Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 563 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
563.1.1
τὴν φύσιν τῷ λογισμῷ καὶ τὴν φήμην τοῖς ἐγκωμίοις ἐνίκα. ἐν δὲ τῷ μεταξὺ Οὐάλης γράμματα ἐκπέμπει πρὸς τὸν βα σιλέα Γρατιανὸν προστάξας Θεοδόσιον ἀποσταλῆναι πρὸς αὐτόν. ἀρξάμενος δὲ τῆς ὁδοιπορίας Θεοδόσιος καὶ γνοὺς τὴν Οὐάλεντος τελευτὴν ἔρχεται εἰς πόλιν καλουμένην Σέρ μιον. τῶν δὲ Γότθων πᾶσαν πόλιν καὶ χώραν ἀφειδῶς λυμαινομένων, καὶ τῶν Ῥωμαϊκῶν στρατοπέδων φευγόντων ἀπὸ προσώπου αὐτῶν, τότε Θεοδόσιον ἐν τῷ Σερμίῳ διά γοντα Γρατιανὸς προσκαλεῖται βουλῇ τῆς συγκλήτου Ῥωμαίων φθονούσης αὐτῷ, καὶ σὺν ὀλίγοις στρατιώταις εἰς τὸν οὕτως ὠμὸν καὶ τοσοῦτον πόλεμον ἀποσταλῆναι Θεοδόσιον [πείθει] ἐπικινδύνῳ ἀξιώματι τιμηθέντα στρατηλάτου ἀξίᾳ τὸν βα σιλέα παρέπεισεν. καὶ ὁ μὲν βασιλεὺς τῶν τῆς ἐπιβουλῆς καὶ τοῦ φθόνου τοῦ κατὰ φύσιν εὐπτώτου οὐδὲν ἔγνω, κατὰ κράτος δὲ τοὺς νομιζομένους ἀηττήτους εἶναι Γότθους νικήσας Θεοδόσιος σὺν τάχει πολλῷ τῷ βασιλεῖ τροπαιοφόρος παραστὰς θείᾳ ψήφῳ τὸ βασιλικὸν διάδημα περιβάλλεται. Γρατιανοῦ χειροτονοῦντος αὐτὸν καινῇ τινι καὶ θαυμαστῇ περιεβλήθη πορφύρᾳ ὡς ἀρχαῖος βασιλεύς. καὶ ἐπειδὴ τοὺς ὤμους αὐτοῦ ὑπὲρ ἄνθρωπον ὑψηλοὺς ὄντας διαφόρων βα σιλέων χλαμύδες ἐνδύειν οὐκ ἠδύναντο, (πάντας γὰρ ὑπερ έχων τῷ μεγέθει πᾶσαν ἐσθῆτα διὰ τὸ ὕψος μικρὰν ἀπέ φηνεν) τέλος Κωνσταντίνου τοῦ εὐσεβεστάτου βασιλέως τῇ πορφύρᾳ κοσμηθεὶς ἐξέλαμψεν, ἐκ τετραγώνου ἁρμοσάσης αὐτῷ. οὕτω Γρατιανὸς τὰ τῆς δύσεως μέρη ἑαυτῷ καὶ τῷ 564 ἀδελφῷ διεφύλαξεν, Θεοδοσίῳ δὲ τὴν τῆς ἀνατολῆς φρον τίδα ἐπέτρεψεν. πολλὰ δὲ εὐσεβῶς καὶ γενναίως κατορθώσας ὁ Γρατιανὸς παρὰ Μαξίμου τοῦ τυράννου ταῖς Βρεττανίαις ἐπαναστάντος δι' ἀνδραγαθίαν τοῦ δουκὸς ἐν Λουγδόνῳ παρὰ τῶν ἰδίων προδοθεὶς μᾶλλον ἢ βίᾳ τῶν πολεμίων συσχεθεὶς ἀνῃρέθη. Οὐαλεντινιανὸς δὲ ὁ τούτου ἀδελφὸς ἐν Ἰταλίᾳ διάγων ὑπὸ τῆς σφαγῆς τοῦ ἀδελφοῦ καὶ τοῦ φόβου τοῦ πολέμου πτοηθεὶς εἰρήνην, αὐτῷ καθ' ὑπόκρισιν προταθείσης παρὰ Μαξίμου, καὶ αὐτὸς ὑποκρινάμενος ἡδέως ἐδέξατο. Ἰουστίνα δὲ τότε ἡ μήτηρ αὐτοῦ τῆς τῶν Ἀρειανῶν αἱρέσεως τὰ φάρ μακα τῆς ἀσεβείας, ἃ περιόντος τοῦ ἀνδρὸς ἔκρυπτεν, εὐμα ρῶς ἀπατηθέντι τῷ υἱῷ μετὰ θάρσους ἀπεκάλυψεν, καὶ πείθει αὐτὸν διὰ στρατιωτικῆς χειρὸς τὸν μὲν Ἀμβρόσιον ἀνθιστά μενον αὐτῇ τῷ ὀρθῷ λόγῳ τῆς ἐκκλησίας Μεδιολάνων ἐξεῶσαι καὶ εἰς ἐξορίαν πέμψαι, τὴν ἐκκλησίαν δὲ διαρρῆξαι καὶ πολεμεῖν τὰ ἅγια. Βενήβολος δὲ τότε μέγας ἐν ἀξιώμασι ταῖς ὑποσχέσεσι τῆς βασιλίδος μὴ εἴξας τῆς στρατιωτικῆς ζώνης καὶ τῶν ἀξιωμάτων τὴν ὀρθόδοξον πίστιν προκρίνας τοῖς ποσὶ τῶν βασιλέων τὴν ἑαυτοῦ ζώνην ἀπέρριψεν. Μά ξιμος δὲ ὁ τύραννος θέλων τὸ τοῦ τυράννου ἄτιμον ὄνομα ἐκδύσασθαι καὶ νόμιμον ἑαυτὸν ἐπιδείξασθαι βασιλέα γράμ ματα ἐκπέμψας τὸ ἀσεβὲς ἐπιχείρημα τῆς Ἰουστίνης ἀπεφαύ λιζε καὶ τὸ πολεμεῖσθαι τὴν πίστιν τοῦ θεοῦ καὶ τὴν κατά 565 στασιν τῆς καθολικῆς ἐκκλησίας ἀνατρέπεσθαι ἀπηγόρευεν, καὶ οὕτω πλησιάζειν ταῖς Ἰταλίαις ἤρξατο. τοῦτο δὲ Ἰουστίνα μαθοῦσα, τοῦ τε πολεμίου ἅμα καὶ τῆς συνειδήσεως τῆς ἀσεβοῦς ἐπικειμένων αὐτῇ, εἰς φυγὴν τραπεῖσα πρώτη τὴν ἐξορίαν ἐκληρώσατο, ἣν τοῖς ἱερεῦσιν ἡτοίμασεν. τοι γαροῦν μετὰ τῆς ἀθεμίτου μητρὸς πεφευγὼς ὁ βασιλεὺς Οὐαλεντινιανὸς τῆς Ἰταλίας ἐστερήθη καὶ τῆς οἰκείας ἐξεβλήθη βασιλείας. ἐλθὼν οὖν ἐν τῇ ἀνατολῇ οὕτως ἐδέχθη παρὰ τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου, ὥστε δοκεῖν αὐτὸν μᾶλλον τῶν μερῶν ἐκείνων βασιλεύειν ἢ ἐν ἐξορίᾳ διάγειν. παραχρῆμα δὲ διὰ Θεοδοσίου καθαρθεὶς ἀπὸ τῆς φαυλο τάτης