Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 458 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
458.1.1
τῶν τῆς κακίας ἐργατῶν. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προ τεθέντων αὐτῷ πραγμάτων. ἐπεὶ δὲ τοῦτο καθωμολόγησε θῦσαι, βαλόντες ἐπὶ χεῖρας αὐτοῦ λίβανον εἰς τὴν τοῦ βω μοῦ πυρὰν καθῆκαν, καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξεώθη. τὴν Ἀλε ξάνδρειαν δὲ καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουδαίαν κατέ λαβεν, ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν (πρεσβύτερος γὰρ προϋπῆρχεν), καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δι καιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου, πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ καὶ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. Εἰσὶ δὲ πολλὰ καὶ ἕτερα τὰ περὶ αὐτοῦ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων, ὅθεν καὶ συντακτικὸς ὠνομάσθη διὰ τὸ πε ποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων ὡς ἔοικε τοῦ σοφωτά του Σολομῶντος λέγοντος· υἱὲ φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά, καί· μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. 459 διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. καί· μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ μὴ σοφίζου περισσά, μήποτε ἀσεβήσῃς. ταύτας τοίνυν παρα γραψάμενος τὰς ἱερὰς παραινέσεις καὶ παραγκωνισάμενος οὐδὲ τοῦ χριστοφόρου προσέσχε τὴν ἔννοιάν τε καὶ σύνεσιν ἐν τοῖς συντάγμασιν. ὁ γὰρ θεσπέσιος Παῦλος ἐν παρα σκευῇ λόγων πάντων δυνατώτατος νοήμασί τε ἱκανώτερος γεγονὼς οὐ πλεῖον τῶν βραχυτάτων ἐπιστολῶν γραφῇ παρα δέδωκεν, καίτοι μυρία καὶ ἀπόρρητα λέγειν ἔχων, ἅτε τῶν μέχρις οὐρανοῦ τρίτου θεωρημάτων ἐπιφθάσας, ἐπ' αὐτόν τε τὸν θεοπρεπῆ παράδεισον ἀναρπασθεὶς καὶ τῶν ἐκεῖσε ῥημάτων ἀνεκφράστων ἀξιωθεὶς ἀκοῦσαι. καὶ μέντοι οὐδ' οἱ λοιποὶ τοῦ Χριστοῦ φοιτηταί, ιβʹ μὲν ἀπόστολοι, οʹ δὲ μαθηταί, καὶ ἄλλοι πρὸς τούτοις μυρίοι οὐκ ἄπειροι λόγων ἐτύγχανον, καὶ ὅμως οὖν ἐξ ἁπάντων τῶν τοῦ κυρίου δια τριβῶν ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης μόνοι καταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὸ γράφειν ἐλθεῖν κατέχει λόγος, ὥσπερ δὴ καὶ Μάρκον καὶ Λουκᾶν ὕστερον. διὸ δή φησιν ὁ μέγας Μάξιμος· ὁ λόγους συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται ἢ πρὸς ὠφέλειαν ἑτέρων ἢ ἄμφω ἢ πρὸς βλάβην τινῶν ἢ πρὸς ἐπίδειξιν ἢ ἐξ ἀνάγκης. [κγʹ. Περὶ Ἀντωνίνου.] Μετὰ δὲ Σευῆρον ἐβασίλευσεν Ἀντωνῖνος καὶ Γέτας 460 ὁ ἀδελφὸς αὐτοῦ μῆνας βʹ, καὶ σφάξας τὸν ἀδελφὸν καὶ μοναρχήσας ἔτη ʹ ἀνταναιρεῖται ὑπὸ τῶν ἰδίων. [κδʹ. Περὶ Ἀντωνίνου τοῦ Καρακάλλου.] Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσεν Ἀντωνῖνος ὁ Καράκαλλος ἔτη κ ʹ καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. ἐφ' οὗ ἦν καὶ Γαληνὸς ὁ ἰατρός. [κεʹ. Περὶ Μακρίνου.] Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος ἔτη δʹ καὶ ἐσφάγη ὑπὸ Ἀντωνίνου. [κ ʹ. Περὶ Ἀντωνίνου τοῦ Γάλβα.] Μετὰ δὲ Μακρῖνον ἐβασίλευσεν Ἀντωνῖνος ὁ Γάλβας ἔτη δʹ καὶ ἐσφάγη ὑπὸ Ἀλεξάνδρου. [κζʹ. Περὶ Ἀλεξάνδρου.] Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας υἱὸς ἔτη ιγʹ καὶ ἐσφάγη σὺν τῇ μητρὶ αὐτοῦ Μαμαίᾳ ἐξ ἐπιβουλῆς Μαξιμίνου στρατηγοῦ. ἐφ' οὗ Νάρκισος ἐπίσκο πος Ἱεροσολύμων ἐν τῷ βαπτίζειν ἐλαίου τοῦ χρίσματος λεί ψαντος ἐκέλευσεν ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι καὶ τοῦτο προσευξάμενος εἰς ἔλαιον μετέβαλεν. [κηʹ. Περὶ Μαξιμίνου.] Μετὰ δὲ Ἀλέξανδρον ἐβασίλευσε Μαξιμῖνος ἔτη γʹ καὶ ἐσφάγη ὑπὸ τοῦ στρατοῦ αὐτοῦ. ἐφ' οὗ Λαυρέντιος καὶ Κυπριανὸς ἐμαρτύρησαν. 461 [κθʹ. Περὶ Βαλβίνου.] Μετὰ δὲ Μαξιμῖνον ἐβασίλευσε Βαλβῖνος μῆνας βʹ καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. [λʹ. Περὶ Πουπλιανοῦ.] Μετὰ δὲ Βαλβῖνον ἐβασίλευσε Πουπλιανὸς μῆνας βʹ καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. [λαʹ. Περὶ Ἰούνορος.] Μετὰ δὲ Πουπλιανὸν ἐβασίλευσεν Ἰούνωρ μῆνας γʹ, ὃς πρῶτος ἐποίησε κανδιδάτους καὶ προτίκτορας καὶ τὸ τάγμα τῶν σχολαρίων συστησάμενος ἐκάλεσεν αὐτὸ Ἰούνορον εἰς τὸ ἴδιον ὄνομα. [λβʹ. Περὶ Γορδιανοῦ.] Μετὰ δὲ Ἰούνορον ἐβασίλευσε Γορδιανὸς υἱὸς αὐτοῦ ἔτη δʹ καὶ ἐν τῷ πολέμῳ συμπεσὼν τῷ ἵππῳ καὶ μηρο κλασθεὶς ἀπέθανεν. [λγʹ. Περὶ Οὐνίωρος.] Μετὰ δὲ Γορδιανὸν ἐβασίλευσεν Οὐνίωρ υἱὸς αὐτοῦ ἔτη βʹ καὶ ὑδεριάσας ἀπέθανεν. ἐφ' οὗ Σαβέλλιος ὁ αἱρε σιάρχης ἐγνωρίζετο. καὶ Ἑβραῖός τις χριστιανοῖς ἐν ἐρήμῳ τόπῳ συνοδοιπορῶν ἐν Συρίᾳ καὶ ἀρρωστήσας, ὥστε μὴ δύνασθαι παντελῶς αὐτὸν κινεῖσθαι, συνεβουλεύσαντο οἱ 462 σὺν αὐτῷ χριστιανοὶ μετὰ πολλῶν δακρύων καταλεῖψαι τοῦ τον ὑφορώμενοι μὴ καὶ αὐτοὶ συνδιαφθαρῶσιν ἐκ τῆς ἀνυ δρίας τοῦ τόπου καὶ ἐρημίας. οὓς ἰδὼν ἀπιέναι μέλλοντας ὁ Ἰουδαῖος ἤρξατο μετὰ κλαυθμοῦ πρὸς αὐτοὺς λέγειν· ὁρ κίζω ὑμᾶς τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ κατελθόντα ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων καὶ μέλλοντα κρῖναι ζῶντας καὶ νεκρούς, μὴ ἐάσητέ με ἀποθανεῖν Ἑβραῖον, ἀλλὰ βαπτίσατέ με καὶ οὕτως ἀπέλθατε. οἱ δέ φησιν· οὐκ ἔξ εστιν ἡμῖν τοῦτο ποιῆσαι κοσμικοῖς οὖσι καὶ χειροτονίαν μὴ ἔχοντας, ἀλλ' οὐδὲ πάλιν ὕδωρ ἐστὶν ἐνταῦθα, καθὼς καὶ αὐτὸς ἐπίστασαι. ὁ δὲ μᾶλλον ἐπέμενε τοῖς αὐτοῖς ὅρ κοις ἐκβιαζόμενος αὐτοὺς καὶ κατακρίνων. ἐν πολλῇ οὖν ἀπορίᾳ γενόμενοι, εἶπεν εἷς ἐξ αὐτῶν πρὸς τοὺς λοιπούς· ἐγείρατε αὐτὸν καὶ ἐκδύσατε. καὶ μετὰ πολλοῦ κόπου τοῦ τον ὀρθώσαντες καὶ ἀποδύσαντες, ἐκεῖνος τὰς χεῖρας ἑαυτοῦ ψάμμου πλήσας κατέχεεν ἐπὶ τῆς κεφαλῆς τοῦ Ἰουδαίου λέγων ἐκ τρίτου· βαπτίζεται Θεόδωρος εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἀποκρινο μένων τῶν ἄλλων καθ' ἕκαστον ὄνομα τὸ ἀμήν. καὶ παρα χρῆμα τοσοῦτον ἐνίσχυσεν, ὥστε σὺν πολλῇ προθυμίᾳ καὶ εὐρωστίᾳ βαδίζειν μετ' αὐτῶν. ἐλθόντων δὲ αὐτῶν ἐν Ἀλε ξανδρείᾳ καὶ ταῦτα διηγησαμένων τῷ ἀρχιεπισκόπῳ Διονυ σίῳ, καὶ τοῦτον ἐκθαμβήσαντες, εὐθὺς πάντα τὸ κλῆρον συναθροίζει καὶ ἀνατίθεται αὐτοῖς τὸ πρᾶγμα, εἴτε ἄρα ἐλο γίσθη τῷ Ἰουδαίῳ εἰς βάπτισμα ἡ τῆς ψάμμου ἐπίχυσις, 463 εἴτε οὔ. καὶ οἱ μὲν ἔλεγον· ἐλογίσθη, μαρτυρούσης καὶ τῆς ἀθρόας ὑγείας αὐτοῦ, οἱ δὲ οὐ παρεδέχοντο διὰ τὸ μὴ τοι αύτην ἔχειν τὴν ἐκκλησίαν παράδοσιν καὶ μάλιστά γε τοῦ κυρίου πρὸς Νικόδημον εἰρηκότος· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. τούτων τοίνυν καὶ ἑτέρων λαληθέντων, ἔδοξε τῷ ἁγίῳ Διονυσίῳ βαπτισθῆναι αὐτὸν καὶ ἀποστείλας αὐτὸν εἰς τὸν Ἰορδάνην ποταμὸν ἐβάπτισεν. τὸν δὲ προβαπτίσαντα αὐτὸν διὰ τῆς ψάμμου ἄξιον αὐτὸν ὑπάρχοντα διάκονον ἐχειροτόνησεν. εἰκότως οὖν καὶ ὁ μέγας Γρηγόριος ἀπα ριθμήσας τὰ βαπτίσματα πάντα φησίν· ἐβάπτισε Μωϋσῆς, ἀλλ' ἐν ὕδατι καὶ πρὸ τούτου ἐν νεφέλῃ καὶ ἐν θαλάσσῃ. ἐβάπτισε καὶ Ἰωάννης οὐκέτι μὲν ἰουδαϊκῶς, οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν. βαπτίζει καὶ Ἰησοῦς, ἀλλ' ἐν πνεύματι. τοῦτο ἡ τελειότης. οἶδα καὶ τέταρτον βάπτισμα τὸ διὰ μαρτυρίου καὶ αἵματος, οἶδα καὶ πέμπτον ἔτι τὸ διὰ δακρύων. οὐκοῦν δικαίως οὐ παρεδέξαντο καὶ λίαν ἁρμοδίως ἐκεῖνο τὸ βάπτισμα. ποῖον γὰρ ἐκ ταῦτα ἐβαπτίσατο, ἵν' ὡς βέβαιον καὶ θεῖον κυρωθείη; Ποῦ τοίνυν εἰσὶν οἱ κοσμικούς τινας καὶ γυναῖκας λέ γοντες βαπτίσαι ποτὲ κατὰ περίστασιν, μὴ παρόντος ἱερέως, καὶ εἰς βάπτισμα θεῖον καὶ τέλειον αὐτοῖς λογισθῆναι, φιλο 464 νεικοῦντες, μᾶλλον δὲ τερατολογοῦντες καὶ βλασφημοῦντες ἐκ πολλῆς