Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
466.1.1
τον γενέσθαι τῶν ἀνθρώπων τὸν ὄλεθρον. θρῆνοι δὲ καὶ οἰμωγαὶ διὰ τὸ πλῆθος τῶν ὀλλυμένων ἐγίνοντο πανταχοῦ κατ' οὐδὲν τῶν ἐπὶ τοῦ θανάτου τῶν πρωτοτόκων Αἰγύπτου ἀπολειπόμενοι. οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν τεθνηκὼς καὶ ἀπόζων, καὶ οἱ μὲν τῶν ἐθνῶν ἀπηνεῖς ἄνθρωποι τὴν τοῦ νοσήματος ἐκτρεπόμενοι καὶ τὴν τοῦ θανάτου μετά δοσιν ἀτάφους ἢ καὶ ἡμιθανεῖς ἔρριπτον τοὺς ἀνθρώπους, οὐ συγγενῶν, οὐ φίλων, οὐκ ἄλλων τινῶν ἐγγυτέρω φειδό μενοι, κἂν ὅτι μάλιστα τὴν ὀργὴν καὶ τὸν θάνατον οὐ διέ φυγον. οἱ δὲ πλεῖστοι τῶν φοβουμένων τὸν κύριον ἀπαρα φυλάκτως τοὺς νοσοῦντας θεραπεύοντες καὶ τοῦ πάθους μεταλαμβάνοντες τοῦ βίου τούτοις συναπηλλάττοντο, ἄλλοι δὲ ἑτέρους νοσοκομήσαντες καὶ ἀνεθῆναι τῆς νόσου ποιήσαν τες ἀπεγένοντο εἰς αὐτοὺς τὸν ἐκείνων θάνατον ἐπισπασά μενοι. [ληʹ. Περὶ Γάλλου.] Μετὰ δὲ Οὐαλλεριανὸν ἐβασίλευσε Γάλλος υἱὸς αὐτοῦ μῆνα ἕνα καὶ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός. [λθʹ. Περὶ Δεκίου.] Μετὰ δὲ Γάλλον ἐβασίλευσε Δέκιος ἔτος ἓν καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. ὃς ἐθέσπισεν ἐν Ῥώμῃ τὰς χριστιανὰς γυ ναῖκας μὴ ἐξεῖναι κατακαλύπτεσθαι τὴν κεφαλὴν οἰόμενος διὰ τῆς νομιζομένης αἰσχύνης ταύτης εἰς εἰδωλολατρείαν αὐτὰς ἑλκύσειν. αἱ δὲ μᾶλλον προθύμως ἀκατακάλυπτοι προῄεσαν δόξαν ἡγούμεναι τὴν ὑπὲρ Χριστοῦ δοκοῦσαν ἀν θρωπίνην ἀτιμίαν. ὅθεν ἄχρι νῦν αἱ μὲν ἀκριβεῖς χριστια 467 ναὶ γυναῖκες ἀκατακάλυπτοι προίασιν, αἱ δὲ Ἰουδαῖαι καὶ ἄπιστοι καλύπτονται. ἐφ' οὗ καὶ Βαβυλᾶς Ἀντιοχείας καὶ Φλαβιανὸς Ῥώμης καὶ Ἀλέξανδρος Ἱεροσολύμων καὶ Διονυσιος Ἀλεξανδρείας ἐμαρτύρησαν, καὶ Ναυάτος τῆς ἐκκλησίας ἀπέστη, καὶ Ἑλκεσαῖος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. [μʹ. Περὶ Αἰμιλιανοῦ.] Μετὰ δὲ Δέκιον ἐβασίλευσεν Αἰμιλιανὸς ἔτος αʹ καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. [μαʹ. Περὶ Γαλλιανοῦ.] Μετὰ δὲ Αἰμιλιανὸν ἐβασίλευσε Γαλλιανὸς ἔτη γʹ καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. ἐφ' οὗ Ἀρτέμων καὶ Συνέπων οἱ αἱρεσιάρχαι ἐγνωρίζοντο, καὶ Γρηγόριος ὁ θαυματουργὸς καὶ μαθητὴς Ὠριγένους διέπρεπεν. [μβʹ. Περὶ Κλαυδίου.] Μετὰ δὲ Γαλλιανὸν ἐβασίλευσε Κλαύδιος ἔτη βʹ. [μγʹ. Περὶ Κυντιλιανοῦ.] Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Κυντιλιανὸς ἡμέρας ζʹ. [μδʹ. Περὶ Αὐριλλιανοῦ.] Μετὰ δὲ Κυντιλιανὸν ἐβασίλευσεν Αὐριλλιανὸς ἔτη εʹ καὶ ἐσφάγη ὑπὸ κουβικουλαρίου. ἐφ' οὗ Μάνης ὁ μιαρὸς 468 καὶ τρισκατάρατος ἀνεφύη Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον ὁ δαιμονιώδης μορφαζόμενος. διὸ καὶ μαθητὰς ιβʹ ὡς ἂν ὁ Χριστὸς ἐπαγόμενος καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανισάμενος ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. οὗτος οὖν ὁ μεμηνὼς Μάνης ὁ καὶ Σκυθιανὸς λεγόμενος Βραχμάνης ἦν τὸ γένος, διδάσκα λον δὲ ἔσχε Βούδδαν τὸν πρώην καλούμενον Τερέβινθον, ὃς καὶ παιδευθεὶς ὑπὸ Σκυθιανοῦ τὰ Ἑλλήνων δοξάζοντος τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις. εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθέ νου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατρα φῆναι, καὶ συγγραψάμενος βιβλία τέσσαρα τὸ μὲν ἐπωνό μασε τῶν μυστηρίων, τὸ δὲ εὐαγγέλιον, τὸ δὲ τῶν θησαυρῶν, τὸ δὲ τῶν κεφαλαίων. καὶ ὁ μὲν Βούδδας οὗτος ὁ καὶ Τερέβινθος ὑπὸ πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο, γυνὴ δέ τις, παρ' ᾗ κατέλυσε καὶ κατελύθη, τὰ χρήματα καὶ τὰς βεβήλους βίβλους τοῦ ἐξαγίστου κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ζʹ τοὔνομα Κούβρικον, ὃν καὶ δι δάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον τῶν ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βούδδα καὶ 469 τὰ χρήματα διήρχετο τὴν Περσίδα Μάνην ἑαυτὸν ὀνομάζων, καὶ τῆς πλάνης τοῦ Βούδδα συνίστωρ γινόμενος καὶ τὰ βιβλία πονήματα ἴδια ἔλεγεν εἶναι. ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα ὡς θανάτου γενόμενον τοῦ υἱοῦ αὐτοῦ αἴτιον. τοῦ γὰρ βασιλικοῦ παιδὸς νοσοῦντος καὶ πολλῆς ἰατρικῆς ἐπιμελείας ἀπολαύοντος, ἐπηγγείλατο Μάνης χωρὶς ἰατρείας ἀναστῆσαι τοῦτον, καὶ οὕτω τοὺς ἰατροὺς ἀποστήσας ἐθα νάτωσε τὸν παῖδα τῇ ἀμελείᾳ καὶ τερατολογίᾳ. ὑπὲρ δὲ τούτου μισθὸν ἐπάξιον εἰκότως κομίζεται τὴν ἐκδορὰν τοῦ παναθλίου αὐτοῦ σώματος. Ὁ τοίνυν ἐμβρόντητος οὗτος Μάνης ἀποβαλλόμενος τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀν θρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινος θεοῦ γεγονέναι βλασ φημῶν ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ, καὶ κατὰ φαντασίαν καὶ δό κησιν τὸν Χριστὸν πεφηνέναι τερατεύεται. καὶ πρὸς τούτοις καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς τελετὰς καὶ παρα νόμους ἐπιτηδεύσας μίξεις καὶ ἀρρητοποιΐας καὶ εἱμαρμέ νην καὶ μετενσωματώσεις καὶ ἄλλα πλεῖστα φλυαρήσας καὶ δράσας καὶ διδάξας τὰ τῶν Ἑλλήνων πονηρὰ καὶ μάταια δόγματα κρατύνειν ἐσπούδακεν ὁ θεομισὴς καὶ θεήλατος. Περὶ οὗ φησι καὶ Θεόδωρος πρεσβύτερος ὁ τῆς Ῥαϊ θοῦ· Μάνης ὁ τοῦ ἀντιθέτου σκότους ἐφευρετής, μᾶλλον 470 δὲ τῆς ἐξουσίας τοῦ σκότους ἀνάπλασμα, φαντασίᾳ ψιλῇ καὶ σχήματι διακένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν, ὥστε φησὶ καὶ πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν ἅπερ ἔδρα καὶ πέπονθε καθ' ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώ πους, οἷς καὶ συνανεστράφθαι νενόμισται. διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται λέγειν ἐπὶ τοῦ κυρίου, ἀλλὰ μίαν τὴν τῆς θεότητος. Παῦλος δέ τις τῷ Μάνεντι τούτῳ σύγχρονος γεγονώς, τὸ γένος μὲν Σαμωσατεύς, Ἀντιοχείας δὲ τῆς μεγάλης πρό εδρος, ψιλὸν ἄνθρωπον εἶναι τὸν κύριον ἐδυσφήμησεν, ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν οὕτω καὶ ἐν αὐτῷ γε γενῆσθαι τοῦ θεοῦ λόγου τὴν οἴκησιν, ἔνθεν καὶ δύο φύ σεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παντάπασιν ἐν Χριστῷ, ὡς ἄλλου ὄντος αὐτοῦ τοῦ Χριστοῦ καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοικοῦντος θεοῦ λόγου. αὗται μὲν οὖν αἱ πρῶται φυαὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως ἐπὶ Χριστοῦ λέγεσθαι, τὸ μὲν ἐπ' ἀναιρέσει τῆς θεότητος, τὸ δὲ τῆς ἀνθρωπότητος. Ἐν δὲ τοῖς ἑξῆς χρόνοις Ἀπολινάριός τις ἀνεφύη πρό εδρος Λαοδικείας τῆς Συρίας ματαιοφροσύνης ἑτέρας ἡγη σάμενος. τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ κυρίου σάρκα, αὐτὸς ἔφη ὅτι σάρκα μὲν ἐψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ 471 προσήκατο. μηδὲ γὰρ δεηθῆναι τὴν σάρκα φησὶν ἐκείνην ἀνθρωπίνου νοὸς ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυ κότος θεοῦ λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτὴν ἄλλην νοερὰν δύναμιν παρὰ τὴν θείαν. ταῦτα ὑποθέμενος διατείνεται μίαν εἶναι φύσιν τοῦ λόγου καὶ τῆς σαρκός, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸ εἶναι ἄνθρωπον καὶ διὰ τοῦτο μὴ ἄξιον φύσιν ὀνομάζεσθαι. Μεθ' ὃν ἀναφαίνεταί τις Θεόδωρος τῆς Μοψουεστίας πόλεως ἐν τῇ Κιλικίᾳ τὴν ἡγεμονίαν λαχών, καὶ ἐκ δια μέτρου τῷ Ἀπολιναρίῳ φερόμενος ὕβρεις οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ ἀφόβῳ καρδίᾳ καταχέει τοῦ δεσπότου Χριστοῦ, ἄνθρωπον ἕνα τῶν καθ' ἡμᾶς καὶ κοινὸν ἀπο καλῶν καὶ ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ θεοῦ θεὸν ὀνομάζεσθαι καὶ ἐκ τοῦ ἐν τῷ Ἰορδάνῃ βαπτίσματος ἀξιω θῆναι τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς ἐν πρώτοις εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθέντα. τὸν δὲ θεὸν λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτοῦ κατ' εὐδοκίαν ἐν αὐτῷ κατοικήσαντα μεταδοῦναι τῆς θεϊκῆς ἀξίας αὐτῷ καὶ προσκυνήσεως εἰς ὕστερον μετὰ τὴν τελείωσιν. ταῦτα καὶ ἕτερά τε πολλὰ τοιαῦτα δυσφημήσας δύο φύσεις ἰδιοπεριορίστους ἐδογμάτισεν ἐπὶ Χριστοῦ σχέσει τινὶ καὶ μόνον καὶ ἀλλήλαις οἰκειωμένας. δευτέρα καὶ αὕτη βλά στησις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι. Μετὰ δὲ τούτους γέγονέ τις ὀνόματι Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας τὸν θρόνον Κωνσταντινουπόλεως 472 δραξάμενος. ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων κακοφρόνως ἀπεχρήσατο Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις ἑπόμενος. υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπό γονος δὲ τοῦ Σαμωσατέως. καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον ἄσπονδον ἤρατο πόλεμον ἐξαρνούμενος τὸν ἑαυτοῦ κύριον καὶ ἀτιμάζων τὴν ἑαυτοῦ δέσποιναν ὁ δείλαιος δοῦλος καὶ ἀναίσχυντος. οὗτος οὖν ὁ δεινὸς Νεστόριος τρίτος προ στάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως ἄλλον εἶναι παρ' ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισεν. Τῆς δὲ κατὰ Μάνην καὶ Ἀπολινάριον ἀντιθέτου μοίρας τρίτος πάλιν ὑπασπιστὴς Εὐτυχὴς ἡγούμενος μοναστηρίου Κωνσταντινουπόλεως ἀνεδείχθη, ὃς μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ κυρίου διομολογεῖν ἀπηρ νεῖτο σώζεσθαι λέγειν ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεώς τε καὶ συμφυΐας. οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν ἐξ οὐρανοῦ λέγων κατενηνέχθαι τὸ σῶμα τοῦ κυρίου καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου παραδραμεῖν τὸν θεὸν λόγον οὐρανόθεν τοῦτο ἐν δεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου. μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευεν. Εἶτα Σευῆρός τις λεγόμενος ἁρπάσας τὸν θρόνον Ἀντιο 473 χείας τὴν κατὰ Μάνην αὖθις Ἀπολινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπειρᾶτο κυκῶν ὅση δύναμις αὐτῷ τὴν τῆς ἐκκλησίας εἰρήνην. ἐξελαθεὶς δὲ τῆς Ἀντιοχέων ὡς στασιώδης καὶ ταραξίας τῇ Ἀλεξανδρέων κουφότητι λαίλαπος καὶ θυέλλης δίκην ἐνέσκηψεν, ἔνθα καὶ ἑτέρας καταιγίδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ λαῷ συνέχεε πάντας καὶ ἐθο ρύβησεν. διεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις καλούμενος, Ἀλικαρνασοῦ μὲν τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότατος. Σευήρου γὰρ μίαν φύσιν λέγοντος εἶναι τὸν Χριστὸν καὶ τὴν ἐν τῷ Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ Σευῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφοράν, αἴτιοι πά σης ταραχῆς καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι μὴ νοοῦντες κατὰ τὸ δὴ λεγόμενον μήτε ἃ λέγουσι μήτε περὶ τίνων δια βεβαιοῦνται. Οἵτινες πρὸς ἡμᾶς διαμάχονται λαμβάνοντας εἰς παρά δειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄν θρωπον καί φασιν· οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις. ἀλλ' ἴστωσαν οἱ ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅτι δύο φύσεις ἡμεῖς λέγομεν, οὐ θεοῦ καὶ σαρκός, οὔτε μὴν θεοῦ καὶ ψυχῆς, ἀλλὰ θεοῦ καὶ ἀνθρώπου. οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώ που φύσις ἡ τοῦ μέρους φύσις. μέρη μὲν γὰρ ἀνθρώπου ψυχὴ καὶ σῶμα, μέρη δὲ τῶν μερῶν αἱ περὶ αὐτῶν διαιρέ 474 σεις τε καὶ ὑποδιαιρέσεις. καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα θεότης καὶ ἀνθρωπότης, ψυχὴ δὲ καὶ σῶμα οὐ μέρη Χριστοῦ, ἀλλὰ μέρη τοῦ μέρους. μέρη μὲν τῶν μερῶν τοῦ ἀνθρώπου ἐπὶ μὲν ψυχῆς οὐσία λογικὴ καὶ ποιότης ἀσώμα τος, ὧν τὸ μὲν ἡγεμονικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμη τικόν, καὶ τούτων τὸ μὲν ἐννοηματικὸν καὶ διανοητικὸν μνημονευτικόν τε καὶ βουλευτικόν, τὸ δὲ ὀρεκτικόν τε καὶ ἑλκτικόν, τὸ δὲ ἀμυντικόν, καὶ πολλὰ ἕτερα τούτοις ὑπο διαιροῦνται. ἀφείσθω δὲ τὰ νῦν ζητεῖν πότερον ὡς μέρη ταῦτά εἰσιν ἐν τῇ ψυχῇ ἢ ὡς δυνάμεις. ἡ δὲ τοῦ σώμα τος πάλιν διαίρεσις γίνεται εἰς ὁμοιομερῆ, καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, καὶ ταῦτα εἰς ὀστέα καὶ σάρκα καὶ νεῦρα, καὶ ταῦτα εἰς δʹ στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. πολλὰ δὲ καὶ ἕτερα φιλοσοφοῦσιν ἰατρῶν παῖδες περὶ δυνάμεων φυσικῶν, ὧν τὴν μὲν ἑλκτικήν, τὴν δὲ καθεκτικήν, τὴν δὲ ἀλλοιωτικήν, τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσιν, πολλὰ δὲ καὶ περὶ αἰσθήσεως καὶ φαντασίας καὶ τοῦ συνέχοντος τὸ ζῶον ζωτικοῦ καὶ ὀργανικοῦ πνεύ ματος ἑτέρου παρὰ τὸ λογικόν, ὥς φασιν, ὑπάρχοντος. ὥσπερ τοίνυν ἀπόχρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα διὰ τοῦ σάρκα εἰπεῖν ἢ σῶμα ἀνθρώπου, καὶ ἀπόχρη πάλιν διὰ τῆς λογικῆς ψυχῆς τὸ εἰς ἃ διαιρεῖται μέρη δηλῶσαι, οὕτως ἀπόχρη ἄνθρωπον ἢ φύσιν ἀνθρώπου εἰρηκότα πάντα δη λῶσαί τε καὶ παραστῆσαι τὰ ἐξ ὧν συνέστηκεν, ἐν οἷς καὶ γνωρίζεται. οἱ δὲ οὐχ ἵνα τὸν ἄνθρωπον τέλειον ἀποφή νωσιν, ἀλλ' ἵνα τὸν κύριον συκοφαντήσωσι καὶ τῆς ἡμετέ ρας αὐτὸν ἀλλοτριώσωσι φύσεως καὶ ἢ μὴ προσειληφότα 475 τὴν ἀρχὴν τὸ ἡμέτερον ἢ μὴ σῶον φυλάξαντα ὅπερ ἔσχε παρ' ἡμῶν, ταῦτα καὶ τὰ τοιαῦτα σοφιζόμενοι καὶ περὶ τὸ παράδειγμα κακουργοῦντες εἰς ἀφύκτους καὶ ἀδιεξοδεύτους καταπεπτώκασι λαβυρίνθους. Ἀμέλει γέ τοι καὶ Θεοδώρητος ἔφη περὶ τούτων καὶ τῶν τοιούτων ἀνοσίων οὕτως· εἰσὶ μέντοι γέ τινες οἱ καὶ χριστιανῶν μὲν προσηγορίαν ἔχοντες, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμοῦσιν. οἱ μὲν γὰρ τὸ ἀγέννητον εἰς τρία τέμνουσι καὶ τὸ μὲν καλοῦσιν ἀγαθόν, τὸ δὲ κα κόν, τὸ δὲ δίκαιον, οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι τῷ λόγῳ ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου, ἄλλοι δὲ τοῖς μὲν ἀσεβέσι τούτοις πολεμεῖν ἐπαγγέλλονται δόγμασιν, ἑτέραν δὲ δυσσεβείας ἐπινοοῦσιν ὁδόν· τὸν γὰρ τοῦ θεοῦ μονογενῆ λόγον ὁμολογοῦντες υἱὸν ὡς ποίημα τῇ κτίσει συναριθμοῦσι καὶ τὸν κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως καὶ τὸ ἅγιον πνεῦμα τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως. ἄλλοι δὲ ἄλλως τὴν εὐθεῖαν ὁδὸν ἀπολέσαντες καὶ τοῖς τῶν προοδευκότων ἴχνεσιν ἀκολουθῆσαι μὴ βουληθέντες πόρρω που τῆς ἀληθείας ἐγένοντο, καὶ οἱ μὲν τὴν ὑπὲρ ἡμῶν γε γενημένην οἰκονομίαν παντελῶς ἀπηρνήσαντο, οἱ δὲ ὁμολο γοῦσι μὲν ἐνανθρωπῆσαι τὸν θεὸν λόγον, σῶμα δὲ μόνον ἀνειληφέναι, οἱ δὲ ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ τὴν λογικὴν δὲ καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχὴν ἴσως τὴν οἰκείαν ἄνοιαν τοῦτο τεκμήριον ἔχοντες. ἡμεῖς δὲ ἀνθρώπου ψυχὴν οὐδεμίαν ἴσμεν ἑτέραν ἢ τὴν 476 λογικὴν καὶ ἀθάνατον. καὶ ἄλλοι μὲν πάλιν εἰς δύο τὸν ἕνα Χριστὸν διατέμνουσι καὶ ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ παρθένου τεχθέντα τελείως ἄνθρωπον, ἕτερον δὲ τὸν ἐκ θεοῦ πατρὸς λόγον, καὶ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τι θέντες καὶ ἀνὰ μέρος, τὸν δὲ ὡς θεὸν φύσει τε καὶ ἀλη θῶς υἱὸν ὀνομάζουσιν. ἄλλοι δὲ παρατετράφθαι φασὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν. [μεʹ. Περὶ Τακίτου.] Μετὰ δὲ Αὐριλλιανὸν ἐβασίλευσε Τάκιτος μῆνας ʹ καὶ ἐσφάγη ὑπὸ Φλοριανοῦ. [μ ʹ. Περὶ Φλοριανοῦ.] Μετὰ δὲ Τάκιτον ἐβασίλευσε Φλοριανὸς μῆνας βʹ καὶ ἐσφάγη ὑπὸ τοῦ Πρόβου. [μζʹ. Περὶ Πρόβου.] Μετὰ δὲ Φλοριανὸν ἐβασίλευσε Πρόβος ἔτη ʹ καὶ ἐσφάγη ὑπὸ τοῦ Κάρου. [μηʹ. Περὶ Κάρου.] Μετὰ δὲ Πρόβον ἐβασίλευσε Κάρος ἔτος ἓν καὶ ἐσφάγη ὑπὸ τοῦ Καρίνου. 477
466.2.1
Περὶ Καρίνου.] Μετὰ δὲ Κάρον ἐβασίλευσε Καρῖνος υἱὸς αὐτοῦ ἔτη βʹ καὶ ἐσφάγη ὑπὸ Νουμεριανοῦ. [νʹ. Περὶ Νουμεριανοῦ.] Μετὰ δὲ Καρῖνον ἐβασίλευσε Νουμεριανὸς ἀδελφὸς αὐτοῦ ἔτος ἓν καὶ πολεμήσας Πέρσας καὶ συλληφθείς, ἐξέδειραν αὐτὸν ζῶντα. [ναʹ. Περὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ.] Μετὰ δὲ Νουμεριανὸν ἐβασίλευσαν ἐπὶ τὸ αὐτὸ Διοκλη τιανὸς καὶ Μαξιμιανὸς γαμβρὸς αὐτοῦ ἔτη κβʹ. ὑφ' ὧν μέγας διωγμὸς κατὰ χριστιανῶν καὶ φρικωδέστατος κινηθείς, προσέταξαν κατὰ πόλιν καὶ χώραν τὰς μὲν Χριστοῦ ἐκκλη σίας καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν γραφὰς κατα καίεσθαι, τοὺς δὲ χριστιανοὺς εὑρισκομένους ἀναγκάζεσθαι θύειν τοῖς δαίμοσιν. διὸ καὶ πολλοὶ τὸν τῆς ἀθλήσεως ἀνεδήσαντο στέφανον, ἐξ ὧν εἰσι Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας καὶ Προκόπιος καὶ Γεώργιος οἱ ἀοί διμοι μάρτυρες. καὶ Σαββάτιος ὁ τὴν αἵρεσιν τῶν Τεσσα ρισκαιδεκατιτῶν κρατύνας ἐγνωρίζετο. 478 Καὶ γυνή τις γένει καὶ πλούτῳ καὶ συνέσει καὶ κάλλει σώματος σὺν δυσὶ θυγατράσι παρθένοις μετὰ πολλὰς ἀπο φυγὰς κατασχεθεῖσαι φόβῳ τοῦ μὴ διαφθαρῆναι τὴν παρ θενίαν αὐτῶν εἰς τὸ ῥεῖθρον τοῦ ποταμοῦ ἑαυτὰς ἔρριψαν. περὶ ὧν ζητητέον εἰ ἀριθμοῦνται εἰς μάρτυρας. Καὶ ἑτέρα δὲ πάλιν ἱερά τις καὶ θαυμασία γυνὴ τὸν βίον ἀειπάρθενος καὶ ὡραία πάνυ συσχεθεῖσα, καὶ πολλαῖς μηχαναῖς θῦσαι τῶν τυράννων αὐτὴν ἀναγκαζόντων, μὴ ἡττηθεῖσαν προσέταξαν ἐκδοθῆναι στρατιώτῃ πρὸς αἰσχρὰν μίξιν, καὶ μηδ' οὕτως πειθομένην ὑποβάλλεσθαι κεφαλικῇ τιμωρίᾳ. καὶ περιστατηθεῖσα λίαν ἐδεῖτο τοῦ Ἀνθίμου Νι κομηδείας μήπω τελειωθέντος διὰ μαρτυρίου συμβουλεῦσαι αὐτῇ τί ἂν αἱρήσοιτο. ὁ δὲ χρηστὸς ὄντως ἀνὴρ καὶ οἰκο νόμος καὶ πιστὸς ἐν κρίσει τὰ λόγια κυρίου ταμιευόμενός φησιν· καλὸν μέν, ὦ τέκνον, καὶ θεοπρεπὲς τὸ κατόρθωμα τῆς ἁγνείας, μείζων δὲ ἡ τῆς πίστεως ἐντολὴ κρηπὶς οὖσα τῶν καλῶν τῆς εὐσεβείας. μὴ οὖν προκρίνῃς τῶν κρειττόνων τὰ δεύτερα. ὥσπερ γὰρ ἐν περιστάσει τινὰ γενόμενον αἱρε τώτερόν ἐστιν ὑπὲρ τοῦ σώματος διαρπαγῆναι τὸ ἱμάτιον, οὕτως ἐστὶ μᾶλλον ἐν τοῖς πειρασμοῖς ἄσπιλον τηρήσαντα τὴν ψυχὴν προδοῦναι τὴν σάρκα τοῖς παντοίως ἐνυβρίζειν ἐθέλουσιν, ἢ ἀπολέσαι τῆς ψυχῆς τὴν εὐγένειαν. ἡ δὲ τού των ἀκούσασα ἀπῄει ταλαντευομένη τὸν νοῦν ὡς δύο καλῶν ἀντιποιουμένη. ἀλλ' ἡ θεία χάρις ἡ ἐν τοῖς ἀμηχάνοις προ φάσεις ἐπικουρίας παρέχουσα τότε καὶ τῇ κόρῃ δι' ἐπινοίας σοφωτάτης ἄσυλον τὴν σωφροσύνην ἐφύλαξεν. ὡς γὰρ ἐφ' ἑνὸς οἴκου συνεκλείσθη κατασοφίζεται τὸν στρατιώτην λέ γουσα· μηδὲν ἄτοπον εἰς ἐμὲ πράξῃς, ἄνθρωπε, καὶ παρέξω σοι μισθὸν τῆς εὐεργεσίας ταύτης ἐπάξιον. δώσω γάρ σοι 479 φάρμακον οὖσα φαρμακὶς ἀθανασίας πρόξενον, ὅπερ ὅλον τὸ σῶμα χριόμενον ἐν τοῖς πολεμίοις ὑπάρξεις ἄτρωτος. εἰ δὲ θέλεις ἄρτι πεῖραν λαβεῖν, ἐπίτρεψόν μοι τοῦτο κατα σκευάσαι. τοῦ δὲ μετὰ πολλῆς χαρᾶς ἐπιτρέψαντος, λαβοῦσα κηρὸν ἡ μακαρία καὶ ἐλαίῳ συμμίξασα καὶ ἐπὶ πολὺ ταῖς χερσὶ μαλάξασα καὶ τὸν ἑαυτῆς αὐχένα περιχρίσασα λέγει πρὸς αὐτόν· πάταξον ὡς δύνῃ, καὶ ὄψει τὴν ἐνέργειαν τῆς ἀλειφῆς, ὅτι οὔτε πλήξεις οὔτε θανατώσεις με. ὁ δὲ εἰς ὕψος ἐπάρας τὸ ξίφος καὶ κατ' αὐτῆς ἐπενεγκὼν ἀπέτεμεν εὐθέως τὴν τιμίαν αὐτῆς κάραν. καὶ οὕτω νικήσασα τῶν δυσμενῶν τὴν κακουργίαν διπλοῦν τὸν στέφανον τοῦ τε μαρτυρίου καὶ τῆς ἁγνείας ἀνεδήσατο. Ὡσαύτως δὲ καὶ ἄλλη τις εὐπρεπεστάτη κόρη παρθενίαν ἀσκοῦσα διεβλήθη ὡς βλασφημοῦσα τοὺς βασιλεῖς καὶ τὰ εἴδωλα. ἣν συλλαβόμενοι καὶ πολλὰ μαστιγώσαντες μὴ ὑπεί κουσαν τῇ τούτων δυσσεβείᾳ παρέδωκαν εἰς πορνεῖον ἐντει λάμενοι τῷ ταύτας νέμοντι δέξασθαι αὐτὴν καὶ κομίζειν ὑπὲρ αὐτῆς καθ' ἡμέραν νομίσματα γʹ. ὁ δὲ ὡς μέλλων εἰσπράττεσθαι τὸ χρυσίον ἔκδοτον αὐτὴν ἔστησε τοῖς βουλο μένοις. ὅπερ γνόντες οἱ γυναικομανεῖς παρήδρευον τῷ ἐρ γαστηρίῳ τῆς ἀνομίας πρὸς αὐτὴν εἰσπηδῶντες καὶ τὸ ἀρ γύριον προδιδόντες. οὓς παρακαλοῦσα ἔλεγεν· ἕλκος ἔχω δυσῶδες εἰς τὸν κεκρυμμένον τόπον καὶ δέδοικα μὴ καὶ ὑμᾶς τῆς αἰτίας μεταδώσω. ἀλλ' ἀναμείνατε ὀλίγας ἡμέρας, ἕως ἂν ὑγιάνω, καὶ ἐξουσίαν μου ἔχετε πάντοτε. οὕτως 480 οὖν τούτους ἀποβουκολήσασα δεήσει τὸν θεὸν ἱκέτευεν ἀπαλ λαγῆναι τοῦ τοιούτου μύσους καὶ ἄσπιλον τὴν παρθενίαν αὐτῆς διαφυλάξαι. καὶ δὴ ὑπακούσας ὁ θεὸς τῆς δεήσεως αὐτῆς, ἔρχεται νεανίσκος τις περιφανὴς καὶ λίαν εὐσεβὴς πρὸς τὸν πορνοβοσκὸν ἑσπέρας βαθείας καὶ δίδωσιν αὐτῷ νομίσματα εʹ λέγων· ἔασόν μοι τὴν κόρην ταύτην ἕως πρωΐ. καὶ εἰσελθὼν εἰς τὸν ἀπόκρυφον τόπον λέγει πρὸς αὐτήν· ἀνάστα καὶ πορεύου μετ' εἰρήνης. καὶ ἐνδύσας αὐτὴν τὰ ἱμάτια αὐτοῦ καὶ περικαλύψας τὴν κεφαλὴν αὐτῆς, ἐξῆλθεν ἄφθορος καὶ ἀνέπαφος ἡ γυνὴ καὶ διεσώθη. ἡμέρας δὲ γενομένης καὶ τοῦ δράματος γνωσθέντος, ἐκρίθη ὁ νεανίας ἀναιρεθῆναι. καὶ τούτου γενομένου ἐπλήρωσε τὸ κυριακὸν λόγιον τὸ λέγον· μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὁμοίως δὲ καὶ ἄλλος τις μονάζων κατασχεθεὶς ὑπὸ τῶν ἀνοσίων ἐκείνων καὶ ἀσεβῶν μετὰ πολλῶν ποινῶν καὶ μαστίγων, τελευταῖον ἐπενόησαν πονηρὰν ἐπίνοιαν εἰς φθο ρὰν τῆς σωφροσύνης τοῦ δικαίου τοιάνδε· κλίνην γὰρ ἔν τινι κήπῳ στρώσαντες καὶ τὸν ἅγιον ἐν αὐτῇ δεσμήσαντες ἐπαφῆκαν αὐτῷ γύναιον ἄσεμνον, ὡς ἂν καὶ ἐκ τῆς τοῦ 481 τόπου ἡδύτητος καὶ μονότητος καὶ ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπιχείρησιν τοῦ ἀκολάστου γυναίου διαφυγεῖν πανταχόθεν καὶ ἄκων εἰς τὴν παράνομον καθελκυσθείη πρᾶξιν. ἀλλ' ὅ γε θεῖος ἀνὴρ τοῦ γυναίου διὰ φιλημάτων ἤδη καὶ ῥη μάτων αἰσχρῶν καὶ ἐπιτηδευμάτων περιπλεκομένου καὶ τὰς ἡδονὰς ἀνάπτοντος, τὴν ἑαυτοῦ γλῶσσαν ἀποτεμὼν δήγματι προσέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, καὶ ἑαυτῷ μὲν πόνους καὶ ἀλγηδόνας ἀντὶ ἡδονῶν ἐπεισήγαγεν, ἐκείνην δὲ σφόδρα κατέπληξε καὶ ἀηδίας ἐνέπλησε τῷ ῥεύματι τοῦ αἵματος. οἱ δὲ Ἕλληνες ταῦτα μεμαθηκότες ἐθαύμασαν τῶν μοναζόντων τὴν τῆς σωφροσύνης ἀκρίβειαν. Ἡττηθέντες οὖν οἱ δυσσεβεῖς τύραννοι Διοκλητιανὸς καὶ Μαξιμιανὸς τῷ πλήθει τῶν ἀναιρουμένων ἐξέθεντο δόγμα, ὥστε τοὺς εὑρισκομένους χριστιανοὺς ἐξορύττεσθαι τὸν δεξιὸν ὀφθαλμόν, οὐ μόνον διὰ τὸ ὀδυνηρόν, ἀλλὰ καὶ διὰ τὸ ἄτιμόν τε καὶ πρόδηλον καὶ τῆς τῶν Ῥωμαίων πολιτείας ἀλλότριον. οὓς ἡ θεία δίκη ἐνδίκως μετελθοῦσα δικαίως ἐξέκοψεν. καὶ ὁ μὲν ἐσφάγη ὑπὸ τῆς συγκλήτου, ὁ δὲ ἀπ ήγξατο. [νβʹ. Περὶ Κωνσταντίου.] Μετὰ δὲ Διοκλητιανὸν καὶ Μαξιμιανὸν ἐβασίλευσαν κατὰ 482 τοὺς αὐτοὺς χρόνους Ῥωμαίων Κωνστάντιος καὶ Σευῆρος καὶ Μαξιμῖνος καὶ Μαξέντιος. καὶ ὁ μὲν Κωνστάντιος καὶ Κων σταντῖνος υἱὸς αὐτοῦ τὴν Γαλλίαν καὶ τὴν Βρεττανίαν ἐκρά τησαν, ὁ δὲ Σευῆρος καὶ Μαξέντιος τὴν Ῥώμην, ὁ δὲ Μαξιμῖνος τὴν ἑῴαν. ὃς πολλὰ μιαρά τε καὶ ἄτοπα καθ' ὑπερβολὴν διαπραξάμενος καὶ πρὸς τούτοις διωγμὸν ἀπηνῆ καὶ ἀπανθρωπότατον κατὰ πᾶσαν τὴν ἀνατολὴν εἰς τοὺς χριστιανοὺς ἐνδειξάμενος, καθ' ὃν πλεῖστοι τῶν εὐδοκίμων ἐμαρτύρησαν, ἄξια τῆς δυσσεβείας αὐτοῦ καὶ προοίμια τῆς μελλούσης αὐτὸν διαδέχεσθαι κολάσεως εἰκότως πέπονθεν. νόσῳ γὰρ δεινοτάτῃ περιπεσών, ἀλγηδόνες ἰσχυραὶ τὴν σάρκα πᾶσαν διελυμαίνοντο. καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆς ἐνδομυχούσης σφοδροτάτης φλογώσεως, ἡ δὲ σὰρξ πᾶσα κηροῦ δίκην ἐξετήκετο, καὶ σὺν τούτοις ἐκτυφλοῦται καὶ πηρὸς ὁ δείλαιος ἀποκαθίσταται. λαβροτέρως δὲ φλογιζό μενος καὶ τηγανιζόμενος, καὶ αὐτὰ συνεφρύγησαν τὰ ὀστᾶ, ὥστε ἐξαφανισθῆναι τὸν χαρακτῆρα τῆς ἀνθρωπίνης μορ φῆς. κἀντεῦθεν ἐλεεινῶς διαφθειρόμενος καὶ δεινῶς κατα σηπόμενος τοσαύτην δυσωδίαν ἐξέπεμπεν, ὡς οὐδὲν τῶν ἐν τάφοις διαλυθέντων νεκρῶν διαφέρειν. ὁ δὲ ἐν τούτοις ἐμπνέων βραχὺ στενάξας θάνατον ἐπεκαλεῖτο καὶ πρὸς τῷ τέλει ἐγγίζοντα ἑαυτὸν ὁ ἀλιτήριος γνοὺς τοιάδε ἔφη· οἴμοι 483 τῷ ἐλεεινῷ καὶ θρήνων ἀξίῳ, ὁποίαν τῶν εἰς χριστιανούς μοι τετολμημένων ἀσεβειῶν ἀξίαν ὑπέχω τὴν τιμωρίαν. καὶ ταῦτα μετὰ πολλῆς ὀδύνης εἰπὼν ἀπέθανεν. Ἐφ' οὗ διὰ τὴν ἄπειρον κακουργίαν λιμὸς αὐτοῦ τῇ χώρᾳ δεινὸς ἐπισκήπτει καὶ λοιμὸς καί τινος ἑτέρου νοσή ματος μοῖρα. ἕλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἄν θρακος λεγόμενον, καθ' ὅλον μὲν ἕρπον τὸ σῶμα, σφαλεροὺς δὲ τοῖς πεπονθόσιν ἐνεποίει κινδύνους. οὐ μὴν δὲ ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν ἐξαιρέτως ἐπὶ πλεῖστον γινόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πηροὺς ἀπειρ γάσατο. καὶ σὺν τούτοις προσεπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεμος. ἀθρόως ὑφ' ἕνα καὶ τὸν αὐτὸν συρρεύσαντα καιρὸν τῆς τοῦ δυσσεβοῦς θρασύτητος τὴν κατὰ τοῦ θεοῦ μεγαλαυχίαν διήλεγξεν, ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα σπουδῆς αὐτοῦ καὶ τῆς καθ' ἡμῶν ἕνεκα πολιορκίας μὴ λιμὸν μηδὲ λοιμὸν μήτε μὴν πόλεμον ἐπὶ τῶν αὐτοῦ συμ βῆναι καιρῶν ἐναβρύνετο. ταῦτα δ' οὖν ἅμα καὶ κατὰ ταὐτὸ ἐπῆλθον καὶ τῆς κατ' αὐτοῦ καταστροφῆς περιειλήφει τὰ προοίμια. καὶ αὐτὸς μὲν οὖν περὶ τὸν πρὸς Ἀρμενίους 484 πόλεμον ἅμα τοῖς αὐτοῦ στρατοπέδοις κατεπονεῖτο, τοὺς δὲ λοιποὺς τῶν τὰς ὑπ' αὐτὸν πόλεις καὶ χώρας οἰκούντων δεινῶς ὁ λιμός τε ἅμα καὶ ὁ λοιμὸς κατέτρυχεν. καὶ μυ ρίοι μὲν ἐτύγχανον οἱ κατὰ πόλιν θνήσκοντες, πλείους δὲ οἱ κατὰ ἀγροὺς καὶ κώμας ἁπάντων σχεδὸν τροφῆς ἐνδείᾳ καὶ λοιμώδει νόσῳ διεφθαρμένων. καὶ γὰρ οἱ μὲν χόρτον διαμασώμενοι καὶ τὴν ἕξιν λυμαινόμενοι διώλλυντο, οἱ δὲ ἀπεσκληκότες ὥσπερ εἴδωλα νεκρὰ ὧδε κἀκεῖσε ψυχορρα γοῦντες ἐνσειόμενοί τε καὶ περιολισθαίνοντες κατέπιπτον ἐν ταῖς πλατείαις, ὅθεν νεκρὰ καὶ γυμνὰ σώματα ἐφ' ἡμέραις πλείοσιν ἄταφα διερριμμένα θέαν οἰκτράν τε καὶ ἐλεεινὴν παρεῖχε τοῖς ὁρῶσιν. ἤδη γέ τοι καὶ κυνῶν τινες ἐγίνοντο βορά, οὐχ ἥκιστα δὲ καὶ ὁ λοιμὸς πάντας οἴκους ἐπενέμετο. τοιαῦτα τοίνυν τῆς Μαξιμίνου μεγαλαυχίας τὰ ἐπίχειρα καὶ τοιοῦτον αὐτοῦ τὸ δύσμορον τέλος. ἐν στήλῃ γὰρ καθ' ἡμῶν ἀνέγραψεν ὡς χριστιανῶν πάντων ἀναιρεθέντων, ὡς ᾤετο, πάσης εὐθηνίας τε καὶ εὐκρασίας ἡ Ῥωμαίων πολι τεία πλησθήσεται. διὸ καὶ λιμὸς καὶ λοιμὸς καὶ αὐχμὸς καὶ πᾶν ὅ τι οὖν ἐστι κακὸν εἰπεῖν τοὺς ἀνθρώπους μετῆλ θεν, ὡς εἴρηται. Κωνσταντίου δὲ τοῦ ἐπικληθέντος Χλωροῦ διὰ τὴν ὠχρό τητα τοῦ προσώπου τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Κωνσταν τῖνος τὴν ἀρχὴν διεδέξατο. ὃν ἐκ πορνείας γεγεννῆσθαί τινες τοῦτον εἰπόντες ἐλέγχονται σαφῶς ὑπὸ διαφόρων ἐξηγη 485 τῶν ὡς ψευδολόγοι καὶ ματαιόφρονες. ὡσαύτως οὖν καὶ Σευήρου τεθνηκότος Λικίνιος ὁ γαμβρὸς Κωνσταντίνου ἀντ εισάγεται. Τὸν δέ γε Κωνσταντῖνον μετὰ τὴν τοῦ πατρὸς τελευτὴν συνέβη νοσῆσαι, ὥστε μήτε μάγων προγνώσεις καὶ μυθο λογίαι, μήτε ἰατρῶν ἐπιστῆμαι καὶ σκευασίαι βοηθημάτων δύνασθαι τὸ πάθος αὐτοῦ θεραπεῦσαι. πρὸς ὃν οἱ τῶν εἰδώλων μιερεῖς ἐλθόντες ὑπέθεντο κολυμβήθραν τινὰ πλη σθεῖσαν αἵματος παιδίων ἀφθόρων, καὶ θερμῷ τῷ αἵματι καὶ ἀφρίζοντι βαπτισθέντα αὐτὸν ὑγιᾶναι. συναχθέντων οὖν τῶν παιδίων ἐκ πάσης ἐπαρχίας διὰ βασιλικοῦ προσ τάγματος, καὶ τοῦ βασιλέως ἔξω παραπορευομένου, προσ υπήντησαν αὐτῷ πᾶσαι τῶν πολλῶν ἐκείνων παιδίων μητέρες διαλελυμένων τῶν πλοκάμων καὶ τῶν μαζῶν γεγυμνωμένων μετὰ πολλῶν ὀδυρμῶν καὶ δακρύων. περὶ ὧν ὁ βασιλεὺς διερωτήσας καὶ μαθὼν ὅτι αἱ μητέρες εἰσὶ τῶν μελλόντων ἀναιρεῖσθαι παιδίων δακρύσας εἶπεν· καλόν μοι μᾶλλόν ἐστιν ὑπὲρ τῆς σωτηρίας τῶν ἀναιτίων ἀποθανεῖν παιδίων ἢ ἐκ τῆς ἐκείνων σφαγῆς ὠμοτάτην καὶ ἀπάνθρωπον ζωὴν ἐπιλέξασθαι, καὶ μάλιστα τῆς ἐκ τούτων ὑγείας ἀμφιβαλλο μένης. καὶ ταῦτα πρὸς τὴν σύγκλητον εἰρηκὼς εἰσῆλθεν εἰς τὸ παλάτιον καὶ οὐ μόνον τοὺς παῖδας ταῖς ἰδίαις μη τράσιν ἐκέλευσεν ἀποδοθῆναι, ἀλλὰ καὶ ὀχήματα καὶ ἀναλώ ματα προσέταξεν αὐταῖς ἐν