Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 548 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
548.1.1
του τὰ ἀποτελέσματα. καὶ τούτων μὲν ἡ ψευδομαντεία τε καὶ ἀπάτη πεφώραται, ἐκεῖνος δὲ τῇ τούτων πλάνῃ δεδου λωμένος τέθνηκε ψυχῇ καὶ σώματι ἐτῶν ὑπάρχων λʹ, καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτοῦ καὶ τὰ ἔτη αὐτοῦ μετὰ σπουδῆς, καὶ ἀπώλετο διὰ τὴν ἀνομίαν αὐτοῦ. πολ λὴν γὰρ ἀδικίαν καὶ ἀνομίαν εἰς τὸ ὕψος ὄντως ἐλάλησεν, καὶ ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ, καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς, ὡς γέγραπται. καὶ πάνδεινα καὶ δυσεξήγητα πράξας καὶ πάνυ μεγαλαυχήσας τὴν ἑαυτοῦ προ τέραν πίστιν καὶ τάξιν μὴ τηρήσας πέπτωκε πτῶμα ἐξαίσιον καὶ δυσδιήγητον, ὥσπερ καὶ ὁ τοῦτον ἀπατήσας καὶ ἀπο λέσας παγκάκιστος διάβολος. [δʹ. Περὶ Ἰωβιανοῦ.] Μετὰ δὲ Ἰουλιανὸν ἐβασίλευσεν Ἰωβιανὸς μῆνας ηʹ. μετὰ τὴν Ἰουλιανοῦ σφαγὴν μόλις ποτὲ πρᾶον ἡμῖν βασίλειον τὸ Ἰωβιανοῦ ἀνενεώθη. οὗτος γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ βασιλεὺς καὶ ὁμολογητὴς καὶ τῆς κακῶς ἐπενεχθείσης πλά νης ὠθητὴς ἀπεφάνθη. ἐπειδὴ γὰρ ἐν τοῖς ὅπλοις ὁ στρα τὸς ἐτύγχανεν, καὶ ὁ βάρβαρος ἐπέκειτο, οἱ ἡμέτεροι στρα 549 τηγοὶ περὶ τῶν ἄκρων βουλευόμενοι πραγμάτων Ἰωβιανῷ τὴν ψῆφον δεδώκασιν. ἐκεῖνος δὲ κατασχεθεὶς εἰς τὸ ὑπο δέξασθαι τὰ τῆς βασιλείας σύμβολα πρὸς τὸ στρατόπεδον τὸ μολυνθὲν ταῖς Ἰουλιανοῦ ἱεροσυλίαις λέγεται εἰρηκέναι μὴ δύνασθαι αὐτὸν βασιλεύειν τούτων, ἐπειδὴ χριστιανὸς αὐτὸς ἦν. τότε πάντες ὁμοίᾳ καὶ τῇ αὐτῇ φωνῇ ἀποκρίνασθαι λέγονται ὅτι· καὶ ἡμεῖς χριστιανοί ἐσμεν. πρὶν δὲ ἀκοῦσαι ταύτην τὴν φωνὴν οὐκ ἠνέσχετο ἐφησυχάσαι τῷ δέξασθαι τὴν βασιλείαν. τοιγαροῦν εὐθὺς αὐτῷ θεῖά τις φιλανθρω πία παρεγένετο, καὶ παρ' ἐλπίδα πᾶσαν, συγκειμένων τῶν ἡμετέρων πανταχόθεν παρὰ τῶν πολεμίων, καὶ μηδεμιᾶς εὐχερείας αὐτοῖς οὔσης τοῦ διαφυγεῖν, ἄφνω πρεσβευταὶ πεμφθέντες παρὰ τῶν βαρβάρων παραγίνονται καὶ ἐξαιτοῦ σιν εἰρήνην, καὶ τῷ στρατοπέδῳ ἤδη ὑπὸ τοῦ λιμοῦ κατανα λωθέντι τροφὰς καὶ τὰ ἀναγκαῖα καὶ τὰ λοιπὰ συναλλάττειν ἐπαγγέλλονται καὶ πάσῃ φιλανθρωπίᾳ τὴν ἡμετέραν διορ θοῦσθαι προπέτειαν. κθʹ δὲ συνθέμενος ἔτεσιν εἰρήνην εἰς τὴν Ῥωμαίων ἐπανῆλθε γῆν σὺν τοῖς στρατεύμασιν. ἠναγ κάσθη δὲ καὶ τὴν Νίσιβιν πόλιν μεγίστην οὖσαν Πέρσαις παραχωρῆσαι. οὗτος πολλὴν τῶν ἐκκλησιῶν φροντίδα καὶ ἐπιμέλειαν ποιούμενος τοὺς ἐν ἐξορίαις ἐπισκόπους ἀνεκαλέ σατο. τῷ δὲ ἱερῷ Ἀθανασίῳ ἐπέστειλε τῆς ἀμωμήτου πί 550 στεως ἐγγράφως