Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
520.1.1
κρὸν γὰρ ἀναπνεύσας ἐκ τούτου πάλιν ὁ τοῦ Οὐάλεντος ἐπέστη αὐτῷ πόλεμος, ὅθεν καὶ τοῦτον τροπωσάμενος διὰ τῆς καλῆς φυγῆς, ὡς πληρωθῆναι μῆνας δʹ τὴν φυγὴν αὐτοῦ, τὸν βίον ὑπεξέρχεται διαρκέσας ἐπὶ τῆς ἱερωσύνης ἔτη μ ʹ πολλὰ πρὸ τοῦ θανάτου εἰρηκώς, μᾶλλον δὲ προ γνωστικῶς προφητεύσας Πέτρῳ τῷ μετ' αὐτὸν ἐπισκόπῳ, οἷα καὶ ὅσα παρὰ τῶν Ἀρειανῶν ὑποστήσεται. Περὶ δὲ τῶν ἑαυτοῦ ποικίλων καὶ διαφόρων ἀγώνων καὶ διωγμῶν φυγῶν τε καὶ ἀποκρύψεων ἀναριθμήτων ἀπο λογούμενος ἄκουσον οἷα φάσκει ὁ μακάριος· εἰ γὰρ λοιδο ροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνελεῖν καὶ διαβάλλουσι τοὺς φεύγοντας ἀπὸ τῶν διωκόντων, τί ποιή σουσιν ὁρῶντες τὸν μὲν Ἰακὼβ φεύγοντα τὸν ἀδελφόν, τὸν δὲ Μωϋσῆν ἐν Μαδιὰμ ὑποχωρήσαντα διὰ τὸν Φαραώ; τί δὲ τοιαῦτα φλυαροῦντες ἀπολογήσονται τῷ Δαυὶδ ἀποδιδρά σκοντι τὸν Σαοὺλ καὶ κρυπτομένῳ μὲν τούτῳ ἐν τῷ σπη λαίῳ, ἀλλοιοῦντι δὲ τὸ πρόσωπον ἑαυτοῦ, ἕως οὗ παρέλθῃ τὸν Ἀγχοὺς καὶ τὴν ἐπιβουλὴν ἐκκλίνῃ; τί δ' ἂν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς καὶ πάντα λίθον κατὰ τὸ δὴ λεγόμενον κινοῦντες Ἡλίαν τὸν μέγαν κρυπτόμενον ἀκού οντες διὰ τὸν Ἀχαὰβ καὶ φεύγοντα διὰ τὰς ἀπειλὰς τῆς Ἰεζάβελ; καὶ μέντοι καὶ οἱ υἱοὶ τῶν προφητῶν ζητούμενοι τότε κατεκρύπτοντο λανθάνοντες ἐν τῷ σπηλαίῳ παρὰ τῷ 521 Ἀβδίᾳ. ποίαν οὖν καὶ πρὸς Ἡσαΐαν ἐπινοήσωσιν ἀντίθεσιν παρακελευόμενον ἕκαστον ὑπὲρ εὐσεβείας διωκόμενον κατὰ θεοῦ συγχώρησιν καὶ λέγοντα· ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν ἡ ὀργὴ κυρίου παρέλθῃ; καὶ γὰρ οἱ μὲν εὐσεβῶς ζῶντες ἐν Χριστῷ διωχθήσονται ἀδίκως δηλονότι, οἱ δὲ ἄνομοι δικαίως ἐκ προσώπου κυρίου ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. οὕτω δὲ καὶ οἱ τῆς χάριτος τρόφιμοι διὰ τὸν φόβον τῶν Ἰουδαίων ὑπανεχώρουν κρυπτόμενοι. καὶ ὁ μὲν Πέτρος ἐκ τῆς φυλακῆς ἀποδρὰς ἐξέφυγε τὰς χεῖρας Ἡρώδου καὶ τῆς προσδοκίας τῶν Ἰουδαίων, ὁ δὲ Παῦλος ἐν Δαμασκῷ παρὰ τοῦ ἐθνάρχου ζη τούμενος ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται καὶ διέ φυγε τοῦ ζητοῦντος τὴν μανίαν. τῆς τοίνυν γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν ἆρα πρόφασιν τῆς ἑαυτῶν προπετείας καὶ περὶ τῆς τῶν γραφῶν ἀγνοίας ἐξευρεῖν οἱ φιλοσκῶπται δυνήσονται; ἐν μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν ἀφορισθῆναι καὶ πόλεις φυγαδευτηρίους ὑπὲρ τοὺς ζητου μένους εἰς θάνατον, ὅπως δήποτε δύνασθαι διασώζεσθαι. ἐπ' ἐσχάτων δὲ παραγενόμενος ὁ πάλαι τῷ Μωσῇ χρηματί σας ἐκεῖνα θεὸς λόγος αὖθις ἐντολὴν δίδωσι λέγων· ὅταν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέ ραν. καί· τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη 522 καὶ ὁ ἐκ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ. διὰ τοῦτο καὶ αὐτὸς ὁ θεὸς λόγος ἄνθρωπος γενό μενος κατηξίωσε ζητούμενος ὡς ἡμεῖς κρυβῆναι καὶ πάλιν διωκόμενος φυγεῖν καὶ τὴν ἐπιβουλὴν ἐκκλῖναι τῶν ἐναν τίων ἡμᾶς διδάσκων μὴ ἐπιρρίπτειν ἑαυτοὺς εἰς κινδύνους. διὰ δὴ τοῦτο καὶ οἱ θεῖοι μάρτυρες ἐν τοῖς διωγμοῖς διωκό μενοι μὲν ἔφευγον, εὑρισκόμενοι δὲ ἐμαρτύρουν. Ἀλλ' εἴποι δ' ἄν τις, φησὶν ὁ μέγας καὶ ἀποστολικὸς Διονύσιος, οὐκ ἔστι δικαιοσύνης ἄνδρας ὁσίους ἐᾶν ἀβοη θήτους ὑπὸ τῶν φαύλων ἐκτρυχομένους. πρὸς ὃν ῥητέον ὡς, εἰ μὲν ἀγαπῶσιν οὓς φὴς ὁσίους τὰ ἐπὶ γῆς ὑπὸ τῶν προσύλων ζηλούμενα, τοῦ θείου πάντως ἐκπεπτώκασιν ἔρω τος, καὶ οὐκ οἶδ' ὅπως ὅσιοι κληθεῖεν ἂν ἀδικοῦντες τὰ ὄντως ἐραστὰ καὶ θεῖα τοῖς ἀζηλώτοις καὶ ἀνεράστοις ὑπ' αὐτῶν οὐκ εὐαγῶς παρευδοκιμούμενα. εἰ δὲ τῶν ὄντως ὄν των ἐρῶσιν, εὐφραίνεσθαι χρὴ τοὺς τινῶν ἐφιεμένους, ἡνίκα τῶν ἐφετῶν τυγχάνουσιν. ἢ οὐκ ἐν τούτῳ μᾶλλον πλησιά ζουσι ταῖς ἀγγελικαῖς ἀρεταῖς, ὅταν ὡς δυνατὸν ἐφέσει τῶν θείων ἀναχωροῦσι τῆς τῶν ὑλικῶν προσπαθείας ἐγγυμναζό μενοι πρὸς τοῦτο λίαν ἀνδρικῶς ἐν ταῖς ὑπὲρ τοῦ καλοῦ περιστάσεσιν; ὥστε οὖν ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο μᾶλλόν ἐστι τῆς θείας δικαιοσύνης ἴδιον τὸ μὴ θέλγειν καὶ ἀπολ λύειν τῶν ἀρίστων τὴν ἀριστότητα ταῖς τῶν ὑλικῶν δόσεσιν, μηδέ, εἴ τις ἐπιχειροίη τοῦτο ποιεῖν, ἐᾶν ἀβοηθήτους, ἀλλ' 523 ἐνιδρύειν αὐτοὺς ἐν τῇ καλῇ καὶ ἀμειλίκτῳ στάσει καὶ ἀπο νέμειν αὐτοῖς τοιούτοις οὖσι τὰ κατ' ἀξίαν. Κωνσταντίνου δὲ τοῦ μεγάλου ὑπὸ Ἑλλήνων φιλοσόφων ὀνειδισθέντος εἰς τὸ Βυζάντιον ὡς οὐ πράττει καλῶς παρὰ τὰ ἔθη τῶν παρὰ Ῥωμαίοις βασιλευσάντων διαγινόμενος, ἀλλὰ νεωτερίζων τὴν θρησκείαν μεταθέμενος ἔδοξεν ἕνα τῶν φιλοσόφων διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ τοῦ Βυζαν τίου περὶ τῆς πίστεως. λόγων δὲ ἄπειρος ὣν ὁ Ἀλέξανδρος, τὰ δὲ ἄλλα θεῖος, ἐν τῇ ἡμέρᾳ τῆς διαλέξεως εἶπε τῷ δια λεκτικῷ φιλοσόφῳ· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἐπιτάττω σοι σιωπᾶν καὶ μὴ φθέγγεσθαι. ἅμα δὲ τῷ λόγῳ ἐφιμώθη καὶ ἔμεινεν ἄλαλος. Ἐφ' ὧν χρόνων καὶ ὁ ἅγιος Ἀντώνιος ἐν πολλαῖς ἀρε ταῖς καὶ μεγάλαις διαπρέπων ἀκουστὸς ἐγένετο τῷ βασιλεῖ, καὶ γράφει αὐτῷ παρακλητικὴν ἐπιστολὴν τοῦ σκυλῆναι αὐτὸν ἕως Κωνσταντινουπόλεως, ὅπως τῶν εὐχῶν αὐτοῦ ἀπολαύσῃ. ὁ δὲ μακάριος γενόμενος ἐν πολλῇ φροντίδι 524 λέγει τῷ μαθητῇ αὐτοῦ Παύλῳ· τί λέγεις, τέκνον; ἀπέρχο μαι πρὸς τὸν βασιλέα κατὰ τὴν παράκλησιν αὐτοῦ; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐὰν ἀπέλθῃς, Ἀντώνιος ὑπάρχεις, ἐὰν δὲ μὴ ἀπέλθῃς, ἀββᾶς Ἀντώνιος. καὶ ὁ ἅγιος ἔφη· οὐκοῦν διὰ τῆς δόξης ταύτης, ἐὰν μὴ λέγομαι ἀββᾶς, ὄντως οὐκ ἀπέρχομαι. καὶ τοῦτο μαθὼν ὁ διακριτικώτατος βασιλεὺς ὠφελήθη μᾶλλον εἰς τὸ μέτριον καὶ ἀφιλόδοξον τοῦ ἁγίου γέροντος. Περὶ οὗ καὶ ὁ μέγας Ἀθανάσιος ἔφη· ἔφθασε δὲ καὶ μέχρι βασιλέων ἡ ἐνάρετος πολιτεία Ἀντωνίου. καὶ γὰρ μαθόντες Κωνσταντῖνος ὁ μέγας καὶ Κωνστάντιος καὶ Κών στας οἱ αὔγουστοι ἔγραφον αὐτῷ ὡς πατρὶ καὶ ἠξίουν ἀντί γραφα παρ' αὐτοῦ δέχεσθαι. ἀλλ' οὔτε γράμματα δεχόμενος περὶ πολλοῦ τινος λόγον ἐποιεῖτο, οὔτε μὴν ὡς οἱ πολλοὶ ἐπὶ ταῖς ἐπιστολαῖς ἐγεγήθει. ὅτε γοῦν ἐκομίζετο αὐτῷ γράμματα, ἐκάλει τοὺς μοναχοὺς καὶ ἔλεγεν· μὴ θαυμάζετε, εἰ βασιλεὺς γράφει πρὸς ἡμᾶς, ἄνθρωπος γάρ ἐστι καὶ αὐτός, ἀλλὰ θαυμάζετε, ὅτι ὁ θεὸς τὸν νόμον ἔγραψε καὶ διὰ τοῦ ἰδίου υἱοῦ λελάληκεν ἡμῖν. βουλομένου οὖν αὐτοῦ μὴ παραδέχεσθαι τὰς ἐπιστολάς, ἐκωλύθη παρὰ τῶν μοναχῶν λεγόντων αὐτῷ ὅτι· χριστιανοί εἰσιν οἱ βασιλεῖς, καὶ μὴ ὡς 525 ἀπορηθέντες σκανδαλισθῶσιν. ἐπέτρεπεν οὖν ἀναγινώσκε σθαι τὰς ἐπιστολὰς καὶ ἀντέγραφεν ἀποδεχόμενος αὐτούς, ὅτι τὸν Χριστὸν προσκυνοῦσιν, συνεβούλευε δὲ τὰ πρὸς σωτη ρίαν καὶ μὴ μεγάλα τὰ παρόντα ἡγεῖσθαι, ἀλλὰ μνημο νεύειν ἀεὶ τοῦ θανάτου καὶ τῆς μελλούσης κρίσεως καὶ ἀνταποδόσεως καὶ εἰδέναι μόνον τὸν θεὸν ἀληθινὸν βασιλέα καὶ αἰώνιον. φιλανθρώπους τε εἶναι αὐτοὺς ἠξίου καὶ τοῦ δικαίου φροντίζειν καὶ τῶν πτωχῶν ὡς μέλλοντας περὶ τῆς ἀρχῆς αὐτῶν δοῦναι λόγον τῷ θεῷ. ἅπερ οἱ βασιλεῖς δεχόμενοι λίαν ἔχαιρον ἐπὶ τῇ παραινέσει τοῦ θεοφόρου. Τοῦ οὖν θείου Κωνσταντίνου βασιλεύσαντος ἐν Ῥώμῃ ἔτη ιβʹ καὶ ἐν Κωνσταντινουπόλει ἔτη κʹ, καὶ ἐν Νικομη δείᾳ τελευτήσαντος ἐτῶν ξεʹ, οἱ τρεῖς υἱοὶ αὐτοῦ ἐκράτησαν τῶν Ῥωμαίων, τῆς μὲν ἀνατολῆς Κωνστάντιος, τῆς δὲ δύ σεως Κωνσταντῖνος καὶ Κώνστας. ὃς καὶ φονεύσας τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον καὶ βασιλεύσας μόνος ἔτη ι ʹ ἐσφάγη καὶ αὐτὸς ὑπὸ τοῦ δήμου. Ἐματαιώθησαν τοίνυν οἱ καταψευδόμενοι τοῦ μεγάλου Κωνσταντίνου καὶ φάσκοντες, ὅτι ἐν τῇ τελευτῇ ἐβαπτίσθη καὶ μέχρι τότε ἀβάπτιστος ὑπῆρχεν. πῶς γὰρ ἂν ὁ τοιοῦτος ἀνὴρ θεοσεβὴς καὶ φιλόχριστος καὶ περὶ τὴν πίστιν θερμότα τος ἠνέσχετο χρόνους τοσούτους κεχωρίσθαι τῆς θείας μεταλή ψεως τῶν μυστηρίων καὶ μάλιστά γε τοιούτοις πατρᾶσιν ἁγίοις 526 συνδιαιτώμενος καὶ τῆς ἱερᾶς αὐτῶν διδασκαλίας καὶ νουθε σίας ἑπόμενος ἀσπασίως καὶ γνησίως; πῶς δὲ καὶ τοῖς ἀπίστοις ἐφαίνετο χριστιανὸς τέλειος μήπω τελειωθεὶς διὰ τοῦ βαπτί σματος; πῶς δὲ καὶ ὁ κατεπείγων καὶ ἀναγκάζων τοὺς ἄλλους ἅπαντας ἀπίστους δηλονότι πιστεῦσαι καὶ βαπτισθῆναι καὶ τὴν ἁγίαν τριάδα ὁμολογῆσαι καθαρώτερόν τε καὶ τηλαυγέστερον αὐτὸς ἐν τοιούτῳ σκότῳ ἐτύγχανεν; ἀληθῶς ψεῦδος τοῦτο ὑπ άρχει καὶ ἀνάπλασμα τῆς Ἀρειανικῆς καὶ ἀθέου αἱρέσεως καὶ τῆς αὐτῶν ἀπιστίας καὶ ἀσεβείας κακούργημα βουλομένων τῆς οἰ κείας αἱρέσεως ὑπασπιστὴν ἀποδεῖξαι τὸν μέγαν Κωνσταντῖνον καὶ ὑπὸ Ἀρειανῶν αὐτὸν δῆθεν βαπτισθῆναι ἀναπλαττόντων. Τοιγάρτοι καὶ ὁ μέγας Ἰσίδωρος τοιάδε φησίν· δεῖ τοί νυν ἀκολουθεῖν καὶ πειθαρχεῖν τῇ συγκροτηθείσῃ μεγάλῃ καὶ ἁγίᾳ συνόδῳ ἐν Νικαίᾳ κατὰ Ἀρείου τοῦ δυσσεβοῦς τῶν τιηʹ ἁγίων πατέρων. ἐκείνη γὰρ θεόθεν ἐμπνευσθεῖσα τἀληθὲς ἐδογμάτισεν. ἰστέον τοίνυν ὡς ἐν τῇ παλαιᾷ δια θήκῃ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος μυστικῶς ἡ διδασκαλία ἐγκατέσπαρται, ὡς καὶ Φίλωνα καίτοι γε Ἰου δαῖον ἄνδρα ὑπάρχοντα καὶ ζηλωτὴν δι' ὧν καταλέλοιπε 527 συγγραμμάτων ἀπομάχεσθαι τῇ οἰκείᾳ θρησκείᾳ. βασανίζων γὰρ τὸ εἰρημένον· ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, ἠναγκάσθη ὑπὸ τῆς ἀληθείας καὶ ἐξεβιάσθη καὶ τὸν τοῦ θεοῦ λόγον θεολογῆσαι. τί γάρ; εἰ καὶ δεύτερον τὸν συν αΐδιον τῷ πατρὶ καὶ ἀριθμοῦ καὶ χρόνων ἀνώτερον ὄντα καλεῖ τῆς ἀληθείας μὴ ἐφικνούμενος, ὅμως ἔννοιαν ἔσχε καὶ ἑτέρου προσώπου. οὐκ ἐνταῦθα δὲ μόνον ἔπαθε τοῦτο, ἀλλὰ καὶ τὸ θεὸς καὶ τὸ κύριος ἑρμηνεῦσαι πειρώμενος τῆς βασιλικωτάτης τριάδος ἔννοιαν ἔσχεν. φάσκων γὰρ ὅτι εἷς ἐστιν ὁ θεὸς οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυστήριον τῆς ἁγίας τριάδος, τὸ τῶν μὲν πάντη διαιρετῶν ἑνικώτερον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθο νώτερον. καὶ οὕτω κατὰ κράτος εἶδεν αὐτοῦ τὴν ψυχήν, ὡς ἀναγκασθῆναι διαρρήδην τοῦτο καὶ φάναι καὶ ἐν γράμ μασι καταλεῖψαι. δύο μὲν γὰρ εἶπεν εἶναι τὰς τοῦ ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ εὐεργετική φησι καλεῖται θεός, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ κύριος, οὐ πόρρω βαί νων τοῦ φήσαντος· Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, δύναμις οὐκ ἀνυπόστατος, ἀλλ' ἐνυπόστατος καὶ παντοδύνα μος καὶ ὑποστάσεως δημιουργὸς καὶ ἰσοσθενὴς ἐκείνου, οὗ δύναμίς ἐστιν. καὶ πάλιν ὁ Φίλων περὶ τοῦ θεάματος οὗ εἶδε Μωϋσῆς ἐκφράζων ἔφη· θέαμα πληκτικώτατον. εἶτα ὁρᾷ μετ' ὀλίγα κατὰ μέσην τὴν φλόγα μορφήν τινα περι καλλεστάτην ἐμφερῆ οὐδὲν τῶν ὁρατῶν, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσαν, ἣν ἐάν τις 528 ὑπετόπησεν εἰκόνα τοῦ ὄντος εἶναι καλῶς ὑπείληφεν. εἰ δέ τις περὶ τῆς εἰκόνος ἀκριβῶς μαθεῖν βούλεται, ἀκουέτω Παύλου φράζοντος περὶ τοῦ υἱοῦ· ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. οὐκοῦν κἀκεῖνος θεολογίας ὀρθοδόξου ἅπτε ται. μὴ γὰρ τὴν ἀκρίβειαν ζήτει παρὰ τοῦ δυνηθέντος ὅλως διὰ σύνεσιν εἰλικρινῆ κατοπτεῦσαι τὴν ἀλήθειαν καὶ τῇ ἰδίᾳ θρησκείᾳ ἀπομάχεσθαι, ἀλλ' ἐκεῖνο ἐννόει, ὅτι εἰς ἓν πρόσωπον οὐ συνέκλεισε τὴν θεολογίαν, ὡς οἱ ἀπαίδευτοι καὶ κακόσχολοι τῶν Ἰουδαίων καθηγηταὶ προλήψει τινὶ κατεχόμενοι δογματίζουσιν. οὐκ ἐκ τούτων δὲ μόνον πληκ τικωτάτων ὄντων εἰς ταύτην προήχθη, ὥς γε ἡγοῦμαι, τὴν ἔννοιαν, ἀλλὰ καὶ ἐκ τοῦ· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἐκ τοῦ· ἔβρεξε κύριος πῦρ παρὰ κυρίου, καὶ ἐκ τοῦ· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, καὶ ἐκ τοῦ· ὅτι ἐν σοὶ ὁ θεὸς καὶ σὺ εἶ ὁ θεός. τοὺς γὰρ λέγοντας ὅτι μυριάκις ἐστὶν ἅγιος ὁ θεὸς καὶ τό· ἅγιος, ἅγιος, ἅγιος κύριος παρερμηνεῦσαι τολμῶντας λαμπρῶς ἐλέγχει τό· ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου, κύριε, ζητήσω· μὴ ἀποστρέψῃς τὸ πρόσ ωπόν σου ἀπ' ἐμοῦ. εἰ μὴ γὰρ τὴν ἁγίαν ἀνεκήρυττε μυστι κῶς τριάδα ὁ φράσας, περιττολογίας δίκαιος ἂν εἴη ἀπαιτη θῆναι δίκας. οὐ μόνον δὲ ἐν τούτῳ (χρῆναι γὰρ οἶμαι ἐπὶ σαφέστερον ὁρμῆσαι ῥητόν), ἀλλὰ καὶ ἐν τῷ· θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου καὶ 529 ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. εἰ μὴ γὰρ ἡ τριὰς ἐνταῦθα σαφῶς ἐκηρύτ τετο, ἔδει ῥηθῆναι· θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τὰς εὐχάς σου καὶ ἐπικάλεσαι αὐτὸν ἐν ἡμέρᾳ θλί ψεως, καὶ ἐξελεῖταί σε, καὶ δοξάσεις αὐτόν. ἀλλ' οὕτω μὲν οὐκ ἐρρήθη, εἴρηται δὲ ὡς εἴρηται. σαφῶς γὰρ καὶ διὰ τούτων καὶ δι' ἄλλων πολλῶν ἡ παλαιὰ κηρύττει ὅτι οὐχ ἑνὸς προσώπου κηρύττει δεσποτείαν, ἀλλὰ τριῶν μὲν ὑπο στάσεων, μιᾶς δὲ οὐσίας, ἵνα καὶ Ἰουδαίων στηλιτεύσῃ τὴν ὡς ἐφ' ἑνὸς προσώπου οὐχ ὑγιῆ ἔννοιαν. οἷς καὶ Σαβέλ λιος ἠκολούθησεν, ἴσως ἐκ τῆς ἄγαν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἰσότητος εἰς τὸ μίαν ὑπόστασιν δογματίσαι νευρω θεὶς τὴν πολυθεΐαν Ἑλλήνων ἐξωστράκισεν. ὧν Ἄρειος καὶ Εὐνόμιος ἑάλωσαν εἶναι φοιτηταὶ τὴν τῶν ὑποστάσεων δια φορὰν εἰς τὴν οὐσίαν παραλόγως ἑλκύσαντες. εἰ δέ τις φαίη· διὰ τί γὰρ μὴ σαφῶς καὶ διαρρήδην ἐξ ἀρχῆς ταῦτα κεκήρυκται; φαίην ὅτι μάλιστα μὲν τοῖς συνετῶς ἀκούουσι λαμπρά ἐστιν αὕτη καὶ ἀπόδειξις καὶ διδασκαλία, ὡς καὶ τῷ σοφῷ ἔδοξε Φίλωνι. εἰ δὲ καὶ συνεσκιασμένως ἐρρήθη, ἐκεῖνο λογίζεσθαι χρή, ὅτι Ἰουδαίοις τοῖς εἰς πολυθεΐαν ῥέ πουσι νομοθετοῦντες οὐκ ἐδοκίμασαν διαφορὰν προσώπων εἰσαγαγεῖν, ἵνα μὴ διάφορον φύσιν ἐν ταῖς ὑποστάσεσιν εἶναι δογματίσαντες εἰς εἰδωλολατρείαν ἑλκυσθῶσιν, ἀλλὰ τὸ τῆς μοναρχίας ἐξ ἀρχῆς μαθόντες μάθημα κατὰ μικρὸν τὸ 530 τῶν ὑποστάσεων ἀναδιδαχθῶσι δόγμα τὸ πάλιν εἰς ἑνότητα φύσεως ἀνατρέχον, ὡς εἶναι τὰ μὲν ἑνικῶς λεγόμενα τῆς ταυτότητος τῆς φύσεως παραστατικά, τὰ δὲ ὑπερβαίνοντα τὸν ἑνικὸν ἀριθμὸν τῆς τῶν ὑποστάσεων ἰδιότητος τῆς εἰς μίαν οὐσίαν συναγομένης. τὸ μὲν γὰρ διαφόρους φύσεις ὑποτίθεσθαι Ἑλληνικόν, τὸ δὲ ἓν πρόσωπον ἤγουν μίαν ὑπόστασιν Ἰουδαϊκόν, τὸ δὲ πλατύνοντας εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα τὰς ὑποστάσεις εἰς μίαν οὐσίαν συνάγειν ὀρθότατόν ἐστι καὶ ἀληθινὸν τὸ δόγμα. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· οὐκ ἔστι φυσικὰς ἀποδείξεις κατὰ πάντα παραστῆσαι τῶν ὑπὲρ φύσιν πραγμά των. εἰ γὰρ καὶ σὰρξ ἀληθὴς ὁ λόγος ἐγένετο, ἀλλ' οὐ ψιλὸς ἄνθρωπος ὁ Χριστὸς ἐνανθρωπήσας, μᾶλλον δὲ θεὸς ἐξ ἑκατέρων τῶν φύσεων εἷς ὑπάρχων υἱὸς θεοῦ, θεὸς ὑπερούσιος, εἰ καὶ διαρρήγνυνται οἱ τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ συγκρίνοντες ἑτεροούσιον τὸν υἱὸν τοῦ πατρὸς καὶ ἀνόμοιον δογματίζοντες. οὐ γὰρ ἴσα σιν, ὡς ἔοικεν, ὅτι τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τῶν ὁμοου σίων ζητεῖται καὶ κρίνεται, ὡς ἄνθρωπος ἀνθρώπου μείζων καὶ βοῦς βοὸς καὶ ἵππος ἵππου, καὶ ἁπαξαπλῶς ὁ κανὼν τῆς συγκρίσεως τοῖς ὁμογενέσιν ἁρμόζει. ὁ τοίνυν τὰ τοῦ θεοῦ τολμηρῶς περιεργαζόμενος καὶ μείζονα λέγων τοῦ υἱοῦ τὸν πατέρα τὴν σύγκρισιν ὡς ὁμοούσιον προσίεται, κἂν μὴ βούληται. ἑτεροούσια γὰρ ἀλλήλοις συγκρίνεσθαι οὐ δύνα ται, οὔτε λέγεται μείζων ἄνθρωπος βοὸς ἢ μείζων ἵππος καμήλου ἢ μείζων ὄνος ἰχθύος. τὰ μέντοι γε τὸν ἑνικὸν 531 ἀριθμὸν ὑπερβαίνοντα ἐν τῇ θείᾳ γραφῇ τῆς τῶν ὑποστά σεων διαφορᾶς εἰσι παραστατικά, τὰ δέ γ' ἑνικῶς ἐξενηνεγ μένα τῆς ταυτότητος τῆς φύσεως. τὰ μὲν γὰρ εἴρηται, ἵνα Σαβέλλιος καὶ Ἰουδαῖοι ἐπιστομισθῶσιν, τὰ δέ, ἵνα Ἄρειοςκαὶ Εὐνόμιος καὶ Ἕλληνες στηλιτευθῶσιν. οἱ γὰρ πλατύ νοντες μὲν εἰς τὴν ἁγίαν τριάδα τὸν τῶν ἰδιοτήτων ἀριθ μόν, συστέλλοντες δὲ εἰς μίαν οὐσίαν, ὀρθότατα δογματίζουσι καὶ ταῖς τῶν οὐρανίων χρησμῶν ἕπονται διδασκαλίαις μήτε εἰς πολυθεΐαν διὰ τὴν τῆς φύσεως διαφορὰν ἐκπίπτοντες, μήτε εἰς Ἰουδαϊσμὸν διὰ τὴν τοῦ ἑνὸς προσώπου σύστασιν ὀλισθαίνοντες. Πῶς δὲ οὐκ ἐρυθριῶσι κτίσματι προσκυνοῦντες καὶ ταῖς ἑαυτῶν μαχόμενοι ψήφοις; ἀπαγορεύοντες γὰρ τὸ μὴ τῇ κτίσει προσκυνεῖν ὡς Ἑλληνικὸν αὐτοὶ τοῦτο δρῶντες ἑαυτοὺς λανθάνουσιν. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐ τὰ αὐτὰ ὀνόματα πάντως καὶ τὰ αὐτὰ μηνύει πράγματα, οὔτε ἡ ὁμω νυμία συνωνυμίαν ἐκ παντὸς τρόπου ἐμφαίνει. ἐπὶ μὲν γὰρ τοῦ υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τῶν κτισ μάτων καταχρηστικῶς, ἐπ' ἐκείνου μὲν τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος, ἐπὶ δὲ τούτων τιμῆς χάριν καὶ υἱοθεσίας· βουληθεὶς γὰρ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. μὴ τοίνυν ἡ ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ καταχρηστικῶς εἰρημένα κυρίως λελέχθαι νομιζέσθω, ἐπεὶ καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν καὶ τἄλλα πάντα τὰ τῇ θείᾳ μὴ πρέποντα φύσει καταχρηστικῶς λελεγμένα οὐκ ἄν τις εὖ 532 φρονῶν κυρίως πεφράσθαι φαίη. δῆλον γάρ ἐστιν, ὅτι ἑκάστῳ χωρίῳ καὶ ἑκάστῃ λέξει ἡ προσήκουσα καὶ ἁρμόζουσα διασάφησις προσαγομένη τὴν ἀλήθειαν ὠδίνει. εἰπάτωσαν δέ γε καὶ οἱ εἰς τὸ ἅγιον πνεῦμα βλασφημοῦντες καὶ τῆς θείας οὐσίας αὐτὸ χωρίζοντες, πῶς ὁ θεὸς καὶ σωτὴρ ἡμῶν ἐνανθρωπήσας παρέδωκε συμπληρωτικὸν εἶναι τῆς ἁγίας τριάδος τὸ πανάγιον πνεῦμα, καὶ ἐν τῇ ἐπικλήσει τοῦ θείου βαπτίσματος σὺν πατρὶ καὶ υἱῷ ὡς ἐλευθεροῦν τῶν ἁμαρ τημάτων τοὺς ἀνθρώπους ἀριθμούμενον καὶ ἐπὶ τῆς μυστι κῆς τραπέζης τὸ σῶμα ἰδικὸν τῆς τοῦ υἱοῦ σαρκώσεως ἀποφαῖνον, πῶς ἂν εἴη ποιητὸν ἢ κτιστὸν ἢ τῆς δουλικῆς φύσεως, ἀλλ' οὐ τῆς δεσποτικῆς καὶ δημιουργοῦ καὶ βασι λίδος οὐσίας συγγενὲς καὶ ὁμοούσιον τὸ ἅγιον πνεῦμα; εἰ γὰρ δοῦλον, μὴ συναριθμείσθω μετὰ τοῦ δεσπότου, καὶ εἰ κτίσμα, μὴ συναριθμείσθω τῷ κτίστῃ. ἥνωται γὰρ καὶ συν ηρίθμηται, ἐπειδὴ τῷ ἀκριβεῖ τῶν τοιούτων δογματιστῇ Χριστῷ πείθεσθαι προσήκει βεβαίως καὶ ἀσφαλῶς τὰ περὶ τῆς οἰκείας οὐσίας διδάσκοντι, εἰ καὶ τοῖς πνευματομάχοις δοκεῖ σοφωτέρους εἶναι καὶ τὰ οὐράνια πλέον εἰδέναι θεοῦ κομπάζοντας ἢ μᾶλλον τολμηρῶς τε καὶ δυσσεβῶς ῥητορεύ οντας. εἰ οὖν ὁ θεῖος Δανιὴλ ἄγγελον θεασάμενος καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ ὀφθέντος πρηνὴς ἔπεσεν ἐκπλαγεὶς πρὸς τὸ παράδοξον τῆς θέας, ποίαν ἕξου 533 σιν ἀπολογίαν οἱ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι μεσι τεύειν τολμῶντες καὶ τὴν ἄρρητον φύσιν λόγοις ζυγοστατεῖν ἐπιχειροῦντες καὶ φυσιολογοῦντες; τὴν τοίνυν ἄχρονον καὶ ἀΐδιον καὶ ἀμεσίτευτον καὶ παντὸς λόγου καὶ νοῦ κρείττονα πρόοδον τοῦ υἱοῦ ἀπὸ τοῦ πατρὸς γέννησιν καλοῦσιν αἱ γραφαί, οὐχ ἵνα πάθος ὑπογράψωσιν, ἀλλ' ἵνα τὸ ὁμοούσιον ὑποδείξωσιν· ὁμοούσια γὰρ τῷ ὄντι τὰ τικτόμενα τοῖς τίκτου σιν. ἵνα δὲ μὴ φαντασίαν πάθους ἐπικομίσῃ, λόγον προσ αγορεύουσιν, καὶ ἵνα μὴ νεώτερος ἐπινοηθῇ, ἐν ἀρχῇ ἦν ὁ λόγος φησίν. εἶτα καὶ τὴν πρὸς τὸν πατέρα σχέσιν κηρύτ τοντες· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. εἶτα καὶ τὴν ἀξίαν· καὶ θεὸς ἦν ὁ λόγος, ἐκ μὲν τοῦ υἱοῦ τὸ ὁμοούσιον, ἐκ δὲ τοῦ λόγου τὸ ἀπαθές, καὶ ἐκ μὲν τοῦ ἐν ἀρχῇ εἶναι τὸ συναΐδιον, ἐκ δὲ τοῦ πρὸς τὸν πατέρα εἶναι τὴν πρὸς αὐτὸν οἰκειότητα, διὰ δὲ τοῦ θεὸν εἶναι τὴν ἀξίαν αὐτοῦ κατα μαθόντες καὶ ἐξ ἑκάστου ὀνόματος τὸ μὴ ἐφορμοῦν καὶ ἀπρεπὲς ἀποπεμψάμενοι, οἷον ἀπὸ μὲν τοῦ υἱοῦ τὸ νεώτε ρον, ἀπὸ δὲ τοῦ λόγου τὸ ἀνυπόστατον, θεὸν ἀΐδιον ὁμο ούσιον ἀπαθῶς καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς προελθόντα εἰδείημέν τε καὶ προσκυνήσαιμεν. [βʹ. Περὶ Κωνσταντίου.] Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσε Κωνστάντιος υἱὸς αὐτοῦ ἔτη ιαʹ, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν εἰς τὸ 534 Ἀρειανικὸν φρόνημα παρασυρεὶς κατεβιάζετο τὸν θεῖον Ἀλέξανδρον Κωνσταντινουπόλεως δέξασθαι τὸν Ἄρειον εἰς κοι νωνίαν. τοῦ δὲ μὴ ἀνεχομένου παντελῶς, ἀλλὰ φάσκοντος· ἐγώ, βασιλεῦ, τὸν ὑπὸ τῶν τιηʹ πατέρων κατακριθέντα καὶ ἀναθεματισθέντα δέξασθαι οὐ δύναμαι· ἔφη ὁ βασιλεύς· ὅρα, ὦ ἐπίσκοπε, μὴ ἄκων δέξῃ αὐτόν· ἰδοὺ γὰρ καὶ σύν οδον ἐκέλευσα γενέσθαι πρὸς τὸ γυμνασθῆναι τὰ παρ' ἑκατέ ρων ὑμῶν ἀκριβέστερον. ὁ δὲ ἅγιος ἐπίσκοπος Ἀλέξανδρος ἀνέστη εὐθὺς καὶ ἐξῆλθεν ἀπὸ προσώπου τοῦ βασιλέως λέ γων· τὸ θέλημα κυρίου γενέσθω. καὶ ἐλθὼν εἰς τὴν ἐκ κλησίαν καὶ ἐπιπεσὼν τῷ ἁγίῳ θυσιαστηρίῳ δι' ὅλης τῆς νυκτὸς ἐβόα πρὸς τὸν θεὸν μετὰ δακρύων λέγων· κύριε ὁ θεός, μὴ συγχωρήσῃς τῷ ἀναιδεῖ λύκῳ καὶ ἅρπαγι εἰσελθεῖν εἰς τὴν [ἁγίαν] ἐκκλησίαν σου, ἀλλὰ δίκασον ἐνδίκως τὸν ἄδικον ἐν τάχει. τῇ δὲ ἐπαύριον τῆς συνόδου συγκροτη θείσης ἐν τῇ ἐκκλησίᾳ, ὁ Ἄρειος ἐρχόμενος μετὰ πάντων τῶν ὁμοφρόνων αὐτοῦ εἰσῆλθεν ὡς διὰ χρείαν τῆς γαστρὸς εἰς οἶκόν τινος ὄπισθεν τοῦ φόρου, ἐν ᾧ τόπῳ, κατὰ τὸ δὴ λεγόμενον, πρηνὴς γενόμενος ἐξαίφνης ἐλάκισε μέσος, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ πάντα, καὶ ἀμφοτέρων διήμαρτεν ὁ δείλαιος, τῆς τε κοινωνίας καὶ τῆς παρούσης ζωῆς. καὶ 535 ὁ μὲν Ἄρειος οὕτω κατέστρεψε τὸν βίον, οἱ δὲ ὁμόφρονες αὐτοῦ μεγάλως ᾐσχύνθησαν καὶ διεσκορπίσθησαν. ὁ δὲ ποιμὴν ὁ καλός, ὁ μακαρίτης Ἀλέξανδρος, τῆς ἐκκλησίας χαιρούσης τὴν ἁγίαν σύναξιν ἐπετέλεσεν. Οἱ δὲ τοῦ μεγάλου Κωνσταντίνου ἀνεψιοί, Γάλλος καὶ Ἰουλιανός, ἀναγνῶσται γεγόνασιν ἐν Ἀντιοχείᾳ. ἐκκλησίαν δὲ τῷ μάρτυρι Μάμαντι κτίσαι προθυμηθέντων, ἐν ᾧ μέρει κτίζειν Ἰουλιανὸς ἔλαχεν ἡ γῆ τοῦτο οὐκ ἐδέχετο. πανημέ ριον γὰρ οἰκοδομῶν, ἠδαφισμένον τῇ ἐπιούσῃ ηὑρίσκετο, καὶ τὴν διαστροφὴν τῆς γνώμης τοῦ ταλαιπώρου ἡ ἄψυχος ὕλη προεδήλου. ὃς καὶ τὴν κόμην ἀποκειράμενος καὶ μοναδι κὴν ἄσκησιν ὑποκρινόμενος εἰς Ἀθήνας κατῆλθε τῆς βασι λείας ἐφιέμενος, καὶ τὴν Ἑλλάδα περιερχόμενος μάντεις ἐπ εζήτει καὶ χρησμολόγους, εἰ τεύξεται τοῦ ποθουμένου. καὶ δὴ περιτυγχάνει ἀνθρώπῳ δυσσεβεῖ ταῦτα προλέγειν ὑπ ισχνουμένῳ, ὃς τοῦτον εἴς τινα τῶν εἰδωλικῶν καταδύσεων καταγαγὼν τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας. ἐκείνων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦ τον ὁ φόβος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον, ὅπερ ἰδόντες ἀφανεῖς αὐτίκα γεγόνασιν. συνεὶς οὖν ὁ γόης 536 ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν ἐπεμέμψατο τοῦτον λέγων· οὐ φοβηθέντες, ὡς σὺ νομίζεις, ἀλλὰ βδελυξάμενοι τὸ παρά σου γενόμενον ἀνεχώρησαν. οὕτω βουκολήσας τὸν αἰχμάλω τον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησεν. αἵμασι γὰρ μυ σαροῖς ἀπολουσάμενος τὸ θεῖον βάπτισμα, ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον. εἶτα Κωνστάντιος τοῦτον μεταστειλάμενος καὶ ἀναγορεύσας καί σαρα σὺν αὐτῷ κατὰ Περσῶν ἐξώρμησεν· ὑποστρέφων δὲ τοῦτον αὐτοκράτορα καταλείψας ἀπέθανεν ἐν Κιλικίᾳ. Ἐφ' οὗ Εὐνόμιος καὶ Φωτεινὸς καὶ Μακεδόνιος καὶ Ἀπολινάριος οἱ αἱρεσιάρχαι ἐγνωρίζοντο. καὶ τὰ λείψανα τῶν ἁγίων ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ καὶ Τιμοθέου εἰσῆλθον ἐν Κωνσταντινουπόλει. καὶ Φλαβιανὸς Ἀντιοχείας διχῆ τοὺς τῶν ψαλλόντων χοροὺς διελὼν ἐκ διαδοχῆς τὴν δαυιτικὴν ἐδίδαξε πρῶτος ᾄδειν μελῳδίαν, ὅπερ ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον πάντοσε διέδραμε τῆς οἰκουμένης τὰ τέρ ματα. καὶ ἡ ἐν Σαρδικῇ καὶ ἡ ἐν Γάγγροις ἐγένοντο σύν οδοι, ἡ μὲν κατὰ Μαρκέλλου καὶ Φωτεινοῦ ψιλὸν ἄνθρω πον τὸν Χριστὸν βλασφημούντων, ἡ δὲ κατὰ τῶν μαθητῶν Εὐσταθίου τοῦ Σεβαστείας, οἱ καὶ Μεσσαλιανοὶ λεγόμενοι. 