τῷ ὑποστρέφειν παρασχεθῆναι. καὶ τούτου γενομένου ἐν αὐτῇ τῇ νυκτὶ ὅραμα ἐθεάσατο 486 ὁ βασιλεύς, ἐν ᾗ ὤφθησαν αὐτῷ οἱ τοῦ Χριστοῦ ἀπόστολοι λέγοντες· ἡμεῖς ἐσμὲν Πέτρος καὶ Παῦλος ἀποσταλέντες ὑπὸ θεοῦ παρασχεῖν σοι ὑγείαν καὶ σωτηρίαν διὰ τὴν πρὸς τοὺς παῖδας ἐλεημοσύνην τε καὶ συμπάθειαν. πέμψον οὖν καὶ μετακάλεσαι τὸν ἅγιον Σίλβεστρον ἐκ τοῦ Σεραπίου ὄρους, καὶ ὑποδείξει σοι τὴν ὄντως θείαν τε καὶ σωτήριον πηγήν, ἐν ᾗ λουσάμενος οὐ μόνον σωματικὴν ἕξεις ὑγείαν, ἀλλὰ καὶ ψυχικὴν ὅτι μάλιστα. ἡμέρας δὲ γενομένης ἀποστείλας πρὸς τὸν θεῖον Σίλβεστρον μετὰ πολλῆς τιμῆς ἤγαγεν αὐτὸν ἐν τῷ παλατίῳ, καὶ ἀναστὰς ὁ βασιλεὺς προσεκύνησεν αὐτὸν λέγων· καλῶς ἦλθες, Σίλβεστρε. καὶ ὁ ἐπίσκοπος εἶπεν· εἰρήνη σοι ἀπὸ θεοῦ καὶ σωτηρία παρασχεθείη. καί φησιν ὁ βασιλεύς· παρακαλῶ σε εἰπεῖν μοι, εἰ ἔχετε θεούς τινας Πέτρον καὶ Παῦλον καλουμένους. καὶ ὁ ἐπίσκοπος ἔφη· ἡμεῖς ἕνα θεὸν ἔχομεν ποιητὴν οὐρανοῦ καὶ γῆς, οὗ Πέτρος καὶ Παῦλος δοῦλοι γνήσιοι τυγχάνουσιν. ὁ δὲ βασιλεύς φησιν· δύνασαι, ὦ ἐπίσκοπε, φανερῶσαί μοι τὰς ὄψεις αὐτῶν διά τινος ζωγραφίας, ὅπως ἐπιγνῷ σαφέστερον, εἰ αὐτοί εἰσιν οἱ ἀποσταλέντες ἀπὸ θεοῦ πρός με; καὶ παρα χρῆμα κελεύσας ὁ ἐπίσκοπος τῷ ἰδίῳ διακόνῳ ἐνεγκεῖν τὰ στηθάρια τῶν ὁμοιωμάτων αὐτῶν ἐν σανίσιν, ἠνέχθησαν, καὶ θεασάμενος ὁ βασιλεὺς ἀνέκραξε φωνῇ μεγάλῃ λέγων· οὗτοί εἰσιν ἀληθῶς οἱ κατ' ὄναρ ὀφθέντες μοι καὶ παρα 487 κελευσάμενοι μετακαλέσασθαί σε, ὦ Σίλβεστρε. καὶ νῦν δεῖξόν μοι τὴν πηγὴν ἣν ἔφησαν, δι' ἧς ψυχῇ καὶ σώματι σωθήσομαι. καὶ ὁ ἐπίσκοπος αὐτίκα προστάξας κολυμβή θραν ὕδατος γενέσθαι ἐβάπτισε τὸν βασιλέα, καὶ παραυτίκα ἐξῆλθεν ἐκ τῆς κολυμβήθρας ὑγιὴς καταλιπὼν τὰ τοῦ σώ ματος τραύματα ἐν τῷ ὕδατι καθάπερ λεπίδας ἰχθύων. ὃν ἡ σύγκλητος ἰδοῦσα καὶ πᾶς ὁ δῆμος ἀπολαβόντα τὴν ὑγείαν ἐξεβόησαν λέγοντες· εἷς θεὸς ὁ τῶν χριστιανῶν μέγας καὶ φοβερός, καὶ πάντες ἀπὸ τοῦ νῦν πιστεύομεν εἰς αὐτὸν καὶ βαπτιζόμεθα, ὅτι εἴδομεν σήμερον μεγάλα θαυμάσια. πρὸς οὕς φησιν ὁ βασιλεύς· τὰ μὲν ἀνθρώπινα ἀναγκαστά, τὰ δὲ θεῖα προαιρετικὰ τυγχάνει. ὁ μέντοι θεὸς ἀγαθῇ προ αιρέσει καὶ διαθέσει θρησκεύεται. ὅθεν οὐκ ἐξ ἀνάγκης ἀλλὰ κρίσει ἐλευθερίας βουλόμεθα γίνεσθαι χριστιανοὺς τοὺς θέλοντας καὶ μὴ φόβῳ ἀνθρωπίνῳ προσάγεσθαι τῇ τοῦ θεοῦ λατρείᾳ. καὶ ταῦτα πάντες ἀκούσαντες πρὸς τὴν πίστιν καὶ τὸν αὐτὸν πόθον ἐξήφθησαν μᾶλλον ἀποδεξάμενοι τὴν τοῦ βασιλέως καὶ τοῦ δόγματος ἐπιείκειαν. αὐτίκα δὲ καὶ ἡ μήτηρ Ἑλένη βαπτίζεται καὶ οἱ τούτου συγγενεῖς τε καὶ φίλοι. Μετὰ δὲ ταῦτα ἀκούσας τὰ ὑπὸ Μαξεντίου γινόμενα ἐν Ῥώμῃ χαλεπά τε καὶ ἄτοπα, περὶ οὗ καὶ πρεσβείαν ἐκ τῶν Ῥωμαίων δεξάμενος ἐστράτευσε κατ' αὐτοῦ, καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐν οὐρανῷ φωτοειδῶς θεασάμενος 488 ἐπιγράφον τά· ἐν τούτῳ νίκα, παρευθὺ χρυσοκολλήτοις ἐκτυ πώσας λίθοις καὶ ἐπὶ δόρατος ἀναρτήσας καθηγεῖσθαι τῇ ἑαυτοῦ στρατείᾳ προσέταξεν. δι' οὗ τροπωσάμενος Μαξέντιον ἐν τῷ ποταμῷ οὕτως εἰσῆλθε καὶ τῆς Ῥώμης ἐκράτησεν, ἀπο πνιγέντος Μαξεντίου ἐν τῷ ποταμῷ διωκομένου. Περὶ οὗ καὶ ὁ πολυΐστωρ Εὐσέβιος ἔφη· ἐφ' οἷς αὖθις καὶ πεπλήρωται σαφῶς· ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν. ἐπιλέκτους ἀναβάτας τριστά τας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ. πόντος ἐκάλυψεν αὐτούς. οὕτω γὰρ καὶ Μαξέντιος καὶ οἱ περὶ αὐτὸν ὁπλῖ ται καὶ δορυφόροι κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος, ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ θεοῦ μετὰ Κωνσταντίνου δυνάμει πρὸς τὸν ποταμόν, ὃν αὐτὸς μηχανικῶς ζεύξας καὶ γεφυρώσας μηχανὴν ὀλέθριον καθ' ἑαυτοῦ συνεστήσατο καὶ λάκκον ὃν ὤρυξεν εἰσπέπτωκεν, καὶ ἐπέστρεψεν ὁ πόνος αὐτοῦ εἰς κε φαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ κατα βέβηκεν. καὶ οὕτως ὁ μὲν δυσσεβὴς καὶ οἱ μετ' αὐτοῦ ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ, ὁ δὲ θεῖος Κων σταντῖνος θεῷ τοῖς ἔργοις ἀνυμνήσας ἐπὶ Ῥώμην μετ' ἐπι νικίων εἰσελαύνει πάντων ἀθρόως αὐτὸν ἅμα κομιδῆ νηπίοις καὶ γυναιξὶ καὶ σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασι 489 καὶ ψυχαῖς οἷα λυτρωτὴν καὶ σωτῆρά τε καὶ εὐεργέτην μετ' εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων. ὁ δὲ ὥσπερ ἔμφυτον τὴν εἰς θεὸν εὐσέβειαν κεκτημένος μηδ' ὅλως ἐπὶ ταῖς βοαῖς ὑποσαλευόμενος μηδὲ ἐπαιρόμενος τοῖς ἐπαίνοις εὖ μάλα τῆς ἐκ θεοῦ συνησθημένος βοηθείας αὐτίκα τοῦ σωτηρίου τρόπαιον πάθους ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατε θῆναι προστάττει. καὶ νῦν οἱ μὲν θεομισεῖς οὔκ εἰσιν, ὅτι μηδὲ ἦσαν. εἰς βραχὺ γὰρ κατάρξαντες καὶ ταραχθέντες, εἶτα ὑποσχόντες τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτοὺς καὶ φίλους καὶ οἴκους ἄρδην ἀναστάτους κατέστησαν. περὶ ὧν ὁ θεῖος ἔφη λόγος πάλιν· ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτω λοί, ἐνέτειναν τόξον τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. ἀλλ' ἡ ῥομφαία αὐτῶν εἰσ ῆλθεν εἰς τὰς καρδίας αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συνετρίβη. πρὸς δέ γε τὴν ἐκκλησίαν τῶν εὐσεβῶν αὖθίς φησιν ὁ ἱερὸς λόγος· μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνει δίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. ἐξεγείρου, ἐξεγείρου, ἔνδυ σαι τὴν ἰσχὺν καὶ τὴν δόξαν σου, ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. [Βιβλίον Θʹ.] [αʹ. Περὶ Κωνσταντίνου τοῦ μεγάλου.] Μετὰ δὲ Μαξέντιον ἐβασίλευσε Κωνσταντῖνος ὁ μέγας, ὃς εὐθέως διατάγματα πανταχοῦ ἐξέπεμψε τοὺς ἐν ἐξορίαις 490 χριστιανοὺς μετὰ τιμῆς ἐπανέρχεσθαι πρὸς τὰ ἴδια, καὶ τοὺς μὲν ναοὺς τῶν εἰδώλων καταστρέφεσθαι, τὰς δὲ τοῦ Χριστοῦ ἐκκλησίας οἰκοδομεῖσθαι, καὶ πρὸς τούτοις ἐξέθετο καὶ νό μους καθολικοὺς ὥστε ἀποδίδοσθαι τοὺς τῶν εἰδώλων ναοὺς τοῖς τῷ Χριστῷ ἱερωμένοις, καὶ χριστιανοὺς μόνους ἄρχειν καὶ στρατεύεσθαι, καὶ τετράδα καὶ παρασκευὴν πάντας νη στεύειν καὶ τὴν κυριακὴν ἀργεῖν καὶ τιμᾶν, τὰς μὲν διὰ τὸ πάθος, τὴν δὲ διὰ τὴν ἀνάστασιν τοῦ κυρίου, καὶ Ἰου δαίους οἰκέτας μὴ ὠνᾶσθαι μήτε θυσίας προδήλους ποιεῖ σθαι, καὶ σταυρῷ μηκέτι καταδικάζεσθαί τινα διὰ τὸ πρὸς τὸν σταυρὸν τοῦ Χριστοῦ σέβας, τοῖς δὲ νομίσμασιν αὐτοῦ καὶ εἰκόσι τὸν σταυρὸν συνεκτυποῦσθαι πάντοτε. καὶ γυ ναῖκα μὲν εἶχε Μαξιμίναν θυγατέρα Διοκλητιανοῦ, ἐξ ἧς ἐγέννησεν υἱοὺς τρεῖς, Κωνσταντῖνον καὶ Κώνσταν καὶ Κων στάντιον, ἀδελφοὺς δὲ Δαλμάτιον καὶ Κωνστάντιον, οἵτινες ἔσχον υἱούς, Δαλμάτιος μὲν ἄλλον Δαλμάτιον, Κωνστάντιος δὲ Γάλλον καὶ Ἰουλιανόν. Ἐν δέ γε τῷ καπετωλίῳ Ῥώμης ἔν τινι καταδύσει βαθ μοὺς ἐχούσῃ τξεʹ δράκων ἦν παμμεγέθης, ὃς ἐξαίφνης πολ λάκις παρακύπτων τῆς καταδύσεως ἐλυμαίνετο σφόδρα τοὺς 491 ἐν τῇ πόλει τῷ φυσήματι καὶ μάλιστα τοὺς παῖδας. περὶ οὗ τινες τῶν ἑλληνιζόντων ἀξιώσαντες τὸν θεῖον Σίλβεστρον εἶπον· κάτελθε, ὦ ἐπίσκοπε, πρὸς τὸν δράκοντα καὶ ποίησον εἰς τὸ ὄνομα τοῦ θεοῦ σου σχολάσαι αὐτὸν ἐπὶ χρόνον ἕνα τῆς φθορᾶς τῶν ἀνθρώπων, καὶ πιστεύομεν πάντες καὶ βαπτιζόμεθα. ὁ δὲ Σίλβεστρος κατελθὼν καὶ οἰκίσκον μι κρὸν εὑρὼν ἔχοντα θύραν χαλκῆν, ἔνθα ὁ δράκων ὑπῆρχεν, καὶ ταύτην ἐπὶ τῷ ὀνόματι Χριστοῦ κλείσας καὶ ἀνελθών, οὐκέτι ἐξῆλθεν ὁ δράκων. διελθόντων δὲ χρόνων βʹ πάντες οἱ πρώην διὰ θυσιῶν τὸν δράκοντα θεραπεύοντες καὶ ἄλλοι πολλοὶ προσελθόντες τῷ ἁγίῳ Σιλβέστρῳ ἐβαπτίζοντο. Τοῦ δὲ θείου Κωνσταντίνου συναθροίσαντος Ἰουδαίους ἱερεῖς τε καὶ γραμματεῖς ρκʹ πρὸς τὸ διαλεχθῆναι μετὰ Σιλ βέστρου εἰς τελείαν φανέρωσιν τῆς ἀληθείας καὶ εἰς ἀνα τροπὴν τῆς Ἰουδαϊκῆς ἀναισχυντίας καὶ φλυαρίας, συνῆλθε πᾶσα σχεδὸν ἡ πόλις ἔμπροσθεν τοῦ βασιλέως ἀκοῦσαι τῆς διαλέξεως ἀμφοτέρων περὶ τῆς Χριστοῦ πίστεως. καὶ οἱ μὲν Ἰουδαῖοι ἀπήρξαντο πρὸς Σίλβεστρον οὕτω λέγειν· ποία γραφὴ περὶ τοῦ υἱοῦ τῆς Μαρίας προεῖπεν, καὶ ποῖος αὐτὸν προφήτης ὡς θεὸν ἐκ Μαρίας γεννησόμενον προανήγγειλεν; ὁ δὲ Σίλβεστρος ἀποκριθεὶς εἶπεν· πάνυ πλανᾶσθε, μὴ εἰδότες ἀληθῶς τὰς γραφὰς μήτε τὴν ἐν αὐταῖς ἐγκειμένην μυστικὴν διδασκαλίαν. περὶ γὰρ τίνος ὁ μέγας Ἡσαΐας εἶπεν· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ 492 καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός; καί· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων; ὁ δὲ θεόπτης Μωϋσῆς· ἀνατε λεῖ, φησίν, ἄστρον ἐξ Ἰακὼβ καὶ ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ. καί· ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν. ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται διὰ τούτων προκαταγγέλλεται, ὅτι δὲ κύριος πάντων προσημαίνουσι πάλιν φάσκοντες· ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. καί· ἰδοὺ ὁ θεὸς ἡμῶν ἥξει καὶ σώσει ἡμᾶς, καὶ τότε ἀνοιχθήσονται ὀφθαλ μοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀνοιγήσονται, καὶ ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων. ἡ μὲν οὖν προφητεία θεὸν ἐπιδημεῖν προλέγει, τὰ δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει. τότε γὰρ ταῦτα πεπλή ρωνται, ἅπερ οὐδέποτε γεγόνασι πρότερον ὑπό τινος ἐν τῷ Ἰσραήλ. περὶ δὲ τοῦ πάθους αὐτοῦ πάλιν φησίν· ἄνθρω πος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ 493 τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. καί· ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; καὶ Μωσῆς· ὄψεσθε, φη σίν, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν καὶ οὐ μὴ πιστεύσητε. καὶ Δαυὶδ ἐκ προσώπου τοῦ Χριστοῦ λέγει· ὤρυξαν χεῖράς μου καὶ πόδας μου. καί· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ τὰ ἑξῆς. ὅτι δὲ καὶ τῶν ἐθνῶν ἐλπὶς ἦν ὁ μὲν Ἰακὼβ προεῖπεν· οὐκ ἐκλεί ψει ἄρχων ἐξ Ἰούδα οὔτε ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ὁ δὲ Ἡσαΐας αὖθις· καὶ ἔσται, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. ταῦτα μὲν οὖν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων. πᾶσα δὲ γραφὴ πέπλησται διελέγχουσα τὴν ὑμετέραν ἀπιστίαν. τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηθέντων δι καίων καὶ προφητῶν ἁγίων ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος σύστασιν; τίνος δὲ τῆς γεννήσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς καὶ τὸν γεννηθέντα διεσήμαινε τῇ οἰκου μένῃ; τίς πάλιν βασιλέων πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; τίς οὖν ἄρα γέγονε βασιλεὺς ἐν Ἰσραὴλ ἐφ' ὃν τὰ ἔθνη 494 πάντα τὴν ἐλπίδα τέθεινται, καὶ οὐχὶ μᾶλλον αὐτοῖς ἠναν τιοῦντο πανταχόθεν; ἕως γὰρ συνίστατο Ἱερουσαλὴμ πόλεμος ἄσπονδος ἦν αὐτοῖς, καὶ διεμάχοντο πρὸς τὸν Ἰσραὴλ Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, Βαβυλώνιοι δὲ κατατρύχοντες, Σύροι δὲ ἀντιπολεμοῦντες. ἢ οὐχ ὁ μὲν Δαυὶδ τοὺς Μωαβίτας καὶ τοὺς Σύρους ἐπολέμει καὶ ἐπο λεμεῖτο, ὁ δὲ Ἰωσίας τοὺς πλησίον παρεφυλάττετο, καὶ μέν τοι καὶ Ἐζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ; καὶ τῷ μὲν Ἰησοῦ οἱ Ἀμορραῖοι ἠναντιοῦντο, τῷ δὲ Μωσῇ ὁ Ἀμαλὴκ ἀντεστρατεύετο, καὶ ὅλως ἄσπονδα ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἰσραὴλ τὰ τῆς φιλίας, ὡς μέχρι νῦν μαρτυροῦσι τὰ πράγματα. Καὶ οἱ γραμματεῖς ἀποκριθέντες εἶπον· οὐκ ἀρνούμεθα ὡς ταῦτα μὲν πάντα γέγραπται, προσδοκῶμεν δὲ τὸν μη δέπω παραγενόμενον θεὸν λόγον. ὁ δὲ Σίλβεστρος ἔφη· καὶ πῶς οὐκ ἠκούσατε τοῦ Δανιὴλ προλέγοντος φανερῶς καὶ τὸν καιρὸν καὶ τὴν θείαν τοῦ σωτῆρος ἐπιδημίαν; φησὶ γὰρ ὁ προσδιαλεγόμενος αὐτῷ ἄγγελος· οʹ ἑβδομάδες συν ετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ 495 ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερου σαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ. καὶ πρὸς μὲν τοῖς ἄλλοις ἴσως προφασιζόμενοι εἰς μέλλοντα χρόνον ἀναβάλλεσθε τὰ γεγραμμένα. τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀντωπῆσαι δύνασθε; ὅπου γε καὶ ὁ χριστὸς δηλοῦται καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος, ἀλλ' ἅγιος ἁγίων εἶναι καταγγέλλεται. καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἱερουσαλὴμ συνίσταται, καὶ λοιπὸν ἅπας προφήτης παύεται καὶ ὅρασις ἐν τῷ Ἰσραήλ. ἐχρίσθη μέντοι πάλαι Δαυὶδ καὶ Σολομὼν καὶ Ἐζεκίας· ἀλλ' Ἱερουσαλὴμ καὶ ὁ τόπος συνεστήκει, καὶ προφῆται προεφήτευον, ἄλλως δὲ καὶ αὐτοὶ οἱ χρισθέντες ἅγιοι ἄνθρωποι καὶ οὐχ ἅγιοι ἁγίων ἐκλήθησαν. πότε δὲ καὶ προφήτης ἐπαύσατο καὶ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν, ὅτε ὁ προφητευόμενος καὶ ἅγιος τῶν ἁγίων Χριστὸς παρεγένετο; σημεῖον οὖν ὄντως μέγα πρόδηλον καὶ γνώρισμα τοῦ θεοῦ λόγου καὶ τῆς αὐτοῦ παρουσίας τὸ μη κέτι τὴν Ἱερουσαλὴμ ἑστάναι μήτε προφήτην ἐγερθῆναι μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις. καὶ εἰκότως· ἐλθόντος γὰρ τοῦ σημαινομένου καὶ προφητευομένου, τίς ἡ χρεία τῶν ση μαινόντων καὶ προφητευόντων; διὰ γὰρ τοῦτο προεφήτευον, ἕως ἔλθῃ ὁ προφητευόμενος καὶ λυτρούμενος τὰς ἁμαρτίας πάντων. ποῖος τοίνυν ἡγούμενος ἐξῆλθεν ἐκ Βηθλεὲμ καὶ τὸν Ἰσραὴλ ἐποίμανεν, οὗ ἡ ἔξοδος ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος καὶ πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα, καὶ ἀνεκδιή 496 γητος ἡ γενεά, καθὼς γέγραπται; τῶν γὰρ ἁγίων πάντων ἴσμεν τὴν γενεὰν ἱστορουμένην καὶ τῶν ἀρξάντων τοῦ Ἰσραὴλ παριστῶσαν τὴν γένεσιν καὶ τὸν θάνατον. Διαλεχθέντες οὖν ἐπὶ πολλὰς ὥρας, καὶ τοῦ Σιλβέστρου μετὰ πολλῆς ἀκριβείας ἐκ τῶν θείων γραφῶν ἀποδείξαντος τὰ περὶ τοῦ Χριστοῦ, καὶ τῶν Ἰουδαίων μεγάλως ἡττηθέν των, ἔφη τις ἐξ αὐτῶν ὀνόματι Ζαμβρὴ πρὸς τοὺς λοιποὺς Ἰουδαίους· εἰ Σιλβέστρου λόγοις προσέχετε, ἀνάγκη τοὺς πατρῴους νόμους καταλιπεῖν καὶ ἀκολουθεῖν ἀνθρώπῳ μα ταίῳ, ὃν οἱ πατέρες ἡμῶν κατεδίκασαν. ἀλλ' ἀκουσάτω μου ὁ βασιλεύς, καὶ ἐνεχθήτω ταῦρος ἄγριος, ὥστε με δεῖξαι σήμερον ἐνώπιον αὐτοῦ τὴν δύναμιν τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν. οὐ θέλω γὰρ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων δεῖξαι τὴν ἀλήθειαν. ὁ δὲ Σίλβεστρος παρακαλέσας τὸν βασιλέα τοιοῦτον ἐνεχθῆναι ταῦρον ἠρώτησεν ἐν τῷ μεταξὺ τὸν Ζαμβρή, τίνος ἕνεκεν ἐπιζητεῖ τὸν ταῦρον. καί φησιν· ἐπειδὴ τὸ ὄνομα τοῦ ἡμετέρου θεοῦ οὐδεμία κτιστὴ φύσις ἀκούσασα ζήσεται, βούλομαι διὰ τοῦ ταύρου τὴν ἰσχὺν τού του σαφῶς ἀποδεῖξαι. πρὸς ὃν ὁ Σίλβεστρος ἔφη· καὶ σὺ ποίῳ τρόπῳ τὸ ὄνομα τοῦτο μεμάθηκας; ἆρα παρά τινος ἀκούσας ἢ ἀναγνούς; ὁ δὲ εἶπεν· οὔτε χάρτης οὔτε ξύλον οὔτε λίθος ὑποδέξασθαι τὸ ὄνομα τοῦτο δύναται. ἐγὼ δὲ νηστεύσας καὶ εἰς λεκάνην ὕδωρ βαλὼν ἐκεῖ τοῦτο μεμά θηκα. καὶ τούτων λεγομένων ἰδοὺ καὶ ὁ ταῦρος ἦλθεν ὑπὸ πολλῶν ἀνθρώπων ἑλκόμενος σχοινίοις πάντοθεν δεδεμένος 497 ἀγριώτατος καὶ μέγας πάνυ ὑπάρχων. καὶ ὁ Ζαμβρὴ ἐπι γαυριῶν τῷ Σιλβέστρῳ ἔφη· νῦν τὰ ῥήματα καὶ ἡ ὑπόθεσις τῶν λόγων σου πέρας ἕξουσιν. εἰ μὲν οὖν θαρρεῖς εἰς τὸ ὄνομα τοῦ θεοῦ σου, εἰπὲ τοῦτο κατὰ τὴν ἀκοὴν τοῦ ταύ ρου καὶ δειχθήσῃ παντοκράτορι θρησκεύων. εἰ δὲ μή γε, λέξω ἐγώ, καὶ πάντες τῇ ἐμῇ πίστει συνδραμοῦσιν. τῶν δὲ Ἰουδαίων καὶ τῶν ἄλλων παρορμησάντων εἰπεῖν τὸν Ζαμ βρὴ τὸ ὄνομα ὑπὸ τὴν ἀκοὴν τοῦ ταύρου, καὶ τοῦτο εἰπόν τος, εὐθὺς ὁ ταῦρος μυκηθμὸν ἀποτελέσας μέγα, καὶ τῶν ὀφθαλμῶν αὐτοῦ ἐξελθόντων, ἀπέθανεν. ἀνασκιρτώντων οὖν τῶν Ἰουδαίων καὶ μεγαλαυχούντων κατὰ Σιλβέστρου, καὶ τῶν χριστιανῶν λυπουμένων σφόδρα, παρακαλεῖ τὸν βασιλέα Σίλβεστρος κελεῦσαι τῷ λαῷ ἡσυχάσαι. καὶ τούτου γενομέ νου, καὶ ἐφ' ὑψηλοῦ τόπου Σιλβέστρου ἀνελθόντος, εἶπε φωνῇ μεγάλῃ· ἀκούσατέ μου, οἱ μεγιστάνες καὶ πάντες οἱ νῦν θαυμάσαντες χριστιανοὶ τὸν θάνατον τοῦ ταύρου. ἐγὼ τὸν δεσπότην Χριστόν, ὃν ὑμῖν εὐηγγελισάμην, ἔγνων τυφλοὺς ἀναβλέψαι ποιήσαντα, κωφοὺς ἀκοῦσαι, ἀλάλους λαλῆσαι, νεκροὺς ἐγεῖραι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. κἀντεῦθεν οὖν φα νερόν ἐστι πᾶσιν, ὡς διαβόλου ἐστὶν ὄνομα τὸ θανατῶσαν τὸν βοῦν, ὅνπερ ἀναστῆσαι οὐ δύναται. καὶ τοῦτο ἀκούσας Ζαμβρὴ καὶ τὰ ἱμάτια διαρρήξας ἔφη πρὸς τὸν βασιλέα· ἐγώ, δέσποτα, ἐπὶ τῷ ὀνόματι τοῦ παντοκράτορος θεοῦ τὸν 498 ταῦρον ἐθανάτωσα, καὶ οὗτος βλασφημῶν ἐν λόγοις μόνον κομπάζει. διὸ δὴ πρέπον ἐστὶ μηκέτι δίδοσθαι αὐτῷ χώραν τοῦ λέγειν. ὁ δὲ Σίλβεστρος εἶπεν· ἄκουσον, ὦ Ἰουδαῖε, τῶν σῶν γραφῶν καὶ ἐξ αὐτῶν ἐπιστομίζου πάλιν. γέγρα πται· κύριος θανατοῖ καὶ ζωογονεῖ. καί· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. τοίνυν ἐπικάλεσαι πάλιν εἰς τὴν ἀκοὴν τοῦ βοὸς ἐκεῖνο τὸ ὄνομα, καί, εἰ ζήσεται, γνωσόμεθα πάντες εἰς τὸ ὄνομα τοῦτο πιστεύειν. εἰ δὲ μή, ἐγὼ τὸν δεσπότην μου Χριστὸν ἐπικαλέσομαι καὶ ἀναστήσω αὐτόν. καὶ ὁ Ζαμ βρή φησιν· εἰ τοῦτο ποιήσεις, μὰ τὴν κεφαλὴν τοῦ βασι λέως ἅπαντες οἱ Ἰουδαῖοι καταλείψαντες τὸν νόμον τῇ τῶν χριστιανῶν θρησκείᾳ προσδραμούμεθα. καὶ τότε δὴ Σίλ βεστρος ἐκτείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας καὶ μετὰ δα κρύων εὐχὴν ποιήσας καὶ πρὸς τὸν ταῦρον ἀπελθὼν εἶπε μετὰ φωνῆς· ἐγὼ τὸ ὄνομά σου ἐπὶ πάντων ἐπικαλοῦμαι, δέσποτα Χριστέ, μετὰ κραυγῆς, ἵνα μάθῃ πᾶς ὁ λαὸς οὗτος, ὅτι διαβόλου μὲν ὄνομα ἐφόνευσε τὸν ταῦρον, τῇ δὲ τοῦ ἁγίου καὶ φανερωτάτου σου ὀνόματος ἐπικλήσει ἐζωοποιήθη. καὶ πλησιάσας τῷ ταύρῳ λέγει μετὰ κραυγῆς μεγάλης· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν οἱ παράνομοι Ἰουδαῖοι ἐσταύρωσαν, ἀνάστα καὶ στῆθι μετὰ σεμνότητος. καὶ παρευθὺς ὁ ταῦρος ὅλον ἑαυτὸν κινήσας καὶ ἐγερθείς, ἔλυσεν αὐτοῦ 499 τὰ δεσμὰ Σίλβεστρος καὶ ἀπέλυσε λέγων· πορεύου ὅθεν ἦλ θες, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀδικήσῃς. ὅπερ μέγα θαῦμα Ἰουδαῖοι θεασάμενοι καὶ σφόδρα καταπλαγέντες αὐτίκα προσέπεσαν εἰς τοὺς πόδας τοῦ θείου Σιλβέστρου πάντες αἰτούμενοι τὸ ἅγιον βάπτισμα. καὶ γέγονε χαρὰ μεγάλη τοῦ βασιλέως καὶ τοῦ λαοῦ παντὸς ἐπὶ ὥρας βʹ κραζόντων· μέγας ὄντως ὁ θεὸς τῶν χριστιανῶν καὶ ἡ τούτων πίστις. Καὶ μετὰ ταῦτα βουλόμενος ὁ μέγας