αἱρέσεως τῆς ἀκαθάρτου τὸν ἰὸν ἐξέχυσεν, ἐν ᾧπερ αὐτὸν ἡ ἀνόητος ἔβλαψε μήτηρ, καὶ τὸν Χριστὸν ἀνεδέξατο πιστοτάτῃ προτροπῇ Θεοδοσίου. πολλάκις γὰρ εἰς τὴν ἐλπίδα τῆς πίστεως διὰ Θεοδοσίου ἐκπαιδευθεὶς ἔμαθε τὴν βασιλι κὴν παράταξιν οὐ δι' ὅπλων ἑστάναι, ἀλλ' ἐξ ἀγαθῶν προ φάσεων. τοιοῦτος δὲ ἦν ὁ λόγος ὁ παρὰ Θεοδοσίου πρὸς Οὐαλεντινιανὸν εἰρημένος· οἶδα, φησίν, πολλάκις, Οὐαλεν τινιανέ, ἡσυχάζοντος τοῦ στρατοπέδου παρὰ τῶν εὐσεβεστά των βασιλέων τὴν νίκην κατορθωθεῖσαν, καὶ τοὺς πολεμίους ὑποταγέντας ὑποτελεῖς γεγενῆσθαι τοῦ προλαβόντος κινδύνου. οὕτω καὶ ὁ ἔνθεος Κωνσταντῖνος ταῖς βοηθείαις τοῦ θεοῦ ἀνορθωθεὶς Λικίνιον τὸν τοῦ θεοῦ τύραννον ἐν ναυαγίῳ διέφθειρεν, οὕτω καὶ ὁ ἔνδοξος Οὐαλεντινιανὸς ὁ σὸς πατὴρ 566 εὐτυχέστερον τὴν βασιλείαν ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύ νων ἐτέλεσεν, τοῦ θεοῦ ἐκδικοῦντος αὐτόν, καὶ μάχας ἀνα ριθμήτους καὶ νίκας ἀπίστους ἐδέξατο πολλοὺς βαρβάρους διαφόρως ἀνελών. Οὐάλης δὲ ὁ θεῖος ὁ σὸς τὸν θεὸν δια σπαράττων ἐμίανε τὴν ἐκκλησίαν ὁ βέβηλος διὰ τῆς σφαγῆς τῶν ἁγίων καὶ τῆς ἐξορίας τῶν ἱερέων, ὃς τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ τῶν Γότθων πολιορκηθεὶς καὶ ἡττηθεὶς ἐκαύθη. σὺ οὖν αἱρετικοῦ ὄνομα λαβεῖν ἀνέξῃ ἀπιὼν εἰς πόλεμον; ὀρθῶς τὸν Χριστὸν σέβει ὁ ἀδίκως σε ἐκβαλών. ἡ σὴ ἀπι στία εὐχέρειαν Μαξίμῳ συνεισήνεγκεν. ἐκεῖνος μόνον τοῦ βασιλέως ἐστὶ τύραννος, σὺ δὲ πολέμιος ἤρξω τοῦ θεοῦ καθεστάναι. δώσω σοι στρατὸν καὶ παρέξω βοήθειαν. ἀλλ' εἰ τὸν Χριστὸν βλάπτομεν, τίνα παρακαλέσομεν μαχόμενοι; ταῦτα καὶ πλείω τούτων νουθετήσας Θεοδόσιος Οὐαλεν τινιανὸν εἰς τὴν ὀρθόδοξον πίστιν μετήγαγεν. ἐν δὲ τῷ μέσῳ τῆς μητρὸς αὐτοῦ τελευτησάσης, Θεοδόσιος διὰ τὴν πίστιν τῆς βασιλείας τῆς χρηστότητος καὶ τῶν εὐεργεσιῶν