αὐτῷ σημᾶναι τὴν ἀκρίβειαν. ὅπερ καὶ πέπραχεν Ἀθανάσιος καὶ γέγραφεν Ἰωβιανῷ ἐπιστολὴν πλήρη ὀρθοδοξίας. ἀλλ' ὁ οὕτως εὐσεβὴς καὶ θαυμάσιος μετὰ ηʹ μῆνας τῆς αὐτοῦ βασιλείας ἐν Κιλικίᾳ τετελεύτηκε μέγα πένθος καταλείψας τῇ ἐκκλησίᾳ καὶ λαοῖς ἅπασιν. [εʹ. Περὶ Οὐαλεντινιανοῦ.] Μετὰ δὲ Ἰωβιανὸν ἐβασίλευσεν Οὐαλεντινιανὸς ἔτη ιβʹ ἀναγορευθεὶς ἐν Νικαίᾳ τῆς Βιθυνίας. ὅστις ὑπὲρ τῆς ἡμετέρας πίστεως παρὰ Ἰουλιανοῦ ἐτύγχανε τῆς στρατείας ἐκβληθείς. ἀλλ' ἐπλήρωσεν ἐν αὐτῷ ὁ θεὸς ὅπερ ὑπέσχετο ὑπὲρ τὰ ἑκατονταπλασίονα ἐν τῷ παρόντι αἰῶνι ἀποδεδωκὼς αὐτῷ. ἐπειδὴ γὰρ ὑπὲρ τῆς πίστεως τὴν στρατείαν κατα λελοίπει, τὴν βασιλείαν ἐδέξατο. οὗτος εἰς τὴν βασιλείαν κοινωνὸν προσελάβετο μετὰ λʹ ἡμέρας τῆς ἑαυτοῦ ἀναγορεύ σεως τὸν ἑαυτοῦ ἀδελφὸν Οὐάλεντα. εἰσελθὼν γὰρ ἐν Κων σταντινουπόλει μεταπεμψάμενος αὐτὸν ἐκ Πανονίας πόλεως Κιβαλῆς (ἐκεῖθεν γὰρ ὥρμηντο) κοινωνὸν αὐτὸν τῆς βασι λείας προσελάβετο, καὶ ἑαυτῷ μὲν τὰ τῆς δύσεως ἐπελέξατο μέρη, ἐκείνῳ δὲ τὰ τῆς ἀνατολῆς κατέλιπεν. Οὐάλης δὲ 551 συγκροτῶν τοὺς αἱρετικοὺς εἰς τὴν ὁδὸν τῶν ἰδίων πατέρων ἐπορεύετο. καὶ γὰρ ἐπισκόπους εἰς ἐξορίαν ἔπεμψε καὶ πρεσβυτέρους καὶ διακόνους καὶ μοναχούς, Τατιανοῦ τότε ἄρχοντος τῆς Ἀλεξανδρείας, ἐπὶ τοσοῦτον ὥστε καί τινας εἰς βασάνους ἀγαγεῖν καὶ τῷ πυρὶ παραδοῦναι καὶ πλεῖστα ἀθέμιτα καὶ ὠμότατα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας μηχα νήσασθαι. ταῦτα πάντα μετὰ τὴν τελευτὴν Ἀθανασίου διε πράττετο. ὥσπερ γὰρ θείᾳ τινὶ κωλυθεὶς ἀρετῇ καίτοι κατὰ τῶν ἄλλων βακχεύων οὐδὲν κατ' ἐκείνου λυπηρὸν ἐτόλμησεν ἁμαρτῆσαι. Οἱ ἐν Κωνσταντινουπόλει ὀρθόδοξοι ἐλεεῖσθαι νομίσαντες ὑπὸ Οὐάλεντος πρεσβείαν ἔστειλαν πρὸς αὐτὸν ἐν Νικομη δείᾳ τυγχάνοντα πέμψαντες ὀγδοήκοντα ἱερατικοὺς ἄνδρας, ὧν ἡγοῦντο Θεόδωρος καὶ Οὐρβανὸς καὶ Μενέδημος. οὓς ἅπαντας σὺν αὐτῷ τῷ πλοίῳ ὑπαφθῆναι προσέταξεν, καὶ πάντες σὺν τῇ νηῒ κατεφλέχθησαν, μέχρι Δακιδίζων τοῦ πλοίου διαρκέσαντος κἀκεῖσε διαλυθέντος. Οὐάλης πᾶσαν ἐκκλησίαν πορθήσας ἧκε καὶ εἰς Καισάρειαν ἀπὸ ἀνατολῆς κατὰ Βασιλείου κινούμενος, ὅτε καὶ τὰ κατὰ τὸν υἱὸν αὐτοῦ ἐγένετο, καθώς φησιν ὁ Θεολόγος Γρηγόριος. Δημοσθένους ἑνὸς τῶν ὀψοποιούντων τῷ Οὐάλεντι ἐν τῇ πρὸς Οὐάλεντα συντυχίᾳ καταδραμόντος Βασιλείου καὶ βαρβαρίσαντος, μικρὸν μειδιάσας ἔφη ὁ διδάσκαλος· ἰδοὺ ἐθεασάμεθα καὶ Δημο 552 σθένην ἀγράμματον. οἱ Γότθοι κακῶς ἐχρῶντο τῷ Οὐάλεντι, ὁ δὲ αἰτεῖ τὸν θειότατον Οὐαλεντινιανὸν τὸν ἀδελφὸν αὐτοῦ πέμψαι αὐτῷ στρατὸν εἰς βοήθειαν. αὐτὸς δὲ οὐκ ἔδωκεν, ἀλλὰ καὶ ἐπωνείδισεν ὡς αἱρετικὸν καὶ κακόφρονα, εἰπὼν ὅτι οὐ χρὴ ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι θεόν. Ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ μετὰ μ ʹ ἐνιαυτοὺς τῆς ἱερω σύνης αὐτοῦ μετὰ πολλοὺς ἀγῶνας καὶ πολλοὺς τῆς ἐγκρα τείας στεφάνους Ἀθανάσιος ἡσύχασεν, Πέτρον διαδέξασθαι αὐτὸν προειπὼν τὸν κοινωνήσαντα αὐτῷ τῶν θλίψεων, Λού κιος δὲ ἐπίσκοπος ὢν τῆς τῶν Ἀρειανῶν αἱρέσεως παρα χρῆμα ὡς λύκος ἐπὶ πρόβατα ὥρμησεν. καὶ ὁ μὲν Πέτρος εὐθέως εἰς τὴν Ῥώμην ἀπέφυγεν, Λούκιος δὲ οὕτως εἰς τὸ αἷμα τῶν ἀνθρώπων ἐπορεύετο, ὡς μηδὲ σχῆμα τῆς θρη σκείας δοκεῖν φυλάττειν, ἐν τῇ ἀρχῇ δὲ τῆς ἐπιβάσεως αὐτοῦ τοσαῦτα καὶ οὕτως αἰσχρὰ κατὰ τῶν παρθένων τῆς ἐκκλησίας καὶ τῶν ἐγκρατευομένων ἐγένετο, οἷα οὐδὲ ἐν τοῖς διωγμοῖς τῶν Ἑλλήνων γεγενῆσθαι μνημονεύεται. οὐ μόνον δὲ ἀλλὰ καὶ τὴν ἔρημον ἐπόρθει καὶ πόλεμον τοῖς ἡσυχάζουσιν ἐπ ήγαγεν. τρεῖς γὰρ χιλιάδας ὁμοῦ κατὰ τὴν ἔρημον ἀπέστειλε τοὺς μοναχοὺς πολεμεῖν, οἱ δὲ ἐρχόμενοι καινὸν εἶδος πολέ μου ἑώρων· οἱ γὰρ ἀντίπαλοι καθὼς ἐπέμποντο τοὺς ἑαυτῶν αὐχένας τοῖς ξίφεσιν ὑπέβαλλον, καὶ οὐδὲν ἄλλο ἤκουον, εἰ μὴ τοῦτο· ὦ φίλε, δι' ὃ παρεγένου; Κατὰ τὸν αὐτὸν καιρὸν οἱ τῶν μοναχῶν πατέρες τῷ βίῳ καὶ τῇ ἀξίᾳ τῆς ἀρχαιότητος Μακάριος καὶ Ἰσίδωρος καὶ Μακάριος ἕτερος καὶ Ἡρακλείδης καὶ Παμβώ, Ἀντωνίου 553 μαθηταί, κατὰ τὴν Αἴγυπτον καὶ μάλιστα ἐν τοῖς ἐρήμοις τόποις τῆς Νιτρίας ὑπῆρχον ἄνδρες, οἵ τινες τὴν κοινωνίαν ἔχειν τῆς ζωῆς καὶ τῶν πράξεων οὐ μετὰ τῶν ἄλλων ἀν θρώπων, ἀλλὰ μετὰ τῶν ἐπουρανίων ἀγγέλων ἐπιστεύοντο. ἅπερ παρὼν ἑώρακα ἤδη ἐγὼ καὶ τούτων τὰς πράξεις ἀνα φέρω, ὧν τοῖς πάθεσι κοινωνὸς εἶναι κατηξιώθην. οὗτοι ἐν τοῖς ἰδίοις οἰκήμασι κείμενοι καὶ εὐχόμενοι ἐξεδέχοντο τοὺς ἑαυτῶν φονευτάς. ἀπηνέχθη δὲ αὐτοῖς ἄνθρωπος ἐκ πολλοῦ τὰ μέλη πάντα τοῦ σώματος καὶ μάλιστα τοὺς πόδας ξηρός. ἐλαίῳ δὲ χρίσαντες αὐτὸν εἶπον· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν διώκει Λούκιος, ἀνάστα καὶ περιπάτει τοῖς σοῖς ποσίν· ὃς παραχρῆμα ἀναστὰς καὶ ἀναπηδήσας εὐχαριστῶν τῷ θεῷ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. πρὸ ὀλίγου δὲ χρόνου τυφλὸς ἠξίωσεν ἀπενεχθῆναι εἰς τὸ οἰκίδιον Μακαρίου, ὅπερ ἦν ἐν τῇ ἐρήμῳ ἀπὸ διαστήματος ἡμερῶν τριῶν. ἐλθὼν δὲ ἐκεῖσε ὁ τυφλὸς πολλῷ καμάτῳ τῶν ἀγόντων αὐτὸν καὶ Μακάριον οὐχ εὑρὼν ἐν τῇ οἰκίᾳ πάνυ ἀθυμήσας ἐλυπεῖτο. τῇ δὲ ὑπερβολῇ τῆς πίστεως ἐκθερμανθεὶς παρακαλῶ, ἔφη τοῖς ἄγουσιν αὐτόν, προσπελάσατέ με ἐκείνῳ τῷ μέρει τοῦ τοίχου, ἐν ᾧ ὁ γέρων εἰώθει καθεύδειν. ὅτε δὲ προσηνέχθη, μικρὸν ἐκ τοῦ ξηροῦ πηλοῦ λαβών, ὅθεν ὁ τοῖχος κεχρι σμένος ἐφαίνετο, ταῖς οἰκείαις ἐπιτέθεικε χερσὶ καὶ παρεκά λεσεν, ὥστε καὶ ὕδωρ ἀντληθῆναι αὐτῷ ἐκ τοῦ φρέατος, ἀφ' οὗπερ ἔπινεν ὁ πρεσβύτης. ἐκείνῳ δὲ τῷ ὕδατι τὸν πηλὸν ἀναλύων καὶ τούτῳ περιχρίων τοὺς ὀφθαλμοὺς καὶ ἀποπλύνων ἐκ τοῦ ἀντληθέντος ὕδατος ἐξαίφνης τὴν θέαν ἀπέλαβεν οὕτως ὥστε μηδενὸς χρῄζων ὑπηρέτου εἰς τὰ ἴδια 554 ἐπανῆλθεν. ὃς μετὰ ταῦτα σὺν πάσῃ τῇ οἰκίᾳ αὐτοῦ ἐπ ανελθὼν πρὸς τὸν γέροντα καὶ τῷ θεῷ χάριν ὡμολόγει καὶ τὸ πρᾶγμα ὡς ἐγένετο ἀπεμνημόνευσεν. ὁ αὐτὸς δὲ οὗτος Μακάριος σπήλαιον εἶχεν ὑαίνης γειτνιάζον τῷ οἰκήματι αὐτοῦ. ἔν τινι δὲ ἡμέρᾳ τοὺς σκύλακας αὐτῆς τυφλοὺς τυγ χάνοντας ἀπήνεγκεν αὐτῷ τὸ θηρίον καὶ πρὸ τῶν ποδῶν αὐτοῦ ἔθηκεν. νοήσας δὲ ἐκεῖνος ὅτι περὶ τῆς τυφλότητος τῶν σκυλάκων τὸ θηρίον παρεκάλει, ἠξίωσε τὸν δεσπότην θεόν, ἵνα τὴν θέαν αὐτοῖς ἀποδῷ. ἀποδοθείσης δὲ αὐτοῖς, ἐπανῆλθον ἀκολουθοῦντες ἐπὶ τὸ σπήλαιον τῇ μητρί, καὶ μετ' ὀλίγον αὕτη μετὰ τῶν ἰδίων σκυλάκων ὑποστρέψασα δορὰς προβάτων ἔτι τὸ ἔριον ἐχούσας ὡσανεὶ δῶρον ὑπὲρ τῆς εἰς αὐτοὺς χάριτος ἀπήγαγε τῷ γέροντι τοῖς ὀδοῦσι τὰς δορὰς βαστάζουσα, καὶ ταύτας πρὸ τῶν θυρῶν ἀποθεμένη ἀνεχώρησεν. τούτους τοὺς θείους πατέρας Λούκιος εἰς νῆσον τῶν τῆς Αἰγύπτου λιμνῶν ἐξορίζει, ἔνθα οὐδεὶς χριστιανῶν κατοικεῖ. τοῦ δὲ πλοίου τῇ νήσῳ μετὰ τῶν μοναχῶν προσεγγίσαντος, ἡ θυγάτηρ τοῦ ἱερέως τῶν εἰδώ λων τῆς χώρας ἐκείνης ὑπὸ δαίμονος ἐλαυνομένη δι' ἀνέ μων ἁρπαζομένη ἔρχεται ἕως τοῦ πλοίου τῶν ἁγίων γερόν των κράζουσα βοαῖς ἀτάκτοις οἷα δαιμονῶσα. ἐπιτιμήσαντες δὲ τῷ πνεύματι τῷ ἀκαθάρτῳ τὴν μὲν παῖδα ὑγιῆ τοῖς γονεῦσιν ἀπέδωκαν, τοὺς δὲ τὸν τόπον οἰκοῦντας χριστια νοὺς πάντας θερμοὺς καὶ διαπύρους ἐποίησαν. τοῦτο μα θὼν Λούκιος καὶ φοβηθεὶς μὴ πάντας ὀρθοδόξους ποιή σωσιν, λάθρα αὐτοὺς ἐπανελθεῖν πρὸς τὰς ἰδίας σκηνὰς ἐν τῇ ἐρήμῳ ἐποίησεν. 555 Μαυΐα ἡ τῶν Σαρακηνῶν βασιλὶς χριστιανὴ ἦν ἐκ γέ νους Ῥωμαίων καὶ ληφθεῖσα αἰχμάλωτος ἤρεσε διὰ κάλλος τῷ βασιλεῖ τῶν Σαρακηνῶν καὶ τῷ χρόνῳ εἰς βασιλίδα προ έκοψεν. πολλὰ οὖν κακὰ τοῖς Ῥωμαίοις ἔδρασεν, ὥστε καὶ τὸν στρατὸν ἐκτρῖψαι σφοδροτάτῳ πολέμῳ καὶ πόλεις πολλὰς ἐν Παλαιστίνῃ καὶ Ἀραβίᾳ πορθῆσαι. παρακληθεῖσα δὲ εἰρή νην ποιήσασθαι οὐκ ἄλλως ἔφη τοῦτο γενήσεσθαι, εἰ μὴ Μωϋσῆς τις ὀνόματι μοναχὸς τῷ ἔθνει αὐτῆς χειροτονηθείη ἐπίσκοπος, ὃς ἐν τῇ ἐρήμῳ τῇ γειτνιαζούσῃ τοῖς μέρεσιν αὐτῆς διάγων ταῖς ἀρεταῖς καὶ τοῖς θαύμασιν ἐξήστραπτεν. ταύτης