Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 401 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
401.1.1
ἔδονται τὰς σάρκας τῶν υἱῶν καὶ τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδεται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. καὶ συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. οὕτω ποιήσω, λέγει κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν. καί· δώσω αὐτοὺς εἰς δια σκορπισμὸν πάσαις ταῖς βασιλείαις τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἂν ἐξώσω αὐτοὺς ἐκεῖ. Τί οὖν λοιπὸν τῶν θείων τούτων ῥημάτων ἐμφαντικώ τερον ἢ ἀληθέστερον γένοιτ' ἄν; ὅρα γάρ, ὦ ἀνόητε καὶ ἀλόγιστε Ἰουδαῖε, εἰ μὴ πεπλήρωνται πάντα ταῦτα ἀπαρα λείπτως κατὰ τὰς ἱερὰς προρρήσεις εἰς ὑμᾶς, καὶ μέντοι καὶ τὰ ὑπὸ Χριστοῦ προκατηγγελμένα καὶ προηπειλημένα. φησὶ γὰρ περὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ἐν αὐτῇ ναοῦ ὅτι· οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. ἆρα μεμένηκεν; οὐδαμῶς. καί· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. ἆρα οὐκ ἐρήμωται; καὶ σφόδρα γε. καί· ἔσται θλίψις, οἵα οὐ γέγονεν. ἆρα οὐκ ἐγένετο; ἀνάγνωθι τὴν ἱστορίαν Ἰωσήπου ἀνδρὸς Ἰουδαίου καὶ φιλαλήθους, καὶ οὐδὲ ἀναπνεῦσαι λοιπὸν δυνήσῃ ἀκούων μόνον ἅπερ ἔπαθον οἱ ἄθλιοι τηνικαῦτα Ἰουδαῖοι διὰ τὴν κατὰ τοῦ Χριστοῦ μανίαν καὶ λύσσαν. ἵνα γὰρ 402 μηδεὶς τῶν Ἰουδαίων ἀπιστήσῃ, οὐκ ἀλλόφυλόν τινα, ἀλλ' ὁμόφυλον καὶ ὁμόπιστον καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλή θεια τὰ ἐλεεινὰ ἐκεῖνα καὶ δυσεξήγητα ἐκτραγῳδῆσαι πάθη. τοιαύτην γὰρ θεήλατον ὑπέστησαν ἅλωσιν, οἵαν οὐδὲ ὁ σύμ πας οἶδε χρόνος, ἀφ' οὗ γέγονεν ἐπὶ τῆς γῆς ἄνθρωπος. καὶ εἰκότως· ἕως μὲν γὰρ εἰς τοὺς ὁμοδούλους ἡμάρτανον, συγγνώμης ἐτύγχανον, ἡνίκα δὲ εἰς τὸν κοινὸν δεσπότην ἐξήμαρτον, ἀσυγγνώστως ἐκολάσθησαν. ὅτι δὲ ὁ Χριστὸς αὐτοῖς πεποίηκε ταῦτα, ἄκουσον αὐτοῦ πάλιν καὶ διὰ παρα βολῶν φάσκοντος· τοὺς δὲ μὴ βουληθέντας με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε. διὸ καὶ πρὸς αὐτοὺς ἔλεγεν· ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία καὶ δοθή σεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. καὶ πρὸς μὲν τὴν Ἱερουσαλήμ φησιν· ἥξουσιν ἐπί σε ἡμέραι, καὶ περιβα λοῦσί σοι οἱ ἐχθροί σου χάρακα καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν καὶ ἐδαφιοῦσι τὰ τέκνα σου ἔν σοι. πρὸς δὲ τοὺς ἀπειθεῖς Ἰουδαίους ἐπάγει λέγων· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. ὅπερ οὖν καὶ ὁ θεῖος Δανιὴλ προ δηλῶν ἔφη· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, τοῦτ' ἔστιν ὁ θεὸς καὶ πατὴρ πάντα τῶν Ἰουδαίων τὰ σεμνὰ καὶ περίβλεπτα ἀνατρέψει, ἀλλὰ καὶ ὁ υἱὸς καὶ Χριστὸς ὁ παρ' αὐτῶν ὡς λυτρωτὴς προσδοκώ μενος καὶ σωτήρ. οὐ γὰρ εἶπεν· διαφθαρήσεται ἡ πόλις καὶ ὁ ναὸς σὺν τῷ ἡγουμένῳ, καθὼς ἀλόγως οἴονταί τινες, 403 ἀλλὰ διαφθερεῖ ὁ πατὴρ τὸν ναὸν καὶ τὴν πόλιν συμπράτ τοντος δηλονότι καὶ τοῦ παροινηθέντος ὑπ' αὐτῶν ἡγου μένου, περὶ οὗ φησιν Ἰακὼβ πρὸς τὴν Βηθλεέμ· ἐκ σοῦ ἐξ ελεύσεται ἡγούμενος, καὶ τὰ ἑξῆς. καὶ μέντοι καὶ πρὸς τοὺς ἀποστόλους οὕτω διηγόρευσεν· ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω. ὃ δὴ καὶ πεπλήρω ται, πρῶτον μὲν κατὰ τὸν καιρὸν τῆς ἁλώσεώς τε καὶ ἐρη μώσεως εἴς τε τὸ Ῥωμαϊκὸν στρατόπεδον ἐπεισελθὸν ἐν τῷ ἱερῷ καὶ εἰς