Γρατιανοῦ μεμνημένος εἰς ἄμυναν πάσαις τῆς ἀνατολῆς δυ νάμεσιν ἐξαΐξας ἐξεδίκησε τὸ δίκαιον αἷμα καὶ τὸν Οὐαλεν τινιανὸν ἀπεκατέστησεν ἐπὶ τὴν βασιλείαν ἐκβαλὼν τὴν τυραν νίδα. αὐτὸς δὲ μετὰ ταῦτα εἰσελθὼν εἰς τὴν Ῥώμην καὶ θριαμβεύσας τὴν νίκην εἰς τὴν ἰδίαν βασιλείαν ἐπανῆλθεν. 567 Ἐν ταῖς ἡμέραις οὖν, ἐν αἷς ὁ θεὸς ὁ ἀγαθὸς ἐξήγειρε Θεοδόσιον τὸν μέγαν βασιλέα καὶ ἐνεπίστευσεν αὐτῷ τὸν θρόνον τῆς βασιλείας Ῥωμαίων, ἠγάγετο εἰς γυναῖκα τὴν θυγατέρα τοῦ πρὸ αὐτοῦ βασιλέως, καὶ ἔτεκεν αὐτῷ δύο υἱούς, Ἀρκάδιον καὶ Ὀνώριον. αὐξησάντων δὲ τῶν παίδων, ἦλθον εἰ ἡλικίαν τοῦ ἐκμανθάνειν τὰ ἱερὰ γράμματα. καὶ ἐξαπέστειλεν εἰς πᾶσαν τὴν ὑπ' αὐτὸν βασιλείαν ζητῆσαι ἄνδρα ἐλλόγιμον καὶ ἀσκητὴν κεκοσμημένον ἐν ἀληθείᾳ τὸν φόβον τοῦ θεοῦ, ἔχοντα θεογνωσίαν εἰς ἄκρον, ὡς ὀφείλων παραδοῦναι αὐτῷ τοὺς υἱοὺς αὐτοῦ, ἵνα παιδεύσῃ αὐτοὺς πάσῃ θείᾳ γραφῇ τε καὶ ἀνθρωπίνῃ, μὴ βουλόμενος παρα δοῦναι αὐτοὺς εἰς σχολεῖον, ἵνα μὴ μάθωσιν ἀπὸ ἄλλων παιδίων ἅπερ ὁ θεὸς οὐ θέλει, καὶ τυπωθῶσιν ἐν λόγοις ἀνωφελέσι καὶ βλαβεροῖς. ταῦτα ὁ βασιλεὺς λογισάμενος, ὡς εἴρηται, σπουδὴν πᾶσαν ἐποιεῖτο τοῦ εὑρεῖν ἄνδρα τοι οῦτον. καὶ τῶν διαταγμάτων ἐκπεμφθέντων κατὰ πᾶσαν τὴν ὑπ' αὐτὸν βασιλείαν, οὐκ ἠδυνήθησαν εὑρεῖν τινα κατὰ τὸν ἐνιστάμενον αὐτῷ λογισμόν, ἀλλὰ ποτὲ μὲν εὕρισκον ἄνδρα φιλόσοφον, ἀλλ' οὐ φιλόθεον, ποτὲ δὲ πάλιν εὕρισκον φιλόθεον καὶ οὐ φιλόσοφον. ηὔξησαν δὲ οἱ παῖδες, καὶ οὐκ ἠνείχετο εἰς σχολεῖον πέμψαι αὐτοὺς τῇ προφάσει τῇ προλεχθείσῃ κρατούμενος. καὶ μὴ εὑρὼν καθὼς ἐζήτει ἀπέ στειλεν ἐν τῇ Ῥώμῃ πρὸς τὸν ἐν αὐτῇ βασιλέα αἰτῶν παρ' αὐτοῦ τοιοῦτον ἄνδρα, γράψας αὐτῷ ὅτι· μεγάλα μοι χαρίζῃ τοῦτο ποιῶν. ὁ οὖν βασιλεὺς προσκαλεσάμενος τὸν πάπαν δείκνυσιν αὐτῷ τὰ γράμματα τοῦ βασιλέως Θεοδοσίου