ἀγνωσίας καὶ αὐθαδείας, μηδὲ τῆς ἱερᾶς τῶν ἀποστόλων διδασκαλίας καὶ παραγγελίας ἀκούοντες τῆς λε γούσης· οὐκ ἐπιτρέπομεν λαϊκὸν ποιεῖν τι τῶν ἱερατικῶν, οἷον θυσίαν ἢ βάπτισμα ἢ χειροθεσίαν ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην. οὐχ ἑαυτῷ γάρ τις λαμβάνει τὴν τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ θεοῦ. διὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐπισκόπου δίδοται ἡ τοιαύτη δόξα. ὁ δὲ μὴ ἐγχειρισθεὶς ταύτην, ἀλλ' ἁρπάσας καὶ τυραννήσας αὐτὴν ἑαυτῷ, τὴν ἁμαρτίαν καὶ τὴν τιμωρίαν τοῦ Σαοὺλ καὶ Ὀζία ὑποστήσεται. οὐ μὴν δὲ ἀλλ' οὐδὲ τοῖς λοιποῖς κληρικοῖς ἐπιτρέπομεν βαπτίζειν οἷον διακόνοις ἢ ἀναγνώσταις ἢ ψάλ ταις ἢ ὑπηρέταις, ἢ μόνοις ἐπισκόποις καὶ πρεσβυτέροις, ἐξυπηρετουμένων αὐτοῖς τῶν διακόνων. οἱ δὲ τολμῶντες τοῦτο τῶν Κοριτῶν ὑποίσουσι τὴν δίκην. καὶ μέντοι οὐδὲ πρεσβυτέροις χειροτονεῖν διακόνους ἢ διακονίσσας ἢ ἀνα γνώστας ἢ ὑπηρέτας ἢ πυλωρούς, ἀλλ' ἢ μόνοις τοῖς ἐπι σκόποις. αὕτη γάρ ἐστι τάξις ἔννομος ἐκκλησιαστικὴ καὶ θεάρεστος ἁρμονία καὶ κατάστασις. μάτην οὖν ἐρεσχελοῦσιν ἢ τό γε ἀληθέστερον εἰπεῖν θεομαχοῦσιν οἱ τὰ τῆς ἱερωσύνης χαρίσματα καὶ ἐνεργήματα κοσμικοῖς τε καὶ γυναιξὶν ἀπο νέμοντες ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθομένων τῇ ματαιολογίᾳ καὶ φλυαρίᾳ τῶν μηδὲ ὅ τί ποτέ ἐστιν ἱερω σύνη καὶ διαφορὰ κοσμικοῦ τε καὶ ἱερέως πάμπαν εἰδότες. 465 [λδʹ. Περὶ Μάρκου.] Μετὰ δὲ Οὐνίωρον ἐβασίλευσε Μάρκος ἔτη γʹ. [λεʹ. Περὶ Ἰουστιλλιανοῦ.] Μετὰ δὲ Μάρκον ἐβασίλευσεν Ἰουστιλλιανὸς ἔτη βʹ καὶ φλεβοτομηθεὶς ἐξεχύθη τὸ αἷμα αὐτοῦ ἐν τῷ καθεύδειν καὶ λιποθυμήσας ἀπέθανεν. [λ ʹ. Περὶ Φιλίππου.] Μετὰ δὲ Ἰουστιλλιανὸν ἐβασίλευσε Φίλιππος ἔτη ʹ καὶ κτίσας πόλιν ἐν τῇ Εὐρώπῃ καὶ καλέσας αὐτὴν Φιλιππό πολιν ἐσφάγη ἐν τῷ παλατίῳ. [λζʹ. Περὶ Οὐαλλεριανοῦ.] Μετὰ δὲ Φίλιππον ἐβασίλευσεν Οὐαλλεριανὸς ἔτος αʹ καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ αὐτοῦ. ἐφ' οὗ, ἐπὶ πᾶσαν τὴν οἰκουμένην τοῦ θεοῦ ὀργὴν μεγάλην ἐκπέμψαντος, λοιμώδης νόσος τὸ ἀνθρώπινον γένος διέφθειρεν εἰς ἐξάλειψιν. ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες ἀνῄεσαν καὶ πρὸς τούτοις ἄνεμοι καὶ αὖραι τῶν ποταμῶν καὶ λιμνῶν ἀνιμήσεις ἀπέπνεον, ὡς νομίζειν νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους. συνεχεῖς οὖν ἐκ τούτου λοιμοὶ τὴν γῆν συνεῖχον καὶ βαρεῖα καὶ ἀνίατα νοσήματα, ὡς ἄπειρον καὶ ἀναρίθμη

Intertext edge

Open linked passage

Note