Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 427 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
427.1.1
λυγμα κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. καί· θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, καὶ πάντες οἱ ἐσ θίοντες αὐτὰς μολυνθήσονται. διὸ δὴ καὶ τῷ Σαοὺλ ὁ θεῖος Σαμουὴλ ἔλεγεν· ἀγαθὴ ἀκοὴ ὑπὲρ θυσίαν, καὶ ἀκρό αμα ὑπὲρ στέαρ κριῶν. ἰδοὺ γὰρ οὐ θέλει κύριος θυσίαν ὡς τὸ εἰσακούειν αὐτοῦ. εἰ τοίνυν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίαν καρδίαν καθαρὰν ἐπεζήτει καὶ πνεῦμα συντετριμμένον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσε τὰς δι' αἱμά των θυσίας, οὐδὲ πάλαι δεόμενος αὐτάς, ὡς εἴρηται, ἀλλ' εἰ βουληθῶσι συγχωρῶν καὶ εἰ ἀπὸ γνώμης ὀρθῆς προσ οίσουσιν. ὅθεν φησίν· εἰ θύειν ἐπιθυμεῖς, οὐ δεομένῳ μοι θῦε. ὁπότε δὲ τούτων ἀμνήμονες ἐγένοντο καὶ μόσχον ἀντὶ θεοῦ θεὸν ἐπεκαλέσαντο καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύ πτου πορείας ἐπεγράψαντο λέγοντες· οὗτοι οἱ θεοί σου, Ἰσ ραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου, καὶ ἀπαρνησά μενοι θεὸν τὸν διὰ Μωσέως ἐπισκεψάμενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα ἐπὶ χειρὸς καὶ ῥάβδου ποιησά μενον, τὸν Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις διελόντα καὶ διαγαγόντα αὐτοὺς ἐν μέσῳ τοῦ ὕδατος ὡς διὰ ξηρᾶς, τὸν τοὺς ἐχθροὺς αὐτῶν βυθίσαντα, τὸν εἰς Μερρὰν τὴν πικρὰν πηγὴν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκροτόμου ὕδωρ εἰς πλησμονὴν ἀναβλύσαντα, τὸν στύλῳ νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοῖς διὰ θάλπος ἄμετρον καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς οὐκ 428 εἰδότας ὅπου πορευθῶσιν, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοῖς καὶ ἐκ θαλάσσης κρεοδοτήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετήσαντα αὐτοῖς, οὗ τῆς θείας καὶ βροντο φόρου φωνῆς ἠξιώθησαν ἀκοῦσαι· τοῦτον ἀπηρνήσαντο εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν, καὶ ἐμοσχοποίησαν χωνευτὸν καὶ ἔθυσαν τῷ εἰδώλῳ. κἀντεῦθεν οὖν ὀργισθεὶς ὁ μακρόθυμος κύριος ἅτε δὴ ἀχα ριστηθεὶς ὑπ' αὐτῶν ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβώ σει φορτισμοῦ καὶ σκληρότητι κλοιοῦ, καὶ οὐκέτι εἶπεν· ἐὰν δὲ ποιήσῃς, ὡς πρὸ τῆς μοσχοποιΐας εἴρηκεν, ἀλλά· ποίησον θυσιαστήριον καὶ θῦε διηνεκῶς. ἐπιλήσμων γὰρ ὑπάρχεις καὶ ἀχάριστος, ἵνα συνεχῶς ὑπομιμνήσκῃ μου. ἐπεὶ οὖν τῇ ἐξουσίᾳ κακῶς ἀπεχρήσαντο οἱ τάλανες καὶ ἀγνώμονες, ἀνάγκην ἐπέθηκε λοιπὸν θύειν καὶ βρωμάτων ἀπέχεσθαί τινων, καὶ ζώων διαφορὰς καθαρῶν καὶ ἀκαθάρτων διέστει λεν, καίτοι παντὸς ζώου καθαροῦ τυγχάνοντος (πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεὸς καλὰ λίαν), καὶ δὴ καὶ ἀφορισμοὺς προσέταξε καὶ καθαρμοὺς καὶ βαπτισμοὺς καὶ ῥαντισμοὺς καὶ ἁγνείας καὶ ἀργίας διαφόρους, ὧν παρακούοντες τιμω ρίαν ὡρίσατο, ἵνα πιεζόμενοι καὶ ὑπὸ τοῦ κλοιοῦ ἀγχόμενοι τῆς πολυθέου πλάνης ἐκστήσωνται. οὐκοῦν διὰ τὴν σκληρο καρδίαν αὐτῶν ἐπέδησεν αὐτούς, ὅπως διὰ τοῦ θύειν καὶ ἀργεῖν καὶ ἁγνίζεσθαι καὶ τὰ τοιάδε παρατηρεῖσθαι εἰς ἔν 429 νοιαν ἔρχονται θεοῦ τοῦ ταῦτα διαταξαμένου αὐτοῖς καὶ νομοθετήσαντος. οἵ γε μοχθηρίᾳ τρόπου καὶ γνώμης ἀγνώ μονος οὐ διελίμπανον ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τέλους ἐπιλανθανόμενοι τοῦ θεοῦ καὶ παρατρεπόμενοι προσεκύνουν ἀντὶ τοῦ κτίστου τὴν κτίσιν, καὶ ποτὲ μέν, ὡς εἴρηται, μοσχοποιήσαντες, ποτὲ δὲ τῷ Βεελφεγὼρ προσκυνήσαντες, ἄλλοτε δὲ τὸν Βάαλ καὶ τὸν Θαμοὺζ καὶ τὴν Σιδωνίαν Ἀστάρτην καὶ τὸν Μολχὼμ καὶ τὸν Χαμώς, καὶ ποτὲ μὲν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, ἃ ὁ θεὸς εἰς φαῦσιν ἀνθρώποις ἐποίησε καὶ οὐκ εἰς προσκύνησιν, ποτὲ δὲ καὶ ἄλογα ζῶα, ὡς παρ' Αἰγυπτίοις τὸν Ἄπιν βοῦν καὶ τὸν Μενδήσιον τράγον, καὶ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς, ὡς ἐν τῇ Ἰουδαίᾳ. ταύτῃ τοι προδήλως ἀπειλῶν αὐτοῖς ὁ θεὸς ἔλεγε διὰ τοῦ προφήτου· μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα ποιεῖν τὰ βδελύγματα ταῦτα ἃ ἐποίησαν, ὅτι ἔπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με. διὸ τοίνυν εἰκότως ἐξωλοθρεύθησαν ὡς τὸν θεὸν παροργίζοντες καὶ τὴν ἁγίαν γῆν ἐκείνην καταμιαίνοντες ἀπ' ἀρχῆς ἕως τῆς ἐσχάτης καὶ τελευταίας ἁλώσεως ταύτης ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου. Καὶ γὰρ διάφοροι ταύτην ἑλόντες καὶ καθελόντες, φησὶ Θεοδώρητος, πάλιν εἰς τὸ ἀρχαῖον ὁ θεὸς ἀπεκατέστησεν ἀξίωμά τε καὶ σχῆμα, ἀλλὰ νῦν οὐκέτι. πρῶτος μὲν γὰρ 430 Θεγλαφαλασὰρ δοριάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖ στον, δεύτερος δὲ Σαλμανασὰρ τὴν Σαμάρειαν καὶ τὰς περὶ αὐτὴν ἐξηνδραπόδισε πόλεις, τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους, ἐπιστρατεύσας δὲ τοῖς Ἱεροσολύμοις ἀλαζονικῶς τε καὶ δυσσεβῶς ἐκομίσατο δικαίως τῆς βλασφη μίας τὰ ἐπίχειρα θεηλάτῳ πληγῇ τὴν στρατιὰν ἀπολέσας, καὶ μετ' αἰσχύνης ἀναζεύξας ὑπὸ τῶν ἰδίων τέκνων ἀναι ρεῖται. μετὰ δὲ τοῦτον Ναβουχοδονόσωρ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ υἱοῦ Ἰωσίου μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἀφικόμενος καὶ πολλὰ τάλαντα χρυσίου καὶ ἀργυ ρίου λαβὼν καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολ λοὺς καὶ μέρος ἐκ τῶν ἱερῶν σκευῶν ὑπέστρεψε δασμὸν ἐπιθεὶς τῷ λαῷ. καὶ μετ' ὀλίγον χρόνον ὁ μὲν Ἰωακεὶμ τὸν φόρον ἠθέτησεν, ὁ δὲ Ναβουχοδονόσωρ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει τοῖς Ἱεροσολύμοις, καὶ τὸν μὲν Ἰωακεὶμ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον (περὶ οὗ φησιν Ἱερεμίας· τάδε λέγει κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα· οὐαὶ ἐπὶ τὸν 431 ἄνδρα τοῦτον· οὐ μὴ κόψονται αὐτόν, ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν, οἴμοι κύριε καὶ οἴμοι ἀδελφέ, ἀλλὰ ταφὴν ὄνου ταφήσεται καὶ συμψηφισθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ), τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβὼν καὶ τοῖς ὑπολειφθεῖσι χειροτονήσας βασιλέα Ἰεχονίαν υἱὸν Ἐλιακεὶμ ἀπῆρεν εἰς Βαβυλῶνα. εἶτα καὶ τοῦτον μα θὼν στασιάσαντα μετὰ μῆνας γʹ πάλιν ἐπέρχεται καὶ τοῦτον πεδήσας μετὰ πολλοὺς ἑτέρους δοριάλωτον ἀπάγει καταστή σας ἀντ' αὐτοῦ βασιλεύειν τῶν ὑπολοίπων Σεδεκίαν πατρά δελφον αὐτοῦ ὅρκοις κατὰ τοῦ θεοῦ περὶ τοῦ μὴ ἀποστῆναι καταδεσμήσας. ἀλλὰ καὶ τούτου παραβάντος τοὺς ὅρκους καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε μὴν εὔνοιαν φυλάξαντος,
427.2.1
Αἰγυπτίοις προσφυγόντος, αὖθις παρεγένετο, καὶ τὸν μὲν Σεδεκίαν χειρωσάμενος καὶ ἐκτυ φλώσας καὶ τὴν πόλιν αὔτανδρον εἰληφὼς τά τε βασίλεια καὶ τὸν θεῖον ναὸν καὶ πᾶσαν ἐμπρήσας οἰκίαν αἰχμαλώ τους ἀπήγαγε τοὺς διασωθέντας ἔκ τε τοῦ λιμοῦ καὶ τοῦ πολέμου καὶ τὰ διαφέροντα σκεύη τοῦ ναοῦ κυρίου. Τὸ πλῆθος τοίνυν τῶν συμφορῶν αὐτῶν καὶ Ἰωὴλ διη γούμενος πρώτην μὲν ἐπελεύσεσθαι κάμπην λέγει, τὰ δὲ ὑπ' αὐτῆς μὴ διαφθαρέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι, ὅσα δὲ ταύτην διαφεύξεται δαπανήσειν τὸν βροῦχον, ἔσχατον δὲ τὴν ἐρυσίβην ἐπαχθεῖσαν μηδὲν παντελῶς καταλείψειν ἀλώ 432 βητον. φησὶ γάρ· τὰ κατάλοιπα τῆς κάμπης καταφάγεται ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος καταφάγεται ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου καταφάγεται ἡ ἐρυ σίβη. ταῦτα γὰρ τροπικῶς εἴς τε τὸν Ἀσσύριον καὶ Βαβυ λώνιον ἐκληπτέον, κάμπην μὲν τὸν Θεγλαφαλασὰρ ὀνομά ζοντες, ἀκρίδα δὲ τὸν Σαλμανασάρ, βροῦχον δὲ τὸν Σεναχηρείμ, ἐρυσίβην δὲ τὸν Ναβουχοδονόσωρ τελευταῖον ἐπιστρατεύσαντα καὶ τὴν Ἰουδαίαν ἄρδην δῃώσαντα καὶ τοὺς τὸν θάνατον διαφυγόντας αἰχμαλωτεύσαντα, καθὼς εἴρηται. Πλειστάκις μὲν οὖν συμβέβηκεν ἁλῶναι τὴν Ἰουδαίαν, ὥς φησι πάλιν καὶ ὁ μέγας Κύριλλος, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων Σύρων τε καὶ Μωαβιτῶν Ἰδουμαίων καὶ τῶν λεγομένων Φυλιστιείμ, τοῦτ' ἔστι Παλαιστινῶν. ἀλλ' ὀλίγα παθοῦσαν καὶ συμμέτροις ἔσθ' ὅτε περιπεσοῦσαν συμ φοραῖς πάλιν ἀνῆκεν, ἐπαμύνοντος θεοῦ τοῦ καὶ παιδεύ σαντος. ἀπόλωλε δὲ νῦν ὁλοσχερῶς μετὰ τὴν τοῦ κυρίου σταύρωσιν. ὥσπερ τοίνυν ἡ μὲν τῶν Ἀσσυρίων βασιλεία κατελύθη ὑπὸ Βαβυλωνίων, ἡ δὲ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ δὲ Περσῶν ὑπὸ Μακεδόνων, ἡ δὲ Μακεδόνων ὑπὸ Ῥω μαίων, οὕτως ἡ Ῥωμαίων ὑπὸ τοῦ Ἀντιχρίστου καταλυθήσεται, καὶ ἡ τοῦ Ἀντιχρίστου ὑπὸ τοῦ Χριστοῦ διαφθαρή σεται. διὰ μὲν οὖν τῶν δʹ ἀνέμων τὰς μεγάλας δʹ βασιλείας 433 ὁ μέγας διδάσκει Ζαχαρίας, τὴν Χαλδαίων καὶ τὴν Περσῶν καὶ τὴν Μακεδόνων καὶ τὴν Ῥωμαίων, τὰ δὲ δύο ὄρη τὰ δύο κλίματα τῆς οἰκουμένης φησίν. εἰς δύο γὰρ τέμνεται, εἰς Ἀσίαν τε καὶ Εὐρώπην. καὶ οἱ μὲν πυροὶ ἵπποι τὸ μιαιφόνον τῶν Χαλδαίων σημαίνουσιν, οἱ δὲ μέλανες τὸν ἐπενεχθέντα παρὰ Περσῶν καὶ Μήδων τοῖς Βαβυλωνίοις θάνατον, οἱ δὲ λευκοὶ τὸ σαφὲς τῆς δόξης τῶν Μακεδόνων (οὐ γὰρ ὥσπερ αἱ ἄλλαι βασιλεῖαι καὶ αὕτη), οἱ δὲ ψαροὶ καὶ ποικίλοι τὸ ἰσχυρὸν καὶ εὔτονον τῆς Ῥωμαίων βασιλείας δηλοῦσιν. ἐπειδὴ δὲ κατεστρατεύοντο Μῆδοι καὶ Πέρσαι κατὰ Βαβυλωνίων, τούτου χάριν πορευόμενοι καὶ δὴ καὶ ἀναπαῦσαι λέγονται τὸν θυμὸν κυρίου. ἐπεὶ γὰρ σκληροὶ γεγόνασι κατὰ τοῦ λαοῦ τοῦ θεοῦ, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας Κύρου τοῦ Πέρσου. τὸ δὲ καὶ τοὺς λευκοὺς ἵππους, τοῦτ' ἔστι τοὺς Μακεδόνας, κατόπισθεν τῶν μελα νῶν πορεύεσθαι σημαίνει, ὡς καὶ οἱ Μακεδόνες τὴν Περ σῶν βασιλείαν χειρώσονται, τὸ δὲ τοὺς ψαροὺς ἐπὶ νότον ἔρχεσθαι δηλοῖ, ὡς ἔμελλον Ῥωμαῖοι στρατεύειν κατὰ τῆς Ἱερουσαλήμ· ἐν γὰρ τῷ νότῳ κεῖται ἡ πόλις. τὸ δὲ προσ ταχθέντας αὐτοὺς περιοδεῦσαι τὴν γῆν διδάσκει πάλιν, ὡς διὰ τοῦ θεοῦ πᾶσα βασιλεία συνίσταται. Γίνονται οὖν ἀπὸ μὲν τοῦ Ἀδὰμ ἕως τῆς ἐσχάτης ἁλώσεως τῆς Ἱερουσαλὴμ ἔτη# 22εσξβʹ, ἀπὸ δὲ τῆς πρώ της οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ καὶ τῆς πόλεως# 22απηʹ, ἀπὸ δὲ τῆς δευτέρας οἰκοδομῆς φ ʹ, ἀπὸ δὲ τῆς κατὰ Ἀντίοχον πολιορκίας σμηʹ, ἀπὸ δὲ τῆς ἀναλήψεως Χριστοῦ μβʹ. 434 Ὁ τοίνυν πολυμαθὴς Εὐσέβιος ἐν τοῖς χρονικοῖς κανόσι περὶ τῶν Ἀντιόχων καὶ Σελεύκων καὶ Πτολεμαίων τε καὶ τῶν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησαμένων ἀρ χιερέων διεξιὼν ἐν ἐπιτομῇ τοιάδε φησίν· ὁ οὖν Ἀλέξαν δρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἕκτον ἄγων ἔτος τῆς βα σιλείας Δαρεῖον τὸν Ἀρσάμου χειρωσάμενος καθεῖλε τὴν Περσῶν δυναστείαν διαρκέσασαν ἀπὸ Κύρου μέχρι Δαρείου ἔτη σλʹ. τῆς δὲ τῶν Μακεδόνων βασιλείας κατασχούσης ἀπὸ Κραναοῦ ἕως Ἀλεξάνδρου ἔτη φιηʹ, καὶ τούτου τελευ τήσαντος ἐν Βαβυλῶνι, διαδέχονται τὴν ἀρχὴν τῆς μὲν Μακεδονίας Φίλιππος, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Αἰγύπτου Πτολεμαῖος ὁ Λαγοῦ, τῆς δὲ Συρίας Σέλευκος. καὶ οἱ μὲν τῆς Συρίας βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οὗτοι· Σέλευκος ὁ Νικάνωρ, Ἀντίοχος ὁ ἐπικληθεὶς Σωτήρ, Ἀντίοχος ὁ Νόθος, Σέλευκος ὁ Καλλίνικος, Ἀλέξανδρος, Ἀντίοχος, Σέλευκος ὁ Φιλοπάτωρ, Ἀντίοχος ὁ Ἐπιφανής, ὃςὈνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων παύσας τῆς ἱερωσύνης ὡρμήθη μεταστῆσαι τὸ πᾶν ἔθνος τῆς πατρῴου θρησκείας, καὶ τὸ μὲν ἱερὸν μιάνας Ὀλυμπίου ναὸν προσηγόρευσεν, τὸ δὲ ἔθνος κολάσεις ἀνηκέστους ἐπάγων ἑλληνίζειν ἠνάγκαζεν. ἐφ' οὗ καὶ οἱ Μακκαβαῖοι ἐμαρτύρησαν, τὸ δὲ ἱερὸν ἔτεσι τρισὶν ἐρημωθὲν Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος καθάρας 435 τῶν ἀσεβῶν τὴν χώραν ἀνενεώσατο. εἶτα ἐβασίλευσεν Ἀν τίοχος ὁ Εὐπάτωρ, Δημήτριος Σέλευκος, Ἀλέξανδρος ὁ τοῦ Βαλᾶ, Δημήτριος ὁ Νικάνωρ, Ἀντίοχος, Τρύφων, Πτολεμαῖος, Ἀντίοχος ὁ Σιδίτης, Δημήτριος, Ἀντίοχος ὁ Γρυπός, Ἀντίοχος ὁ Κυζικηνός, Σέλευκος ὁ τοῦ Γρυποῦ, ἐφ' οὗ Ἀντιόχεια ὑπὸ Ῥωμαίων ἥλω, καὶ ἡ Συρίας ἀρχὴ κατελύθη διαρκέσασα ἔτη σνʹ. Οἱ δὲ τῆς Αἰγύπτου βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οἵδε· Πτολεμαῖος ὁ Λαγοῦ, ἐφ' οὗ Μένανδρος ὁ κω μῳδοποιὸς ἐγνωρίζετο καὶ Θεόφραστος ὁ φιλόσοφος, Πτολε μαῖος ὁ Φιλάδελφος, ἐφ' οὗ οἱ οʹ Ἑβραίων σοφοὶ τὸν νό μον ἡρμήνευσαν, Πτολεμαῖος ὁ Εὐεργέτης, ἐφ' οὗ ὁ τὴν πανάρετον σοφίαν συντάξας Ἑβραίοις Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, Πτολεμαῖος ὁ Φιλοπάτωρ, ἐφ' οὗ τῶν Ἑβραίων ὁ λαὸς αἰχμάλωτος ἀχθεὶς ἐν Αἰγύπτῳ τοιοῦτόν τι πέπον θεν· προστάξας γὰρ οὗτος τοῖς ἑαυτοῦ ὑπασπισταῖς ἐλέφαν τας φʹ εὐτρεπίσαι καὶ τούτους ποτίσαι οἴνῳ λιβανωτῷ, ἵνα μεθυσθέντες τοὺς Ἰουδαίους ἀποκτείνωσιν, τῶν δὲ προσ ευξαμένων, οἱ ἐλέφαντες εἰς τοὺς ἑαυτῶν στρατιώτας τε καὶ δήμους ἐξορμήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ διέφθειραν, καὶ οὕτω παραδόξως οἱ Ἰουδαῖοι περισω 436 θέντες ἀβλαβεῖς ἀπελύθησαν εἰς τὰ ἴδια τῷ εὐεργέτῃ θεῷ εὐχαριστοῦντες. εἶτα βασιλεύει Πτολεμαῖος ὁ Ἐπιφανής, Πτολεμαῖος ὁ Φιλομήτωρ, Πτολεμαῖος ὁ Εὐεργέτης, Πτολε μαῖος ὁ Σωτήρ, Πτολεμαῖος ὁ Ἀλέξανδρος, Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος ὁ Διονύσιος, Κλεοπάτρα ἡ τούτου θυγάτηρ, ἣν Αὔγουστος ἀνελὼν ἐν ἔτει ιδʹ τῆς ἑαυτοῦ βασιλείας ἐκράτησε τῆς Αἰγύπτου καθελὼν τὴν βα σιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἔτεσι ς ʹ. Οἱ δὲ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησάμενοι ἀρχιερεῖς εἰσιν οὗτοι· Ἰησοῦς ὁ υἱὸς Ἰωσεδὲκ ἅμα Ζοροβάβελ, Ἰάκιμος υἱὸς Ἰησοῦ, Ἐλιάσιμος Ἰακίμου, Ἰωδαὲ᾿ σίμου, Ἰωάννης ὁ τοῦ Ἰωδαέ, Ἰαδδούς, ἐφ' οὗ Ἀλέξανδροἐν Ἱερουσαλὴμ τῷ θεῷ προσεκύνησε καὶ τὴν Ἀλεξάνδρειαν ἔκτισεν, Ἰωνίας Ἰαδδοῦ, Ἐλεάζαρος, Ἰωνίας, Σίμων, Ἰωναά Σίμων, Ἰωάννης ὁ καὶ Ὑρκανός, Ἀριστόβουλος, ὃς καὶ πρωτος ἐπέθετο διάδημα βασιλικὸν πρὸς τῇ ἀρχιερωσύνῃ, Ἰαν ναῖος ὁ καὶ Ἀλέξανδρος βασιλεὺς ἅμα καὶ ἀρχιερεύς. μέχρι τούτου οἱ ἀπὸ Κύρου χριστοὶ ἡγούμενοι διαρκέσαντες ἔτη υπγʹ, ἅ εἰσιν ἑβδομάδες ἐτῶν ξθʹ, καθὼς ἔφη Δανιήλ· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ 437 τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδο μάδες ζʹ καὶ ἑβδομάδες ξβʹ.