537 καὶ ὁ μέγας Ἐφραῒμ ἔργῳ καὶ λόγῳ διέπρεπεν, ὃς καὶ πολλὰ συγγράμματα καταλέλοιπεν, ἐν οἷς καὶ τριακοσίας μυριάδας ἐκδέδωκε στίχων εἰς τὸ ψάλλειν Σύρους καὶ τοὺς ἐκ τῆς πλάνης τοῦ Βαρδισιάνου προσεπισπάσασθαι διὰ τοῦ μέλους καὶ τῆς ἡδυτάτης συμφωνίας. ἐκβιασθεὶς δὲ καὶ πρεσβύ τερος ἐχειροτονήθη ὑπὸ τοῦ μεγάλου Βασιλείου, ὃς καὶ ἐποί ησεν αὐτὸν δι' αἰτήσεως λαλῆσαι τὴν Ἑλληνίδα γλῶτταν ἀκωλύτως. καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐφάνη ἐν τῷ οὐρανῷ ἀπὸ τοῦ ἁγίου κρανίου τόπου μέχρι τοῦ ὄρους τῶν ἐλαιῶν διῆκον, περὶ οὗ καὶ φέρεται πρὸς Κωνστάντιον ὑπὸ Κυρίλ λου Ἱεροσολύμων ἀναφορά. Οἱ τοίνυν Μεσσαλιανοί, τοῦτ' ἔστιν Εὐχῖται καὶ Ἐν θουσιασταὶ λεγόμενοι ἀπὸ Ἀδελφίου καὶ Δαδώη καὶ Σάβα καὶ Συμεῶνος τῶν αἱρεσιαρχῶν τὴν πονηρὰν καὶ ψυχόλε θρον αἵρεσιν ταύτην μετέλαβον. ἀφ' ὧν ὁ μέγας Φλαβια νὸς Ἀντιοχείας ἐπίσκοπος ἐπὶ τὸ αὐτὸ μοναχοὺς δῆθεν συναθροίσας πολλοὺς καὶ τὴν αἵρεσιν ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξεν. ἐπίσημον γάρ τινα παρ' αὐτοῖς γέ ροντα παραλαβὼν κατ' ἰδίαν ἔφη πρὸς αὐτὸν μετὰ πανουρ 538 γίας· ἡμεῖς μέν, ὦ πρεσβῦτα, τὸν πλείω βεβιωκότες βίον ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν εὖ μάλα μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν. οὗτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστάμενοι πνευ ματικωτέρων ἀκοῦσαι λόγων οὐ φέρουσιν. οὐκοῦν εἰπέ μοι, πῶς φατε καὶ τὸ ἐναντίον πνεῦμα ὑποχωρεῖν καὶ τοῦ παν αγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν διὰ τῆς ὑμετέρας εὐχῆς καὶ ἐπιτηδεύσεως; ὁ δὲ τοῖς λόγοις τούτοις κατα θελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰὸν καὶ ψυχο φθόρον καί φησιν· οὐδεμίαν μὲν ἐκ τοῦ βαπτίσματος ἴσμεν ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπου δαίαν εὐχὴν τὸν ἔνοικον καὶ συνουσιωμένον δαίμονα ἐξ ελαύνειν· ἕλκειν γὰρ ἕκαστον τῶν τικτομένων ἐκ τοῦ προ πάτορος ὥσπερ τὴν φύσιν οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν, ὧν ὑπὸ τῆς σπουδαίας εὐχῆς ἐλαυνομένων ἐπιφοιτᾷ λοιπὸν τὸ πανάγιον πνεῦμα ὁρατῶς καὶ αἰσθητῶς καὶ τὴν οἰκείαν παρουσίαν φανερώτατα σημαῖνον. καὶ τὸ μὲν σῶμα τῆς ἐμπαθοῦς κινήσεως εὐθὺς ἐλευθεροῦται παντελῶς, ἡ δὲ ψυχὴ τῆς ἐπὶ τὰ χείρω τροπῆς τέλεον ἀπαλλάττεται, ὡς μη κέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης τὴν ψυχὴν καὶ τὸν νοῦν ἀπὸ πάσης ἐνεργείας πονηρᾶς καὶ ἐνθυμήσεως. οὐ μόνον δὲ τῶν τοῦ σώματος καὶ τῆς ψυχῆς ὁ τοιοῦτος ἀπαλλάττεται παθῶν αἰσχίστων καὶ σκιρτημάτων, ἀλλὰ καὶ τὰ μέλλοντα σαφῶς προβλέπει καὶ τὴν ἁγίαν τριάδα ὀφθαλμοφανῶς θεωρεῖ καὶ 539 θεολογίας καὶ θείων μυστηρίων ἀξιοῦται. οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δαιμονιώδη καὶ μυσαρωτάτην αἵρεσιν ἀνορύ ξας καὶ γυμνώσας ἔφη πρὸς τὸν δυσσεβέστατον γέροντα· πεπαλαιωμένε κακῶν ἡμερῶν, ἤλεγξέ σε τὸ σὸν μιαρὸν στόμα, καὶ οὐκ ἐγώ, καὶ τὰ σὰ διεφθαρμένα καὶ ἀκάθαρτα χείλη καταμαρτυροῦσί σου. φανερωθείσης δὲ τῆς σατανικῆς καὶ βδελυρᾶς ἀπάτης καὶ νόσου ταύτης, τῆς μὲν Συρίας ἐξηλά θησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν καὶ ταύτην τῆς λώβης ἐπλήρωσαν. [γʹ. Περὶ Ἰουλιανοῦ.] Μετὰ δὲ Κωνστάντιον ἐβασίλευσεν Ἰουλιανὸς ὁ παραβά της ἔτη δύο ἥμισυ. ὃς κατὰ συγχώρησιν θεοῦ παραλαβὼν τὴν βασιλείαν ἐποίει καὶ τὰ λοιπὰ ὅσα οἱ τοῦτον κινοῦντες ἐθεραπεύοντο δαίμονες. ὅθεν οἱ τῶν εἰδώλων ὑπασπισταὶ ἀναθαρρήσαντες ἀνέῳξαν μὲν τοὺς τῶν εἰδώλων σηκοὺς καὶ τὰς μυσαρὰς ἐπετέλουν τελετάς, τοὺς δὲ θείους ναοὺς κατ έστρεφον καὶ τοὺς χριστιανοὺς δεινῶς ἐμάστιζον. ἐφ' ὧν χρόνων καὶ Πορφύριος ὁ Τύριος ὑπάρχων πολλὰ κατὰ τῆς πίστεως ἡμῶν ἐκμανεὶς ἐλύσσησεν. χριστιανὸς γὰρ γενόμε νος καὶ τυπτηθεὶς ὑπό τινος χριστιανοῦ ἐν Παλαιστίνῃ θυ μωθεὶς μετῆλθε πάλιν εἰς τὸν ἑλληνισμὸν ὁ ταλαίπωρος καὶ κατὰ τῆς πίστεως ἐδογμάτισεν. Ὁποῖα τοίνυν καὶ ὅσα κατ' ἐκεῖνον ἐτόλμησαν τὸν και ρὸν οἱ τοῦ δυσσεβοῦς ὁμόφρονες πάμπολλα μέν ἐστι καὶ 540 συγγραφῆς ἰδίας ἐπιδεόμενα, ἡμεῖς δὲ ἐκ πολλῶν ὀλίγα διηγησόμεθα. ἐν Ἀσκάλωνι μὲν καὶ Γάζῃ ἀνδρῶν ἱερῶν καὶ γυναικῶν διὰ βίου τὴν παρθενίαν ἐπηγγελμένων ἀναρ ρήξαντες τὰς γαστέρας καὶ κριθῶν ἐμπλήσαντες προύθηκαν χοίροις βοράν, ὧν καὶ τῶν ἡπάτων καὶ τῶν αἱμάτων ἀπ εγεύσαντο οἱ δυσώνυμοι. ἐν δὲ τῇ Σεβαστῇ πόλει τοῦ προ δρόμου τὴν θήκην ἀνοίξαντες πυρί τε παρέδοσαν τὰ λεί ψανα καὶ τὴν κόνιν διεσκέδασαν. ἐν δὲ Καισαρείᾳ τῆς Φιλίππου τῇ νῦν Πανεάδι ἀνδριὰς ἦν τοῦ κυρίου, ὃν ἡ αἱμόρρους εὐχαριστήριον πρὸ τοῦ οἴκου αὐτῆς ἔστησεν. βο τάνη δέ τις ἐφύετο ἐν τῇ βάσει, ἐν ᾗ πρότερον ὁ χαλκοῦς ἀνδριὰς ἵστατο τοῦ Χριστοῦ πᾶσι μὲν ἀνθρώποις ἄγνωστος πέλουσα, παντὸς δὲ πάθους ἀλεξητήριος τυγχάνουσα. ὅνπερ ἀνδριάντα Ἰουλιανὸς ὁ ἀσεβὴς καταγαγεῖν πρὸς ἐμπαιγμὸν δῆθεν καὶ συρῆναι προστάξας ἴδιον ἀντ' ἐκείνου ξόανον ἵδρυσεν. πῦρ δὲ κατελθὸν οὐρανόθεν τοῦτο κατέκαυσεν. τὸν δέ γε τοῦ κυρίου ἀνδριάντα ὑφ' Ἑλλήνων τότε συντρι βέντα οἱ χριστιανοὶ συλλέξαντες ἐπιμελῶς εἰς ἐκκλησίαν ἀπ έθεντο. ὁ δὲ ἐμβρόντητος Ἰουλιανὸς προφανῶς λοιπὸν καὶ ἀναιδῶς κατὰ τῆς εὐσεβείας ὡπλίζετο. καὶ πρῶτον μὲν τὰς 541 ἐν τῇ πόλει καὶ τὰς ἔξωθεν πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν, ὅπως ἕκαστος μεταλαμβάνων τοῦ νάματος μετα λαγχάνῃ καὶ τοῦ μύσους. ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγο ρὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλη. περιεραίνοντο γὰρ καὶ ἄρτοι καὶ κρέατα καὶ ὀπῶραι καὶ λάχανα καὶ τἄλλα ὅσα ἐδώδιμα. ταῦτ' οὖν ὁρῶντες οἱ χριστιανοὶ ἔστενον μὲν καὶ ὠλοφύροντο ἐπὶ τοῖς γινομένοις, μετελάμβανον δ' ὅμως ἀποστολικῷ νόμῳ πειθόμενοι τῷ φάσκοντι· πᾶν τὸ ἐν μα κέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συν είδησιν. ἔτι μὴν καὶ ἕτερον ἐξευρὼν κατὰ τῆς εὐσεβείας μηχάνημα καὶ τοῖς στρατιωτικοῖς καταλόγοις χρυσίον διανέμων κατὰ τὸ παλαιὸν ἔθος καθῆστο μὲν αὐτὸς ἐπὶ θρόνου βασιλι κοῦ, προύθηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη καὶ λιβανωτὸν ἐπὶ τῆς κατὰ πρόσωπον αὐτοῦ τραπέζης, καὶ προσ έταξε περὶ τῶν τὸ χρυσίον κομιζομένων ἕκαστον πρότερον ἐπιβάλλειν τῷ βωμῷ λιβανωτόν, εἶτα προσέρχεσθαι καὶ τὸ χρυσίον παρὰ τῆς χειρὸς αὐτοῦ δέχεσθαι. καὶ πρὸς τούτοις ἐκέλευσε καὶ ταῖς μυσαραῖς εἰκόσιν αὐτοῦ συγγράφεσθαι Δία καὶ Ἄρεα, καὶ οὕτως ὁ ἀνόσιος ἔσπευδε καταμιαίνειν πάν τας. ἐξέθετο δὲ καὶ νόμον ὥστε χριστιανοὺς μήτε στρα 542 τεύεσθαι μήτε ποιητικῶν ἢ ῥητορικῶν ἢ φιλοσόφων μαθη μάτων ἐκπαιδεύεσθαι. ἐκ γὰρ τῶν ἡμετέρων, φησίν, καθο πλιζόμενοι γραμμάτων τὸν καθ' ἡμῶν ἀναδέχονται πόλεμον. Ὃν Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος εὖ μάλα στηλι τεύων φάσκει· σὸν τὸ ἑλληνίζειν, εἰπέ μοι; τί δέ; οὐ Φοι νίκων τὰ γράμματα, ὡς δέ τινες τῶν Αἰγυπτίων ἢ τῶν ἐπὶ τούτων σοφωτέρων Ἑβραίων, οἳ καὶ πλαξὶ θεοχαράκτοις ἐγγρα φῆναι τὸν νόμον παρὰ θεοῦ πιστεύουσιν; σὸν τὸ ἀττικίζειν; τὸ ἀριθμεῖν δὲ καὶ λογίζεσθαι δακτύλοις μέτρα τε καὶ σταθμὰ οὐκ Εὐβοιέων; εἴπερ Εὐβοιεὺς ὁ Παλαμήδης ὁ πολλῶν εὑρετὴς καὶ διὰ τοῦτο ἐπίφθονος. σὰ τὰ ποιήματα; τί δέ; οὐ τῆς γραὸς μᾶλλον ἐκείνης, ἣ τὸν ὦμον σεισθεῖσα παρά τινος συντόνως, ὡς λόγος, εἶτα ἐνυβρίζουσα τῷ σφοδρῷ τῆς ὁρμῆς ἔπος ἐφθέγξατο, καὶ τοῦτο ἀρέσαν τῷ νεανίᾳ λίαν καὶ φιλοπονώτερον μετρηθὲν τὴν θαυμασίαν σου ταύτην ἐδημιούργησε ποίησιν; αὐτὸ δὲ πόθεν σοι τὸ μυεῖσθαι καὶ μυεῖν καὶ θρησκεύειν; οὐ παρὰ Θρᾳκῶν; καὶ ἡ κλῆσις πει θέτω σε. τὸ θύειν δὲ οὐ παρὰ Χαλδαίων, εἴτ' οὖν Κυ πρίων; τὸ δὲ γεωμετρεῖν οὐκ Αἰγυπτίων; τὸ δὲ μαγεύειν οὐ Περσικόν; τὴν δὲ ὀνείρων μαντικὴν τίνων ἢ Τελμησέων ἀκούεις; τὴν οἰωνιστικὴν δὲ ποίων; οὐκ ἄλλων ἢ Φρυγῶν τῶν πρώτων περιεργασαμένων ὀρνίθων πτῆσίν τε καὶ κινή 543 ματα. καὶ ἵνα μὴ μακρολογῶ, πόθεν σοι τὸ καθ' ἕκαστον; οὐχ ἓν ἐξ ἑκάστων; ὧν ἁπάντων εἰς ταὐτὸ συνελθόντων ἓν δεισιδαιμονίας μυστήριον συνέστη. τί οὖν; δεξόμεθα, πάν των ἀποχωρησάντων εἰς τοὺς πρώτους εὑραμένους, μηδὲν ἕτερον ἔχειν πλὴν τῆς κακίας καὶ τῆς περὶ τὸ θεῖον ταύτης καινοτομίας. ἡ γὰρ τοῦ λόγου δύναμις τοῖς μὲν ἐπιεικέσιν ὅπλον, τοῖς δὲ μοχθηροῖς κέντρον κακίας γίνεται. Καὶ μέντοι καὶ τοὺς Ἰουδαίους κατὰ τῶν Χριστιανῶν ἐξοπλίζων ἤρετο τούτους· διὰ τί θύειν τοῦ νόμου κελεύον τος οὐ θύετε; τῶν δὲ τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ τὴν ἐκεῖσε περιγεγραμμένην αὐτῶν λατρείαν προβαλλομένων, αὐτίκα προσέταξεν ὁ θεομάχος ἀνεγεῖραι τὸν κατ' ὀργὴν καὶ γνώ μην θεοῦ ναὸν καταλυθέντα. καὶ τοῦτο μετὰ πολλῆς χαρᾶς ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμέ νην ὁμοφύλοις ἐδήλωσαν. καὶ οἱ μὲν πανταχόθεν συνέτρε χον καὶ χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ προεισφέροντες, ὁ δὲ συναπέστειλεν αὐτοῖς καὶ ἄρχοντα καὶ πολλὴν ὑπηρεσίαν καὶ συνδρομήν. σκαπάνας γὰρ καὶ ἄμμας ἀργυρᾶς κατασκευάσας συνέπεμψε τοῖς ἀντιθέοις Ἰου δαίοις. καὶ ἐπεὶ ὀρύττειν ἤρξαντο καὶ τὸν χοῦν ἐκφέρειν πολλαὶ μυριάδες, ἐξαπίνης ἄνεμοι ῥαγδαῖοι βίαιοί τε καὶ στρόβιλοι πνεύσαντες ἀθρόως ἅπαντας διεσκέδασαν. ἐκείνων δὲ μεμηνότων ἔτι καὶ τῇ θείᾳ μακροθυμίᾳ μὴ σωφρονιζο μένων, ἀλλὰ τοῦ ἔργου πάλιν ἁπτομένων, πρῶτον μὲν σεισμὸς ἐγένετο μέγιστος καὶ φοβερώτατος, ἔπειτα δὲ πῦρ 544 ἐκ τῶν ὀρυττομένων θεμελίων ἀναδραμὸν τοὺς πλείστους κατέκαυσεν. κατὰ δὲ τὴν αὐτὴν νύκτα καὶ τὴν μετ' αὐτὴν ὤφθη ἐν τῷ οὐρανῷ τοῦ σταυροῦ τὸ σχῆμα πᾶσαν φωτο ειδῶς καταυγάζον τὴν γῆν ἐκείνην. ἅπερ οἱ ματαιόφρονες θεασάμενοι καὶ τὴν κατ' αὐτῶν θεομηνίαν ἐναργέστερον ἐπ αισθόμενοι πρὸς τὰ ἴδια μετ' αἰσχύνης ἀπέδρασαν. ὁ δὲ βαρυκάρδιος Ἰουλιανὸς ταῦτα μεμαθηκὼς παραπλησίως καὶ αὐτὸς τῷ Φαραῷ τὴν καρδίαν ἐσκλήρυνεν. Μετὰ δὲ ταῦτα Πέρσαι κατὰ τῆς Ῥωμαίων ἐξελθόντες γῆς, ἔδοξεν αὐτῷ τούτοις ἀντιπαρατάξασθαι, καὶ τοὺς μάν τεις ἐπερωτήσας, ἐκέλευον καὶ ὑπισχνοῦντο τὴν νίκην