εἰπὼν ὅτι· ἀνένδεκτόν ἐστι μὴ ποιῆσαι τῷ συμβασιλεύοντι ἡμῖν τὴν αἴτησιν ταύτην. αἰσχύνη γάρ ἐστι τοῦ ἡμετέρου κράτους μὴ 568 εὑρεθῆναι ἐν τῇ μεγίστῃ Ῥώμῃ ἄνθρωπον τοιοῦτον. καὶ ἐρευνήσαντες καὶ ἐπιζητήσαντες οὐχ εὗρον. ἐπὶ πολὺ οὖν διαλογιζομένων αὐτῶν καὶ ἀδολεσχούντων περὶ τούτου, εἶπεν ὁ πάπας τῷ βασιλεῖ· ἔστι παρ' ἡμῖν διάκονός τις παρθένος μετὰ τῆς ἰδίας ἀδελφῆς· ὄνομα αὐτῷ Ἀρσένιος. ὅμοιος γὰρ αὐτοῦ ἄλλος οὐκ ἔστιν ὁ ὀφείλων πρὸς ὃ ἐπιθυμεῖ ὁ βασι λεὺς Θεοδόσιος παιδεῦσαι τὰ τέκνα αὐτοῦ πάσῃ γνώσει θείᾳ τε καὶ ἀνθρωπίνῃ. ἀλλ' οὐκ οἶδα εἰ καταδέχεται, διότι ἔχει καιρὸν ἀποταξάμενος τῆς ἐγκυκλίου παιδεύσεως. ἀλλ' ἴσως ἐὰν κελεύσῃ τὸ ὑμέτερον κράτος καὶ καλέσωμεν αὐτόν, πλη ροφοροῦμεν αὐτὸν περὶ τούτου. ταῦτα ἀκούσας ὁ βασιλεὺς ἐχάρη λίαν, καὶ πέμψαντες μετεστείλαντο τὸν Ἀρσένιον. ἐλθόντος δὲ αὐτοῦ λέγει πρὸς αὐτὸν ὁ βασιλεύς· οὐ λέληθε τὸ ἡμέτερον κράτος ἡ κατὰ θεόν σου πολιτεία καὶ ὁ ἐνά ρετός σου βίος, ἀλλὰ διηνεκῶς ἀκούοντες τὴν καλήν σου ἀναστροφὴν πάνυ εὐφραινόμεθα ἐπὶ τούτῳ. ἐπειδὴ οὖν ὁ συμβασιλεὺς ἡμῶν Θεοδόσιος ἀπέστειλεν ἡμῖν πρεσβείαν αἰτούμενος πέμψαι αὐτῷ ἄνθρωπον τοιοῦτον δυνάμενον παιδεῦσαι τὰ τέκνα αὐτοῦ ἐν πάσῃ θεοσεβείᾳ καὶ σοφίᾳ, τούτου χάριν μετεστειλάμεθά σε ὡς κατὰ θεὸν ὄντα, ἵνα ἀπέλθῃς πρὸς αὐτὸν καὶ κατὰ τὴν χάριν τὴν δοθεῖσάν σοι ἐκ θεοῦ παιδεύσῃς αὐτούς. οὐ γὰρ ἐκρίναμεν ἁπλῶς καὶ ὡς ἔτυχεν ἐγχειρίσαι τοῦτο τὸ πρᾶγμά τινι, εἰ μὴ τῇ εὐλα βείᾳ σου. ὁ δὲ Ἀρσένιος ἀποκριθεὶς εἶπε τῷ βασιλεῖ· οὐκ ἀγνοεῖ, θεοσεβέστατε βασιλεῦ, ὁ ἁγιώτατος πατὴρ ἡμῶν πάπας τὴν ἐμὴν εὐτέλειαν, ὅτι ἔχω καιρὸν μὴ παρελθὼν διὰ τῆς ἔξω φιλοσοφίας, ἐξαιρέτως δὲ ἀφ' οὗ τὴν χειρο τονίαν ταύτην ἐδεξάμην ὁ ἀνάξιος, οὔτε εἰς βιβλίον ἐνέκυψα 569 τῶν τοιούτων ἐπιστημῶν. ὑπολαβὼν