τὸν τὴν πόλιν ἑλόντα κατὰ τὴν ἐρήμωσιν, ὥς τινες τὸ ῥηθὲν βδέλυγμα οὕτως ἐξειλήφασιν, (ἀποτρόπαιοι γὰρ καὶ βδελυκτοὶ κατὰ τὸν νόμον ὑπάρχοντες εἰκότως προ είρηνται βδέλυγμα ἐρημώσεως) ἔπειτα δὲ καὶ εἰς ὅπερ ἔστη σεν Ἀδριανὸς ὁ βασιλεὺς εἴδωλον ἑαυτοῦ καὶ τὴν πόλιν τέλεον ἐρημώσας. Περὶ ἧς γοῦν αἰχμαλωσίας ἐσχάτης τῶν ταλαιπώρων Ἰουδαίων καὶ ἡ θεολόγος ἔφη γλῶττα στηλιτεύουσα τὴν ἀνήκεστον ἐρημίαν αὐτῶν διὰ τὴν κατὰ Χριστοῦ τόλμαν. φησὶ γάρ· τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην αὐτοὺς συν ελαύνοντος ἀπόνοιαν, ἣν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ θεὸν ἀγνοήσαντες καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόρρωθεν ἀπειλουμένην αὐτοῖς ἐφ' ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρατοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν καὶ τὴν τελευταίαν αὐτῶν ἀπαγωγήν τε καὶ 404 μετανάστασιν καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγόν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν καὶ δια σποράν, ἥν τε νῦν ἔχουσιν, καὶ ἣν ἐπὶ πλεῖστον ἕξουσιν (πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προρρήσεσιν), τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων καὶ λόγον ἐξισοῦν πάθει; ποῖαι βίβλοι ταῦτα χωροῦσιν; μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα, καθ' ἣν ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόλις γινωσκόμενον, ἧς τοσοῦτον ἐπιβατὸν αὐτοῖς ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε δόξης αὐτῶν, ὅσον ἐν ἡμέρᾳ φανέντες θρηνῆσαι τὴν ἐρημίαν. Ὁ οὖν Ἰώσηπος ἐν Ἱερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε μυριάδας τʹ ἀνδρῶν ἀπολέσθαι τότε, τοὺς μὲν λιμῷ διαφθαρέντας, τοὺς δὲ ὑπ' ἀλλήλων ἐν τῷ συγκλεισμῷ ἀπο σφαγέντας, καὶ τοὺς μὲν ὑπὸ Ῥωμαίων ἀναιρεθέντας, τοὺς δὲ ὑπὸ πυρὸς τεφρωθέντας, τοὺς δὲ ἐν ἀκμῇ τῆς ἡλικίας ὑψηλοτάτους καὶ κάλλει σώματος διαφέροντας τῷ θριάμβῳ ἐν Ῥώμῃ πεμφθῆναι πρὸς θηριομαχίαν, τοῦ δὲ λοιποῦ πλή θους τοὺς ὑπὲρ ιζʹ ἔτη τοὺς μὲν δεσμίους εἰς τὰ κατ' Αἴγυπτον ἔργα παραπεμφθῆναι, τοὺς δὲ πλείους εἰς τὰς ἐπαρχίας διανεμεῖσθαι φθαρησομένους ἐν τοῖς θεάτροις σι δήροις καὶ θηρίοις, τοὺς δὲ ἐντὸς ιζʹ ἐτῶν αἰχμαλώτους 405 ἀχθέντας διαπιπράσκεσθαι, τούτων δὲ μόνων τὸν ἀριθμὸν εἰς μυριάδας ἀνδρῶν θʹ συναχθῆναι. καὶ δὴ περὶ τῆς καταστροφῆς Ἱερουσαλὴμ ἔφη· τὴν δὲ ἐρήμωσιν τῆς τε πό λεως καὶ τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιήλου προφητείαν πρὸ τετρακοσίων ὀκτὼ γενομένην ἐτῶν. καὶ οὕτω λοιπὸν ἡ τρίτη ἅλωσις γέγονε τῆς Ἱερουσαλὴμ καὶ παντελὴς ἐρήμωσις ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου μετὰ ἔτη μʹ τῆς τοῦ κυρίου ἡμῶν ἀναλήψεως. Ἅπερ δὴ καὶ ὁ θεῖος Χρυσόστομος ἐπεξεργαστικώτερον ἀναπτύσσων διελέγχει τούτους εὖ μάλα φάσκων· εἰ δὲ φιλο νεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. σκόπει γάρ· κατέβης εἰς Αἴγυ πτον, ἀλλ' ἐγένοντο ἔτη ςʹ, καὶ ταχέως σε τῆς δουλείας ἐκεί νης ὁ θεὸς ἀπήλλαξε καίπερ ἀσεβοῦντα καὶ πορνεύοντα πορνείαν τὴν χαλεπωτάτην. ἀπηλλάγης Αἰγύπτου καὶ προσ εκύνησας μόσχον, ἔθυσας τοὺς υἱοὺς καὶ τὰς θυγατέρας σου τῷ Βεελφεγὼρ καὶ τοῖς δαιμονίοις, τὸν ναὸν ἐμόλυνας, τὴν φύσιν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνούς, τὰς πηγάς, τοὺς ποταμούς, τοὺς κήπους τῶν μυσαρῶν θυσιῶν