Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1.1
τοῦ συνήθους ὑετόν, καταπίπτομεν καὶ συστελλόμεθα, τί οὐκ ἂν ἔπαθεν ἐκεῖνος ἔνδον ὢν καὶ τὴν φρικωδεστάτην ἄβυσσον ἐκείνην ἐννοῶν καὶ τῶν ἀποπνιγομένων τὰ διάφορα γένη; ἱκανὸν μὲν οὖν καὶ τὸ πόλιν μίαν ἢ οἰκίαν ἐπικλυσθεῖσαν καλυφθῆναι τοῖς κύμασιν ἐκπλῆξαι ψυχήν, τὸ δὲ τὴν οἰκου μένην ἅπασαν τοῦτο παθεῖν οὐδὲ ἔστιν εἰπεῖν πῶς διέθηκε τὸν ἐν μέσῳ περιφερόμενον τῷ κλυδωνίῳ. τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον τοσούτῳ συνείχετο δέει· ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπόν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ σφόδρα, καὶ τὸ προ φητικὸν ἔπασχεν, ὃ περὶ τῆς ἡμέρας κυρίου φησὶν Ἀμώς· ὃν τρόπον ἐὰν ἐκφύγῃ ἄνθρωπος ἀπὸ προσώπου λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὴν οἰκίαν αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. καὶ γὰρ τῆς κιβωτοῦ προκύψαντα καὶ τῆς δυσώδους καὶ στενοχωρημένης εἱρκτῆς ἐκείνης ἀπαλλα γέντα χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων ὁρῶντα τὴν πολλὴν ἐρημίαν καὶ τὸν βίαιον θάνατον ἐκεῖνον καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ καὶ πάντας ὁμοῦ ἀνθρώπους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα γένη μιᾷ τῇ ἐλεεινοτάτῃ ταφῇ [κατασχε θέντας, μᾶλλον δὲ εἰπεῖν] καταχωσθέντας. εἰ γὰρ καὶ σφόδρα ἦσαν ἁμαρτωλοὶ οἱ ταῦτα πεπονθότες, ἀλλ' ὅμως ἄνθρωπος ἦν ὁ Νῶε καὶ ἔπασχέ τι πρὸς τὸ ὁμόφυλον. ἐπὶ μὲν οὖν τοῦ κατακλυσμοῦ τῷ πλήθει τῶν ὑδάτων συνεχόμενος, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ ἀπείρῳ τῶν ἀπολωλότων, 51 τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, πρὸ δὲ τούτων κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτᾷ σφοδρότερον αἱ τῶν πονηρῶν ἀνδρῶν ἐπιβουλαὶ προσερρή γνυντο. μόνος γὰρ εἰς τοσοῦτον πλῆθος ἀπολειφθεὶς μοχθη ρῶν ἀνθρώπων καὶ μιαρῶν πολὺν τὸν γέλωτα καὶ πολλὰ τὰ σκώμματα καὶ τὰς χλευασίας ἔφερεν ὁ δίκαιος, μάλιστα ὅτε περὶ τῆς κιβωτοῦ καὶ τῆς μελλούσης αὐτοῖς διελέγετο συμφορᾶς καὶ πανωλεθρίας. ἐν ἔτεσιν ρʹ τῆς κιβωτοῦ τεκταινομένης, καὶ αὐτοῦ διαρρήδην καθ' ἑκάστην ἡμέραν βοῶντος, οὐδεὶς ἐπίστευεν. [ιαʹ. Περὶ Σήμ.] Σὴμ δὲ μετὰ δύο ἔτη τοῦ κατακλυσμοῦ γενόμενος ἐτῶν ρβʹ ἐγέννησε τὸν Ἀρφαξὰδ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη χβʹ. [ιβʹ. Περὶ Ἀρφαξάδ.] Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Καϊνᾶν καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υγʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φληʹ. [ιγʹ. Περὶ Καϊνᾶν.] Καϊνᾶν δὲ γενόμενος ἐτῶν ρλζʹ ἐγέννησε τὸν Σάλα καὶ μετὰ τοῦτο ἔζησεν ἔτη τλʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη υξζʹ. 52 [ιδʹ. Περὶ Σάλα.] Σάλα δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ἔβερ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υγʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φλγʹ. [ιεʹ. Περὶ Ἔβερ.] Ἔβερ δὲ γενόμενος ἐτῶν ρλδʹ ἐγέννησε τὸν Ἰεκτὰν καὶ τὸν Φαλέκ. ἐφ' οὗ ὁμοφώνου ὑπάρχοντος, ὥς φησιν Ἰώση πος, τοῦ γένους τῶν ἀνθρώπων, συνάγεται εἰς ἕνα τόπον λεγόμενον Σεναάρ, εἶτα πύργον ἕως τοῦ οὐρανοῦ οἰκοδο μεῖν ἐνενόουν καὶ περὶ αὐτὸν πόλιν τὴν Βαβυλῶνα, ὅ ἐστι σύγχυσις. ὧν τὸ ἔργον ἀτελὲς κατέρριπτο ματαίαν ἀνάβασιν ἐπικεχειρηκότων. οἵ γε καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ σαφῶς εἰδότες πρῶτοι ναῦς ποιεῖν καὶ ἐν τοῖς ὕδασι πλέειν ἐπενόησαν. τῶν δὲ πάντων ἐπὶ τὴν τοῦ πύργου καὶ τῆς πόλεως ὁρμησάντων οἰκοδομὴν ἀρχηγοὺς ἐχόντων οβʹ, μόνος Ἔβερ οὐ συνέθετο τῇ τούτων ἀλογίστῳ ἐργασίᾳ. διὸ καὶ πάντων αἱ γλῶσσαι συνεχύθησαν τῶν συντεθειμένων, καὶ εἰς οβʹ γλώσσας διαιρεθέντων κατὰ τὸν ἀριθμὸν τῶν ἀρχόν των αὐτῶν καὶ εἰς ἀνομοιογλωσσίαν ὑπὸ τοῦ πνεύματος καὶ τῆς δικαίας ὀργῆς ἐλαυνομένων καὶ διασπασθέντων, τούτῳ μόνῳ θεὸς οὐκ ἐστέρησε τὴν ἀρχαίαν φωνήν. ὅθεν ἀπο 53 μείναντες ἐν τῇ προτέρᾳ γλώσσῃ, Ἑβραῒς αὕτη ἐπωνόμασται κατὰ τὴν τοῦ κρατήσαντος ἐπωνυμίαν εἰς τὸ γένος τῶν Ἑβραίων, οἵτινες πατρωνυμικῶς τε καὶ φερωνύμως Ἑβραῖοι προσηγορεύθησαν. Ὅτι δὲ τῇ τῶν Ἑβραίων γλώσσῃ ἐχρῶντο οἱ ἀπὸ τοῦ Ἀδάμ, δῆλον μὲν καὶ ἀπὸ τοῦ καὶ τοὺς ἀμφὶ τὸν Ἁβραὰμ ἐκ τοῦ Νῶε καταγομένους καὶ χρωμένους, δῆλον δὲ καὶ ἀπὸ τοῦ καὶ τὸν δεύτερον Ἀδὰμ Χριστὸν τῇ τῶν Ἑβραίων φωνῇ κατὰ τὸν πρῶτον πάντως Ἀδὰμ χρώμενον, ὡς τὸ ἐφφαθά, καὶ ταλιθὰ κούμη, καὶ λιμὰ σαβαχθανή, καὶ τὰ ὅμοια. καὶ μέντοι καὶ πρὸς τούτοις καὶ τὰ τῶν παλαιῶν ὀνόματα ἐναργὲς τεκμήριον τοῦ ταύτην εἶναι φωνὴν τὴν πρὸ τῆς συγχύσεως. ἐφ' ὧν γὰρ κατ' οὐδεμίαν ἐστὶ γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, κατ' αὐτὴν τὸ ζητούμενον ἑρμηνεύεται. οἷον τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν αἱ προσηγο ρίαι δι' ἑτέρας οὐδεμιᾶς ἑρμηνεύονται, εἰ μὴ διὰ τῆς Ἑβραϊ κῆς καὶ μόνης. εἰ δέ τινες ἀμαθῶς ἀντιλέγουσιν, οὐ τὴν Ἑβραϊκήν, ἀλλὰ τὴν Συριακὴν πρώτην εἶναι γλῶσσαν, ἀκου έτωσαν τῆς ἑρμηνείας τοῦ σοφωτάτου καὶ πολυμαθοῦς Ὠρι γένους εἰς τὴν ἱστορίαν τοῦ Ἰώβ, ᾗ φησιν· οὕτως ἑρμη νεύεται ἐκ τῆς Συριακῆς βίβλου. καί φησιν· Συριακὴν ἔφη τὴν Ἑβραίαν διάλεκτον, ἐπειδὴ γὰρ καὶ Συρίαν τὴν 54 Ἰουδαίαν καὶ Σύρους οἱ παλαιοὶ τοὺς Παλαιστιναίους ὠνό μαζον. Ὁ μὲν οὖν πύργος οἰκοδομηθεὶς ἐν ἔτεσι μʹ ἔμεινεν ἡμιτελὴς μετὰ τὴν σύγχυσιν. ὁ δέ γε θεὸς ἀνέμῳ βιαίῳ τοῦτον ἀνατρέπει, καὶ ἔστιν ἀνὰ μέσον Ἀσσοὺρ καὶ Βαβυ λῶνος εἰς ἔτι φυλασσόμενα τὰ ἴχνη αὐτοῦ. [ιϛʹ. Περὶ Φαλέκ.] Φαλὲκ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σθʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη
50.2.1
Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη# 22βσξβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς συγχύσεως τῆς πυργοποιΐας καὶ τῆς τελευτῆς Φαλέκ, ὅ ἐστι μερισμός, ἔτη φλϛʹ. καὶ γίνεται διαμερισμὸς ἤτοι διασπορὰ τῶν υἱῶν Νῶε καὶ τῶν ἐξ αὐτῶν γεννηθέντων. διὸ καὶ μέροπες ἐκλή θησαν ἀπό τε τῆς μεμερισμένης φωνῆς ἀπό τε τοῦ μερισμοῦ τῆς γῆς. Ὁ μέντοι Σὴμ ἐγέννησε τὸν Ἐλὰμ καὶ τὸν Ἀσσοὺρ καὶ τὸν Ἀρφαξὰδ καὶ τὸν Λούδ, ὁ δὲ Χὰμ τὸν Χοὺς καὶ τὸν Μεσρὲμ καὶ τὸν Φοὺδ καὶ τὸν Χαναάν, ὁ δὲ Ἰάφεθ τὸν Γάμερ καὶ τὸν Μαγὼγ καὶ τὸν Θήρα καὶ τὸν Ἰωύαν καὶ 55 τὸν Ἐλισὰ καὶ τὸν Θωβὲλ καὶ τὸν Μοσὸχ καὶ τὸν Μαδαή, ἀφ' οὗ Μῆδοι γενόμενοι καὶ τῶν Βαβυλωνίων κρατήσαντες, ἡ χώρα Μήδεια προσηγορεύθη κυρίως καὶ φερωνύμως. Μετὰ γοῦν τὴν σύγχυσιν καὶ τὴν τοῦ πύργου διάλυσιν μεταστέλλονται οἱ τρεῖς υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν γενομένους καὶ διδόασιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, ὧνπερ ἐκ τοῦ πατρὸς Νῶε παρειλήφασιν, καὶ τυγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόποι καὶ κλίματα καὶ χῶραι καὶ νῆσοι καὶ ποταμοὶ κατὰ τὴν ὑποκειμένην ἔκθεσιν. καὶ κατακληροῦται τῷ μὲν πρωτο τόκῳ υἱῷ Νῶε Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδι κῆς καὶ Ῥινοκουρούρων τὰ πρὸς ἀνατολήν, τῷ δὲ Χὰμ ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον, τῷ δὲ Ἰάφεθ ἀπὸ Μηδείας καὶ ἕως Γαδείρων τὰ πρὸς βορρᾶν. αἱ δὲ λαχοῦσαι χῶραι τῷ μὲν Σὴμ εἰσὶν αὗται· Περσίς, Βακτρι ανή, Ὑρκανία, Βαβυλωνία, Κόρδυνα, Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, Ἐλυμαΐς, Ἰνδική, Ἀραβία ἡ εὐδαίμων Κοίλη Συρία, Κομμαγηνή, καὶ Φοινίκη πᾶσα, καὶ ποταμὸς Εὐφράτης. τῷ δὲ Χὰμ Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ ποταμὸς τῶν Αἰθιόπων, Ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρίς, Συρτίς, 56 Λιβύη ἄλλη, Νουμηδεία, Μασσυρίς, Μαυριτανία ἡ κατέ ναντι Γαδείρων, ἐν δὲ τοῖς κατὰ βορρᾶν τὰ παρὰ θάλασσαν ἔχει, Κιλικίαν, Παμφυλίαν, Πισιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καμαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Μυσίαν ἄλλην, Τρῳάδα, Αἰολίδα, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν, καὶ νήσους πάλιν ἔχει Σαρδανίαν, Κρήτην, Κύπρον, καὶ ποταμὸν Γηὼν τὸν καὶ Νεῖλον καλούμενον. τῷ δὲ Ἰάφεθ Μήδεια, Ἀλβανία, Ἀρμενία μικρά τε καὶ μεγάλη, Καππαδοκία, Παφλαγονία, Γαλατία, Κολχίς, Βοσπόρη, Μαιῶτις, Δέρβις, Σαρμάτις, Ταυριανίς, Βουταρνίς, Σκυθία, Θρᾴκη, Μακεδονία, Δαλματία, Μολοσσή, Θεσσαλία, Λοκρίς, Βοιω τία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελληνὶς ἡ καὶ Πελοπόνησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλλυρίς, Λυχνίτις, Ἀδριακή, ἐξ ἧς τοἈδριακὸν πέλαγος. ἔχει δὲ καὶ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χῖον, Λέσβην, Κυθήραν, Ζάκυνθον, Κεφαληνίαν, Ἰθάκην, Κέρκυραν, καὶ μέρος τι τῆς Ἀσίας τὴν καλουμένην Ἰωνίαν, καὶ ποταμὸν Τίγριν τὸν διορίζοντα μεταξὺ Μηδείας καὶ Βαβυλῶνος. 57 Τούτων οὖν οὕτω κληρωθέντων ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν ὅτι ἀγαθή τέ ἐστι καὶ εὔ φορος καὶ κατὰ πολὺ τῆς ἑαυτοῦ διαλλάττουσα γῆς, τυραννι κῶς καθήρπασεν αὐτὴν καὶ τοὺς ἐκ τοῦ Σὴμ κληρονόμους ἐξήλασεν, καὶ οὕτω πᾶσα γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσηγορεύετο. κἀντεῦθεν τοίνυν ὁ δίκαιος κριτὴς μετὰ ταῦτα τοῖς ἐκ τοῦ Σὴμ υἱοῖς Ἰσραὴλ ἀπέδωκεν αὐτὴν διὰ Ἰησοῦ τοῦ Ναυή, καθὼς καὶ τῷ Ἁβραὰμ προεπηγγείλατο. δίκαιος γὰρ ὁ κύριος καὶ δικαιοσύνας ἠγάπησεν. [ιζʹ. Περὶ Ῥαγαῦ.] Ῥαγαῦ δὲ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σζʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλθʹ. [ιηʹ. Περὶ Σερούχ.] Σεροὺχ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχὼρ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ςʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλʹ. ὃς πρῶτος ἤρξατο τοῦ Ἑλληνικοῦ δόγματος διὰ τοὺς πάλαι γενομένους πολεμιστὰς ἢ ἡγεμόνας ἢ πράξαντάς τι ἀνδρεῖον ἀρετῆς καὶ μνήμης ἄξιον, οὓς καὶ ἀνδριᾶσι στηλῶν ἐτίμησεν ὡς ἀγαθόν τι πεπραχότας. οἱ δὲ μετὰ ταῦτα ἄνθρωποι ἀγνοοῦντες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπάτορας καὶ ἀγαθῶν πραγμάτων ἐπινοητὰς ἐτίμησαν μνήμης καὶ 58 μόνον χάριν, ὡς θεοὺς οὐρανίους ἐτίμων καὶ ἔθυον αὐτοῖς καὶ οὐχ ὡς ἀνθρώπους θνητοὺς γενομένους. ὧν τὴν ἀσέ βειαν Σολομὼν στηλιτεύων φάσκει· τὸν πρὸ ὀλίγου τιμη θέντα ἄνθρωπον νῦν εἰς σέβασμα ἐλογίσαντο. Σαφέστερον δὲ καὶ διεξοδικώτερον τὴν παράνοιαν τού των καὶ ἀθεΐαν διελέγχων ὁ μέγας Ἀθανάσιος τοιάδε φησίν· σαθρᾶς τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς δια γνώσεως. οὔτε γὰρ τὸ κακὸν παρὰ θεοῦ οὔτε ἐν θεῷ, οὔτε μὴν οὐσία τίς ἐστιν, ἀλλ' ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας ἐπινοεῖν ἤρξαντο καὶ ἅμα πλάττειν τὰ οὐκ ὄντα καὶ ἅπερ ἐβούλοντο. ὥσπερ γὰρ ἄν τις ἡλίου φαίνοντος καμμύων τοὺς ὀφθαλμοὺς ἑαυτῷ σκότος ἐπινοεῖ καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος καὶ περιπατῶν προσκόπτει πολ λάκις καὶ κατὰ κρημνῶν ὑπάγων νομίζει μὴ εἶναι φῶς