427.3.1
Περὶ Τίτου.] Μετὰ δὲ Οὐεσπασιανὸν ἐβασίλευσε Τίτος υἱὸς αὐτοῦ ἔτη γʹ. καὶ ὥρᾳ θερινῇ πανήμερον ὁδοιπορήσας καὶ αἱ μορραγήσας διὰ τῶν μυκτήρων ὑπὸ τοῦ ἡλίου συμφλεχθεὶς καὶ πάνυ λιποθυμήσας, ἔτι ἐμπνέοντα αὐτὸν ἐνέβαλεν εἰς τὸν τάφον Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ κατ' ἐπιτροπὴν τῆς γυναικὸς Τίτου. ὁ οὖν θαυμάσιος Τίτος οὗτος φιλοσοφώ τατος καὶ εὐγλωττότατός τε καὶ πολεμικώτατος ἅμα καὶ μέ τριος ἄγαν ὑπάρχων καὶ ἀγαθουργίᾳ πολλῇ καὶ σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ φρονήσει κοσμούμενος ἐκδηλοτέραν ἅπασι πεποίηκε τὴν ἑαυτοῦ συμπάθειαν ἐν τῇ ἁλώσει τῆς Ἱερουσαλήμ. σφόδρα γὰρ ἐπένθησε τοὺς θεηλάτους Ἰουδαίους τότε, καὶ μᾶλλον τὸν θεῖον ναὸν πυρπολούμενον ὁρῶν ἐδάκρυσε καὶ τὸν θεὸν ἐδυσώπησε τυχεῖν ἐλέους καὶ συγγνώμης, ὡς οὐ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ταῦτα γεγό νασιν, ἀλλὰ διὰ τὴν ἐκείνων θεοστυγῆ δυστροπίαν. ὅθεν δὴ μετὰ τὴν ἅλωσιν πρὸς τοὺς ἀνακηρύττοντας αὐτὸν νικη τὴν καὶ τροπαιοῦχον διωθεῖτο τὰς ἀναρρήσεις, ὡς οὐκ αὐτὸς εἰργάσθαι ταῦτα φήσας, ἀλλὰ θεηλάτῳ καὶ θείᾳ ὀργῇ καθ υπουργῆσαι καὶ τὰς χεῖρας ἐπιδεδωκέναι. κἀντεῦθεν τοίνυν διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ταπεινοφροσύνην παγγέραστος καὶ πανεπέραστος γενόμενος οὕτως ἐτελεύτησεν. τοσοῦτον 438 δὲ θρῆνος ἐπὶ τῇ τελευτῇ αὐτοῦ κατέσχε τὴν Ῥώμην, ὡς ἐν χρόνῳ πολλῷ τοῦτον ἀπομνημονεύοντες καὶ τὰς ἀρετὰς αὐτοῦ ἀναλογιζόμενοι δημοσίᾳ καὶ κατ' οἴκους κλαίειν ὥσπερ οἰκείῳ πάθει κατεχόμενος ἕκαστος. Ἐφ' οὗ τὸ Βέσβιον ὄρος ἐν τῇ δύσει κατὰ κορυφῆς ῥαγὲν πῦρ ἀνέβλυσε τοσοῦτον, ὡς καταφλέξαι τὴν παρακει μένην χώραν σὺν ταῖς πόλεσιν. ὅπερ θεασάμενοι οἱ Ἕλλη νες καὶ σφόδρα καταπλαγέντες ἠρώτησάν τινας τῶν ἐλλογί μων χριστιανῶν, πῶς καὶ πόθεν ἐξῆλθε τὸ πῦρ ἐκ τῶν μυχάτων τῆς γῆς. οἱ δέ φησιν· ἐκ τῆς ἡτοιμασμένης τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ πᾶσι τοῖς ἁμαρτωλοῖς καὶ ἀσεβέσιν ἀνθρώποις γεέννης ἀνεδόθη πρὸς σωφρονισμὸν καὶ ἐπίγνωσιν τῶν ἁμαρτανόντων. καὶ δῆλον ἐξ ὧν καὶ ὁ περιβόητος ὑμῶν διδάσκαλος Πλάτων ἔφη διεξερχόμενος ἐν τῷ Φαίδωνι περὶ τῶν λήξεων καὶ ἀποπληρώσεων τῶν ψυ χῶν, ὅτι οἱ κακῶς βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ καὶ ἐν τῷ Πυριφλεγέθοντι καὶ ἐν τῷ Ταρτάρῳ, ἅτινά εἰσιν ἐν τῷ τῆς γῆς βάθει. καὶ ταῦτα μὲν ἐκεῖνοι πρὸς τοὺς κατ' ἐκεῖνο καιροῦ διαποροῦντας Ἕλληνας. ὁ δέ γε θεῖος Πατρί κιος καὶ τῆς Προύσης ἐπίσκοπος καὶ μάρτυς πρὸς τὸν δι καστὴν ἀνθύπατον ἐρωτηθεὶς ἐπὶ λαοῦ καὶ δήμου περὶ τῶν αὐτοφυῶν θερμῶν πόθεν ἀνάγονται, οὕτως ἀπεκρίθη· ὁ 439 κτίσας θεὸς πῦρ καὶ ὕδωρ ἐξ οὐκ ὄντων οὐσιῶν, καὶ ἐκ μὲν τοῦ πυρὸς φῶς καὶ ἥλιον καὶ τοὺς λοιποὺς φωστῆρας κατασκευάσας λόγῳ προσέταξεν αὐτοὺς ἡμέραν καὶ νύκτα δᾳδουχεῖν. τοσαύτη γὰρ αὐτοῦ ἡ δύναμις, ὅσον καὶ τὸ θέ λημα. ἐκ δὲ τοῦ ὕδατος τὸ στερέωμα τοῦ οὐρανοῦ συμ πήξας καὶ γῆν ἐπάνω τῶν ὑδάτων ἑδράσας ἐποίησε τὰ ἐν αὐτοῖς πάντα προγνωστικῇ ἐνεργείᾳ, ἵνα ὁ μέλλων παρ' αὐτοῦ διαπλάττεσθαι ἄνθρωπος μηδενὸς τῶν ἀναγκαίων καὶ συμφερόντων εἰς χρῆσιν ἐνδέηται. ἐν οἷς δύο τόπους εὐτρε πίσας πάλιν ἀϊδίους τὸν μὲν φωτὶ καταλάμπεσθαι καὶ ἀπε ράντων ἀγαθῶν ἔμπλεον κατεσκεύασεν, τὸν δὲ σκότους καὶ κολαστικοῦ πυρὸς αἰωνίου πεποίηκεν, ὅπως οἱ μὲν εὐαρε στήσαντες αὐτῷ καὶ πρὸς τὴν τοῦ διαβόλου μὴ κατολισθή σαντες ἀπάτην τὸν τῶν φωσφόρων ἀγαθῶν μετὰ τὴν ἀνάστα σιν ἀπολαβόντες τόπον αἰωνίως αὐτῷ συμβασιλεύσωσιν, οἱ δὲ παροργίσαντες αὐτὸν καὶ τῷ κοινῷ ἐχθρῷ ἐξακολουθή σαντες σὺν αὐτῷ καὶ τὸν τῶν σκοτεινοφόρων κολαστηρίων ἀπειληφότες χῶρον ἀτελευτήτως ἀπολαύσωσιν. διαχωρίσας δέ γε τὸ πῦρ καὶ τὸ ὕδωρ, ὥσπερ τὸ φῶς καὶ τὸ σκότος, κατεκερμάτισε ταῦτα κατὰ πάσης αὐτοῦ τῆς κτίσεως, καὶ ἔστιν ὕδωρ ὑπεράνω τοῦ στερεώματος καὶ πῦρ ὑποκάτω τοῦ στερεώματος, ὅ ἐστιν αἰθήρ, καὶ ἔστιν ὕδωρ καὶ πῦρ ὑπο κάτω τῆς γῆς. καὶ τὸ μὲν ἐπάνω τῆς γῆς ὕδωρ συναχθὲν εἰς συναγωγὴν μίαν θάλασσα προσηγορεύθη, τὸ δὲ ὑποκάτω τῆς γῆς ἀπομεῖναν ἄβυσσος ἐκλήθη, ἐξ οὗ καθάπερ σίφω 440 νές τινες ἀναπέμπονται πρὸς ζωὴν ἡμῶν αἱ πηγαὶ καὶ παντὸς ζώου, ἀφ' οὗ καὶ τὰ θερμὰ ἀνάγονται. καὶ τὰ μὲν πορρωτέρω τοῦ κάτω πυρὸς ἀπέχοντα προνοίᾳ θεοῦ ἀναδί δονται ψυχρότερα, τὰ δὲ πλησίον τοῦ πυρὸς ἐκεῖθεν ἐκπυ ρούμενα ζέοντα λίαν ἀναφέρονται, ὅσα δὲ οὐ πολὺ πλησιά ζουσι τὸ πῦρ ὕδατα χλιαρὰ ἔν τισι τόποις ἐξάλλονται. καὶ τὸ μὲν ὑποκάτω τῆς γῆς πῦρ κολαστήριόν ἐστι δαιμόνων καὶ ἁμαρτωλῶν ἀνθρώπων, τὸ δὲ κατώτατον ὕδωρ ψυχρό τατον ὂν καὶ εἰς βώλους κρυστάλλου πεπηγός, ὃ καὶ Τάρ ταρος λέγεται, βασανιστήριόν ἐστιν ὡσαύτως καὶ τοῦτο τῶν μὴ φυλαξάντων τὰς ἐντολὰς κυρίου. ὅτι δὲ πῦρ ἔστιν ὑπο κάτω τῆς γῆς, πειθέτω σε τὸ ἐν Σικελίᾳ καὶ ἐν Λυκίᾳ προφανῶς ἀναδιδόμενον καὶ μέντοι καὶ ἐν ἄλλοις διαφόροις τόποις ὁμοίως παραδεικνύμενον πῦρ εἰς τὴν φοβερὰν γέεν ναν προδήλως πάντας κατακαῖον, ὅσοι τὰ τοῦ πυρὸς ἔργα πεπράχασιν. περὶ οὗ καὶ ὁ μέγας Μωϋσῆς ἐκ προσώπου τοῦ θεοῦ φησιν· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κατωτάτου. καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. οὕτω δὲ καὶ Ἡσαΐας προφαίνων διαρρήδην τοῖς ἁμαρτωλοῖς τὴν ἐσομένην καὶ ἡτοιμασμένην αὐτοῖς διὰ τοῦ ἀσβέστου πυρὸς κόλασιν ἐκ βοᾷ· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται, καὶ τίς ἀπαγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, λέγει κύριος. ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ 441 τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Καὶ δὴ καὶ ὁ θεηγόρος Χρυσόστομός φησιν· ὅρα παρά δοξον ἕτερον αὖθις, ἐναντίας φύσεις συνιούσας. οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον, οὔτε ὕδατος ψυχρότερον, ἀλλ' ὅμως ἀναμίγνυται καὶ οὐ συγχεῖται οὐδὲ κεράννυται, ἀλλὰ τοὺς οἰκείους ἑκάστη διατηρεῖ ὅρους, τὸ πῦρ ἐν τῷ ὕδατι καὶ τὸ ὕδωρ ἐν τῷ πυρί· καὶ οὔτε τοῦτο ἐκεῖνο ἀνεξήρανεν, οὔτε ἐκεῖνο τοῦτο κατέσβεσεν, καίτοι ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύτερον καὶ φανότερον καὶ τομώτερον. καὶ μαρτυ ροῦσιν αἱ ὄψεις αἱ ταῖς ἀκτῖσι διηνεκῶς καταλαμπόμεναι, ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ἐνεγκεῖν. καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέρας διατρέχει τὸν οὐρανόν, αὕτη δὲ ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν, ὡς καὶ Χριστὸς μαρτυρεῖ λέγων· ὥσπερ ἡ ἀστραπὴ ἐξ ἀνατολῶν πορεύεται καὶ φαίνει ἕως δυσμῶν. εἶτά φησιν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. αὕτη πάλιν ἑτέρα φύσις οὐ μικρὰν ἡμῖν παρέχουσα χρείαν, ἀλλὰ τοσαύτην ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῖν συντελεῖν καὶ κεκμηκότα ἀνακτᾶσθαι τὰ σώματα. τοῦτο γὰρ ἔργον ἀνέμων ἀναρριπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον ὄντα φθείρεσθαι, πεπαίνειν τε τοὺς καρ ποὺς καὶ τρέφειν τὰ σώματα. τί ἄν τις εἴποι τὰς ἐν ναυ 442 τιλίᾳ χρείας αὐτῶν καὶ τοὺς καιρούς, καθ' οὓς τεταγμένως ἐφίστανται καὶ παραχωροῦσιν ἀλλήλοις χορεύοντες ἐν τῷ πελάγει καὶ τοὺς πλωτῆρας διαβιβάζοντες; καὶ ὁ μὲν παρέ πεμψεν, ὁ δὲ διεδέξατο, καὶ ἐναντίας ὁδεύοντες ὁδοὺς καὶ διακονοῦντες, ἡ μάχη αὐτῶν πάλιν τῷ βίῳ γίνεται χρήσι μος. καὶ μυρία ἕτερα ἄν τις εἴποι τῶν ἀνέμων ἔργα. ἀλλ' ὅμως ταῦτα πάντα παραδραμὼν ὁ προφήτης καὶ καταλιπὼν τῷ ἀκροατῇ ἀναλέγεσθαι αὐτὸς μόνον τὴν εὐκολίαν τῆς δη μιουργίας παρέστησεν. τὸ γὰρ εἰπεῖν· ἐκ θησαυρῶν αὐτοῦ, οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιτάττοντος καὶ ἕτοιμον τῆς βουλῆς καὶ παρεσκευασμένον. ὥσπερ γὰρ ὁ ἔχων ἐν θησαυρῷ μετὰ ἀδείας ἐξάγει πάντα καὶ ὅτε βούλεται πάλιν εἰσάγει, οὕτω καὶ ὁ τοῦ παντὸς δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν. εἶδες πόση καὶ ἐν ἀέρι διαφορά, καθ άπερ καὶ ἐν ὕδατι καὶ ἐν πυρὶ πολλαὶ ἐναλλαγαί. καὶ γὰρ τοῦ ὕδατος τὸ μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ ὑπερουράνιον, τὸ δὲ ὑπεράνω τῶν οὐρανῶν, τὸ δὲ ὑπόγειον, ἀφ' οὗ καὶ τὰ θερμὰ ὕδατα ἐν διαφόροις τόποις ἀνάγονται διὰ τοῦ ὑπο γείου πυρὸς θερμανθέντα παραδόξως. καὶ τοῦ πυρὸς τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δὲ ἐν σελήνῃ, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύλων τὸ περὶ ἡμᾶς καὶ τὸ λυχ νιαῖον, τὸ δὲ ἀπὸ γῆς (καὶ γάρ ἐστι πολλαχοῦ τὸ τοιοῦτον ἀπὸ γῆς ἀναδιδόμενον ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων), τὸ δὲ 443 ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς ἐκ τοῦ αἰθέρος, τὸ δὲ καὶ ἐξ ὑδάτων καὶ ὑέλων διαυγεστάτων καὶ καθαρω τάτων ἐξάλλεσθαι πέφυκεν. οὕτω δὴ καὶ ἐν ἀέρι πάλιν ὁ μέν ἐστι παχύτερος ὁ περὶ ἡμᾶς καὶ φθοροποιός τε καὶ νοσημάτων ποικίλων καὶ ἐπικινδύνων αἴτιος, ὁ δὲ λεπτότερος καὶ σωμάτων εὐκρασίας καὶ εὐρωστίας πρόξενος, ὁ δὲ ἀνώτε ρος καὶ πυρωδέστερος. ὥσπερ καὶ τῶν ἀνέμων πολλαὶ δια φοραί. ὁ μὲν γάρ ἐστι λεπτότερος, ὁ δὲ παχύτερος, ὁ μὲν ψυχρότερος, ὁ δὲ ξηρότερος, ὁ μὲν ὑγρότερος, ὁ δὲ θερμό τερος. ὅθεν οὖν ὁ προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων τούτων καὶ τῶν τοιούτων, ἐν οἷς ἡ τοῦ θεοῦ δύναμις καὶ σοφία δείκνυται, καὶ ἰδὼν τὸ πέλαγος ἀχανές, ἀπεπήδησε μέγα βοήσας· ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε. πάντα ἐν σοφίᾳ ἐποίησας καὶ σοφίας ἐνέπλησας τά τε ἔμψυχα καὶ ἄψυχα. [ιβʹ. Περὶ Δομετιανοῦ.] Μετὰ δὲ Τίτον ἐβασίλευσε Δομετιανὸς ἀδελφὸς αὐτοῦ ἔτη ιεʹ καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώμης κατ' ἐπιβουλὴν 444 τῆς ἑαυτοῦ γυναικός. καὶ οὕτω διάδοχος τοῦ ἀδελφοῦ γενό μενος οὐ τὴν πατρικήν τε καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν καὶ μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεος γενό μενος ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσεν. κἀντεῦθεν οὖν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀποφήνας εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμε νος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον, ὡς εἴρηται. Ἐφ' οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσιμος ἐμαρτύρη σαν, καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ἐν Πάτμῳ τῇ νήσῳ ἐξορί ζεται, καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἐγνωρίζετο περιπολεύων καὶ πανταχοῦ ποιῶν εἰς τὰς πόλεις καὶ χώρας δαιμονικὰ ἀποτελέσματα. ἀπὸ Ῥώμης δὲ ἐλθὼν πρὸς τὸ Βυζάντιον καὶ παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων ἐποίησε ταῦτα φυγαδεύ σας τὸ πλῆθος τῶν ὄφεων καὶ σκορπίων ἐκ τῆς πόλεως, ὥστε μὴ ἀδικεῖσθαι ὑπ' αὐτῶν τοὺς ἀνθρώπους, καὶ τῶν ἵππων τὴν ἀταξίαν χαλινώσας ἐν ταῖς συνελεύσεσι τῶν ἀρ χόντων. ὡσαύτως δὲ καὶ εἰς Ἀντιόχειαν παραγενόμενος 445 δυσωπηθεὶς ἐποίησεν. τυραννούμενοι γὰρ οἱ Ἀντιοχεῖς ὑπὸ τῶν