ἡ αἴτησις ἐμηνύθη τῷ βασιλεῖ τῶν Ῥωμαίων, ὃς κελεύει τοῖς στρατηγοῖς μετὰ πολλοῦ τοῦ τάχους τοῦτο ποι ῆσαι. ἀγαγόντων δὲ αὐτὸν ἐν Ἀλεξανδρείᾳ, χειροτονηθῆναι ὑπὸ Λουκίου αὐτὸς οὐ κατεδέξατο εἰπὼν ὅτι· Λούκιος τὰς χεῖρας αὐτοῦ οὐκ ἐπιβαλεῖ μοι· πεφυρμέναι γάρ εἰσι τοῖς τῶν ἁγίων αἵμασιν. καταισχυνθέντος οὖν τοῦ ἀσεβοῦς Λου κίου, τῆς δημοσίας χρείας ἐπικειμένης, ἠναγκάσθη ἡσυχά σαι, ἵνα παρὰ τῶν ἐπισκόπων τῶν ὑπ' αὐτοῦ ἐξορισθέντων Μωϋσῆς τὴν χειροτονίαν δέξηται· ὅπερ καὶ γέγονεν. καὶ οὕτω χειροτονηθεὶς ἐδόθη Μαυΐα καὶ πολλοὺς τοῦ φύλου χριστια νοὺς πεποίηκεν. ἱστορεῖ δὲ πολλὰ περὶ τοῦ ἔθνους ὅθεν τε ἤρξατο καὶ ὅθεν ἐπονομάζεται καὶ ὅτι ιγʹ ἐτῶν περιτέμνονται. Ἐν Ἐδέσσῃ τῆς Μεσοποταμίας, ἔνθα Θωμᾶς ὁ ἀπό 556 στολος ἐδίδαξεν, ἐλθὼν ὁ βασιλεὺς Οὐάλης καὶ ἰδὼν τοὺς ὄχλους τῶν ὀρθοδόξων τῆς ἐκκλησίας ἐκβληθέντας καὶ ἐν τῷ πεδίῳ ποιουμένους τὴν σύναξιν εἰς τοσαύτην ὀργὴν ἀνή φθη, ὥστε οἰκείαις χερσὶ τυπτῆσαι τὸν ὕπαρχον κατὰ τοῦ προσώπου, ἐπειδήπερ οὐκ ἐδιώχθησαν κἀκεῖθεν οἱ ὄχλοι καθάπερ αὐτὸς προσέταξεν. ἐκεῖνος δὲ καίπερ Ἕλλην ὢν καὶ παρὰ τοῦ βασιλέως ὑβρισθεὶς ὅμως σκοπῷ φιλανθρωπίας τῇ ἑξῆς μέλλων ἐπὶ πόρθησιν τῶν ὄχλων ἐξιέναι τοῦτο αὐτὸ δῆλον τοῖς πολίταις πεποίηκε διὰ λαθραίων μηνυμάτων, ὥστε φυλάξασθαι καὶ μὴ ἀπελθεῖν εἰς τὴν σύναξιν. πάλιν ἕωθεν προιὼν μεγίστῳ φόβῳ ὑπὲρ τὸ ἔθος διὰ τῆς αὐτοῦ τάξεως ἐπτόει καὶ πάντα ἐποίει ὥστε μηδένα κινδυνεῦσαι τοῦ λαοῦ. ἑώρα δὲ ὅμως ὄχλον πλείονα τῆς συνηθείας ἐπὶ τὸν τόπον ἐκεῖνον πορεύεσθαι καὶ συντρέχειν καὶ πολλοὺς ἐπιταχύνειν ὡσανεὶ φοβουμένους μή τις ἐκ τοῦ θανάτου ἀπολειφθῇ. ἐν δὲ τῷ μεταξὺ καί τι γύναιον ὁρᾷ οὕτως ἐπιταχύνον καὶ σπεῦδον ὡς μηδὲ ἐξιὸν ἀπὸ τῆς οἰκίας προσ κλεῖσαι τὰς θύρας μήτε περιμεῖναι εὐπρεπῶς τὸ σχῆμα τῶν γυναικῶν περιβαλέσθαι καθάπερ ἐχρῆν ἐπιμελῶς. ἔφερε δὲ μεθ' ἑαυτῆς ἡ γυνὴ καὶ παιδίον νήπιον καὶ σφοδροτάτῳ δρόμῳ τὴν τάξιν τοῦ ὑπάρχου διαρρήξασα ἔσπευδεν. ἐκεῖνος δὲ λοιπὸν οὐ φέρων, κατάσχετε, ἔφη, τὴν γυναῖκα καὶ ἐν ταῦθα ἀγάγετε. ὅτε δὲ ἐκείνη κατασχεθεῖσα ἠνέχθη, ποῦ, ἔφη, ὦ δυστυχὴς γύναι, ἐπιταχύνασα σπεύδεις; ἡ δέ, εἰς τὸ πεδίον, ἔφη, ἔνθα ὁ τῶν καθολικῶν ὄχλος συνάγεται. καὶ οὐκ ἀκούεις, ἔφη, ὅτι ὁ ὕπαρχος ἐκεῖσε πορεύεται, ἵνα πάντας ἀνέλῃ, οὓς ἂν εὕρῃ; ἡ δὲ ἀπεκρίνατο· ἀκήκοα καὶ διὰ τοῦτο σπεύδω, ἵνα ἐκεῖ εὑρεθῶ. τουτὶ δὲ τὸ παιδίον ποῦ ἕλκεις; ἐκεῖνος ἔφη. ἡ δὲ ἀπεκρίνατο· ἵνα καὶ αὐτὸς 557 μαρτυρίου ἀξιωθῇ. ταῦτα δὲ ὅτε ἤκουσεν, ἐπανελθεῖν ἐκέ λευσε τὴν τάξιν καὶ τὸ ὄχημα εἰς τὸ παλάτιον προσέταξεν ὑποστρέψαι. εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα εἶπεν· ὦ βα σιλεῦ, ἀποθανεῖν με εἰ προστάττεις, ἕτοιμός εἰμι, τὸ δὲ ἔργον ὅπερ ἐκέλευσας πληρῶσαι οὐ δύναμαι. διδάξας δὲ πάντα τὰ περὶ τῆς γυναικὸς κατέσχε τὴν τοῦ βασιλέως ὁρμήν. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν οἱ πόλεμοι τοῦ ἀσεβοῦς βασιλέως Οὐάλεντος, οὓς κατὰ τῶν ἐκκλησιῶν τοῦ θεοῦ ἐπήγαγεν, κατὰ τῶν πολεμίων ἐστράφησαν. τῶν γὰρ Γότθων ἐκ τῶν ἰδίων τόπων ἐξελθόντων, διὰ πάσης ὁμοῦ τῆς Θρᾴ κης ἐξέχεαν ἑαυτοὺς καὶ τοῖς ὅπλοις τὰς πόλεις καὶ τοὺς ἀγροὺς πορθεῖν ἀγρίως ἤρξαντο. τότε κατὰ Οὐάλεντος ὕβρεσι χαλεπαῖς οἱ πολῖται ἐχρῶντο μὴ ἐξιόντι εἰς πόλεμον, ἐξερχο μένου δὲ αὐτοῦ Ἰσάκιος ὁ ἱερὸς μοναχὸς κρατήσας τοῦ χαλι νοῦ τοῦ ἵππου αὐτοῦ ἔφησε πρὸς αὐτόν· ποῦ βαδίζεις, ὦ βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ θεὸν ἔχων ἀντίπαλον; πρὸς ὃν ὀργισθεὶς Οὐάλης φρουρεῖσθαι προσέταξεν ἀπει λήσας αὐτῷ θάνατον, εἰ ἐπανέλθοι, καθάπερ Ἀχαὰβ τῷ Μιχαίᾳ. ὁ δὲ τῆς αὐτῆς προφητικῆς χάριτος πλησθεὶς ὁμοίως αὐτῷ τὴν ἀντίφασιν ἐπὶ παντὸς τοῦ λαοῦ δέδωκεν. εἶτα συμβολῆς γενομένης ἐν Ἀδριανουπόλει, καὶ ἡττηθεὶς κατὰ κράτος φεύγει σὺν ὀλίγοις εἰς οἴκημα, ὅπερ αἰσθόμενοι οἱ πολέμιοι κατέκαυσαν αὐτὸν σὺν τοῖς συνοῦσιν αὐτῷ καὶ αὐτῷ τῷ οἰκήματι βασιλεύσαντα ἀνοσίως ἔτη ιδʹ. Οὐαλεντινιανὸς ὁ μέγας τῇ πίστει τῆς εὐσεβείας τέ 558 λειος καὶ ἀκέραιος τῇ παλαιᾷ τῆς τῶν Ῥωμαίων βασιλείας αὐθεντίᾳ τὴν πολιτείαν ἐκυβέρνα καλῶς. σύνοδον γὰρ ἐν τῷ Ἰλλυρικῷ ἐκέλευσε γενέσθαι, ἥτις τὴν ἐν Νικαίᾳ πίστιν ἐβεβαίωσεν. ἴδικτον δὲ γράψας τοῖς ἐν Ἀσίᾳ καὶ Φρυγίᾳ καὶ Καρίᾳ ἐπισκόποις ἐμμένειν τοῖς δόξασι παρεγγύησεν, κοινωνὸν ἐν τῷ ἰδίκτῳ προσλαβόμενος τὸν ἀδελφὸν αὐτοῦ Οὐάλεντα καὶ Γρατιανὸν τὸν υἱὸν αὐτοῦ. ἔγραψαν δὲ τὰ ὅμοια καὶ οἱ ἐν τῷ Ἰλλυρικῷ συνελθόντες ἐπίσκοποι. Ἀποθανόντος ἐν Μεδιολάνῳ Αὐξεντίου τοῦ τῶν αἱρε τικῶν ἐπισκόπου οἱ ἑκατέρου μέρους ὄχλοι ὑπὸ διαφόρου σπουδῆς ἐφέροντο, καὶ ἦν τις αὐτοῖς μεγίστη διχόνοια καὶ ἐπικίνδυνος στάσις, καὶ ἑκάτερον μέρος ὄλεθρον τῇ ἰδίᾳ παρεσκεύαζε πόλει, εἰ μή γε ἡ αὐτοῦ κρατήσειε γνώμη, καὶ εἰς ἔργον ἀγάγοι τὸ βούλημα, καίτοι ἐναντίων τῶν προθέ σεων αὐτοῖς οὐσῶν. τότε δὲ τῆς ἐπαρχίας ἐκείνης Ἀμβρό σιός τις τὴν ἀρχὴν διήνυεν, ὃς παραχρῆμα εἰς τὴν ἐκκλη σίαν εἰσῆλθεν ὡς κωλύσων τὴν στάσιν. ὁ δὲ δῆμος τῆς πρὸς ἀλλήλους ἀφέμενος ἔριδος μιᾷ φωνῇ τὸν Ἀμβρόσιον ἐπίσκοπον ἐπεζήτησαν κατηχούμενον ὄντα, μεγάλως λέγοντες ἑνωθήσεσθαι καὶ μίαν ἀμφοτέροις