ἀλλὰ σκότος, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων καμμύουσα τὸν νοητὸν ὀφθαλμόν, δι' οὗ τὸν θεὸν ὁρᾶν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν. γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν καὶ ὑπ' αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ ἀφθάρτου θεοῦ τὰ φθαρτὰ καὶ τὰ τοῦ σκότους ἔργα ἐπεζήτησεν, καθὼς γέ γραπται ὅτι· ὁ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐπεζήτησαν λογισμοὺς πολλούς. ἐπεὶ οὖν ὥσπερ μανέντες οἱ ἄνθρωποι τὴν οὐκ οὖσαν κακίαν ἐπενόησαν, οὕτω καὶ 59 τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. ὡς γὰρ πάλιν εἴ τις εἰς βυθὸν καταδὺς μηκέτι μὲν βλέποι τὸ φῶς μηδὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα καὶ τὴν τοῦ ὕδατος ἐπίχυσιν, μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος νομίζοι μηδὲν εἶναι πλέον ἐκεί νων, οὕτω δὴ καὶ οἱ πάλαι τῶν ἀνθρώπων καταδύντες εἰς τὰς τῆς σαρκὸς ἐπιθυμίας καὶ φαντασίας κἀντεῦθεν ἐπι λαθόμενοι τὰς περὶ θεοῦ ἐννοίας τε καὶ δόξας, τὰ φαινό μενα θεοὺς ἀνετυπώσαντο δοξάζοντες τὴν κτίσιν παρὰ τὸν κτίσαντα. καὶ ὥσπερ κατὰ τὸ προλεχθὲν παράδειγμα οἱ εἰς βυθὸν καταδυόμενοι ὅσον ἐπικαταβαίνουσι, τοσούτῳ μᾶλλον τὰ σκοτεινότερα καὶ βαθύτερα βλέπουσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος. οὐ γὰρ ἁπλῆν ἔσχον τὴν πλάνην καὶ τὴν εἰδωλολατρείαν, οὐδὲ ἀφ' ὧν ἤρξαντο ἐν τούτοις διέμειναν, ἀλλ' ὅσον τοῖς προτέροις ἐνεχείριζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον τὰς δεισιδαιμονίας μηδένα κόρον τῶν πρώτων κακῶν λαμβάνοντες. ἐπικαταβαίνοντες γὰρ λοιπὸν ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις τὴν τοῦ θεοῦ τιμήν τε καὶ δόξαν ἀνέθεσαν, εἶτα πάλιν τοῖς σκοτεινοῖς λογισμοῖς ἐπικαταβαίνοντες αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῷ ἀέρι θεοὺς προσηγόρευσαν, προβαίνοντες δὲ τοῖς κακοῖς ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως, τὴν θερμὴν καὶ τὴν ψυχρὰν καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν οὐσίαν θεοὺς ἀνύμνησαν, οἱ δέ γε τελεώτεροι τὴν ἀσέβειαν καὶ ἀνθρώπους τοὺς μὲν ἔτι ζῶντας, τοὺς δὲ καὶ μετὰ θά νατον θεοὺς ἐκάλεσαν. καὶ οὐ μόνον εἰς ἀνθρώπους καὶ 60 κτήνη καὶ ἑρπετὰ χερσαῖά τε καὶ ἔνυδρα τὴν τοῦ θεοῦ προσηγορίαν μετήγαγον, ἀλλὰ καὶ εἰς τὰ μηδ' ὅλως ὄντα ἢ φαινόμενα τὴν αὐτὴν δυσσέβειαν ἐξοκείλαντες ἐπεδείξαντο. λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες καὶ ἀνόμοια τῇ φύσει ἐνεί ραντες ὡς θεοὺς ἐδόξασαν, οἷοί εἰσιν οἱ παρ' Αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι καὶ ὁ παρὰ Λίβυσι κριοκέφαλος καὶ παρὰ τοῖς μύθοις τὰ λεγόμενα πλά σματα, ἡ Σκύλλα καὶ ἡ Χάρυβδις καὶ ὁ Ἱπποκένταυρος. ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν καὶ τὴν ἡδονήν τε καὶ ἐπι θυμίαν θεοποιήσαντες, ἣν δὴ καὶ Ἀφροδίτην καλέσαντες προσεκύνησαν. καὶ μέντοι καὶ τοὺς παρ' αὐτῶν ἄρχοντας διὰ τιμὴν τῶν ἀρξάντων ἢ διὰ φόβον τῆς αὐτῶν τυραν νίδος ὡς θεοὺς ἐτίμησαν, ὥσπερ ὁ ἐν Κρήτῃ Ζεὺς τετίμηται καὶ ὁ ἐν Ἀρκαδίᾳ Ἑρμῆς καὶ ὁ ἐν Ἰνδίᾳ Διόνυσος καὶ ὁ ἐν Αἰγύπτῳ Ἴσις καὶ Ὄσιρις καὶ ὁ νῦν Ἀδριανοῦ τοῦ Ῥωμαίβασιλέως παῖς Ἀντίνοος. ἐπιδημήσας γὰρ Ἀδριανὸς ἐν Αἰγύπτῳ καὶ τελευτήσαντα ἰδὼν τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην Ἀντίνοον ἐκέλευσε θρησκεύεσθαι τοῦτον, ἅτε δὴ καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς δι' ὑπερβάλλουσαν ἀσέλγειάν τε καὶ οἰστρηλασίαν. καὶ γὰρ οἱ παρ' Ἕλλησι διαβεβοημένοι θεοί, Ζεύς τε καὶ Ποσειδῶν καὶ Ἀπόλλων καὶ Ἥφαιστος καὶ Ἑρμῆς καὶ ἐν θηλείαις Ἥρα καὶ Δήμητρα καὶ Ἀθηνᾶ καὶἌρτεμις διαταγαῖς ἐκρίθησαν θεοποιεῖσθαι. διὸ δὴ ταύτας καὶ τὰς τοιαύτας εἰδωλομανίας καὶ ἐφευρέσεις ἡ θεία γραφὴ 61 θριαμβεύουσα οὕτω φάσκει· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. οὔτε γὰρ ἦν ἀπ' ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται, κενοδοξίᾳ δὲ ἀνθρώπων εἰσῆλθεν εἰς τὸν κόσμον. διὰ τοῦτο καὶ σύντομον αὐτῶν ἐπενοήθη τὸ τέλος. ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ τοῦ ταχέως ἀφ αιρεθέντος τέκνου εἰκόνα ποιήσας τόν ποτε νεκρὸν ἄνθρωπον νῦν ὡς ζῶντα ἐτίμησε καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυ στήρια καὶ τελετάς. εἶτα χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος διεφυλάχθη, καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά, καὶ τοῦτο γέγονε τῷ βίῳ εἰς ἔνεδρον, ὅτι ἢ συμ φορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν. εἴθε τοίνυν καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις, ποιηταί τε καὶ συγγραφεῖς, ἁπλῶς εἶναι θεοὺς γεγραφήκασιν, ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον τῆς ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀνέγραφον. καὶ γὰρ τοὺς ἀκολάστους ἔρωτας καὶ ἀσελγείας τοῦ Διὸς καὶ παιδοφθορίας καὶ τῶν ἄλλων ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας οὐδὲν ἕτερον ἢ ἑαυτοὺς ἐλέγχουσιν, ὡς οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ' οὐδὲ περὶ σεμνῶν ἀνθρώπων. ἐκ μὲν γὰρ Διὸς τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν, ἐκ δὲ Ἀφροδίτης τὴν πορνείαν, καὶ ἐκ μὲν Ῥέας τὴν ἀσέλγειαν, ἐκ δὲ Ἄρεως τοὺς φόνους καὶ ἐκ Διονύσου τὴν οἰνοφλυγίαν καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτά φασι τὴν ἀρχὴν εἰληφέναι. ἀλλ' οὐκ ἄδηλον τοῖς νοῦν ἔχουσιν,