σκορπίων καὶ τῶν κωνώπων, ποιήσας χαλκοῦν σκορπίον καὶ χώσας αὐτὸν ἐν τῇ γῇ καὶ μικρὸν ἐπιστήσας ἐπάνω κίονα προσέταξε καλάμους βαστάζειν τὸν λαὸν καὶ περιερχο μένους ἐν τῇ πόλει κράζειν τοὺς καλάμους ἐπισείοντας· ἀκώ νωπα τῇ πόλει. καὶ οὕτως ἐξηφανίσθησαν ἐκ τῆς πόλεως οἵ τε σκορπίοι καὶ οἱ κώνωπες. αἰτηθεὶς δὲ καὶ περὶ τῶν ἐπικειμένων αὐτῇ σεισμῶν στενάξας ἔγραψεν ἐν διπτύχῳ ταῦτα· οὐαί σοι, τάλαινα πόλις, ὅτι σεισμοῖσι πολλοῖς καὶ πυρσοῖς κατενεχθείης. κλαύσεται δέ σε καὶ ὁ παρ' αἰγια λοῖς Ὀρέντης. Περὶ οὗ μέντοι καὶ ὁ μέγας Ἀναστάσιος Θεουπόλεώς φησιν· Ἀπολλωνίου δὲ μέχρι νῦν ἔν τισι τόποις ἐνεργοῦσι τὰ ἀποτελέσματα ἱστάμενα τὰ μὲν εἰς ἀποτροπὴν ζώων τετρα πόδων καὶ πετεινῶν βλάπτειν δυναμένων ἀνθρώπους, τὰ δὲ εἰς ἐποχὴν ῥευμάτων ποταμῶν ἀτάκτως φερομένων καὶ ἄλλα εἰς ἕτερά τινα ἐπὶ φθορᾷ καὶ βλάβῃ ἀνθρώπων ὑπάρχοντα ἀποτρόπαια ἵστανται. καὶ γοῦν οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ ταῦτα καὶ τὰ τοιαῦτα εἰργάσαντο οἱ δαίμονες δι' αὐτοῦ, ἀλλά γε καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ παραμένοντες τῷ μνή ματι αὐτοῦ σημεῖά τινα ἐπετέλεσαν ἐξ ὀνόματος αὐτοῦ πρὸς ἀπάτην τῶν ἐλεεινῶν ἀνθρώπων τῶν ῥᾳδίως ὑποκλεπτομέ νων εἰς τὰ τοιαῦτα ὑπὸ τοῦ διαβόλου. τί ἄν τις εἴποι περὶ τῶν κατὰ Μανέθωνα μαγικῶν ἔργων; ὃς τοιοῦτος ἄκρος γέγονε τῇ μαγικῇ ἀπάτῃ, ὅτι ἀεὶ ἔσκωπτε προδήλως τὸν Ἀπολλώνιον ὡς μὴ ἀκριβῆ τὴν κατ' αὐτοὺς φιλοσοφι κὴν ἐμπειρίαν ἐσχηκότα. ἔδει γὰρ αὐτόν, φησίν, ὥσπερ ἐγὼ 446 λόγῳ μόνον ποιεῖν ἅπερ ἐβούλετο, καὶ μὴ ἀποτελέσμασιν ἐπιτρέπειν τὰ παρ' αὐτοῦ πραττόμενα. ταῦτα δὲ πάντα συγχωρήσει τοῦ θεοῦ καὶ ἐνεργείᾳ δαιμόνων γίνονται πρὸς τὸ διὰ τῶν τοιούτων πραγμάτων δοκιμάζεσθαι τὴν ἡμετέραν ὀρθόδοξον πίστιν, εἰ ἑδραία ἐστὶ καὶ παγία προσμένουσα τῷ κυρίῳ καὶ μὴ ὑποσυρομένη ὑπὸ τοῦ ἐχθροῦ διὰ τῶν φαντασιωδῶν τεράτων καὶ σατανικῶν ἔργων τῶν πραττομέ νων ὑπὸ τῶν δούλων καὶ ὑπηρετῶν τῆς κακίας. οὐ μὴν δὲ ἀλλὰ καὶ τῷ ὀνόματι κυρίου προεφήτευσάν τινες, ὡς Βα λαὰμ καὶ Σαοὺλ καὶ Καϊάφας, καὶ δαιμόνια πάλιν ἐξέβαλον, ὡς Ἰούδας καὶ υἱοὶ Σκευᾶ. οὐκοῦν καὶ εἰς ἀναξίους ἡ χάρις ἐνεργεῖ πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ. καὶ γὰρ Βαλαὰμ ἀμφοτέρων ἀλλότριος ἦν, βίου ἀρίστου καὶ πίστεως, ἀλλ' ὅμως ἐνήργησεν εἰς αὐτὸν ἡ χάρις διὰ τὴν ἑτέρων οἰκονομίαν. καὶ ὁ Φαραὼ τοιοῦτος ἦν, ἀλλὰ κἀκείνῳ τὰ μέλλοντα προέδειξεν. καὶ ὁ Ναβουχοδονόσωρ παρανομώτε ρος, ἀλλά γε καὶ τούτῳ πάλιν τὰ μετὰ πολλὰς ὕστερον ἐσο μένας γενεὰς ἀπεκάλυψεν. ὅθεν δῆλον ὅτι πολλοὶ καὶ τῶν ἐναντίον ἐχόντων φρόνημα ἐπὶ τῷ προσχήματι τοῦ Χριστοῦ τεράστια ποιοῦσιν ἑτέρᾳ τέχνῃ τινὶ πρὸς ἀπάτην ἀνθρώπων ἀπειροκάλων. οἷος ἐγένετο Σίμων ὁ μάγος καὶ Μένανδρος μετ' ἐκεῖνον καὶ ἄλλοι τοιοῦτοι, δι' οὓς εἰκότως ἔφη· μὴ θαύμασιν ἀπατᾶσθαι προσήκει μήτε μὴν ἐπαγγελίᾳ ψιλῇ, δοκιμάζειν δὲ τῶν λεγομένων τὴν ἀλήθειαν. 447 [ιγʹ. Περὶ Νερούα.] Μετὰ δὲ Δομετιανὸν ἐβασίλευσε Νερούας ἔτος ἕν. ὃς ἀνακαλεσάμενος Ἰωάννην ἐκ τῆς νήσου ἀπέλυσεν οἰκεῖν ἐν Ἐφέσῳ. μόνος τότε περιὼν τῷ βίῳ ἐκ τῶν ιβʹ μαθητῶν καὶ συγγραψάμενος τὸ κατ' αὐτὸν εὐαγγέλιον ἐν εἰρήνῃ ἀνεπαύσατο. περὶ οὗ καὶ ὁ πολυΐστωρ Εὐσέβιος ἐν τῇ ἐκ κλησιαστικῇ ἱστορίᾳ φησίν· Θωμᾶς μὲν τὴν Παρθίαν εἴλη χεν, Ἰωάννης δὲ τὴν Ἀσίαν, πρὸς οὓς καὶ διατρίψας ἐτελεύτησεν ἐν Ἐφέσῳ. καὶ πάλιν· ἐπὶ τούτοις οὖν καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ἐν Ἐφέσῳ τῆς Ἀσίας τελευτᾷ καὶ θάπτεται πρὸς τῶν αὐτόθι πιστῶν. ὁμοίως δὲ καὶ Φίλιππος ὁ ἐκ τῶν ζʹ διακόνων ἐν Ἱερᾷ πόλει τελειοῦται καὶ θάπτεται μετὰ τῶν θυγατέρων αὐτοῦ. περὶ ὧν καὶ Πολυκράτης ὁ τῆς ἐν Ἐφέσῳ παροικίας ἐπίσκοπος Ἰούκτορι τῷ ἐπισκόπῳ Ῥώμηςγράφων οὕτω φησίν· καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγάλα στοι χεῖα κεκοίμηνται, ἅτινα καὶ ἀναστήσονται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, Ἰωάννης ὁ ἐπιστήθιος Χριστοῦ, ὃς καὶ τὸ πέταλον πεφορηκὼς καὶ διδάσκαλος ἐν Ἐφέσῳ γενόμενος κεκοίμηται, καὶ Φίλιππος ὁ ἐκ τῶν ζʹ διακόνων ἐν Ἱερᾷ πόλει τελειοῦται. οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας καὶ τὸν Σίμωνα κατηχήσας. Οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ θεῖος Ἱππόλυτος Ῥώμης περὶ τοῦ κηρύγματος καὶ τῆς τελειώσεως τῶν ἀποστόλων διεξιὼν 448 ἔφη· Ἰωάννης ὁ ἀδελφὸς Ἰακώβου κηρύσσων ἐν τῇ Ἀσίᾳτὸν λόγον ἐξωρίσθη ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ βασιλέως Ῥωμαίων, κἀκεῖθεν πάλιν εἰς Ἔφεσον ἐκ τῆς ἐξορίας ἀνακληθεὶς ὑπὸ Νερούα καὶ τὸ κατ' αὐτὸν εὐαγγέλιον συγγραψάμενος, ἔνθα καὶ τὴν ἀποκάλυψιν θεασάμενος ἐτε λεύτησεν, οὗ τὸ λείψανον ζητηθὲν οὐχ εὑρέθη. Ὁ δὲ τοῦ μεγάλου Γρηγορίου ἀδελφὸς Καισάριος ἐπὶ σεκρέτου ἐν Κωνσταντινουπόλει ἐρωτηθεὶς περὶ τούτου οὕτως ἀπεκρίνατο λέγων· αὐτὸς Ἰωάννης ἐν τῷ κατ' αὐτὸν εὐαγ γελίῳ πρὸς τῷ τέλει διεσάφησε τοῦτο φάσκων· καὶ τοῦτο εἰπὼν ὁ Ἰησοῦς λέγει αὐτῷ, τοῦτ' ἔστι τῷ Πέτρῳ, ἀκολού θει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητήν, ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα καί φησιν· κύριε, οὗτος δὲ τί; καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; ἐξῆλθε δὲ ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, καὶ ἔδοξαν ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνή σκει. καὶ οὐκ εἶπεν