τοῖς μέρεσι τὴν πίστιν ἔσεσθαι, εἰ Ἀμβρόσιος ἐπίσκοπος αὐτοῖς δοθείη. ὅπερ γνοὺς ὁ θεοσεβὴς Οὐαλεντινιανὸς ἐκέλευσε μυηθῆναι καὶ χειροτο νηθῆναι Ἀμβρόσιον πολλὰ περὶ ἀρετὴν μαρτυρήσας αὐτῷ. 559 χειροτονηθέντος δὲ αὐτοῦ, τοῦτον τὸν ὕμνον ὁ βασιλεὺς τῷ θεῷ ἀνέπεμψεν· χάρις σοι, δέσποτα παντοκράτορ καὶ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν σώματα, σὺ δὲ ψυχὰς ἐνεχείρισας καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας. φασὶ δὲ ὅτι τοὺς ἄρχοντας ἀδικοῦντας γενναίως Ἀμβρόσιος ἐπὶ τοῦ βασιλέως διήλεγχεν. [ζʹ. Περὶ Γρατιανοῦ.] Ἐν δὲ τῷ μεταξὺ ἐπὶ τὸν πόλεμον τῶν Σαυρομάτων Οὐαλεντινιανὸς ὁ μέγας ἐκ τῶν μερῶν τῆς Γαλλίας εἰς τὸ Ἰλλυρικὸν ἐλθών, καὶ τοῦ πολέμου μόλις ἀρχὴν λαβόντος, ἀρρωστίᾳ αἰφνίδιον συσχεθεὶς ἐτελεύτησεν. πρέσβεις γὰρ Σαυρομάται ἀπέστειλαν ἐξαιτοῦντες εἰρήνην. οὓς Οὐαλεν τινιανὸς θεασάμενος ἤρετο, εἰ πάντες Σαυρομάται τοιοῦτοι τυγχάνουσιν ὄντες τὰ σώματα. τῶν δὲ εἰπόντων ὅτι τοὺς παρ' αὐτοῖς ἀρίστους ἀπέστειλαν, ἀνακράξας μέγα δεινὰ τὴν Ῥωμαίων βασιλείαν εἶπεν ὑπομένειν εἰς αὐτὸν ἐλθοῦσαν, εἰ Σαυροματαίων οἱ ἄριστοι τοιοῦτοι Ῥωμαίοις τολμῶσι πολεμεῖν. ἐκ δὲ τῆς διαστάσεως φλεβὸς ῥαγείσης, καὶ πλείστου 560 αἵματος ἀναδοθέντος, ἔν τινι φρουρίῳ Γαλλίας ἐτελειώθη κληρονόμους καταλιπὼν τῆς βασιλείας αὐτοῦ Γρατιανὸν τὸν υἱὸν αὐτοῦ Αὔγουστον ὄντα καὶ Οὐαλεντινιανὸν νέον κο μιδῆ τυγχάνοντα καὶ μήπω τῶν βασιλικῶν συμβόλων κατ αξιωθέντα. ὃν ἡ ἀνάγκη τῶν ἐπιχειρούντων τὸν τόπον τῆς βασιλείας ὑφαρπάζειν ὡς σχολάζοντα παρεσκεύασε καὶ ἀπόντος τοῦ ἀδελφοῦ τὴν πορφύραν ἐνδύσασθαι, Πρόβου τὸ τηνι καῦτα πιστῶς τὸ πρᾶγμα μεταχειρισαμένου. Κατ' ἐκείνους δὲ τοὺς καιροὺς σεισμὸς μέγας καὶ φοβε ρώτατος γέγονεν, ὡς ἐν Ἀλεξανδρείᾳ ὑποχωρῆσαι μὲν τὴν θάλασσαν ἐπὶ πολύ, τὰ δὲ πλοῖα ὡς ἐπὶ ξηρᾶς εὑρεθῆναι κείμενα. πλῆθος δὲ λαοῦ συνδραμόντος εἰς θέαν τοῦ παρα δόξου θαύματος, καὶ τοῦ ὕδατος πάλιν ὑποστρέψαντος καὶ ἐκβεβηκότος μακρότερον τοῦ συνήθους τόπου, κατεποντίσθη σαν ἀνθρώπων μυριάδες εʹ, καὶ τὰς μὲν ἐκεῖσε προσορμι ζούσας ναῦς τὸ ὕδωρ κατεκάλυψεν, τὰς δὲ ἐν τῷ ποταμῷ Νείλῳ εὑρεθείσας ἀπέρριψεν ὁ ποταμὸς εἰς τὴν ξηρὰν μετὰ πολλῆς τῆς ῥύμης μέχρι σταδίων ρπʹ. ἀλλὰ μὴν καὶ τῆς Κρήτης καὶ τῆς Ἀχαΐας καὶ Βοιωτίας καὶ τῆς Ἠπείρου καὶ Σικελίας τὰ πλεῖστα μέρη συνέβη τότε ἀπολέσθαι, τῆς θα λάσσης ἀνελθούσης, καὶ πολλὰ πλοῖα ὑψωθέντος τοῦ ὕδατος 561 ἐπὶ τῶν ὀρέων ἐρρίφησαν ἄχρι σταδίων ρʹ, τάς τε Βρετ τανικὰς νήσους καὶ τῆς Ἀφρικῆς τὰ αὐτὰ καὶ χείρονα ὑπο