήσει τοῦ ἀναστῆναι. οὕτω καὶ Ἡσαΐας φάσκει· τίς φείσεται ἐπί σοι, Ἰσραήλ, ἢ τίς ἀνακάμψει σε εἰς εἰρήνην σου, λέγει κύριος. ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε καὶ διασπερῶ σε καὶ οὐκέτι ἀνήσω σε. καί· ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν, καὶ δώσω ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτι μίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται. Τῆς τοίνυν ἐσχάτης ἁλώσεως ταύτης καὶ τελευταίας τὰ δεινὰ καὶ φοβερὰ προαγορεύοντες ὅ τε μέγας καὶ θεορήμων πάλιν Μωϋσῆς καὶ οἱ μετ' αὐτὸν θεηγόροι Ἰεζεκιὴλ καὶ Ἱερεμίας εὐκρινῆ λίαν καὶ σφόδρα δῆλα τοῖς πᾶσι καὶ τοῖς ἄγαν ἰδιώταις αὐτὰ πεποίηνται. ὁ μὲν γὰρ Μωϋσῆς ἐν τῷ δευτερονομίῳ φησίν· καὶ ἐπάξει κύριος ἔθνος ἐπί σε μακρό θεν ἀπ' ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ, ἔθνος ἀναι δὲς προσώπῳ, καὶ ἐκθλίψει σε ἐν πάσαις ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη σου τὰ ὑψηλὰ καὶ ὀχυρά, ἐν οἷς σὺ πέποιθας ἐπ' αὐτοῖς. καὶ φάγῃ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν καὶ θυγατέρων σου, διὰ τὸ μὴ καταλελεῖφθαι ὑμῖν μηδὲν ἐν τῇ στενοχωρίᾳ καὶ θλίψει, ᾗ ἂν θλίψῃ σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσί σου. καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερὰ γυνὴ τὸ ἐξελθὸν διὰ τῶν 398 μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἐὰν τέκῃ καταφάγεται κρυφῇ διὰ τὴν ἔνδειαν πάντων ἐν τῇ στενοχωρίᾳ ἐκείνῃ καὶ θλί ψει. καὶ ἔσῃ ἐν αἰνίγματι καὶ ἐν παραβολῇ καὶ ἐν διηγή ματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος ἐκεῖ, ἕως ἂν ἐξολοθρεύσῃ σε. καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖς, ἀνθ' ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν. καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ' ὑμῖν εὖ ποιῆσαι καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται κύριος ἐφ' ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἀπὸ τῆς ἀγα θῆς γῆς ἐκείνης, καὶ διασπερεῖ σε κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ' ἄκρου τῆς γῆς καὶ ἕως ἄκρου τῆς γῆς. ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδὲ μὴ γένηται στάσις τῷ ἴχνει τῶν ποδῶν σου. καὶ δώσει σοι κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ ἐρεῖς τὸ πρωῒ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου· πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς· πῶς ἂν γένοιτο πρωΐ; ὁ δέ γε Ἰεζεκιὴλ ἔφη· τάδε λέγει Ἀδωναῒ κύριος· ἰδοὺ ἐγὼ ἐπί σε, Ἱερουσαλήμ, καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν, καὶ ποιήσω ἔν σοι, ἃ οὐ πε ποίηκα καὶ οὐ μὴ ποιήσω ὅμοια αὐτοῖς ἔτι διὰ τὰ βδελύγ ματά σου