ἐπλήρωσας, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶν εἶδος κακίας ἐπῆλθες καὶ πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονη ρίας καὶ ἀσεβείας. ἀλλ' ὅμως οʹ ἔτη σε παραδοὺς Βαβυ λωνίοις πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν καὶ 406 τὴν πατρίδα καὶ τὸν ναὸν ἀπέδωκε καὶ τὸ παλαιὸν τῆς προφητείας χάρισμα, καὶ πάλιν προφῆται καὶ πνεύματος ἁγίου χάρις. μᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐγκατελείφθης, ἀλλὰ καὶ ἐκεῖ Δανιὴλ καὶ Ἰεζεκιήλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ μέντοι καὶ πρὸ τούτων Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ. καὶ μετ' ἐκεῖνα πάλιν ἐπὶ τὴν προ τέραν ἐπανῆλθες κακίαν καὶ ἐξεβακχεύθης καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν ἐπὶ τοῦ ἀσεβοῦς Ἀντιόχου. ἀλλά γε καὶ τότε παραδοθέντες Ἀντιόχῳ ἔτη γʹ τὰ λαμπρὰ διὰ τῶν Μακκαβαίων αὖθις ἐστήσατε τρόπαια. ἀλλὰ νῦν τοιοῦτον οὐδέν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν. ὃ καὶ μά λιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξεν, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται καὶ οὐδὲ ἐλπίδα τινὰ μεταβολῆς ἔχει. οὐ γὰρ οʹ ἔτη μόνον παρῆλθον, ἀλλὰ καὶ πολλῷ πλείονα, καὶ οὐδὲ σκιὰν ἐλπίδος ἔστιν εὑρεῖν, καὶ ταῦτα οὐδὲ εἰδωλολατρούντων ὑμῶν οὔτε ἄλλο τι ποιούντων, ἅπερ ἔμπροσθεν ἐτολμᾶτε. Ἵνα δὲ σαφέστερον καὶ διεξοδικώτερον τὰ περὶ τούτων εἴπωμεν, ἄνωθεν πάλιν ἀρξώμεθα. τρεῖς οὖν δουλείας ὑπέ στησαν οἱ Ἰουδαῖοι χαλεπωτάτας καὶ οὐδεμίαν χωρὶς προρ ρήσεως αὐτοῖς ἐπήγαγεν ἡ θεία δίκη, ἀλλὰ προλεχθῆναι παρεσκεύασεν αὐτοῖς καὶ τόπον καὶ χρόνον καὶ τρόπον καὶ κάκωσιν καὶ τὴν ἐπάνοδον καὶ τἄλλα πάντα μετὰ πολλῆς ἀκριβείας. καὶ περὶ μὲν τῆς ἐν Αἰγύπτῳ πρώτης διαλεγό μενος ὁ θεὸς οὕτως ἔφη πρὸς τὸν Ἁβραάμ· γινώσκων γνῶθι ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ καὶ δου 407 λώσουσιν αὐτοὺς καὶ κακώσουσιν ἔτη υʹ. τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ, εἶπεν ὁ θεός. τετάρτῃ δὲ γενεᾷ ἐλεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. περὶ δὲ τῆς δευτέρας φησὶν Ἱερεμίας· οὕτως εἶπε κύριος· ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι οʹ ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπι στήσω ἐφ' ὑμᾶς τοὺς ἀγαθοὺς λόγους μου τοῦ ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον, καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ τῶν ἐθνῶν πάντων καὶ ἐκ τῶν τόπων ὑμῶν πάντων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ κύριος, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον, ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν. δύο μέντοι ταύτας δουλείας ὁ λόγος διὰ συντομίας ἀπέδειξε μετὰ προφητείας ἐπελθούσας αὐτοῖς, καὶ οὐχ ἁπλῶς οὐδὲ ἀπροσδοκήτως. λείπεται δὴ οὖν λοιπὸν τὴν τρίτην ἐπαγα γεῖν, εἶτα καὶ περὶ τῆς νῦν τετάρτης κατεχούσης αὐτοὺς εἰπεῖν καὶ δεῖξαι σαφῶς, ὅπως οὐδὲ εἷς προφήτης ἐπηγ γείλατο λύσιν ἔσεσθαί τινα τῶν κατεχόντων αὐτοὺς κακῶν, οὔτε μὴν ἀπαλλαγὴν τὸ σύνολον. Τίς οὖν ἐστιν ἡ τρίτη; ἡ ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. ἐπειδὴ γὰρ Ἀλέξανδρος ὁ Μακεδόνων βασιλεὺς Δαρεῖον τὸν Περσῶν βασιλέα καθελὼν εἰς ἑαυτὸν περιέστησε τὴν ἀρχήν, τελευτήσαντος τούτου τέσσαρες μετ' ἐκεῖνον ἐγένοντο βασι λεῖς, εἶτα ἐξ ἑνὸς τῶν τεσσάρων τούτων γενόμενος ὁ Ἀντίοχος μετὰ πολὺν ὕστερον χρόνον τό τε ἱερὸν ἐνέπρησε τά τε ἅγια τῶν ἁγίων ἠρήμωσε τάς τε θυσίας καθεῖλε τούς τε Ἰου δαίους ὑπέταξε καὶ τὴν πολιτείαν αὐτῶν κατέλυσε πᾶσαν. 