Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
419.1.1
μετὰ τὴν πολλὴν ἀγνωμοσύνην καὶ προφήτας ἀφῆκε παρ' ὑμῖν εἶναι διαφόρους, καὶ σημεῖα εἰργάζοντο καὶ θαύματα παράδοξα; τίνος οὖν ἕνεκεν πάλαι μὲν ἀσεβοῦντες καὶ δεινὰ μυρία διαπραττόμενοι τοσαύτης εὐνοίας ἀπηλαύετε παρὰ θεοῦ καὶ προστασίας καὶ προμηθείας, νῦν δὲ οὔτε εἰδωλολατροῦν τες οὔτε παιδοκτονοῦντες ἐν αἰχμαλωσίᾳ διηνεκεῖ καὶ ταλαι πωρίᾳ διάγετε; μὴ γὰρ ἕτερος ἦν θεὸς τότε καὶ ἕτερος νῦν. οὐκ αὐτός ἐστιν ὁ καὶ ἐκεῖνα οἰκονομῶν καὶ ταῦτα νῦν ἐρ γαζόμενος; διὰ τί, ὅτε μείζονα μὲν ἦν τὰ ἁμαρτήματα, πολλὴ δόξα ὑμῖν ἦν παρὰ θεοῦ, ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη καὶ ἀτιμίᾳ παρέδωκεν ἀπεράντῳ; ἀλλὰ κἂν ὑμεῖς σιγήσητε, οἱ λίθοι κεκράξονται. ἐπειδὴ γὰρ κατὰ τοῦ δεσπότου τὰς χεῖρας ἐξετείνατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρθωσις οὐδὲ συγγνώμη λοιπὸν οὐδὲ ἀπολογία. τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, νῦν δὲ πάντα ἐκεῖνα τὰ παλαιὰ σαφῶς ἀπεκρύψατε διὰ τῆς εἰς τὸν κοινὸν δεσπότην Χριστὸν μανίας, ὅθεν καὶ μειζόνως κολάζεσθε. καὶ οὐδ' οὕτως ἀπέχεσθε τῆς πατρικῆς ἐμβροντησίας τε καὶ λύσσης, πλάνον αὐτὸν καὶ παράνομον ἀποκαλοῦντες. εἰ οὖν πλάνος ἦν ὁ Χριστός, ὥς φατε, καὶ παράνομος, ἐχρῆν μᾶλ λον ὑμᾶς εὐδοκιμῆσαι, ὅτι αὐτὸν ἀπεκτείνατε. εἰ γὰρ ὁ Φινεὲς ἕνα τινὰ παρανομοῦντα ἀνελὼν ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσεν (ἔστη γὰρ Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύ 420 νην), πολλῷ μᾶλλον ἐφ' ὑμῶν ἔδει τοῦτο γενέσθαι, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς. καὶ πόθεν δῆλον, φησίν, ὅτι τέλεον ἀπεστράφη ἡμᾶς ὁ θεός; τῶν πραγμάτων αὐτῶν βοώντων καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φω νὴν διὰ τῆς καταστροφῆς τῆς πόλεως, διὰ τῆς ἐρημώσεως τοῦ ναοῦ, διὰ τῶν ἄλλων ἁπάντων. ἀλλ' ἄνθρωποι, φησίν, ἡμῖν ἐπήγαγον ταῦτα, οὐχ ὁ θεός. εἰ οὖν ἀνθρώπων ἦν ἔργα ταῦτα, καὶ οὐ τῆς ὀργῆς τοῦ θεοῦ, ἔδει μέχρι τῆς ἁλώσεως τὰ ὑμέτερα στῆναι καὶ μὴ περαιτέρω προελθεῖν ὑμῖν τὴν ἀτιμίαν τε καὶ κάκωσιν. πλὴν ἔστω κατὰ τὸν ὑμέτερον λόγον, ὅτι τὰ τείχη κατέστρεψαν ἄνθρωποι καὶ τὴν πόλιν καθεῖλον καὶ τὸν βωμὸν ἀνέστρεψαν. μὴ καὶ τοὺς προφήτας ἄνθρωποι κατέπαυσαν; μὴ καὶ τὴν τοῦ πνεύματος χάριν καὶ τἄλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν αὐτοὶ κατέλυσαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γινομένην ἐνέργειαν, τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως δήλωσιν; καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν εἶχε τὰς ἀρχὰς ἁπάσας, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας ἄνωθεν ἐκ τῶν οὐρανῶν. οἷόν τι λέγω, θυσίας γίνεσθαι συγχωρή σας, ὁ μὲν βωμὸς ἦν κάτω καὶ τὰ ξύλα καὶ ἡ μάχαιρα καὶ ὁ ἱερεύς, τὸ δὲ πῦρ τὸ μέλλον ἐν τοῖς ἀδύτοις ἐκείνοις ἰέναι καὶ δαπανᾶν τὰς θυσίας ἄνωθεν τὴν ἀρχὴν εἶχεν. οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσῆγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα τὴν ἐπὶ τῆς διακονίας ἐπλήρου θυσίαν. πάλιν 421 εἴ ποτε ἔδει τι μαθεῖν, ἀνὰ μέσον τῶν Χερουβὶμ ἐκ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο καὶ τὰ μέλλοντα προύλεγεν. ὡσαύτως ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους τοῦ ἀρχιε ρέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔκλαμψις καὶ τὰ μέλλοντα προεσήμαινεν. ὁμοίως, ἡνίκα χρίεσθαι ἔδει τινά, πνεύματος ἐφίπτατο χάρις, καὶ τὸ ἔλαιον ἀνεπήδα, καὶ προ φῆται διηκόνουν τοῖς πράγμασι τούτοις, καὶ νεφέλη πολλά κις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. Ἵνα τοίνυν μὴ ἀναισχυντεῖτε μηδὲ ἀνθρώποις λογίζεσθε τὴν ἐρήμωσιν τούτων, οὐχὶ τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα, ἅπερ ἐκ τῶν οὐρανῶν τὰς ἀρχὰς εἶχεν, ἐκποδῶν γενέσθαι πεποίηκεν. τίνος οὖν ἕνεκεν οὐκ ἔχετε νῦν προφήτας οὐδέ τι τῶν λοιπῶν ἐκείνων θείων; οὐκ εὔδηλον ὅτι τοῦ θεοῦ τὰ καθ' ὑμᾶς ἀποστραφέντος; καὶ πόθεν τοῦτο, φησίν, δῆ λον; ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες ἐπετυγχάνετε πάν των, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῆν μετὰ τὸν σταυρὸν μείζονα τιμωρίαν ὑπομένετε καὶ οὐδενὸς ἀπολαύετε τῶν προ τέρων οὔτε μὴν ἀπολήψεσθε, καθὼς αἱ θεῖαι προρρήσεις ἐναργῶς δηλοῦσιν. εἰ δὲ βούλεσθε, καὶ ἑτέρους προφήτας ἐφοπλίσωμεν λέγοντας φανερῶς ὅτι τὰ μὲν ὑμέτερα τέλος λήψεται, τὰ δὲ ἡμέτερα ἀνθήσει καὶ πανταχοῦ τῆς οἰκου μένης ἐκταθήσεται τὸ κήρυγμα, καὶ θυσίας ἑτέρας εἰσενεχθή 422 σεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν. οὐδὲ γὰρ Ἡσαΐαν παράγω τέως μάρτυρα οὔτε Ἱερεμίαν οὔτε τοὺς ἄλλους τοὺς πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγητε, ὅτι τὰ δεινὰ ἐκεῖνα ἃ ἔλεγον ἐπὶ τῆς αἰχμαλωσίας ἐξέβη, ἀλλὰ Μα λαχίαν τὸν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν σαφῶς περὶ τῶν πραγμάτων ὑμῶν προφητεύσαντα. ἐπειδὴ γὰρ ἐπανῆλθον καὶ τὴν πόλιν ἀπ έλαβον καὶ τὸν ναὸν ᾠκοδόμουν καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν παντελῆ ταύτην καὶ τελευταίαν ἐρήμωσιν καὶ τὴν ἀναίρεσιν τῶν θυσιῶν προλέγων φησίν· εἰ λήψομαι ἐκ τῶν χειρῶν ὑμῶν θυσίαν, λέγει κύριος παντοκράτωρ. ὅτι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δε δόξασται ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσ άγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, ὑμεῖς δὲ βεβη λοῦτε αὐτό. πότε οὖν ταῦτα πεπλήρωται, ὦ Ἰουδαῖοι, καὶ πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ θεῷ καὶ θυσία καθαρά; οὐκ ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρόν, ἀλλ' ἢ τοῦτον δὴ τὸν μετὰ τὴν Χριστοῦ παρουσίαν, ὡς, εἰ μὴ τοῦτον προλέγοι τὸν καιρὸν μηδὲ τὴν ἡμετέραν θυσίαν, ἀλλὰ τὴν Ἰουδαϊκήν, παράνομός ἐστιν ἡ προφητεία. εἰ γάρ, τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα τόπον ἀνάγεσθαι θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός, καὶ εἰς ἓν χωρίον ἐν Ἱερουσαλὴμ συγκλείοντος τὰς θυσίας ἐκεί νας, ὁ προφήτης λέγει· ἐν παντὶ τόπῳ θυμίαμα μέλλει προσάγεσθαι καὶ θυσία καθαρά, ἐναντιοῦται καὶ μάχεται τῷ 423 Μωϋσῇ. ἀλλὰ μὴ γένοιτο. περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε θυσίας καὶ περὶ ἑτέρας οὗτος. ἀκούσατε δὴ καὶ Σοφονίου συμφωνοῦντος τὰ αὐτὰ καὶ λέγοντος· ἐπιφανήσεται κύριος ἐπὶ πάντα τὰ ἔθνη καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. καίτοι γε τοῦτο οὐκ ἐφεῖτο, ἀλλ' εἰς ἕνα τόπον ἐθέσπισε Μωϋσῆς λατρεύειν. ὅταν οὖν ἀκούσητε τῶν προ φητῶν προλεγόντων καὶ προαναφωνούντων ὅτι οὐκέτι εἰς μίαν πόλιν οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται οἱ ἄνθρω ποι πάντοθεν συνάγεσθαι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρόν, ἀλλ' ἢ τὸν παρόντα τοῦτον, καθ' ὃν τὰ μὲν ἡμέτερα δια λάμπουσι κατὰ πᾶσαν τὴν οἰκουμένην, τὰ δὲ ὑμέτερα κατε σβέσθησαν, καὶ ἐν σκότει διαπορεύεσθε κατὰ πᾶσαν τὴν οἰκουμένην. ὅτι δὲ πάλιν οὐδὲ παρὰ τὴν ἀρχὴν ὑμῖν δοῦ ναι τὰς τοιαύτας ἠβούλετο θυσίας, ἀκούσατε, τί φησιν Ἡσαΐας· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει κύριος, καὶ τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; εἰ γὰρ ταῦτα παρὰ τὴν ἀρχὴν ἐζήτει, καὶ τοὺς παλαιοὺς πάντας τοὺς παρ' αὐτῶν λάμψαντας πρώτους ἂν εἰς τὴν πολιτείαν ἤγαγε ταύτην. πῶς οὖν ταῦτα, φησίν, ἐπέτρεψεν; τῇ ὑμετέρᾳ συγ καταβαίνων ἀσθενείᾳ. καὶ καθάπερ ἰατρὸς πυρέττοντα ὁρῶν ἄνθρωπον δυσάρεστόν τινα καὶ ἀκαρτέρητον ἐπιθυμοῦντα ψυχροποσίας καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, ἑαυτὸν ἀναιρή σειν, βουλόμενος μεῖζον κωλῦσαι κακὸν τὸ ἔλαττον δίδωσι πρὸς ἀπαλλαγὴν τελευτῆς βιαίας, οὕτω δὴ καὶ ὁ θεὸς ἐποί 424 ησεν. ἐπειδὴ γὰρ εἶδε μαινομένους, ἀγχομένους, ἐπιθυμοῦν τας θυσιῶν καὶ παρασκευασμένους, εἰ μὴ λάβοιεν, αὐτο μολήσειν πρὸς τὰ εἴδωλα, μᾶλλον δὲ οὐ παρασκευασμένους, ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη, ἐπέτρεψε τὰς θυσίας. καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, δῆλον ἐντεῦθεν. μετὰ γὰρ τὴν μυσαρὰν ἑορτήν, ἣν ἐπετέλεσαν τοῖς δαιμονίοις μοσχοποιή σαντες, τότε τὰς θυσίας ἐπέτρεψε μονονουχὶ λέγων· μαίνεσθε καὶ βούλεσθε θύειν. οὐκοῦν κἂν ἐμοὶ θύετε. ἀλλ' ὅμως καὶ τοῦτο ἐπιτρέψας οὐ μέχρι τέλους ἀφῆκεν, ἀλλὰ διὰ σο φωτάτης μεθόδου πάλιν ἀπήγαγεν. καὶ ὥσπερ ὁ ἰατρὸς ἐκεῖνος συγχωρήσας τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος εἶτα φιά λην οἴκοθεν κομίσας κελεύσειεν ἐν ταύτῃ μόνῃ τῆς ψυχρο ποσίας μεταλαμβάνειν, καὶ τοῦ κάμνοντος πεισθέντος λάθρα τοῖς ἐπιτηδείοις ἐπιτάξειε συντρῖψαι τὴν φιάλην αὐτήν, ἵνα λανθανόντως καὶ ἀνυπόπτως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας ἐκείνης, οὕτω καὶ ὁ θεὸς ἐποίησεν. θύειν ἐπιτρέψας ἐν οὐδενὶ τόπῳ τῆς οἰκουμένης εἴασε τοῦτο