Κωνσταντῖνος κτί σαι πόλιν εἰς ἴδιον ὄνομα ἐπὶ τὰ ἑσπέρια μέρη, κατ' ὄναρ ὁ θεὸς αὐτῷ ἐπέτρεψεν ἐν τῷ Βυζαντίῳ κτίσαι. καὶ τῷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Ῥώμῃ ποιήσας Κώνσταν καὶ Κωνσταντῖνον υἱοὺς αὐτοῦ καίσαρας καὶ Δαλμάτιον ἀνεψιὸν αὐτοῦ ἐν Βρεττανίᾳ καταλείψας αὐτοῖς τὰ δυτικὰ μέρη ἦλ θεν εἰς τὸ Βυζάντιον σὺν μητρὶ Ἑλένῃ καὶ υἱῷ Κωνσταν τίῳ καὶ Λικινίῳ γαμβρῷ ἐπ' ἀδελφῇ αὐτοῦ. καὶ ἀνανεώσας τὸ πρώην ὑπὸ Βύζου βασιλέως τῆς Θρᾴκης τεῖχος κτισθὲν καὶ προσθεὶς ἄλλο διάστημα προσηγόρευσεν αὐτὴν Κωνσταν τινούπολιν. ὀλίγους δὲ τοὺς οἰκήτορας πρὸς τὸ μέγεθος 500 τῆς πόλεως ὁρῶν ἀπό τε Ῥώμης τοὺς ἀξιολόγους ἐκλεξάμε νος ἀπό τε τόπων ἑτέρων συναθροίσας καὶ οἴκους μεγίστους οἰκοδομήσας αὐτοῖς καὶ χαρισάμενος οἰκεῖν τὴν πόλιν ἐποί ησεν. κτίσας δὲ καὶ τὸ παλάτιον καὶ ἱππικὸν καὶ τοὺς βʹ μεγάλους ἐμβόλους καὶ τὸν φόρον, ἐν ᾧ κίονα μονόλιθον καὶ ὁλοπόρφυρον στήσας, ὃν ἀπὸ Ῥώμης ἐκόμισεν ἀξιάγαστον σφόδρα σφόδρα, ἵδρυσεν ἐπάνω αὐτοῦ ἀνδριάντα, ὃν ἤνεγκεν ἀπὸ Ἰλίου πόλεως τῆς Φρυγίας ἔχοντα ἐπὶ τὴν κεφαλὴν ἀκτῖνας ζʹ. τὸν δὲ κίονα τρισὶν ἔτεσι πλοϊζόμενον ἤγαγε διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους καὶ τοῦ βάρους. ἀπὸ δὲ τῆς θαλάσσης μέχρι τοῦ φόρου δι' ἐνιαυτοῦ ἦλθεν, καίπερ τοῦ βασιλέως συνεχῶς προσφοιτῶντος καὶ χρυσίον ἄπειρον τῷ πλήθει διανέμοντος. εἶτα θέμενος εἰς τὰ θεμέλια τοὺς ιβʹ κοφίνους, οὓς ὁ Χριστὸς ηὐλόγησεν, καὶ ξύλα τίμια καὶ ἁγίων λείψανα πρὸς στηριγμὸν καὶ φυλακὴν ἔστησεν αὐτὸν διὰ πολλῆς μηχανῆς, καὶ τέχνης δυνάμεώς τε καὶ σοφίας ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ τὸν πανθαύμαστον μονόλιθον κίονα. ἐξηπάτησαν δέ τινας τῶν ἰδιωτῶν καὶ ἀφελεστέρων ἢ μᾶλλον εἰπεῖν ἀλογωτέρων μὴ εἶναι τοῦτον μονόλιθον 501 αἱ πρὸς διακόσμησιν καὶ εὐπρέπειαν αὐτοῦ χαλκαῖ ζῶναι καὶ οἱ πλεῖστοι λῶροι. καὶ πρὸς τούτοις ἔκτισε ναοὺς τῶν τε ἁγίων ἀποστόλων καὶ τῆς ἁγίας Εἰρήνης καὶ τοῦ ἁγίου Μωκίου καὶ τοῦ ἀρχαγγέλου Μιχαὴλ ἐν τῷ Ἀνάπλῳ. Εἶτα ποιήσας καίσαρας Κωνστάντιον τὸν υἱὸν αὐτοῦ ἐν Κωνσταντινουπόλει καὶ Λικίνιον γαμβρὸν αὐτοῦ ἐν Νικο μηδείᾳ τῆς Βιθυνίας κατὰ Περσῶν ἐστράτευσεν, ὑφ' ὧν παρακληθεὶς ὑποφόρους αὐτοὺς ποιήσας ὑπέστρεψεν. καὶ μαθὼν ἐν Νικομηδείᾳ ὅτι Λικίνιος τιμωρῶν ἐφόνευε τοὺς χριστιανοὺς ὀργίζεται κατ' αὐτοῦ μεγάλως. ὧν μεταξὺ πο λέμου γενομένου συνεσχέθη Λικίνιος ζῶν ἐν Χρυσοπόλει, καὶ τοῦτον ἐν Θεσσαλονίκῃ περιώρισεν. πάλιν δὲ νεωτερί ζοντος αὐτοῦ καὶ ὅπλων ἁπτομένου, προστάξαντος Κωνσταν τίνου ἀνῃρέθη. Ἡ δὲ μακαρία Ἑλένη εἰς Ἱερουσαλὴμ ἀπελθοῦσα πρὸς ἀναζήτησιν τοῦ τιμίου σταυροῦ καὶ τοῦτον εὑροῦσα ἔκτισεν ἐκκλησίας θαυμασίας καταλύσασα τὸν ἐπὶ τῷ δεσποτικῷ τάφῳ κτισθέντα ναὸν ὑπὸ τῶν ἀθέων τῇ Ἀφροδίτῃ. καὶ ὑπο στρέψασα καὶ πολλὰ τῷ υἱῷ περὶ τῆς εἰς Χριστὸν πίστεως ἐντειλαμένη ἐτελεύτησεν ἐτῶν πʹ, ἣν καὶ ἔθαψεν ὁ υἱὸς αὐτῆς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν Κωνσταντινου πόλει. πάσης τοίνυν ἀρετῆς ἡ μακαρία κεκοσμημένη εἶχε 502 καὶ τὴν χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μέν, διαφερόντως δὲ πρὸς τὸ ἱερὸν τῶν μοναζόντων σχῆμα. τὰς γάρ τοι διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρουσα πολλάκις καὶ ἐπὶ στιβάδων κατακλίνουσα αὐτὴ δι' ἑαυτῆς καθυπούργει ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα θεραπαίνης ἔργον ἐπλή ρου. οὕτω δὲ καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξεπαίδευεν ἄτυφον ἔχειν φρόνημα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπι μελεῖσθαι, δουλεύειν τῷ θεῷ κατὰ τὴν γραφὴν μετὰ φόβου καὶ τρόμου. ὃς καὶ αὐτὸς φυλάττων ἀκριβῶς τὰς αὐτῆς ἐντολὰς ἐκαρποφόρει ἑκατονταπλασίως. ἐπὶ τούτου γὰρ τοῦ μακαρίου καὶ οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες προσῆλθον τῷ ἁγίῳ βαπτίσματι, καὶ οἱ Ἀρμένιοι τελείως ἐπίστευσαν μετὰ καὶ τοῦ βασιλέως αὐτῶν Τηριδάτου διὰ τοῦ πολυάθλου μάρ τυρος καὶ μεγάλου Γρηγορίου ἀρχιεπισκόπου αὐτῶν. Ἐγένετο δὲ καὶ σεισμὸς ἐν Καμπανίᾳ καὶ κατέπεσαν πόλεις ιγʹ. καὶ ἔκλειψις ἡλίου γέγονε περὶ ὥραν τρίτην τῆς ἡμέρας, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι. καὶ περὶ τὴν Μελιτινὴν χώραν ὄφεων παντοῖον γένος ἐκτείναν 503 τες ἑαυτοὺς ἐπὶ διαστήματα εʹ, καὶ μαχησάμενοι κατέκτειναν ἀλλήλους ὡς καὶ τὴν χώραν ἐκ τῶν σωμάτων αὐτῶν ἐποζέσαι. καὶ Ἰουδαῖοι στασιάσαντες πρὸς τὸ οἰκοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις ναόν, πολλοὺς ὁ θεῖος βασιλεὺς [Κωνσταντῖνος] τιμωρησάμενος διεσκόρπισεν, ἐν οἷς καὶ τὰ ὦτα αὐτῶν ἀπο τεμὼν καὶ τὸ τῆς παρακοῆς καὶ προπετείας ἐνθεὶς αὐτῶν τῷ σώματι σύμβολον περιῆγε πανταχοῦ σωφρονίζων καὶ τοὺς ἄλλους πάντας μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν πράγμασιν. Καὶ ἡ ἐν Νικαίᾳ δὲ σύνοδος τῶν τιηʹ ἁγίων πατέρων ἐγένετο διὰ προφάσεως τοιᾶσδε· ὁρῶν γὰρ ὁ μέγας οὗτος βασιλεὺς Κωνσταντῖνος τὴν ἐκκλησίαν ὑπ' Ἀρείου ταραττο μένην σύνοδον οἰκουμενικὴν συνεκρότησεν. καὶ τοὺς μὲν ἐπισκόπους πανταχόθεν δημοσίοις ἵπποις καὶ ἡμιόνοις εἰς τὴν ἔλευσιν τῆς συνόδου χρήσασθαι ἐκέλευσεν, αὐτὸς δὲ εἰς τὴν Νίκαιαν ἀφίκετο ἰδεῖν ἐφιέμενος τὴν πληθὺν τῶν ἀρχι ερέων καὶ τὴν ὁμόνοιαν αὐτοῖς πρυτανεῦσαι. συνεληλυθό των οὖν πάντων, οἶκον μέγιστον ἐν τοῖς βασιλείοις εὐτρε πισθῆναι κελεύσαντος καὶ θρόνους ἐν αὐτῷ τεθῆναι, οὕτως εἰσελθεῖν αὐτοὺς ἐπέτρεψεν. εἰσελθόντος δὲ καὶ αὐτοῦ ἔσχα 504 τον σὺν ὀλίγοις καὶ ἑστῶτος ἐν τῷ μέσῳ, προετρέψατο πάν τας καθίσαι, εἶτα θρόνου μικροῦ τεθέντος κελευσθεὶς ὑπ' αὐτῶν ἐκάθισε καὶ αὐτὸς ἔσχατος πάντων· τοσαύτη τις εὐλά βεια καὶ αἰδὼς τῶν ἀνδρῶν κατεῖχε τὸν βασιλέα. καὶ οἱ μὲν τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν κεφαλὴν αὐτοῦ στεφα νώσαντες τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψαντο, ὁ δὲ τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσαγαγὼν λόγους πολλοὺς μὲν ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι προστάξας ἐπὶ τὸ αὐτὸ πάντας ἑστίασεν, τοὺς μὲν ἀξιωτέρους ὁμοτραπέζους λαβών, τοὺς δὲ λοιποὺς εἰς τὰς ἄλλας τραπέζας διεῖλεν. θεασάμε νος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους καὶ μαθὼν ὡς ὑπὸ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν τοῦτο πεπόνθασιν, τὰ χείλη τοῖς τραύ μασι προσενήνοχε κατασπαζόμενος ἑλκύσειν ἐκεῖθεν εὐλογίαν τῷ φιλήματι πιστεύων. οὕτως ἦν ὁ θαυμάσιος ἀνὴρ ἐκεῖ νος εὐλαβείᾳ καὶ πίστει καὶ μετριοφροσύνῃ λελαμπρυσμένος. τῇ δὲ ἐπαύριον οἱ ἐπίσκοποι πάντες καὶ ὁ βασιλεὺς εἰς ἕνα τόπον συνελθόντες καλοῦσι τὸν Ἄρειον σὺν τοῖς ὁμόφροσιν αὐτοῦ εἰς τὴν σύνοδον ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς οἰκείοις δόγμασιν. ἦν δὲ τὰ δόγματα τοῦ ἀσεβοῦς καὶ τρισ καταράτου ταῦτα· οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν, ἀλλ' ἦν, ὅτε ὁ θεὸς πατὴρ οὐκ ἦν. οὐκ ἀεὶ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν· ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκεν. διὸ ἦν ποτε, ὅτε οὐκ ἦν· κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός. οὔτε δὲ ὅμοιός ἐστιν ὁ υἱὸς κατ' οὐσίαν τῷ πατρί, οὔτε δὲ ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς 505 λόγος ἐστίν, οὔτε δὲ ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλ' εἷς μὲν τῶν ποιημάτων καὶ γεννητός ἐστιν, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ ἐν τῷ θεῷ σοφία, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός. διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοι ωτὸς τὴν φύσιν ὡς καὶ πάντα τὰ λογικά. ξένος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς τοῦ θεοῦ οὐσίας, καὶ ἀόρατός ἐστιν ὁ πατὴρ τῷ υἱῷ· οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ λόγος τὸν πατέρα οὔτε τελείως ὁρᾶν αὐτὸν δύναται. καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν, ὡς υἱός ἐστιν, δι' ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι' ὀργάνου κτίσῃ ὁ θεός, καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ἠθέλησεν ὁ θεὸς ποιῆσαι. ἠρώτησεν οὖν τις αὐτούς, εἰ δύναται ὁ τοῦ θεοῦ λόγος τραπῆναι, ὡς ἐτράπη ὁ διάβολος, καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν ὅτι· ναί, δύναται τραπῆναι, τρεπτῆς γάρ ἐστι φύσεως γεννητὸς καὶ κτιστὸς ὑπάρχων. Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονὸς θαῦμα οὐ δίκαιον σιωπῇ παραπέμψασθαι. πρὸς γὰρ τὸ παράδοξον τοῦ βασι λικοῦ διατάγματος καὶ φιλόσοφοι καὶ ῥήτορες ἐν τῇ συνόδῳ παρῆσαν διαλεκτικῆς ἐμπειρότατοι, ἐν οἷς ὑπῆρχέ τις Ἕλλην καὶ αὐτὸς παρὰ πάντων θαυμαζόμενος καὶ τοῖς ἐπισκόποις ὑπὲρ Ἀρείου πάμπολλα διαπληκτιζόμενος, ὥστε μεγάλην ἀκρόασιν ἐκ τῆς συμβολῆς γενέσθαι πλήθους ἐπισυντρέχον τος. οὐδὲ γὰρ οἷοί τε ἦσαν οἱ ἐπίσκοποι τὸν φιλόσοφόν τε καὶ ῥήτορα περιτρέψαι τέως διαλεγόμενον, ὅτι πᾶσι τοῖς ἐπαγομένοις ῥᾷστα προσεφέρετο ἐπιλύων εὐφυῶς τὰ προτει 506 νόμενα καὶ δίκην ἐγχέλυος ἀκατάσχετος εὑρισκόμενος καὶ μηδενὶ λόγῳ κρατούμενος. ἐν οἷς γὰρ ἐδόκει συνέχεσθαι διολισθαίνων ἐπικρατεστέρως ἀντεφέρετο τῇ τῶν νοημάτων δεινότητι καὶ ῥημάτων εὐγλωττίᾳ τε καὶ στωμυλίᾳ. ἀλλ' ἵνα δείξῃ ὁ θεὸς ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν ἐστιν, ἀλλ' ἐν δυνάμει, ἄνθρωπός τις ἐκ τῶν ἁγίων Κύπριος μὲν τῷ γένει καὶ τῆς πόλεως ἐπίσκοπος ὀνόματι Σπυρίδων, ἁπλούστατος δὲ τὴν φύσιν καὶ ἰδιώτης τῷ λόγῳ σφόδρα, αἰτεῖται χώραν αὐτῷ διαλέξεως ἐπιδοθῆναι πρὸς τὸν φιλό σοφον. οἱ δὲ πατέρες τὸ ἁπλοῦν τε καὶ ἰδιωτικὸν τοῦ ἀν δρὸς εἰδότες ἐκώλυον αὐτόν, μήποτε παρὰ τοῖς μοχθηροῖς καταγελασθῶσιν. τοῦ δὲ μὴ ἀνεχομένου, πρόσεισι τῷ ἀνδρὶ καί φησιν· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἄκουσον, ὦ φιλό σοφε, τὰ τῆς ἀληθείας δόγματα. ὁ δὲ πρὸς αὐτὸν ἔφη· ἐὰν εἴποις. κἀκεῖνος εἶπεν· γίνωσκε ὅτι ὁ θεὸς εἷς ἐστιν ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας, ὁ καὶ τὸν ἄν θρωπον ἐκ γῆς διαπλάσας καὶ τὰ ὁρατὰ πάντα καὶ ἀόρατα τῷ λόγῳ αὐτοῦ καὶ τῷ πνεύματι συστησάμενος. τοῦτον οὖν τὸν λόγον ἡμεῖς υἱὸν θεοῦ εἰδότες προσκυνοῦμεν πιστεύον τες διὰ τὴν ἡμετέραν σωτηρίαν ἐπ' ἐσχάτων ἐκ τῆς παρθέ νου τεχθῆναι καὶ διὰ σταυροῦ καὶ θανάτου καὶ ἀναστάσεως αὐτὸν ἐλευθερωκέναι τὸ γένος τῶν ἀνθρώπων, ὃν καὶ ἐλπί ζομεν ἐλθόντα πάλιν κρῖναι πάντας ἐν δικαιοσύνῃ. πιστεύεις τούτοις, φιλόσοφε; ὁ δὲ ὡς ἄν τις μηδέποτε πεῖραν λόγων 507 ἔχων εἰς ἀντίθεσιν ἀπηνεώθη καὶ ὡς κωφὸς καὶ ἄλαλος ἀποσιωπήσας τοῦτο μόνον ἐφθέγξατο ὅτι· κἀμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ. καὶ ὁ γέρων φησίν· οὐκοῦν ἀναστὰς ἀκολού θει μοι πρὸς τὴν ἐκκλησίαν, καὶ λήψῃ τὸ σημεῖον τῆς πί στεως ταύτης. ὁ δὲ φιλόσοφος ἐπιστραφεὶς λέγει τοῖς μα θηταῖς αὐτοῦ· ἀκούσατε, ὦ ἄνδρες. ἕως ὅτε λόγων ἐποι ούμην σπουδήν, λόγους λόγοις ἀντετίθουν τὰ προσφερόμενα καὶ τέχνῃ τοῦ λέγειν ἀνέτρεπον. ὅτε δὲ ἀντὶ λόγων δύνα μίς τις ἐξῆλθεν ἐκ τοῦ στόματος τοῦδε τοῦ γέροντος, οὐκ ἴσχυσαν οἱ λόγοι τῇ δυνάμει ἀντιτάξασθαι. οὐδὲ γὰρ οἷός τέ ἐστιν ἄνθρωπος ἀντιστῆναι θεῷ. διά τοι τοῦτο, εἴ τις ὑμῶν δύναται συνιέναι, ὡς κἀγὼ νενόηκα, πιστεύσει εἰς Χριστὸν καὶ ἀκολουθείτω σὺν ἐμοὶ τῷ γέροντι τούτῳ, ἐν ᾧ ἐλάλησεν ὁ θεός. τούτῳ οὖν τῷ τρόπῳ γενόμενος ὁ φιλό σοφος χριστιανὸς ἔχαιρεν ἡττηθεὶς ὑπὸ τοῦ γέροντος. παρῆν δὲ τηνικαῦτα καὶ ὁ θεῖος Παφνούτιος ἀνὴρ Αἰγύπτιος καὶ τερατουργὸς καὶ ὁμολογητής, οὗ τὸν δεξιὸν ὀφθαλμὸν Μαξι μιανὸς ἐξώρυξεν. ὃς καὶ τῆς συνόδου κανονίσαι θελούσης ὥστε κληρικὸν μὴ συνέρχεσθαι γυναικὶ πρὸς γάμον ὡς βαρὺν τὸν λόγον ἀνέτρεψε καὶ μόνοις ἐπισκόποις ἐτύπωσε τοῦτο παραφυλάττεσθαι. μετὰ γοῦν πολλὴν τὴν τῆς σκέψεως ἀκρί βειαν ἔδοξε πᾶσιν ὁμοῦ δεῖν ὁρίσασθαι τὸ ὁμοούσιον ἐπὶ τῆς ὀρθοδόξου πίστεως, τοῦτ' ἔστι τῆς αὐτῆς οὐσίας καὶ φύσεως τῷ πατρὶ καὶ τὸν υἱὸν ὁμολογεῖν. ἣν δὴ καὶ κατὰ 508 κράτος καὶ συμφώνως ἐβεβαίωσαν παρεκτὸς Ἀρείου τοῦ ἀσε βοῦς καὶ ἄλλων ἓξ ὁμοφρόνων αὐτοῦ, οὓς καὶ ἀναθεματί σαντες οἱ θεῖοι τιηʹ πατέρες ὁ βασιλεὺς ἐξώρισεν. Μετὰ δὲ ταῦτα φιλαπεχθήμονές τινες ἄνδρες κατά τινων τῶν ἐπισκόπων ἐγγράφους ἐπέδωκαν τῷ βασιλεῖ κατηγορίας. ὁ δὲ ταύτας δεξάμενος καὶ δεσμήσας καὶ τῷ δακτυλίῳ ση μηνάμενος ἐκέλευσε φυλάττεσθαι. εἶτα πρὸς εἰρήνην αὐτοὺς καὶ ὁμόνοιαν συμβιβάσας καὶ ταύτας κομίσας ἐνώπιον πάν των κατέκαυσεν ὅρκῳ πληροφορήσας αὐτοὺς μηδὲν ἀναγνῶ ναι τῶν ἐν αὐταῖς γεγραμμένων. οὐ γὰρ ἔφη χρῆναι τὰ πλημμελήματα τῶν ἱερέων δῆλα γίνεσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρ τάνωσιν. ἐγὼ δὲ εἰ αὐτόπτης ἐγενόμην ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος, συνεκάλυψα ἂν τῇ πορφυρίδι μου ταύτῃ τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψαιε τοὺς θεωμένους τῶν πραττομένων ἡ ὄψις. οὕτω τοίνυν τοὺς μὲν εὖ λέγοντας ἀνακηρύττων, τοὺς δὲ ἀντιλέγοντας παρα κλητικῶς εἰς ὁμόνοιαν ἐλαύνων τοὺς πάντας ὁμογνώμονας καὶ ὁμοδόξους ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατέστησεν. καὶ οὕτω παραινέσας πάντας καὶ πολλῆς τιμῆς τε καὶ δω 509 ρεᾶς τοὺς ἱερέας ἀξιώσας ἕκαστον παρηγγύησε καταλαβεῖν τὴν ἰδίαν ποίμνην. Ἡ δὲ πρώτη σύνοδος γέγονεν ἐν Νικαίᾳ συνελθόντων τιηʹ ἁγίων πατέρων ἔτει τῆς Κωνσταντίνου τοῦ μεγάλου βασιλείας κʹ. ταύτης ἡγοῦντο Σιλβέστρου τοῦ τῆς πρεσβυ τέρας Ῥώμης τοποτηρηταὶ Βίτων καὶ Βικεντίων πρεσβύτεροι, Μητροφάνης τοῦ Βυζαντίου, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας, Μακάριος Ἱεροσολύμων κατὰ Ἀρείου πρεςβυτέρου γεγονότος Ἀλεξανδρείας, βλασφημοῦντος δὲ τὸν θεὸν λόγον κτίσμα καὶ ἑτεροούσιον τοῦ πατρός, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν δοξάζοντος. ὃν καθελοῦσα ἀνεθεμάτισε σὺν τοῖς ὁμόφροσιν αὐτοῦ, τὸν δὲ υἱὸν ὁμοούσιον καὶ συνάναρχον τῷ πατρὶ καὶ θεὸν ἀληθινὸν καὶ κτίστην πάντων ὀρθοδόξως ἐδογμάτισε κατὰ τὸν προφήτην τὸν λέγοντα· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ἐτύπωσε δὲ καὶ τὸ ἅγιον πάσχα ἑορτάζειν ἡμᾶς κατὰ τὴν κρατοῦσαν συνήθειαν. τινὲς γὰρ τῶν πρώην κατὰ τὴν τεσσαρισκαιδεκάτην τῆς σελήνης ἑώρ ταζον. Μετὰ δέ τινα χρόνον παρακληθεὶς ὑπὸ τῆς ἀδελφῆς αὐτοῦ Κωνσταντίας ἀνῆκε τὸν Ἄρειον ἐκ τῆς ἐξορίας ὡς δῆθεν μετανοήσαντα. οὗ παραγενομένου καὶ ἐρωτηθέντος ὑπὸ τοῦ βασιλέως, εἰ στοιχεῖ τοῖς ὅροις καὶ τῇ ἐκθέσει τῆς ἐν Νικαίᾳ συνόδου, παρευθὺ κατέθετο πιστεύειν οὕτως. ὁ δὲ θαυμάσας ὅρκον ἐπήνεγκεν, καὶ ὁ Ἄρειος τοῦτον σο 510 φιζόμενος, ὡς ἐνόμιζεν, καὶ τὸν ὅρκον ἀποκρουόμενος ἔφη· οὕτω φρονῶ ὡς καὶ ἐγγράφως. ἦν γὰρ ὁ ἄθλιος κατα γράψας τὴν ἑαυτοῦ δόξαν ἐν χάρτῃ καὶ ἐν κόλπῳ φέρων ὤμνυεν ἀληθῶς οὕτω φρονεῖν ὡς καὶ ἐγγράφως εἴη δηλαδὴ πεποιηκώς. ὀμόσαντα δὲ μὴ φρονεῖν ἐναντία τῇ συνόδῳ ἀπέλυσεν αὐτὸν ὁ βασιλεὺς εἰρηκώς· εἰ μὲν ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας, εἰ δὲ ἀσεβὴς καὶ διεστραμμένη, κρίναι κύριος ὁ θεὸς τὰ κατά σε θᾶττον. ταύτῃ τοι καὶ τὸν μέγαν Ἀθανάσιον Ἀλεξανδρείας εἰς κοινωνίαν αὐτὸν δέξασθαι παρεκελεύσατο ὡς ἅτε μετανοήσαντα. τοῦ δὲ μὴ καταδεξαμένου γινώσκοντος ἀκριβῶς τὴν Ἀρείου δυστροπίαν, ἐξορίζει τοῦ θρόνου τὸν ἅγιον πιστεύσας καὶ τὰς κατ' αὐτοῦ γενομένας ὑπὸ τῶν Ἀρειανῶν λοιδορίας. καὶ οὐ θαῦμα. πολλάκις γὰρ καὶ θεῖοι ἄνδρες κατά τινων εὐσεβῶν διαβο λὰς ἀκρίτως παραδεξάμενοι παρετράπησαν τῆς ἀληθείας καὶ τοὺς εὐσεβεῖς παρέβλαψάν τε καὶ παρελύπησαν, ὥσπερ οὖν καὶ ὁ θεσπέσιος Δαυὶδ ἐξαπατηθεὶς ὑπὸ τοῦ οἰκέτου Σιβᾶ κατὰ τοῦ δεσπότου Μεμφιβοσθὲ ψευδηγοροῦντος, ὡς ὅτι τὰ τοῦ τυράννου Ἀβεσαλὼμ καὶ ἀντάρτου φρονεῖ, τοῦτον παρ έβλαψε καὶ τῶν ἰδίων ἀποστερήσας τῷ οἰκέτῃ προσαπεκλή ρωσεν. ὅθεν χρὴ μετὰ πολλῆς ἀκριβείας τε καὶ σκέψεως ἐρευνᾶν τὰς κατηγορίας καὶ μὴ ὡς ἔτυχε τοῖς κατηγοροῦσι πιστεύειν, κἂν ἄγαν ὦσιν ἀξιόχρεοι. διὸ δὴ καὶ Νικόδη μος πρὸς τοὺς παρανόμους Ἰουδαίους καταφορικῶς τε καὶ 511 ἐντρεπτικῶς ἔφη· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ. ἀμέ λει γέ τοι καὶ οἱ τῶν ἔξω σοφοὶ τοῦτο προδήλως ὑπεμφαί νοντες οὕτω φασίν· ἡ μὲν ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυ ρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. οὐκοῦν οὐ δεῖ ἀπερισκέπτως καὶ ἀβασανίστως καταψηφίζεσθαι καὶ ῥιψο κινδύνως ἐκφέρειν τὰς ἀποφάσεις κατὰ τῶν κατηγορουμέ νων, ἀλλὰ μετὰ πλείστης ἐρεύνης τε καὶ ἐκζητήσεως ἀκρι βεστάτης. Ὡς ἐν ταῖς ἀποστολικαῖς διατάξεσί φησιν ὁ θεῖος λόγος· ἔστω δὲ ὁ κριτὴς ἀπροσωπόληπτος μήτε πλούσιον ἐντρεπό μενος ἢ κολακεύων παρὰ τὸ προσῆκον, μήτε πένητος φει δόμενος. οὐ λήψῃ γάρ, φησίν, πρόσωπον δυνάστου, καί· πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ κυρίου ἡ κρίσις. καί· δικαίως τὸ δίκαιον διώξεται. καί· οὐκ ἀρέσει τῷ δι καίῳ οὐδὲν ἄδικον. ὅθεν οὐ δεῖ πιστεύειν ὡς ἔτυχε τοῖς κατηγοροῦσιν ἀκρίτως καὶ ἀβασανίστως. ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι ψευδηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι κατὰ Σωσάννης καὶ ἡ Αἰγυπτία ἐπὶ τοῦ Ἰωσήφ. σὺ οὖν ὡς θεοῦ ἄνθρωπος τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, ἵνα μὴ ἀνέλῃς τὸν ἀθῶον 512 καὶ ἀποκτείνῃς τὸν δίκαιον. ἀθῶον γάρ, φησίν, καὶ δί καιον οὐκ ἀποκτενεῖς οὐδὲ λήψῃ δῶρα ψυχὴν πατάξαι. τὰ γὰρ δῶρα ἐκτυφλοῦσιν ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνονται ῥήματα δίκαια. εἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώ σεσθε τὸν κατηγοροῦντα κατὰ τοῦ πλησίον αὐτοῦ μαρτυρίαν ψευδῆ, καὶ ἀποδείξαντες αὐτὸν συκοφάντην καὶ ψευδολόγον ποιήσατε αὐτῷ καθ' ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον, καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν κατὰ τὸν θεῖον νόμον κυρίου· ὅσον γὰρ ἐπ' αὐτῷ ἐφόνευσε τὸν ἀδελφὸν προλαβὼν τὰ ὦτα τοῦ κριτοῦ. γέγραπται γάρ· ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος ἐκείνου ἐκχυθήσε ται τὸ αἷμα αὐτοῦ. καί· ἐξαρεῖς τὸ ἀναίτιον ἀπό σου αἷμα. οὐκοῦν ἐρευνᾶτε μετὰ πολλῆς ἀκριβείας περὶ τῶν ἐνεχομέ νων καὶ πρῶτον περὶ τοῦ κατηγοροῦντος, ὁποία τίς ἐστιν ἡ ἀναστροφὴ αὐτοῦ. καὶ ἐὰν εὐσυνείδητος καὶ ἀξιόπιστος εὑρεθῇ, μὴ πιστευέσθω μόνος· παράνομον γὰρ τὸ τοιοῦτον· ἀλλ' ἐχέτω καὶ ἑτέρους μάρτυρας εὐλαβεῖς καὶ ὁμοτρόπους, ἵνα ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων ἀξιοχρέων δη λονότι σταθήσεται πᾶν ῥῆμα. διὰ τί δὲ εἴπομεν τὸν τρό πον αὐτῶν ἐπιζητεῖσθαι; διότι πολλάκις ἐγχωρεῖ καὶ τοὺς δύο καὶ τοὺς πλείονας ἐπὶ κακῷ μαρτυρῆσαι καὶ συμφώνως ψευδηγορῆσαι, ὡς τοὺς δύο πρεσβυτέρους κατὰ Σωσάννης ἐν Βαβυλῶνι καὶ τοὺς υἱοὺς τῶν παρανόμων κατὰ Ναβουθὲ ἐν Σαμαρείᾳ καὶ τὸ πλῆθος τῶν Ἰουδαίων κατὰ τοῦ κυρίου ἐν Ἱερουσαλὴμ καὶ κατὰ Στεφάνου τοῦ πρωτομάρτυρος 513 αὐτοῦ. ἔστωσαν οὖν οἱ μάρτυρες πραεῖς ἀόργητοι ἐπιεικεῖς ἀγαπητικοὶ σώφρονες ἐγκρατεῖς ἀπερίεργοι θεοσεβεῖς. ἡ γὰρ τῶν τοιούτων μαρτυρία βεβαία πάντως ὑπάρχει. τῶν δὲ μὴ τοιούτων μὴ παραδέχεσθε τὰς μαρτυρίας κἂν συμφωνεῖν δοκῶσιν ἐπὶ τῇ καταμαρτυρίᾳ. προστέτακται γὰρ ἐν τοῖς νόμοις· οὐκ ἔσῃ μετὰ πολλῶν ἐν κακίᾳ, οὐ παραδέξῃ ἀκοὴν ματαίαν, οὐ συγκαταθήσῃ μετὰ πλήθους ἐκκλῖναι τὸ δί καιον. ἐν μέρει δὲ καὶ τὸν κρινόμενον εἰδέναι ὀφείλετε ὁποῖός ἐστι τῇ τοῦ βίου συνηθείᾳ καὶ ἀναστροφῇ μεμαρτυ ρημένος τὸν βίον, εἰ ἀνέγκλητος καὶ ἀδιάβλητος, εἰ ὅσιος καὶ φιλόξενος καὶ φιλόπτωχος, εἰ σώφρων καὶ ψεύδους καθαρός, εἰ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. μακάριος γὰρ ὁ τοιοῦτος, ἐὰν πειρασθῇ καὶ δόκιμος ἀνα φανῇ. ἀνὴρ γάρ, φησίν, ἀπείραστος ἀδόκιμος παρὰ θεῷ. καὶ οὕτω δοκιμασθεὶς ἐπὶ ψεύσματι λέξει καὶ αὐτὸς εἰκό τως· εἶδες, κύριε, μὴ παρασιωπήσῃς, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. 514 Ἴδετε καὶ τὰ κοσμικὰ δικαστήρια, ὧν τῇ ἐξουσίᾳ ὁρῶ μεν ἀγομένους φονεῖς μοιχοὺς φαρμακοὺς τυμβωρύχους λῃ στάς, καὶ τὰς ἀνακρίσεις αὐτῶν λαμβάνοντες ὑπὸ τῶν προσαγόντων οἱ ἡγούμενοι λέγουσι τῷ κακούργῳ, εἰ ταῦτα οὕτως ἔχοι. κἀκείνου συγκατατιθεμένου καὶ ὁμολογοῦντος οὐκ εὐθέως ἐπὶ τὴν κόλασιν αὐτὸν ἐκπέμπουσιν, ἀλλὰ πλεί οσιν ἡμέραις τὴν ἐξέτασιν αὐτοῦ ποιοῦνται μετὰ συμβουλίας καὶ σκέψεως πολλῆς καὶ ζητήσεως, καὶ οὕτω τελευταῖον ὅρον καὶ ψῆφον θανάτου ὁ μέλλων ἐκφέρειν κατ' αὐτοῦ πρὸς τὸν ἥλιον ἐπάρας τὰς χεῖρας ἐπὶ πάντων διαμαρτύρε ται ἀθῶος ὑπάρχειν τοῦ αἵματος τοῦ ἀνθρώπου, καίτοι ὄντες ἐθνικοὶ καὶ ἄθεοι καὶ μόνην τὴν φύσιν ἔχοντες δι δάσκαλον. ὑμεῖς δὲ γινώσκοντες θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς καὶ συνιόντα εἰς πάντα τὰ ἔργα ἡμῶν πόσῳ μᾶλλον ὀφείλετε μετὰ πολλῆς ἐρεύνης τὴν δικαίαν κρίσιν κρίνειν, ὅτι τοῦ κυρίου ἡ κρίσις τοῦ μέλλοντος ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. διὰ δὴ τοῦτο παραινεῖ καὶ προμαρτύρεται διαρρήδην Σολομὼν λέγων· ἀκούσατε καὶ ἐνωτίσασθε πάντες οἱ κρατοῦντες πλήθους, ὅτι παρὰ κυρίου ἐδόθη ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει, ὅτι ὑπη ρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύ θητε. φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ἔρευνα, ὅτι 515 κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. ὁ γὰρ ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. καὶ ὁ κύριός φησιν· ᾧ μὲν γὰρ ὀλίγον δοθήσεται, ὀλίγον καὶ ἀπαιτήσουσι παρ' αὐτοῦ, ᾧ δὲ πολὺ δοθήσεται, πολὺ καὶ ἀπαιτήσουσι παρ' αὐτοῦ. Καὶ μέντοι καὶ ὁ μέγας Ἰσίδωρος ἔφη· χρὴ τοὺς τῶν πραγμάτων κριτὰς ὀξυτάτους εἶναι καὶ περιεσκεμμένους ἄγαν περὶ τὸ νοεῖν καὶ ἀνακρίνειν καὶ διακρίνειν ἀπαθῶς καὶ ἀπροσωπολήπτως, τοῦ γὰρ κυρίου ἡ κρίσις, ἵνα καὶ τὴν τῶν λεγόντων δεινότητα καὶ τὴν τῶν λεγομένων πιθανότητα παρέντες εἰς αὐτὸ τὸ βάθος τῶν νοημάτων χωρῆσαι δυνη θεῖεν κἀκεῖθεν μετὰ πολλῆς ἐξετάσεως καὶ περιόδου καὶ μὴ θᾶττον κατὰ συναρπαγήν, ἀλλὰ μετὰ πλείστης μακροθυμίας καὶ ἀνεξικακίας θηρεύσαντες ἀνιμήσασθαι τὴν ἀλήθειαν. οἱ μὲν γὰρ τῶν ἀνθρώπων διὰ βραδυτῆτα νοῦ τοῦ δικαίου καλῶς οὐκ ἐφικνοῦνται, οἱ δὲ δι' ὀξύτητα μὲν ἐφικνοῦνται, διὰ δὲ φιλοχρηματίαν καπηλεύουσι χρυσῷ προπίνοντες τὴν ψῆφον καὶ τὸν τῆς δικαιοσύνης ζυγὸν λήμματι παρασαλεύ οντες. εἰσὶ δὲ ἕτεροι οἱ καὶ αἰδοῖ καὶ κολακείᾳ καὶ φόβῳ καὶ φιλίᾳ ἢ ἔχθρᾳ διαφθείροντες τοῦτο. διά τοι ταῦτα χρὴ τὸν κριτὴν καὶ συνετὸν εἶναι καὶ ἀδέκαστον καὶ χρη μάτων καὶ αἰδοῦς καὶ κολακείας καὶ φόβου καὶ φιλίας καὶ 516 ἔχθρας κρείττονα. εἰ γὰρ ὁποτέρῳ τῶν τοιούτων παθῶν χειρωθείη, τὰ πάντα διαφθείρει καὶ ἀπόλλυσιν. εἰ τοίνυν τὸ μὲν εὑρεῖν τὸ δίκαιον ἔργον, τὸ δὲ μὴ διαφθείρειν εὑρόντα ἐργωδέστερον, οὐ δεῖ ἐπιρρίπτειν τινὰ ἑαυτὸν τῷ κρίνειν. τότε γοῦν ὁ ὀρθὸς ὅρος τῆς δικαιοσύνης σώζεται, ὅταν τῇ μὲν αἰτίᾳ ἡ κρίσις, τῇ δὲ κρίσει ὁ ἔλεγχος, τῷ δὲ ἐλέγχῳ ἡ ψῆφος ἡ πρὸς τὴν ποιότητα τοῦ ἁμαρτήματος τὴν τιμωρίαν ὁρίζουσα. Ὁ τοίνυν μέγας Ἀθανάσιος οὐ μόνον ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου διὰ τὰς τῶν Ἀρειανῶν κακουργίας ἐξωρίσθη, ἀλλά γε καὶ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίου καὶ διαδόχου. φησὶ γάρ· ὁ δὲ ἅγιος Ἀθανάσιος γνοὺς πάλιν καὶ τὸν βα σιλέα Κωνστάντιον τὰ τῶν Ἀρειανῶν κρατύνειν βουλόμενον, καὶ τοὺς Ἀρειανοὺς συσκευαζομένους ἀθέμιτα αὐτοῦ κατηγο ρεῖ ἐπὶ διεφθαρμένου δικαστηρίου, μηδενὶ θαρρήσας αἰφνί διον ἐν μεσαιτάτῃ νυκτὶ ζητούμενος κατέφυγε πρός τινα παρθένον ἁγίαν, ἥτις ἐπὶ τῷ πράγματι ξενισθεῖσα διηπόρει τὴν ἄφιξιν. ὁ δὲ μακάριος πατριάρχης λέγει πρὸς αὐτήν· ἐπιζητοῦμαι παρὰ τῶν Ἀρειανῶν καὶ ἀθέμιτα λοιδοροῦμαι. ἵνα δὲ μὴ κἀγὼ δόξαν ἄλογον ἀπενέγκωμαι καὶ εἰς ἁμαρ 517 τίαν ἐμβάλω τοὺς τιμωρήσασθαί με βουλομένους φυγεῖν ἐν εθυμήθην. ἀπεκάλυψεν οὖν μοι ὁ θεὸς τῇ νυκτὶ ταύτῃ λέγων· παρ' οὐδενὶ σωθῆναι μέλλεις, εἰ μὴ παρ' ἐκείνῃ τῇ παρθένῳ. καὶ γὰρ ἀεὶ τὰς κατ' αὐτοῦ προγινώσκων ἐπι βουλὰς ἐκ θείας ἀποκαλύψεως ὁ θεοφόρος οὗτος ἀπεδί δρασκεν, ὅθεν ὡς γόητα καὶ φαρμακὸν αὐτὸν οἱ τῆς ἀλη θείας ἐχθροὶ διέβαλλον. ἡ οὖν παρθένος ἀπωσαμένη πάντα λογισμὸν ὡς ἐκ θεοῦ πεμφθέντα κατέκρυψεν αὐτὸν ἔτη ʹ μέχρι τῆς Κωνσταντίου ζωῆς, ἥτις καὶ μόνη περινίπτουσα τοὺς πόδας αὐτοῦ καὶ τὰ περιττώματα διακονοῦσα καὶ τὰς χρείας αὐτῷ πάσας οἰκονομοῦσα καὶ βιβλία κιχρωμένη καὶ παρέχουσα διετέλεσεν. καὶ οὐδεὶς ἀνθρώπων Ἀλεξανδρείας πάσης ἐν τοῖς ἓξ ἔτεσιν ἔγνω, ποῦ ἐστιν ὁ πατριάρχης. Ἰουλιανοῦ δὲ τὸ κράτος περιθεμένου καὶ σπουδάζοντος τὰ παρὰ Κωνσταντίου διαπραχθέντα πάντα ἀνατρέπειν τοὺς ἐξ ορισθέντας ἅπαντας ἀνεκαλέσατο. ὅπερ γνοὺς ὁ ἅγιος Ἀθα νάσιος ἐξελθὼν ἐκ τοῦ οἴκου τῆς παρθένου πάλιν ἐν τῇ νυκτὶ πρὸς τὴν ἐκκλησίαν παρεγένετο. ὃν οἱ Ἀλεξανδρεῖς θεασάμενοι καὶ τὸν θεὸν δοξάσαντες ὡς ἐκ νεκρῶν ἐδέξαντο ζῶντα. καὶ δὴ τοῖς γνησίοις αὐτοῦ φίλοις ἀπελογεῖτο λέ γων· τούτου χάριν πρὸς ὑμᾶς οὐ κατέφυγον, ὅπως εὔορκον ὑμῖν καὶ ἀτάραχον ποιήσω τὴν ὑποχώρησίν μου. διὸ πρὸς ἐκείνην ἀπῆλθον, πρὸς ἣν ὑποψίας ἀφορμὴν οὐδεὶς ἐλάμ 518 βανεν, δύο μνηστευσάμενος, τὴν σωτηρίαν ἐκείνης (ὠφέλησα γὰρ αὐτὴν σφόδρα) καὶ τὴν ἐμὴν δόξαν. ὁ δέ γε Ἰουλια νὸς ἐπιτερπόμενος τοῖς εἰδώλοις αὖθις τὴν ἐκκλησίαν ἐτά ραττε τὰ τῶν Ἑλλήνων ἀνοίγων ἱερὰ καὶ θυσίας ἐπιτελῶν τῇ Κωνσταντινουπόλεως Τύχῃ δημοσίᾳ ἐν τῇ βασιλικῇ, ἔνθα τῆς αὐτῆς Τύχης τὸ ἄγαλμα καθίδρυται. κἀντεῦθεν οἱ τῇ πλάνῃ τῶν εἰδώλων δεδουλωμένοι βουλὴν εἰσηγήσαντο πρὸς τὸν βασιλέα ὡς οὐκ ἄλλως περιέσεσθαι τῶν χριστιανῶν, εἰ μὴ Ἀθανασίου ἀπαλλαγεῖεν ἅτε δὴ θεμελίου ὄντος τῆς κατ' αὐτῶν ἐκκλησίας. διὰ τοῦτο γοῦν πάλιν δικαστῶν κινήσεις, [πάλιν λαοί], πάλιν στρατιῶται, πάλιν βουλαὶ καὶ δῆμοι ἐκμαινόμενοι καὶ ταρασσόμενοι Ἀθανάσιον ἀπαιτούμενοι. διὸ δὴ πάλιν νύκτωρ ἀποδράντος αὐτοῦ καὶ περὶ τὸν Νεῖλον γενομένου μέλλοντος εἰς πλοῖον εἰσέρχεσθαι, περιστάντες οἱ γνήσιοι φίλοι μετὰ δακρύων πρὸς αὐτὸν ἔλεγον· ποῦ πάλιν ἀναχωρεῖς, ὁ ποιμὴν ὁ καλός, καὶ τίνι καταλιμπάνεις ἡμᾶς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα; πρὸς οὕς φησιν ὁ καλὸς ποιμήν· μὴ κλαίετε, τέκνα, μὴ κλαίετε· νεφύδριόν ἐστι φθι νοπωρινὸν οὗτος ὁ τάραχος, πρὸς ὀλίγον μὲν φαινόμενος, ὀξέως δὲ διαλυόμενος. μὴ ῥαθυμεῖτε, τέκνα· τάχιον ἐλεύ σομαι πρὸς ὑμᾶς θεοῦ κελεύοντος. ὅπερ δὴ καὶ γέγονεν. 519 μετὰ γὰρ ὀλίγον χρόνον, τῶν Ἑλλήνων ὁρώντων περιϊπτα μένας κορώνας ἐπὶ τὸν ναὸν τοῦ Σεράπιδος ἐν Ἀλεξανδρείᾳ καὶ κραζούσας σφοδρῶς ἔλεγον πρὸς αὐτὸν ἐμπαικτικῶς· εἰπὲ ἡμῖν, κακόγηρε, τί κράζουσιν αἱ κορῶναι; ὁ δὲ ἅγιος πρὸς αὐτούς· αἱ κορῶναι φωνοῦσι κρὰ κρά, τὸ δὲ κρὰ τῇ Ἀσσυρίων φωνῇ αὔριόν ἐστιν, ὅθεν αὔριον ὄψεσθε τὴν τοῦ θεοῦ πρόνοιαν καὶ τὴν ἡμετέραν δόξαν. καὶ τῇ ἐπαύριον ἠγγέλθη ὁ θάνατος τοῦ ἀποστάτου Ἰουλιανοῦ. ἐπανῆλθε γὰρ ἐκ Περσίδος νεκρὸς ἐβδελυγμένος μήτε ἐλεούμενος μήτε οἰκτειρόμενος, ὡς δὲ πολλοῖς διαρρήδην ἡ φήμη, μηδὲ τῷ τάφῳ προσδεχόμενος, καὶ πολλῆς ταραχῆς καὶ θορύβου ἐπλή ρωσε τοὺς Ἕλληνας. ὅμως οὖν τὸν μακάριον καὶ ἅγιον Ἀθανάσιον οὐκ ἔλιπεν ἐξορία καὶ φυγὴ καὶ βάσανος. μι