408 καὶ ταῦτα πάντα μετὰ ἀκριβείας ἁπάσης καὶ μέχρι μιᾶς ἡμέρας προηγορεύετο παρὰ τοῦ Δανιήλ, καὶ πότε ἔσται καὶ πῶς καὶ παρὰ τίνι καὶ τίνι τρόπῳ καὶ ποῦ τελευτήσει καὶ τίνα λήψεται μεταβολήν. εἴσεσθε δὲ σαφέστερον ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἣν διὰ παραβολῆς ἡμῖν ὁ προφήτης ἀνήγγειλεν, κριὸν μὲν καλῶν τὸν τῶν Περσῶν βασιλέα Δα ρεῖον, τράγον δὲ τὸν τῶν Ἑλλήνων βασιλέα Ἀλέξανδρον τὸν Μακεδόνα. τέσσαρα δὲ κέρατα λέγει τοὺς μετ' ἐκεῖνον ἀνα στάντας, ἀφ' ὧν ὕστερον κέρας αὐτὸς ὁ Ἀντίοχος ἔφυ. φησὶ γάρ· εἶδον ἐν ὁράματι, καὶ ἰδοὺ κριὸς εἷς ἑστηκώς, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου. καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων. καὶ εἶδον τὸν κριὸν κε ρατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ τὰ θηρία πάντα οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη. τὴν δύναμιν λέγει τὴν Περσικήν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. εἶτα περὶ τοῦ Μακεδόνος Ἀλε ξάνδρου διαλεγόμενός φησιν· καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτό μενος τῆς γῆς, καὶ τῷ τράγῳ ἐκείνῳ κέρας ἐθεωρεῖτο ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. εἶτα λέγων τὴν πρὸς Δαρεῖον συμβολὴν αὐτοῦ γεγενημένην καὶ τὴν κατὰ κράτος νίκην· ἦλθεν, φησίν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχον τος, καὶ ἠγριώθη καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμ φότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ. ἔπειτα διηγούμενος τὴν Ἀλεξάνδρου τελευτὴν καὶ τὴν τῶν τεσσάρων βασιλέων διαδοχὴν ἐπάγει λέγων· καὶ 409 ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη κέρατα δʹ ὑποκάτωθεν αὐτοῦ εἰς τοὺς δʹ ἀνέμους τοῦ οὐρα νοῦ. ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθὼν καὶ δεικνύς, ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν τεσσάρων ἐστίν, πάλιν φησίν· καὶ ἐξῆλθεν ἐκ τοῦ ἑνὸς ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολήν. καὶ σημαίνων, ὅτι τὴν Ἰουδαϊκὴν πολιτείαν καθελεῖ, φάσκει· καὶ δι' αὐτὸν θυσία ἐταράχθη παραπτώματι, καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται, καὶ δοθήσεται ἐπὶ τὴν θυσίαν ἁμαρτία. τοῦ γὰρ βωμοῦ καθαιρεθέντος, καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμους. ὅθεν φησίν· καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε καὶ εὐοδώθη. εἶτα πάλιν ἐκ δευτέρου τὴν αὐτὴν βασιλείαν Ἀντιόχου τοῦ Ἐπιφανοῦς λέγων καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἅλωσιν καὶ τὴν ἐρή μωσιν τοῦ ἱεροῦ προστίθησι καὶ τὸν χρόνον. ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας αὖθις πρὸς τῷ τέλει τοῦ βι βλίου καὶ τὰ μεταξὺ πάντα διηγησάμενος, ὅσα οἱ Πτολε μαῖοι καὶ οἱ Σέλευκοι συρραγέντες ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς νίκας, τὰς στρατιάς, τὰς ναυμαχίας, τὰς πεζομαχίας, προϊὼν εἰς Ἀντίοχον τελευτᾷ πάλιν καί φησιν· βραχίονες ἐξ αὐτοῦ στή σονται καὶ βεβηλώσουσι τὸ ἁγίασμα καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν, (τὰς συνήθεις λέγων θυσίας καὶ καθημερινάς), καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα, καὶ τοὺς ἀνομοῦντας διαθήκην (τοῦτ' ἔστι