στῆναι, καὶ σχεδὸν πάσης τῆς οἰκουμένης τὰ πρὸς τῇ θαλάσσῃ τὰ μὲν ὑπὸ τῶν σεισμῶν, τὰ δὲ ὑπὸ τῆς θα λάσσης κατεποντίσθησαν. καὶ μέντοι καὶ ἐν τοῖς βυθοῖς καὶ τοῖς μεγάλοις πελάγεσι τὰ ἀμφὶ τὸν Ἀδρίαν καὶ τὸ Αἰγαῖον πέλαγος καὶ ἄλλα πλεῖστα ὑπεχώρησαν καὶ διέστη σαν ὡσεὶ τεῖχος ἔνθεν καὶ ἔνθεν τὰ ὕδατα, καὶ ἐφάνη ἡ ξηρά· καὶ πολλὰ τότε πλοῖα εὑρέθησαν πλέοντα καὶ εἰς τὸν πυθμένα καθίσαντα πάλιν ἀνήχθησαν τῇ τοῦ ὕδατος ἀποκαταστάσει. συνεχῶν δὲ καὶ ἐπαλλήλων τῶν σεισμῶν γινομένων, ἡ μὲν μία τῆς Βιθυνίας πόλις πᾶσα συνέπεσε καὶ τὰ κύκλῳ τῶν προαστείων, ἀγροὶ καὶ ἔργα πλεῖστα. ἡ δὲ Γερμὴ καλουμένη πόλις τοῦ Ἑλλησπόντου πᾶσα ἐκ θεμελίων κατεπτώθη. καὶ πρὸς τούτοις χάσματα πολλὰ κατὰ διαφόρους τόπους ἐγένοντο, ὡς ἐκ τῶν φόβων ἐν τοῖς ὄρεσι μένειν τοὺς ἀνθρώπους, ἐκ δὲ τῆς ἀβροχίας πολλὰ ζῶά τε καὶ ἄνθρωποι διεφθάρησαν. [ηʹ. Περὶ Θεοδοσίου τοῦ μεγάλου.] Μετὰ δὲ Γρατιανὸν ἐβασίλευσε Θεοδόσιος ὁ μέγας ἔτη ιζʹ. τότε ὁ πατὴρ Θεοδοσίου, καὶ αὐτὸς Θεοδόσιος καλούμενος, 562 τοῖς τῶν μεγάλων συμβόλων τροπαίοις περιπνέων τῇ ἐκκοπῇ τῶν βαρβάρων ἐθνῶν τοὺς Ῥωμαίων ὅρους εὐπορωτέρους ἐποίησεν. τοῦτον δὲ τὸν ἑαυτοῦ υἱὸν τῇ μὲν ἐλπίδι μέγαν, τῷ δὲ χρόνῳ μικρόν, (μόλις γὰρ ἦν τοῦ οὐδοῦ τῆς νεότητος ἐπιβεβηκὼς) συγκλητικῷ τινι Ἀμαξοβίῳ κοινωνῷ αὐτοῦ τυγ χάνοντι τῆς γνώμης καὶ τῶν ἐπαίνων παραδέδωκεν ἐκπαι δεύειν. ὅστις Ἀμαξόβιος ἐγχειρισθέντα αὐτῷ τὸν νέον πρα ϋτάτῃ διδασκαλίᾳ καὶ αὐστηροτέρᾳ κολακείᾳ εἰς λαμπρὰν ἄσκησιν τῆς ζωῆς ἐστερέωσεν. ἐκεῖσε τοίνυν ὄντος Θεοδο σίου, καθ' ὕπνους ἑαυτὸν εἰδέναι λέγεται βασιλικῇ χλανίδι καὶ πορφύρᾳ κεκοσμημένον. Οὐαλεντινιανοῦ δὲ τοῦ γέ ροντος τελευτήσαντος, Μαξιμῖνος ὁ δήμιος τὴν ὑπαρχότητα τῶν Γαλλίων εἰς μανίαν ἔτρεψε καί τινα συσκευὴν συν τεθεικὼς Θεοδόσιον τὸν πρεσβύτην τοῖς τροπαίοις κεκο ρεσμένον σφαγῆναι προσέταξεν. ὃς πρὶν τελευτήσῃ τὸ θεῖον βάπτισμα δεξάμενος καὶ εἰς τὴν ἀθανασίαν ἀναγεννηθεὶς ἐτελεύτησεν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὁ νεώτερος Θεο δόσιος ἐν τῇ τοῦ δουκὸς ἀξίᾳ ἐτύγχανεν, τῷ δὲ αὐτῷ βέλει τοῦ φθόνου ᾧπερ καὶ ὁ πατὴρ διὰ Μαξιμίνου ὁμοίως ἀδί κως ὑπέπιπτεν. ἀλλ' ὁ θεὸς αὐτὸν διέσωσεν. μεινάσης παρ' αὐτῷ τῆς ἀξίας, καὶ τῆς οὐσίας ἀναδοθείσης αὐτῷ, εἰς τὴν πατρῴαν γῆν τῶν Σπανίων, ἐν ᾗ καὶ ἐγεννήθη, ἐφοίτησε προστάγματι βασιλικῷ ἐκεῖσε ἡσύχως καὶ πράως τὸν βίον διάγων, Πλακίλλαν δὲ τότε τὴν γενομένην Αὐγούσταν γα μετὴν ἠγάγετο τότε καὶ βασιλέας ἐξ αὐτῆς ποιήσων, ἥτις

Intertext edge

Open linked passage

Note