δὲ ὁ πάπας εἶπε πρὸς αὐτόν· ὅτι μὲν ἀληθῆ εἰσι τὰ παρά σου λεχθέντα τῷ φιλο χρίστῳ ἡμῶν βασιλεῖ ἐπιστάμεθα, καὶ ταῦτα οὕτως ἔχει. πάνυ γὰρ ἐπαινέσαμεν τὴν ἐνάρετόν σου πολιτείαν ἐν τούτῳ. ἀλλ' ἐπειδὴ καὶ θεία βασιλικὴ κέλευσίς ἐστιν, καὶ θεάρεστόν ἐστι τὸ πραγματευόμενον, ἐκλιπαροῦμέν σε ἐπιδοῦναι ἑαυτὸν εἰς τὸ πραγματευόμενον, ἐγχείρημα. δύνῃ γὰρ διὰ τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης σοι εὐσεβῶς καὶ θεαρέστως αὐτοὺς παιδεῦσαι, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῇ φιλοσοφίᾳ μεγάλως αὐτοὺς ὠφελῆσαι, δεικνύων αὐτοῖς τὰς πομπὰς καὶ αἰσχρό τητας τῶν δυσσεβῶν εἰδώλων, οὓς θεοὺς ἀποκαλοῦσιν οἱ ἀλιτήριοι Ἕλληνες, καὶ τοῦ μὴ πιστεύειν τοῖς παρ' αὐτῶν μυθευομένοις, ἀλλὰ καὶ δαίμονας αὐτοὺς ἀποκαλεῖν καὶ θριαμβεύειν τὰ μιάσματα αὐτῶν καὶ φαντάσματα. τούτοις καὶ τοῖς τοιούτοις λόγοις πείσαντες τὸν Ἀρσένιον ἀπέστειλαν αὐτὸν μετὰ πάσης δόξης καὶ τιμῆς τῷ εὐσεβεστάτῳ βασιλεῖ Θεοδοσίῳ γράψαντες αὐτῷ ὅ τε βασιλεὺς καὶ ὁ πάπας ὅτι· κατὰ τὴν κέλευσιν ὑμῶν ἀπεστείλαμεν ὑμῖν ἄνθρωπον, ὃς δυνήσεται μετὰ τῆς τοῦ θεοῦ χάριτος ἀνάξαι τὰ φίλτατα τῆς ὑμῶν γαληνότητος τέκνα ἐν πάσῃ σοφίᾳ καὶ ἀρετῇ. ὁ οὖν Ἀρσένιος παραδοὺς τὴν ἰδίαν ἀδελφὴν εἰς παρθενῶνα ἀπέπλευσεν ἐν Κωνσταντινουπόλει. δεξάμενος δὲ ὁ βασιλεὺς Θεοδόσιος τὰ γράμματα καὶ ἀναγνούς, προσκαλεσάμενος δὲ καὶ τὸν Ἀρσένιον σχῆμά τε καὶ ἦθος εὐλαβὲς θεασάμενος ἐν αὐτῷ, σεμνὸν μὲν ἔχοντα τὸ χρῶμα, εὔτακτον δὲ τὸ βλέμμα, ταπεινὸν τὸ φρόνημα καὶ περὶ τὰ θεῖα καὶ ἀνθρώ πινα σοφώτατον, καὶ ἁπλῶς πάσῃ τῇ κατὰ Χριστὸν ἀρετῇ κεκοσμημένον, ἐχάρη χαρὰν μεγάλην. καὶ δὴ πρὸς αὐτὸν 570 ὁ βασιλεύς· δηλοῖ μὲν ἡ διὰ τοῦ σχήματος ἤθους τε καὶ ἀπολογίας† ἐνάρετόν σε καὶ θεοσεβῆ εἶναι, καί, καθὼς γε γραφήκασιν ἡμῖν ὅ τε