τοὺς παραβαίνοντας τῶν Ἰουδαίων) ἀπάξουσιν ἐν ὀλισθήμασι μεθ' ἑαυτῶν καὶ μεταστήσουσιν, 410 καὶ λαὸς γινώσκων τὸν θεὸν αὐτοῦ κατισχύσουσιν (τὰ ἐπὶ τῶν Μακκαβαίων λέγων καὶ τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου). καὶ οἱ συνετοὶ λαοῦ συνήσουσιν εἰς πολλὰ καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογί (τὸν ἐμπρησμὸν τῆς πόλεως ἐξηγούμενος πάλιν) καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρ παγῇ ἡμερῶν, καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθήσονται βοήθειαν μικράν (ἐμφαίνων ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν κατειληφότων αὐτοὺς δεινῶν) καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι καὶ ἀπὸ τῶν συνιόντων ἀσθενήσουσιν (δεικνὺς ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται). εἶτα καὶ τὴν αἰτίαν, δι' ἣν συνεχώρησεν αὐτοὺς ὁ θεὸς ἐν τοσούτοις κακοῖς γε νέσθαι. τίς δὲ αὕτη; τοῦ πυρῶσαι, φησίν, ἐν αὐτοῖς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρας. ταῦτα γάρ, φησίν, ὁ θεὸς συνεχώρησεν, ὥστε αὐτοὺς ἐκκαθᾶραι καὶ δεῖξαι τοὺς ἐν αὐτοῖς δοκίμους. εἶτα διηγούμενος αὐτοῦ ἐκείνου τὴν δύναμιν ἔφη· καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται. καὶ μέντοι καὶ τὴν βλάσφημον αὐτοῦ γνώμην λέγων προσέθηκεν ὅτι· ἐπὶ τὸν θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρι συντελεσθῆναι τὴν ὀργήν, δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν Ἰου δαίων οὕτως ἐκεῖνος ἐκράτει καὶ ἴσχυεν. εἰπὼν οὖν δι' ἑτέρων πλειόνων, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον, τὴν Παλαιστίνην, καὶ πῶς ἐπανήξει, καὶ τίνος καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν καὶ τὴν μετα 411 βολὴν τῶν πραγμάτων τούτων, καὶ ὅτι δίκην δόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων τεύξονταί τινος ἀντιλήψεως ἀγγέλου πεμφθέντος εἰς τὴν ἐκείνων βοήθειαν. ἐν τῷ καιρῷ, γάρ φησιν, ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ μέγας ἄρχων ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου, καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς καὶ ἕως τοῦ καιροῦ ἐκείνου. καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται λαὸς πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ, τοῦτ' ἔστιν οἱ σωτηρίας ὄντες ἄξιοι. Ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀναδέδεικται. τί δὲ τοῦτό ἐστιν; ὅτι καὶ χρόνους ὥρισεν ἐν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ ἔτη υʹ καὶ μετὰ ταῦτα οʹ. ἴδωμεν τοίνυν καὶ ἐνταῦθα, εἴ τινα χρόνον ὁρίζει. ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; ἐν τοῖς μετὰ ταῦτα λεχθησομένοις. ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακά, τὸν ἐμπρησμὸν τῆς πόλεως, τὴν ἀνατροπὴν τοῦ νόμου, τὴν αἰχμαλωσίαν, ἐπιθυμεῖ λοιπὸν τὸ τέλος αὐτῶν μαθεῖν καὶ εἴ τις ἔσται τῶν συμφορῶν τούτων μεταβολή, καὶ διερωτῶν ἔλεγεν οὕτως· κύριε, τί τὰ ἔσχατα τούτων; καὶ εἶπεν· δεῦρο, Δανιήλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι εἰσὶν οἱ λόγοι ἕως καιροῦ πέρας, τὸ ἀσαφὲς τῶν εἰρημένων αἰνιττόμενος. εἶτα καὶ τὴν αἰτίαν τῆς συγ χωρήσεως τῶν κακῶν· ἕως ἂν ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι καὶ πυρωθῶσι πολλοί, καὶ ἀνομήσουσιν ἄνομοι, καὶ συνή 412 σουσι πάντες ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσουσιν. εἶτα τὸν καιρὸν προλέγων, ὅσον μέλλει κατέχειν αὐτοὺς τὰ δεινά, φησίν· ἀπὸ καιροῦ παραλλάξεως ἐνδελεχισμοῦ. ἐνδελεχισμὸς δὲ ἐκαλεῖτο ἡ καθημερινὴ θυσία. τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνὸν καὶ συνεχές ἐστιν. τοῖς γὰρ Ἰουδαίοις ἔθος ἦν καὶ ἐν πρωῒ καὶ ἐν ἑσπέρᾳ καὶ καθ' ἑκάστην ἡμέραν τῷ θεῷ θύειν, καὶ διὰ τοῦτο ἡ θυσία ἐκείνη ἐνδελεχισμὸς ἐλέγετο. ἐπεὶ οὖν ἐλθὼν ὁ Ἀντίοχος κατέλυσε τὸ ἔθος τοῦτο καὶ ἤλλαξεν, διὰ τοῦτό φησιν ὁ ἄγγελος, ὅτι ἀπὸ καιροῦ τῆς ἀλλάξεως τοῦ ἐνδελεχισμοῦ, τοῦτ' ἔστιν ἀπὸ τῆς καταλύσεως τῆς θυσίας, εἰσὶ δὲ ἡμέραι# 22ας ʹ, ὅπερ ἐστὶν ἔτη γʹ ἥμισυ. εἶτα δηλῶν, ὅτι καὶ λύσις τῶν κακῶν τούτων ἔσται καὶ ἀπαλλαγή, ἐπήγαγεν· μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας# 22ατλεʹ, ταῖς# 22ας ʹ μεʹ προσθείς. ἐπειδὴ γὰρ ἐν μηνὶ καὶ ἥμισυ μηνὸς τὴν συμβολὴν συνέβη γενέσθαι, ἐν ᾗ γέγονε καθαρὰ ἡ νίκη καὶ ἡ παντελὴς τῶν ἐπικειμένων κακῶν ἀπαλλαγή. εἰπὼν γάρ· μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας# 22ατλεʹ, τὴν ἀπαλλαγὴν ἐδήλωσεν. καὶ οὐχ ἁπλῶς εἶπεν· ὁ φθάσας. ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσε βησάντων εἶδον τὴν μεταβολήν, οὐκ ἐκείνους μακαρίζει, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν ὑπομείναντας καὶ μὴ προ δόντας τὴν εὐσέβειαν καὶ τῆς ἀνέσεως τυχόντας. Ἆρα τί τούτων σαφέστερον γένοιτ' ἄν; ὥρα δὴ λοιπὸν ἐπὶ τὸ ζητούμενον ἐλθεῖν καὶ τὴν παροῦσαν αἰχμαλωσίαν καὶ δουλείαν, δι' ἣν καὶ πάντα κεκινήκαμεν ταῦτα. ὅτι 413 μὲν οὖν αἱ τρεῖς προανηγορεύθησαν αἰχμαλωσίαι, ἡ μὲν ἔτη ἔχουσα υʹ, ἡ δὲ οʹ, ἡ δὲ γʹ ἥμισυ, ἱκανῶς ἐντεῦθεν ἡμῖν ὡς οἷόν τε ἀποδέδεικται. φέρε δὴ λοιπὸν καὶ περὶ ταύτης εἴπωμεν. ὅτι γὰρ καὶ περὶ τῆς ἐσχάτης ταύτης τετάρτης καὶ τελευταίας αἰχμαλωσίας προανεφώνησεν ὁ προφήτης οὗτος, αὐτὸν παρέξομεν Ἰώσηπον μάρτυρα τὸν τὰ ἐκείνων φρο νοῦντα. ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τῆς ἐπ' Ἀντιόχου αἰχμα λωσίας καὶ μάρτυρα τὸν προφήτην παρήγαγεν, ἐπάγει καὶ περὶ ταύτης καί φησιν· τὸν αὐτόν γε τοι τρόπον Δανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψεν, καὶ ὅτι ὑπ' αὐτῶν ἐρημωθήσεται τὰ Ἱεροσόλυμα, καὶ ὁ ναὸς καταλυθή σεται. σὺ δέ μοι σκόπει τὸ φιλάληθες τοῦ ἀνδρός, ὡς, εἰ καὶ Ἰουδαῖος ἦν, ἀλλ' οὐκ ἠνέσχετο ζηλῶσαι τὴν Ἰουδαϊκὴν φιλονεικίαν τε καὶ ψευδηγορίαν. εἰπὼν γὰρ ὅτι ἐρημωθή σεται τὰ Ἱεροσόλυμα οὐκ ἐτόλμησε προσθεῖναι καὶ φάναι, ὅτι ἀναστήσεται πάλιν οὐδὲ χρόνον γράψαι διωρισμένον. ἀλλ' ὅτι μὲν ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς ἔγρα ψεν, ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημίας οὐκέτι προσέθη κεν, ἐπειδὴ μηδὲ τὸν προφήτην εὗρε τοιοῦτόν τι προσθέντα. ποῦ τοίνυν εἶπεν ὁ Δανιήλ, ὅτι ὁ ναὸς ἐρημωθήσεται, ἄκου σον. ἐπειδὴ γὰρ τὴν προσευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιήσατο, ἦλθε Γαβριὴλ πρὸς αὐτὸν καί φησιν· 414 οʹ ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν. ἰδοὺ καὶ ἐνταῦθα χρόνος εἴρηται, οὐ τῆς αἰχμαλωσίας, ἀλλὰ μεθ' ὅσον χρόνον ἔμελλεν ἡ αἰχμαλωσία ἀπαντήσεσθαι. εἶτα πάλιν φησὶν ἀκριβέστερον· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ. ἐνταῦθά μοι νουνεχῶς πρόσεχε· τὸ γὰρ πᾶν ἐνταῦθά ἐστι τὸ ζητούμενον. ἑβδομάδες οὖν ζʹ καὶ ἑβδομάδες ξβʹ υπγʹ ἔτη εἰσίν. ἑβδομάδας γὰρ οὐχ ἡμε ρῶν ἐνταῦθα λέγει οὐδὲ μηνῶν, ἀλλ' ἑβδομάδας