αὐτῷ ὅτι οὐκ ἀποθνήσκει, ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; ἐπεὶ οὖν ἁλιεύοντας αὐτοὺς κατειληφὼς τῷ Πέτρῳ μόνῳ προσέταξεν ἕπεσθαι αὐτῷ, ὁ δὲ καὶ τὸν Ἰωάννην συμπορεύεσθαι βουλό μενος ἔφη· κύριε, οὗτος δὲ τί; ὃν θεσπίσας ὁ Ἰησοῦς προσ μένειν ἐπὶ τῆς ἁλείας φησίν· ἐὰν αὐτὸν θέλω μένειν ἐν ταῦθα καὶ ἁλιεύειν ἕως ἂν ὑποστρέψας ἔρχομαι πάλιν ὧδε, τί πρὸς σέ; ὥστε οὖν ἄριστα διορθούμενος τὴν ἐσφαλμένην 449 αὐτῶν ὑπόνοιαν εἰκότως ἔφη· καὶ οὐκ εἶπεν αὐτῷ· οὐκ ἀπο θνήσκει. καὶ γὰρ ἐν πολλοῖς πολλάκις διεσφάλλοντο πρὸς τὰς πεύσεις Χριστοῦ καὶ ἀποκρίσεις, ὡς καὶ ἀκούειν ἀσυνέ τους καὶ βραδεῖς τῇ καρδίᾳ, ἕως ἐλθὼν τὸ ἅγιον πνεῦμα ἐδίδαξεν αὐτοὺς καὶ ὡδήγησεν εἰς πᾶσαν τὴν ἀλήθειαν κατὰ τὸν λόγον κυρίου. εἰ δέ τις ἐριστικῶς τε καὶ προπετῶς ἀποκρουόμενος τὰς ἱερὰς ταύτας φωνὰς καὶ μαρτυρίας ἀκαί ρως δῆθεν συλλογιζόμενος εἴποι· πρὸς τὸ καταγγεῖλαι τὴν δευτέραν Χριστοῦ παρουσίαν κατελείφθη ζῶν ἐν σαρκὶ μετὰ Ἐνὼχ καὶ Ἡλία, ἀκουέτω ὅτιπερ μόνους διὰ τῆς ἀποκαλύψεως αὐτὸς οὗτος ἐκείνους ἐκ προσώπου κυρίου λέγει τοὺς δύο μάρτυρας γενήσεσθαι Ἐνὼχ καὶ Ἡλίαν τοιάδε φάσκων· καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέ ρας# 22ασξʹ περιβεβλημένοι σάκκους. οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι ἐνώπιον κυρίου πάσης τῆς γῆς ἑστῶτες. καὶ εἴ τις θελήσειεν αὐτοὺς ἀδικῆσαι, πῦρ ἐκπο ρεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, ποιήσει τὸ ἀναβαῖνον θηρίον ἐκ τῆς ἀβύσσου πόλεμον μετ' αὐτῶν καὶ νικήσει καὶ ἀποκτείνει αὐτούς, καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς μεγάλης πόλεως ἔσονται ἡμέρας τρεῖς ἥμισυ ἄταφα, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη. μάτην 450 οὖν παραληροῦσί τινες φάσκοντες αὐτὸν ἔτι ζῇν ἐν σαρκὶ μὴ νοοῦντες μήτε ἃ λέγουσι τῷ ὄντι μήτε περὶ τίνων δια βεβαιοῦνται, οἴκοθεν τοῦτο καὶ οὐκ ἔκ τινων ἱερῶν ἐξηγη τῶν ῥιψοκινδύνως τε καὶ τολμηρῶς ὄντως τερατευόμενοι. [ιδʹ. Περὶ Τραϊανοῦ.] Μετὰ δὲ Νερούαν ἐβασίλευσε Τραϊανὸς ἔτη θʹ καὶ ὑδε ριάσας ἀπέθανεν. ὅστις ἀγαθὸς καὶ μισοπόνηρός τε καὶ φιλοδίκαιος τοσοῦτον ὑπῆρχεν, ὥστε γυμνώσας ποτὲ ῥομ φαίαν ἐνώπιον τῶν μεγιστάνων ἐπέδωκε τῷ ἐπάρχῳ λέγων· δέξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μή, κατ' ἐμοῦ αὐτῷ χρήσῃ. ἐφ' οὗ Συμεὼν ὁ τοῦ Κλωπᾶ καὶ Ἰγνάτιος ὁ θεοφόρος ἐμαρτύρησαν, καὶ Βασιλείδης καὶ Μένανδρος καὶ Κήρινθος καὶ Νικόλαος καὶ Ἐβιο ναῖος οἱ αἱρεσιάρχαι καὶ ἐχθροὶ τῆς ἀληθείας ἐγνωρίζοντο. [ιεʹ. Περὶ Ἀδριανοῦ.] Μετὰ δὲ Τραϊανὸν ἐβασίλευσεν Ἀδριανὸς ὁ καὶ Αἰλίας γαμβρὸς αὐτοῦ ἔτη κδʹ, καὶ ὑδεριάσας ἀπέθανεν. ἐφ' οὗ στασιασάντων τῶν Ἰουδαίων καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκοδομῆσαι βουληθέντων, ὀργίζεται κατ' αὐτῶν σφόδρα. καὶ πολέμου γενομένου μεταξὺ ἀνεῖλεν ἐξ αὐτῶν ἐν ἡμέρᾳ μιᾷ μυριάδας νηʹ, καὶ τὰ μὲν παλαιὰ λείψανα τῆς πόλεως καὶ 451 τοῦ ναοῦ καταρριπώσας κτίζει νέαν Ἱερουσαλήμ, ἣν δὴ καὶ μετωνόμασεν Αἰλίαν εἰς τὸ ἴδιον ὄνομα, καὶ στήσας τὸ ἑαυτοῦ εἴδωλον ἐν τῷ ναῷ οἰκεῖν Ἕλληνας ἐν τῇ πόλει προσέταξεν. κτίσας δὲ καὶ ναὸν ἐν Κυζίκῳ καὶ πόλιν ἐν τῇ Θρᾴκῃ προσηγόρευσεν αὐτὴν Ἀδριανούπολιν. ἐφ' οὗ Κέρδων καὶ Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Μοντανὸς καὶ Σατορνίλος καὶ Καρποκράτης οἱ αἱρεσιάρχαι καὶ Ἀκύλας ἐγνωρίζοντο. [ι ʹ. Περὶ Ἀντωνίνου.] Μετὰ δὲ Ἀδριανὸν ἐβασίλευσεν Ἀντωνῖνος ἔτη κβʹ. ἐφ' οὗ Πολύκαρπος ὁ μαθητὴς Ἰωάννου τοῦ εὐαγγελιστοῦ καὶ Ἰουστῖνος ὁ φιλόσοφος καὶ Διονύσιος ἐπίσκοπος Κορίνθου ἐμαρτύρησαν, καὶ Τατιανὸς καὶ Βαρδισιάνης οἱ αἱρεσιάρχαι καὶ Πρίσκιλλα καὶ Μαξιμίλλα αἱ ψευδοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. [ιζʹ. Περὶ Μάρκου.] Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μάρκος υἱὸς αὐτοῦ ἔτη ιαʹ. ἐφ' οὗ πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς φερόμενον ὤφθη. [ιηʹ. Περὶ Βήρου.] Μετὰ δὲ Μάρκον ἐβασίλευσε Βῆρος υἱὸς αὐτοῦ ἔτη ηʹ καὶ ἐσφάγη ἐν προκένσῳ. 452 [ιθʹ. Περὶ Κωμώδου.] Μετὰ δὲ Βῆρον ἐβασίλευσε Κώμωδος ἀδελφὸς αὐτοῦ ἔτη ιβʹ καὶ ὑπὸ ἀναγωγῆς αἵματος καὶ χολῆς ἀθρόως ἀπ έθανεν. ἐφ' οὗ Θεόδοτος ὁ καὶ πρῶτος τῆς κατὰ Παῦλον τὸν Σαμωσατέα καὶ Νεστόριον πλάνης ἀρξάμενος καὶ Θεο δοτίων ἐγνωρίζετο. [κʹ. Περὶ Περτίνακος.] Μετὰ δὲ Κώμωδον ἐβασίλευσε Περτίναξ μῆνας δύο καὶ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν ἐξερχόμενος ἐκ τοῦ παλατίου τὸν μάρτιον μῆνα. [καʹ. Περὶ Δαδίου.] Μετὰ δὲ Περτίνακα ἐβασίλευσε Δάδιος μῆνας δʹ καὶ ἐσφάγη ὑπὸ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου θεωρῶν τοὺς ἰχθύας. [κβʹ. Περὶ Σευήρου.] Μετὰ δὲ Δάδιον ἐβασίλευσε Σευῆρος ἔτη ιηʹ. ὃς τὸν ἐν Βρεττανίαις νικήσας πόλεμον ἀπὸ θαλάσσης εἰς θάλασσαν περιετείχισε τὴν νῆσον σταδίοις χιλίοις. ἐφ' οὗ Λεωνίδης ὁ ἐπίσκοπος καὶ πατὴρ Ὠριγένους ἐμαρτύρησεν, καὶ Κλήμης ὁ Στρωματεὺς καὶ Σύμμαχος καὶ Ὠριγένης ἐγνωρίζοντο. 453 Ὅστις Ὠριγένης εἰς Ἀλεξάνδρειαν ἀκμάζων μεγίστην εἰςτὸν θεῖον λόγον σπουδὴν καταβαλλόμενος οὐ μόνον τοῖς πιστοῖς πρόξενος ὠφελείας ἐγένετο μεγάλης, ἀλλά γε καὶ τῶν αἱρετικῶν οὐκ ὀλίγοις. ὑπ' αὐτοῦ γὰρ τὰ ὑγιῆ τῆς πίστεως παραλαμβάνοντες δόγματα ζηλωταὶ τῆς ἀληθείας ἐγίνοντο. ἐξ ὧν ὑπῆρχε διαφερόντως Ἀμβρόσιος ἀνὴρ ἐπί σημος καὶ φιλόλογος, ὃς εἰς γνῶσιν τοῦ ἀνδρὸς ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως πεῖραν τῆς ἐνθέου παιδείας αὐτοῦ ἀρκοῦσαν κτησάμενος. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶν τες μεγίστην καὶ αὐτοὶ πρὸς τὰ οἰκεῖα μαθήματα τὴν ὠφέ λειαν ἐκαρποῦντο. μέγας γὰρ καὶ παρ' αὐτοῖς ἐνομίζετο παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαι δεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ' Ἕλλησι φιλοσόφων μαρτυροῦσιν αὐτῷ μνήμην ἐν τοῖς ἰδίοις ποιούμενοι συγ γράμμασιν ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς ἄγαν, ᾧ ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθανομένῳ ὡς βαθύτερον ἢ δια νοούμενον ἐπέπληττεν ὁ πατὴρ μηδὲν ὑπὲρ ἡλικίαν περαι τέρω ζητεῖν. νύκτωρ δὲ ἐπιστὰς εὕδοντι τὰ στέρνα ὡς θείου 454 πνεύματος ἔνδον ἐν αὐτοῖς ἀφιερωμένου κατεφίλει καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοὺς δʹ καὶ μόνον πρὸς διατροφὴν καθ' ἑκάστης ἡμέρας ἀρκούμενος, καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ' ἐδάφους καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν μελέτην τῶν ἱερῶν λογίων διήνυεν. καὶ ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι. οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητος γενόμενος ὡς διαπρέ πων ἔργῳ καὶ λόγῳ πολλοὺς Ἕλληνας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρε σκεύασεν. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης, καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρεόντων, οὐ μόνον Ἕλλη νας φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς τὴν εὐσέ βειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρόσιος ἱκε τεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ καὶ ταχυ γράφους μὲν αὐτῷ παραστήσας ἑπτά, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκεν. καὶ ὁ μὲν 455 τὴν δέουσαν χρείαν παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευε τοῖς ταχυγράφοις, καὶ οἱ βιβλογράφοι σὺν γυ ναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξησκημέναις, πᾶσάν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ἑξακισχιλίας βίβλους συνέταξεν. τοσοῦτον γὰρ ζῆλον εἰς τὴν ἐξήγησιν τῶν θείων λογίων ὁ Ἀμβρόσιος ἐπεδείκνυτο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέγων· ὁ ἱερὸς καὶ θεῷ γνησίως ἀνακείμενος Ἀμβρό σιος πολλὰ προσαγορεύει σε. ὅστις νομίζοντά με φιλόπονον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου λόγου ἤλεγξε τῇ ἰδίᾳ φιλο πονίᾳ τῷ πρὸς τὰ ἅγια μαθήματα ἔρωτι, ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις. οὔτε γὰρ δειπνῆσαι ἔστιν εἰ μὴ ἀντιβάλλοντα οὔτε δειπνήσαντα ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμά τιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα, οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι ἐπὶ πολὺ τῆς ἑσπέ ρας φιλολόγοις παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς ἐννάτης ἔσθ' ὅτε καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέ λοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασιν. πᾶσαν τοίνυν ἑρμηνεύσας τὴν θείαν γραφὴν ἐτελεύτησεν ἐτῶν ξθʹ. 456 Περὶ οὗ καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τοῖς Παναρίοις λέ γει· τοῦ μὲν Ἀμβροσίου τὰ πρὸς τροφὰς αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις καὶ τοῖς ὑπηρετοῦσιν ἐπαρκοῦντος χάρτην τε καὶ τἄλλα τῶν ἀναλωμάτων, τοῦ δὲ Ὠριγένους ἔν τε ἀγρυπνίαις καὶ πολιτείᾳ ὑπερβαλλούσῃ καὶ σχολῇ μεγίστῃ τὸν περὶ τῆς γραφῆς διανύοντος κάματον, καὶ πᾶσαν τὴν καλουμένην τῶν ἑξαπλῶν πραγματείαν καὶ τῶν λοιπῶν ὁ ἀνὴρ μετὰ καμάτου πεφιλοτίμητο. οὐ μόνον γὰρ τὰς ἐπισήμους δʹ ἐκδόσεις κατὰ ταὐτὸν συνήγαγεν, ἀλλὰ καὶ πέντε καὶ ἓξ κατὰ τοὺς χρόνους τούτους ἐν Ἱεριχῷ περιτυχὼν ἔν τινι πίθῳ ταύταις συνέταξεν. ἐπὶ ταὐτὸν οὖν πάσας συναγα γών, διελὼν δὲ καὶ ἀντιπαραθεὶς ἀλλήλαις μετὰ καὶ αὐτῆς τῆς Ἑβραίων σημειώσεως τὰ τῶν λεγομένων ἑξαπλῶν ἀντι γράφων εὐφυῶς μάλα καὶ ἐπιστημόνως ἐκ πολυπειρίας κατε σκεύασεν. ἀλλ' οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέ μεινεν. συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον, καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπω λείας πρόξενος γέγονεν. βουλόμενος γὰρ μηδὲν ἐᾶσαι τῶν θείων γραφῶν ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθεξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος 457 τολμήσας κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους, καὶ ἐκ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζώων τε καὶ ἀλόγων εἴρηται μέσος φερόμενος πολλάκις χαρίεντα διηγήματα, ὅσα δὲ περὶ πίστεως ἐδογμά τισεν, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. ἔδοξε δὲ αὐτῷ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι τοιοῦτον, ὡς καὶ τὸν θώ ρακα αὐτοῦ φασι δι' ὑπερβολὴν ἀσιτίας τε καὶ σκληραγω γίας ἀνατραπῆναι, ἐπινενοηκέναι δὲ καὶ κατὰ τὸ σωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ τῇ ἡδονῇ παρ ενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν, ὡς ὅτι καὶ βοτάνην ἰατρικὴν εὗρε μνήμης ἕνεκα. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριστοῦ λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος. φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας, κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ

Intertext edge

Open linked passage

Note