αὐτῷ ὡς παρὰ τῶν δαιμόνων εἰληφότων. ὅθεν καὶ χρησμὸν τῷ δυσσεβεῖ ἐπανεγίνωσκον ἔχοντα οὕτως· νῦν δὲ πάντες ὡρ μήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ θηρὶ ποταμῷ. τῶν δ' ἐγὼ ἡγεμονεύσω θοῦρος πολεμόκλονος Ἄρης. τού τοις πεισθεὶς ὁ πεφενακισμένος καὶ πολλὰ καὶ μεγάλα καὶ δυσδιήγητα κατὰ χριστιανῶν ποιήσας καὶ ἄλλα πλείονα ποι εῖν μετὰ τὸν πόλεμον καὶ τὴν νίκην ἐπαγγειλάμενος κατὰ Περσῶν ἐκίνησε καὶ διαβὰς τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τῇ Ῥωμαίων χώρᾳ καὶ ὑπό τινος ἀπατηθεὶς Περσικοῦ νεανίσκου λέγοντος ὡς ἐν τρισὶν ἡμέραις παραδώσειν 545 αὐτῷ τὴν Βαβυλῶνα, καὶ μὴ χρῄζειν πολλῶν ἀναλωμάτων, εὐθὺς τὰς μὲν τὴν τροφὴν τοῦ λαοῦ κομιζούσας ναῦς ἐν επύρισεν, αὐτὸς δὲ διὰ γῆς ἀπῄει δυσβάτου ποδηγούμενος ὑπὸ τοῦ ἀπατεῶνος Πέρσου· ὃς ἐξαίφνης ἀποδράσας κατ έλιπε τὸν εὐρίπιστον καὶ κουφότατον πλανώμενον μετὰ τοῦ λαοῦ καὶ τρυχόμενον ὑπό τε τῆς ἐρημίας καὶ τῆς τῶν τρο φῶν ἀπορίας. τοσαύτη γὰρ ἔνδεια περιέσχεν αὐτούς, ὡς καὶ ἵππων καὶ ἡμιόνων ἀπογεύσασθαι. πλανώμενος οὖν ὁ λαὸς καὶ σφόδρα διαφθειρόμενος εὗρον ἐξάπινα κείμενον τὸν θεήλατον. ἐξ ἀφανοῦς γὰρ ἀκόντιον φέρεται κατ' αὐτοῦ καὶ διὰ τοῦ βραχίονος εἰς τὴν πλευρὰν διαδραμὸν εἰσέδυ· ἐξ ἧς πληγῆς τὸν βίον κατέστρεψεν, ἀδήλου τοῦ ἀνελόντος αὐτὸν γενομένου. καὶ τὸν μὲν τὴν δικαίαν ἐκείνην ἐπενεγ κόντα πληγὴν οὐδεὶς ἔγνω μέχρι καὶ τήμερον. ὅμως δέ, εἴτε ἄνθρωπος εἴτε ἄγγελος τοῦτο δέδρακεν, τοῦ θείου νεύ ματος ὑπηρέτης γέγονεν. ἐκεῖνον δέ φασι δεξάμενον τὴν πληγὴν εὐθὺς πλῆσαι τὴν χεῖρα τοῦ αἵματος καὶ ῥίψαι εἰς τὸν ἀέρα καὶ φάναι· ἐνίκησας, Γαλιλαῖε, ἐνίκησας. καὶ ἀνα κομισθὲν τὸ μιαρὸν αὐτοῦ σῶμα ἐν Ταρσῷ καὶ ταφὲν ἀνε βράσθη ἀπὸ τῆς γῆς καὶ ἀπερρίφη, καθὼς ἔφη πάλιν Γρη γόριος ὁ τῆς θεολογίας ἐπώνυμος· μικρὸν γὰρ τὸ ἐν μέσῳ καὶ Πέρσαις μὲν ἡ δίκη δοῦσα τὸν ἀλιτήριον ἐκεῖ δικάζει καὶ νεκρὸν ἐπανάγει μηδὲ ἐλεούμενον, ὡς δ' ἐγώ τινος 546 ἤκουσα μηδὲ τῷ τάφῳ προσλαμβανόμενον, ἀλλ' ὑπὸ τῆς σεισθείσης δι' αὐτὸν γῆς ἀποσειόμενος καὶ ἀναβρασσόμενος, προοίμιον οἶμαι τῆς ἐκεῖθεν κολάσεως. Μετὰ δὲ ταῦτα ἐφωράθησαν αἱ τῆς ἐκείνου γοητείας μαγγανεῖαι. ἐν μὲν γὰρ τῇ Περσίδι τυγχάνων πέμψας δαί μονα πρὸς τὴν δύσιν πρὸς τὸ ἐνεγκεῖν αὐτῷ ἐκεῖθεν ἀπό κρισιν διὰ τάχους, ἐκωλύθη τῆς πρόσω πορείας ὑπό τινος μονάζοντος ἐπὶ ἡμέρας δέκα, καὶ μὴ δυνάμενος ὁ δαίμων προβῆναι πάλιν πρὸς τὸν Ἰουλιανὸν ὑπέστρεψεν. ὁ δὲ τὴν αἰτίαν τῆς βραδυτῆτος ἐρωτήσας, ἀπεκρίθη αὐτῷ ὁ δαίμων· καὶ ἐβράδυνα καὶ ἄπρακτος ἐπανῆλθον. ἐκδεχόμενος γὰρ Πούπλιον μονάζοντα, εἴ πως παύσηται τῆς προσευχῆς, καὶ μὴ παυσαμένου αὐτοῦ ἡμέρας ιʹ, διεκώλυσέ με ποιῆσαι τὸ θέλημά σου. καὶ τοῦτο ἀκούσας Ἰουλιανὸς καὶ ἀγανακτή σας σφόδρα προσηπείλησε μετὰ τὴν ὑποστροφὴν ἐξολοθρεῦ σαι τῶν μοναχῶν τὸ γένος. ὅπερ μαθών τις τῶν μεγιστά νων αὐτοῦ καὶ θαυμάσας ἐπανελθὼν διένειμε τὰ ὑπάρχοντα αὐτοῦ πάντα πένησι καὶ ἀπῆλθε πρὸς τὸν γέροντα καὶ γε νόμενος μοναχὸς δόκιμος πᾶσιν ἔλεγε τὴν ἰσχὺν τῶν μονα ζόντων ἣν ἔλαβον κατὰ τῶν σκοτεινομόρφων δαιμόνων. Ἐν δὲ Κάραις τῇ παρὰ τοῦ Κάρου βασιλέως κτισθείσῃ πόλει τὴν πρὸς Πέρσας ποιούμενος πορείαν εἰσελθὼν καὶ 547 ἔν τινι καταδύσει θυσίας ἀκαθάρτους ἐπιτελέσας κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καὶ φύλακας ἐπέστησεν. ἥνπερ ἀνοίξαντες μετὰ τὴν ἐκείνου πτῶσιν εὗρον γύναιον ἐκ τῶν τριχῶν κρεμάμενον καὶ ἐκτεταμένον ἔχον τὰς χεῖρας, ἧς ἀνασχίσας ὁ ἄσπλαγχνος τὴν γαστέρα τὴν κατὰ Περσῶν δήπουθεν ἔγνω διὰ τοῦ ἥπατος νίκην. ἐν δὲ Ἀντιοχείᾳ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν ἀνθρώπων πεπληρωμένας, πολλὰ δὲ φρέατα νεκρῶν σωμάτων εὗρον πεπλησμένα. καὶ γὰρ μυρίας μὲν γυναῖκας ἐν γαστρὶ ἐχού σας ἀνατεμὼν καὶ ἐν τοῖς ἐμβρύοις ἡπατοσκοπούμενος καὶ πολλὰ παιδία κατασφάξας ὑπὸ τὰ εἴδωλα κατώρυξεν ὁ φιλ είδωλος Εἰδωλιανός. πολλὴν δὲ καὶ ἄλλην λογικὴν ἀγέλην ἐκ ποικίλων ἡλικιῶν διαφόροις ὑπέβαλε θανάτοις ἐπ' ὀνό ματι Ποσειδῶνος καὶ τῶν λοιπῶν δαιμόνων ὁ δαιμονιώδης καὶ θεομίσητος, οὐ μὴν δὲ ἀλλὰ καὶ ἵππους λευκούς τε καὶ πυροὺς ἔθυεν, τοὺς μὲν τῷ ἡλίῳ, τοὺς δὲ τῷ πυρὶ καὶ τοῖς ἀνέμοις, καὶ πρὸς τούτοις κύνας καὶ πιθήκους καὶ κόρακας καὶ πᾶν σχεδὸν ἑρπετῶν εἶδος καὶ τετραπόδων θηρίων τε καὶ τῶν ἄλλων πτηνῶν καὶ νηκτῶν οὐ διέλειπε κατασφάτ των καὶ τελετὰς παντοίας ἐπινοῶν, πλείους καὶ χείρους τῶν παρ' Ἕλλησι νενομισμένων πρὸς τὸ πάντας τοὺς πρὸ αὐτοῦ ἑλληνίσαντας ὑπερακοντίσαι, διὰ τῶν τοιούτων οἰόμενος ὁ ἄθεος ἀποθεωθῆναι καὶ θεὸς νομισθῆναι. τοιαῦτα τῶν δυσωνύμων θεῶν καὶ δαιμόνων ἀκαθάρτων τὰ ἐπιτάγματα καὶ μαντεύματα καὶ τοιαῦτα τοῦ ματαιόφρονος καὶ θεηλά