ἐνιαυτῶν. ἀπὸ δὲ Κύρου ἐπὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην ἔτη εἰσὶ τ δʹ. εἶτα διδάσκων ἡμᾶς πόθεν ἀριθμεῖν δεῖ, ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου, ἀλλ' ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ. οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ' ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μακρόχειρος. μετὰ γὰρ τὴν κάθοδον ἐπαν ῆλθε Καμβύσης, εἶτα οἱ μάγοι, καὶ μετ' ἐκείνους Δαρεῖος Ὑστάσπου, μεθ' ὃν Ξέρξης ὁ Δαρείου καὶ Ἀρταβάνης. εἶτα Ἀρταξέρξης ὁ Μακρόχειρ ἐβασίλευσε τῆς Περσίδος. ἐν δὲ τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ Νεεμίας ἀνελθὼν τὴν πόλιν ἀνέστησεν, ἅπερ ὁ Ἔσδρας ἀκριβῶς ἡμῖν διηγήσατο. ἂν τοίνυν ἐντεῦθεν τετρακόσια καὶ ὀγδοήκοντα ἔτη θῶμεν, 415 ἥξομεν πάντως ἐπὶ τὴν κατασκαφὴν ταύτην, ὡς καὶ Ἰώση πος αὖθις μαρτυρεῖ λέγων· τὴν δὲ τῆς πόλεως ἐρήμωσιν καὶ τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιήλου προφη τείαν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. διὰ τοῦτό φησιν· οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος. ἐπειδὰν οὖν ἀναστῇ καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ' ἐκείνου τὰς οʹ ἑβδομάδας ἀρίθμει, καὶ ὄψει τὴν αἰχμαλωσίαν τὴν οὐκέτι τέλος ἔχουσαν. ὅπερ δηλῶν σαφέστερον, ὅτι οὐχ ἕξει τινὰ λύσιν τὰ κατέχοντα αὐτοὺς κακά, οὕτω φησίν· μετὰ δὲ τὰς οʹ ἑβδομάδας ἐξολοθρευθήσεται χρίσμα καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῇ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ συγκοπήσονται ὡς ἐν κατα κλυσμῷ καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ πάλιν τὴν αἰχμαλωσίαν ταύτην λέγων φησίν· ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώ σεως, συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. βδέλυγμα δὲ λέγει ἐρημώσεως τὸν ἀνδριάντα, ὃν ἔστησεν Ἀδριανὸς ὁ βα σιλεὺς ἐν τῷ ναῷ, ὁ καὶ τὴν πόλιν καθελὼν ἄρδην. μετὰ γὰρ τὴν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οἱ Ἰουδαῖοι ἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν οἱ μάταιοι θεομαχοῦντες καὶ μὴ ἀκούοντες τοῦ προφήτου λέγοντος· ἃ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψη λὴν τίς ἀποστρέψει; στασιάσαντες οὖν πάλιν ἑαυτοὺς εἰς 416 τελείαν ἐρήμωσιν κατέστησαν. χειρωσάμενος γὰρ αὐτοὺς ὁ βασιλεὺς καὶ τὴν πόλιν πᾶσαν καταστρέψας καὶ τὰ λείψανα ἀφανίσας πάντα, ἵνα μηδὲ ἀναισχυντεῖν ἔχωσι λοιπόν, ἔστησε τὸν ἑαυτοῦ ἀνδριάντα. εἶτα συνιδὼν ὅτι συμβαίνει χρόνῳ ποτὲ καταπεσεῖν τοῦτον, ὥστε αὐτοῖς ἐνθεῖναι καυτῆρα καὶ πληγὴν ἀνίατον τῆς ἀναισχυντίας ἐκείνης καὶ ἥττης ἔλεγχον, τὸ ἑαυτοῦ ὄνομα τοῖς τῆς πόλεως ἐπέθηκε λειψάνοις. ἐπειδὴ γὰρ Αἴλιος Ἀδριανὸς ἐχρημάτιζεν, οὕτω καὶ τὴν πόλιν ἐνο μοθέτησε καλεῖσθαι, διὸ μέχρι καὶ νῦν Αἰλία προσαγορεύεται κατὰ τὴν ἐπωνυμίαν τοῦ κρατήσαντος αὐτὴν καὶ καθελόντος. ὅθεν ὁ Χριστὸς μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ παραγενόμενος καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμαλωσίαν καὶ δεικνύς, ὅτι περὶ αὐτῆς ὁ Δανιὴλ προεῖπεν, φησίν· ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, ὃ εἶπε Δανιὴλ ὁ προφή της, ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω. ἐπεὶ γὰρ ἅπαν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου βδέλυγμα παρὰ τοῖς Ἰουδαίοις ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνων τὸν ἀνδρι άντα ἐκεῖνον ὁμοῦ καὶ πότε καὶ ὑπὸ τίνος ἡ αἰχμαλωσία ἔσται προανήγγειλεν. ὅτι δὲ περὶ τῶν Ῥωμαίων εἴρηται ταῦτα, καὶ Ἰώσηπος μαρτυρεῖ, καθὼς προέφημεν. τίς οὖν αὐτοῖς ὑπολείπεται λοιπὸν λόγος, ὅταν τὰς μὲν ἄλλας αἰχ μαλωσίας οἱ προφῆται φαίνονται μετὰ διορισμένον χρόνον 417 εἰπόντες, ταύτῃ δὲ μηδένα χρόνον ὁρίσαντες, ἀλλὰ τοὐναν τίον εἰπόντες, ὅτι μέχρι συντελείας ἔσται ἡ ἐρήμωσις; Ὅτι μὲν οὖν, εἰ τέλος ἔμελλεν ἡ παροῦσα δουλεία λήψε σθαι, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται καὶ οὐκ ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προρρή σεως δείξαντες αὐτοῖς ἐπενεχθείσας, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπ' Ἀντιόχου. ἑκάστῃ γὰρ τούτων καὶ τόπον καὶ χρόνον προανακηρυχθέντα διὰ τῶν θείων γραφῶν ἀπεδείξαμεν. τῇ παρούσῃ δὲ οὐδεὶς προφήτης ὥρισε χρό νον, ἀλλ' ὅτι μὲν ἥξει καὶ ἐρημώσει πάντα καὶ μεταστήσει τὴν πολιτείαν καὶ μετὰ πόσον χρόνον τῆς ἐκ Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ὁ Δανιήλ, ὅτι δὲ τέλος ἕξει καὶ στήσεταί που τὰ κακὰ ταῦτα οὔτε ἐκεῖνος ἐδήλωσεν, οὔτε ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον, ὡς εἴρηται, προεῖπεν, ὅτι ἕως συντελείας καθέξει αὐτοὺς ἡ ταλαιπωρία αὕτη. καὶ μάλα εἰκότως. καὶ γὰρ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ τοσοῦτος διαγενόμενος χρόνος καὶ οὔτε ἴχνος οὔτε προ οίμιον χρηστῆς μεταβολῆς ἐνδειξάμενος, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆσαι τὸν ναὸν ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ, καὶ διακωλυθέντων πρῶ τον μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ ἐπὶ τοῦ παραβάτου πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας τε καὶ παραβάσεως. ὅθεν τοίνυν λεγέτωσαν ἡμῖν, τίνος ἕνεκα ἐν Αἰγύπτῳ μὲν τοσοῦτον δια 418 τρίψαντες χρόνον ἐν κακουχίᾳ ἐλέους ἔτυχον, καὶ εἰς Βαβυ λῶνα πάλιν ἀπενεχθέντες ἐπανῆλθον εἰς τὰ ἴδια, καὶ ὑπ' Ἀντιόχου τοσαῦτα κακὰ παθόντες αὖθις πρὸς τὸ πρότερον ἐπανῆλθον σχῆμά τε καὶ ἀξίωμα, νῦν δὲ οὐδὲν τοιοῦτον γεγένηται, ἀλλὰ φʹ ἐτῶν ἐξ ἐκείνου διελθόντων οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμεν φαινόμενον οἷον τὸ πρότερον; εἰ δὲ τὰς ἁμαρτίας αὐτῶν προβάλοιντο καὶ εἴποιεν ὅτι· ἐπεὶ ἡμάρτομεν τῷ θεῷ καὶ διὰ τοῦτο οὐκ ἀπολαμβάνομεν τὴν οἰκείαν χώραν, πάλιν δ' ἂν εἰκότως αὐτοὺς ἐρήσομαι· διὰ τὰς ἁμαρτίας ὑμῶν, ὦ Ἰουδαῖοι, τῆς Ἱερουσαλὴμ ἔξω διατρίβετε χρόνον τοσοῦτον; καὶ τί τὸ καινὸν καὶ παράδοξον; μὴ γὰρ νῦν ἐν ἁμαρτίαις ζῆτε μόνον, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν. οὐκ ἄνωθεν καὶ ἐξ ἀρ χῆς μυρίαις συνανεστράφητε παρανομίαις; οὐχί, τῆς θαλάσ σης σχιζομένης, καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσούτων θαυμάτων γινομένων ἐπὶ τῆς ἐρήμου, προσεκυνήσατε μόσχον; οὐ τὸν Μωϋσέα λίθοις βάλλοντες καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις καὶ τὸν θεὸν παρωργίζετε βλασφημοῦντες; οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; οὐ τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθύσατε τοῖς δαιμονίοις καὶ τοὺς ἀλλοτρίους θεοὺς ἐθεραπεύσατε; οὐ πᾶν εἶδος ἁμαρτίας καὶ κακίας ἐπεδείξασθε; πῶς οὖν ὑμᾶς οὐκ ἀπεστράφη τότε ὁ θεός, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας,

Intertext edge

Open linked passage

Note