γίνεσθαι ἀλλ' ἢ ἐν τοῖς Ἱεροσολύμοις καὶ μόνον. ὅθεν φησὶν ὁ Δαυίδ· σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. εἶτα ἐπειδὴ χρόνους τινὰς ἔθυσαν, καθεῖλε 425 τὴν πόλιν. ὥσπερ ὁ ἰατρὸς διὰ τῆς τοῦ σκεύους συντρι βῆς, οὕτω καὶ ὁ θεὸς διὰ τῆς κατὰ τὴν πόλιν καταστροφῆς καὶ ἄκοντας αὐτοὺς ἀπήγαγε τοῦ πράγματος. ἐπεὶ γάρ, εἰ φανερῶς εἶπεν· ἀπόστητε, οὐκ ἂν ἠνέσχοντο ῥᾳδίως, διὰ τῆς κατὰ τὸν τόπον ἀνάγκης λανθανόντως αὐτοὺς ἀπήγαγε τῆς περὶ τὸ πρᾶγμα μανίας. ἔστω τοίνυν ὁ μὲν ἰατρὸς ὁ θεός, ἡ δὲ φιάλη ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος δῆμος τῶν Ἰουδαίων, ἡ δὲ ψυχροποσία ἡ τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία. εἰ γὰρ μὴ τοῦτο ἠβούλετο κατα σκευάσαι, τίνος ἕνεκεν εἰς τόπον ἕνα συνέκλεισε τὴν τοι αύτην θυσίαν ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; τίνος χάριν τὴν μὲν λατρείαν εἰς θυσίας, τὰς δὲ θυσίας εἰς τόπον, τὸν δὲ τόπον εἰς καιρόν, τὸν δὲ καιρὸν εἰς μίαν πόλιν συναγαγὼν αὐτὴν πάλιν ἐκείνην κατέστρεψε τὴν πόλιν; καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι πᾶσα μὲν ἡ οἰκουμένη τοῖς Ἰουδαίοις ἀνεῖται, ἔνθα οὐκ ἔξεστι θύειν, μόνη δὲ Ἱερουσαλήμ, ἐν ᾗ καὶ μόνον θύειν ἐξῆν, ἄβατος καὶ ἔρημος γέγονεν. Περὶ ὧν μέντοι γε καὶ ἐν ταῖς ἀποστολικαῖς διατάξεσί φησιν ὁ θεῖος λόγος· ἤδη δὲ καὶ πρὸ τῆς ἐνσάρκου οἰκο νομίας ἐναργῶς ὁ θεὸς εὖ μάλα παρῃτεῖτο τὰς τῶν Ἰου δαίων θυσίας ἐξαμαρτόντας εἰς αὐτὸν πολλάκις καὶ οἰομέ νους διὰ θυσίας ἀλλ' οὐ διὰ μετανοίας αὐτὸν ἐξευμενίζεσθαι. φησὶ γὰρ διὰ τῶν προφητῶν· ἵνα τί μοι φέρετε λίβανον ἐκ Σαβᾶ καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα 426 ὑμῶν οὐκ ἔστι δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐκ ἤδυνάν μοι. καί· συναγάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐνετειλάμην ὑμῖν, ἡνίκα ἐξήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου περὶ θυσιῶν καὶ ὁλοκαυ τωμάτων. καί· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύ ρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχεσθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε ἔτι. ἐὰν φέρητέ μοι σεμί δαλιν, μάταιον. θυμίαμα βδέλυγμά μοί ἐστιν, τὰς νεομη νίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχο μαι, νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. ἐγενήθητέ μοι εἰς πλησμονήν. καί· ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. καί· οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρρους. ἐμὴ γάρ ἐστιν ἡ οἰκου μένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι. θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. καί· θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον. καὶ ἁπλῶς ἐν πά σαις ταῖς γραφαῖς ὁμοίως τὰς θυσίας ἀπαναίνεται διὰ τὸ ἐξαμαρτάνειν αὐτοὺς εἰς αὐτὸν ἐξ ἄκρας κακίας καὶ ἀπει θείας τε καὶ σκληροκαρδίας. θυσίαι, γάρ φησιν, ἀσεβῶν βδέ