πάντα. διὰ τοῦτο πατέρες φάγονται τέκνα αὐτῶν 399 ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας αὐτῶν. καὶ ποιήσω ἔν σοι κρίματα καὶ διασπερῶ πάντας τοὺς καταλοί πους σου εἰς πάντα ἄνεμον, ἀνθ' ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς προσοχθίσμασί σου, κἀγὼ ἀπώσομαί σε καὶ οὐ μὴ ἐλεήσω σε ἔτι. τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθή σεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον διασκορπιῶ. καὶ ὁ μὲν πόλεμος καὶ ἡ ῥομφαία ἔξωθεν, ὁ δὲ λιμὸς καὶ ὁ θά νατος ἔσωθεν ὀλοθρεύσει, καὶ τοὺς μὲν ἐν τῷ πεδίῳ ῥομ φαία τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει, οἱ δὲ ἐξ αὐτῶν ἀνασωζόμενοι ἀναλωθήσονται. καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἐκ ῥομφαίας καὶ λιμοῦ καὶ θα νάτου, ὅπως ἂν ἐκδιηγῶνται τὰς ἀνομίας αὐτῶν πάσας ἐν τοῖς ἔθνεσιν, καὶ γνώσονται, ὅτι ἐγὼ κύριος ὁ τύπτων. διὰ δὴ τοῦτό φησιν ὁ ἱερὸς Χρυσόστομος· οὐκ ἀναιρεῖ πάντας ἄρδην, ἀλλὰ σκορπίζει. τοῦτο γὰρ προϋπεμφαίνων ὁ θεῖος Δαυὶδ ἔφη πρὸς αὐτόν· μὴ ἀποκτείνῃς αὐτούς, ἤτοι πάν τας, ἀλλὰ διασκόρπισον, ἐξ αὐτῶν δήπουθεν, ἐν τῇ δυνά μει σου. Περὶ δέ γε τῆς δευτέρας αὐτοῦ ἐλεύσεως καὶ φανερώσεως καὶ πολλῆς καὶ ἀπαραμυθήτου θλίψεως αὐτῶν εἶπε Ζαχα ρίας· τότε ἥξει κύριος ὁ θεὸς ἡμῶν, καὶ ἔσται κοπετὸς μέ γας ἐν Ἱερουσαλήμ. ὄψονται γὰρ εἰς ὃν ἐξεκέντησαν, τοῦτ' ἔστιν ἐν οἷς ἥλοις προσήλωσαν. οὐκ εἶπεν· ὄψονται ὃν 400 ἐξεκέντησαν, ἀλλ' εἰς ὃν ἐξεκέντησαν. τί δέ ἐστιν· εἰς ὅν; σταυρὸς ἦν, εἰς ὃν ἐξεκέντησαν. πρὸ γὰρ τῆς φοβερᾶς παρουσίας τοῦ κυρίου καθάπερ βασιλικὸν σημεῖον τὸ λεγό μενον σίγνον κατὰ κοινὴν συνήθειαν προτρέχει τῆς Χριστοῦ παρουσίας ὑπὸ τῶν ἀγγέλων δοξαζόμενον καὶ προευαγγελι ζόμενον. καὶ φανήσεται ὁ σταυρὸς ἐπὶ τῆς γῆς ἀποκρύπτων τὸν ἥλιον καὶ ἀμβλύνων σελήνην, ὥς φησι καὶ ὁ κύριος· τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ. καὶ ἵνα πληρωθῇ τὸ ῥῆμα Ζαχαρίου, τὴν λέξιν αὐτὴν λα βὼν ὁ Χριστὸς μετήγαγεν εἰς ἀλήθειαν λέγων· τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν. ὁ δέ γε Ἱερεμίας ὁμοίως φάσκει· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον, καὶ σφάξω τὴν βουλὴν Ἰούδα καὶ τὴν βουλὴν Ἰσραὴλ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν τῇ μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ δώσω τοὺς νε κροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφα νισμὸν καὶ εἰς συριγμὸν αἰώνιον, ἵνα πάντες οἱ διαπορευό μενοι δι' αὐτῆς ἐκστήσωνται καὶ σκυθρωπάσωσι καὶ κινή σωσι τὰς κεφαλὰς αὐτῶν ἐπὶ πάσης τῆς πληγῆς αὐτῆς. καὶ ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, καὶ δείξω αὐτοῖς ἡμέραν ἀπωλείας. καί·