Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 47 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1.1
σθαι τῶν δικαίων τὸ γένος πρὸς τὸ τῶν ἀσεβῶν, ἀλλ' ἐξα λειφθῆναι. ἐπεὶ οὖν ἐφόνευον καὶ ἐλάμβανον τὰς γυναῖκας αὐτῶν, ἐξαίσια τέρατα ἐτίκτοντο οἱ γίγαντες, δι' οὓς καὶ ὁ κατακλυσμὸς ἐλθὼν καὶ πάντας ἄρδην ἀπολέσας, μόνος εὕρηται Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ. διὸ καὶ ἐφυλάχθη. [ιʹ. Περὶ Νῶε.] Νῶε δὲ γενόμενος ἐτῶν φʹ ἐγέννησε τὸν Σὴμ καὶ τὸν Χὰμ καὶ τὸν Ἰάφεθ. μετὰ δὲ ἔτη ρʹ τοῦ τεχθῆναι τοὺς τρεῖς υἱοὺς αὐτοῦ εἰσῆλθεν εἰς τὴν κιβωτὸν ὑπάρχων ἐτῶν χʹ, καὶ γίνεται ὁ κατακλυσμός. καὶ ἐν τῷ ἑνὶ καὶ χʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ καὶ μετὰ τὸν κατα κλυσμὸν ἔζησεν ἔτη τνʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡνʹ. τοῦ δὲ κατακλυσμοῦ γενομένου ἐπὶ ἡμέρας μʹ, πᾶσα μὲν ἡ γῆ ἐκαλύφθη ἐπὶ ἡμέρας ρκʹ, παντὸς δὲ ὄρους ὑψη λοτάτου τὸ ὕδωρ ὑπεράνω γέγονε πήχεις ιεʹ. τῆς δὲ κιβω τοῦ τὰ λείψανα ἕως ἄρτι πρὸς ἀπόδειξιν τῶν γεγενημένων δείκνυται ἐν ὄρει Ἀραρὰτ ἀνὰ μέσον τῆς Ἀρμενίας καὶ τῆς Παρθικῆς χώρας καὶ τῆς τῶν Διαβηνῶν γῆς. ἐκ γὰρ ξύλων ἀσήπτων ἤτοι κεδρίνων ἦν κατεσκευασμένη. φησὶ γάρ· καὶ εἶπε κύριος ὁ θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ρκʹ. καὶ ἐπάγει ἡ γραφὴ λέγουσα· καὶ εἶπεν ὁ θεὸς πρὸς Νῶε· καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας αὐτῶν. καὶ ἰδοὺ 48 ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. πλὴν οὖν εἰ καὶ τὴν ζωὴν αὐτῶν περιώρισεν ἐν ἔτεσιν ρκʹ, ἀλλὰ πλημμυ ροῦσαν τὴν ἁμαρτίαν ἰδὼν καὶ αὔξουσαν οὐκ ἀνέμεινε τὴν κυρίαν, ἀλλὰ τὴν προθεσμίαν συντεμὼν τῷ ρʹ ἔτει πᾶσιν ἐπήγαγε τὸν κατακλυσμόν. ὅθεν φησίν· ποίησον οὖν σε αυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων ἀσήπτων· νοσσιὰς ποιή σεις καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ, καὶ οὕτω ποιήσεις τὴν κιβωτὸν τʹ πηχῶν τὸ μῆκος αὐτῆς καὶ νʹ πηχῶν τὸ πλάτος καὶ λʹ πηχῶν τὸ ὕψος. ἐπισυνά γων ποιήσεις καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν. τὴν δὲ θύραν ἐκ πλαγίων καὶ διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Ἀλλ' οὖν γέ τινες τῶν Ἑλλήνων ἐπιλαμβανόμενοι τὸ ῥητὸν ἔφασαν, ὡς ἀδύνατον ἦν χωρῆσαι τὴν κιβωτὸν τὰ τοσαῦτα πολυειδῆ καὶ ἄπειρα γένη τῶν ζώων πηχῶν τρια κοσίων οὖσαν καὶ μόνον. καὶ οὐκ ἴσασιν οἱ δῆθεν σοφοὶ καὶ ἀπερισκέπτως καὶ ἀμαθῶς τὰ θεῖα λόγια πολυπραγμο νοῦντες, ὅτιπερ ὁ συγγραφεὺς γεωμέτρης ὑπάρχων ἐξ Αἰγύ πτου (ἐπαιδεύθη, γάρ φησιν, Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυ πτίων) γεωμετρικὴν πῆχυν ἔφη, ἥτις ὀργυΐαν μεγίστην ἔχει. τὴν γάρτοι γεωμετρίαν Αἰγύπτιοι πρῶτοι, φασίν, ἐφεῦρον ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως διδαχθέντες καὶ γράψαντες, ἀφ' ὧν ἕτεροι μετέλαβον. ὅθεν σοφοὺς ἄγαν καὶ φρονίμους αὐτοὺς ἀπεκάλεσαν διὰ τὴν θαυμαστὴν ἐπι στήμην ταύτην καὶ σοφίαν. καὶ πρὸς τούτοις ἔστι καὶ ἄλλη 49 μαρτυρία εὐαπόδεικτος περὶ τοῦ κατακλυσμοῦ, ὥς φησιν Ἰώσηπος. ἕως γὰρ νῦν ἐφ' ὑψηλοτάτοις ὄρεσι καὶ δυσβά τοις γῆς καὶ θαλάσσης λείψανα εὑρίσκεται, κοχλίαι καὶ ὀστρέων κάλυφα καὶ τὰ τούτοις ὅμοια κηρύττοντα τὸ φο βερὸν ἐκεῖνο καὶ παγκόσμιον ναυάγιον ἐπὶ τοῦ δικαίου τούτου γενόμενον καὶ πολλῆς ἀθυμίας καὶ λύπης κόπου τε καὶ περιστάσεως αἴτιον τούτῳ πεφηνότα. Περὶ οὗ καὶ ὁ θεῖος Χρυσόστομός φησιν· καὶ γὰρ δί καιος καὶ τέλειος ἦν καὶ πάντων διεφθαρμένων μόνος εὐη ρέστει τῷ θεῷ, τῶν ἄλλων πάντων προσκεκρουκότων. ἀλλὰ μυρίας θλίψεις ὑπέμεινε πολλὰς καὶ κακάς. ἐνιαυτὸν γὰρ ὅλον δεσμωτήριον ξένον καὶ φοβερὸν ᾤκησεν οὐδὲν ἄμεινον τῶν ἐν μετάλλοις πιεζομένων διακείμενος. ἵνα γὰρ τὸ πλῆθος ἐάσω τῶν θηρίων καὶ τῶν ἑρπετῶν, οἷς τοσοῦτον ἔζη χρόνον εἰς τοιαύτην ἀπειλημμένος στενοχωρίαν, τί οἴει πάσχειν αὐτὸν ὑπὸ τοῦ πατάγου τῶν βροντῶν καὶ ὑπὸ τοῦ ψόφου τῶν ὑετῶν; ἄβυσσος γὰρ ἡ μὲν κάτωθεν ἀνερρήγνυτο, ἡ δὲ ἄνωθεν κατεφέρετο, ὁ δὲ ἔνδον ἐκάθητο μόνος μετὰ τῶν υἱῶν αὐτοῦ. εἰ γὰρ καὶ ὑπὲρ τοῦ τέλους εἶχε θαρρεῖν, ἀλλὰ τῇ τῶν γινομένων σφοδρότητι προαποτεθνήκει τῷ δέει. ὅπου γὰρ ἡμεῖς οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς καὶ πόλεις οἰκοῦντες ὅμως, ὅταν ἴδωμεν κατενεχθέντα σφοδρότερον ὀλίγον

Intertext edge

Open linked passage

Note