συμβασιλεύων ἡμῖν καὶ ὁ τῆς Ῥώμης ἁγιώτατος πάπας, οὕτω καὶ εἴδομεν. ἀληθῆ γὰρ ἔγραψαν. νῦν οὖν πάντως οὐκ ἀγνοεῖς, δι' ἣν αἰτίαν ἀπέστειλάν σε πρὸς ἡμᾶς, ἀλλὰ καὶ τὸ ἡμέτερον κράτος αὐτοψεὶ διαλεχθή σεταί σοι, τοῦτ' ἔστι χάριν τῶν ἡμετέρων τέκνων, ἵνα πάσῃ θεοσεβείᾳ καὶ φόβῳ θεοῦ τούτους ἐκπαιδεύσῃς, ἔτι μὴν καὶ τὴν φιλοσοφίαν πᾶσαν εἰς ἄκρον αὐτοὺς διδάξῃς. ἀλλὰ μὴ ὑποσταλῇς μηδὲ διακριθῇς πρὸς αὐτοὺς ὑπονοῶν ὅτι τέκνα ἡμῶν ὑπάρχουσιν, μηδὲ πάλιν ὡς βασιλεῦσιν αὐτοῖς προσχῇς ἢ τιμήσῃς, ἀλλ' ὡς τέκνα καὶ μαθητὰς ἔχε αὐτοὺς καί, ὅτε παραπέσωσιν, ἐπέξελθε αὐτούς. καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς Θεοδόσιος καὶ ἐνέγκας τόν τε Ἀρκάδιον καὶ Ὀνώριον παραδίδωσιν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ λέγων· ἰδοὺ ἀπὸ τῆς σήμερον οὗτός ἐστιν ἐμοῦ τε καὶ ὑμῶν πατὴρ καὶ διδάσκαλος. ὑπακούσατε αὐτῷ κατὰ πάντα ὡς πατρί, καὶ μὴ παρακούσητε αὐτῷ μηδὲ ἀντιταχθῆτε. παρήγγειλα γὰρ αὐτῷ ἵνα, ἐὰν παρα πέσῃ τις αὐτῷ ἐξ ὑμῶν, ἐπεξέλθῃ αὐτῷ ὡς μαθητῇ. καὶ ταῦτα εἰπὼν ἀφορίζει αὐτοῖς πλησίον τοῦ βασιλικοῦ κοι τῶνος τρίκλινον μέγα καὶ ἐν αὐτῷ διάγειν παρακελεύεται. 571 τοῦτο δὲ ἐπενόησεν ὁ βασιλεύς, ἵνα συχνότερον ἐπισκέπτηται αὐτούς. μεγάλως δὲ τιμήσας τὸν Ἀρσένιον ἐποίησεν αὐτὸν μείζω πάντων ἐν τῷ παλατίῳ, ὥστε μὴ εἶναί τινα τῶν ἐκεῖσε λαμπροτέραν αὐτοῦ ἐσθῆτα περικείμενον, καὶ ἁπλῶς εἰπεῖν ἦν πατὴρ τοῦ βασιλέως καὶ τῶν τέκνων αὐτοῦ. Ὁ οὖν Ἀρσένιος παραλαβὼν τόν τε Ἀρκάδιον καὶ Ὀνώριονἀνῆγεν αὐτοὺς θεοσεβῶς ἐκδιδάσκων αὐτοὺς πᾶσαν σοφίαν θείαν τε καὶ ἀνθρωπίνην. ταπεινόφρων δὲ ὑπάρχων ὁ ἐν ἁγίοις Ἀρσένιος οὐκ ἐχρᾶτο αὐτοῖς ὡς μαθηταῖς, ἀλλ' ὡς βα σιλεῦσιν. καθίζων γὰρ αὐτοὺς ἐπὶ δύο θρόνων αὐτὸς παρι στάμενος ἐδίδασκεν αὐτούς. ἐν μιᾷ οὖν τῶν ἡμερῶν εἰσελ θόντος τοῦ βασιλέως ἐξαίφνης πρὸς αὐτούς, ὁρᾷ Ἀρσένιον μὲν ἱστάμενον, τὰ δὲ τέκνα αὐτοῦ καθεζόμενα, καὶ ἐλυπήθη σφόδρα κατὰ Ἀρσενίου καὶ λέγει πρὸς αὐτόν· οὕτω παρηγ γείλαμεν ὑμῖν, ἵνα βασιλικῶς καὶ μὴ μᾶλλον ὡς μαθηταῖς χρήσῃ τοῖς παιδίοις; καὶ τί τοῦτο πεποίηκας; πάνυ γὰρ ἐλύπησας τὸ ἡμέτερον κράτος ἐν τούτῳ. ὁ δὲ Ἀρσένιος πρὸς τὸν βασιλέα ἔφη· οὐκ ἠγησάμην πρέπον εἶναι, θεοστήρικτε βασιλεῦ, ἐμὲ καθέζεσθαι, βασιλεῖς δὲ παραστήκειν μοι. ὁ δὲ βασιλεὺς ὀργισθεὶς ἐπὶ τῷ λόγῳ τούτῳ ἀπεκρίθη βλοσυρῷ τῷ βλέμματι πρὸς Ἀρσένιον λέγων· σὺ καθιστᾷς αὐτοὺς βασιλεῖς; οὐχὶ ὡς τέκνα καὶ δούλους παρέδωκά σοι αὐτούς; καὶ ἵνα τί ταῦτα φθέγγῃ; καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς παραχρῆμα ἐπάρας τὰ διαδήματα, ἅπερ εἶχον ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ῥίψας αὐτὰ εἰς τὴν γῆν ποιεῖ αὐτοὺς εἰς τοὺς πόδας αὐτοῦ προσκυνῆσαι, καὶ καθίσας τὸν Ἀρσένιον ἐπὶ θρόνου ἐκείνους παραστήκειν αὐτῷ ἐκέλευσεν εἰπὼν ὅτι· εἰ 572 μὲν φοβηθῶσι τὸν θεὸν καὶ ἐν τῷ νόμῳ αὐτοῦ θελήσωσι πορεύεσθαι καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, δυνατός ἐστιν ὁ παμβασιλεὺς τῶν αἰώνων, εἴπερ θέλημα αὐτοῦ ἐστιν, παρα σχεῖν αὐτοῖς τὴν ἀξίαν ταύτην. εἰ δὲ μὴ ἔχωσι τὸν φόβον αὐτοῦ, εὔχομαι τῷ θεῷ μᾶλλον ἐκριζωθῆναι αὐτοὺς ἀπὸ νηπιόθεν. κρεῖσσον γάρ ἐστι τὸ τεθνάναι εὐσεβῶς ἢ βασι λεύειν ἀσεβῶς. καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς εἰσῆλθεν ἐν τῷ κοιτῶνι αὐτοῦ. ἔκτοτε οὖν ὁ Ἀρσένιος ὑφορώμενος τὸν βασιλέα οὐκέτι ἐποίει αὐτοὺς καθεσθῆναι, ἀλλὰ μᾶλλον παρ ίστασθαι αὐτῷ καὶ ἐκμανθάνειν. ἐν τούτοις οὖν διάγων ὁ ἡγιασμένος Ἀρσένιος πάνυ ἐδυσφόρει καὶ ἐλυπεῖτο. ἦν γὰρ μισόδοξος καὶ φιλόθεος καὶ ἐπεθύμει μᾶλλον τὸν μονήρη καὶ ἡσύχιον μετελθεῖν βίον, ὥστε παρακαλεῖν τὸν θεὸν συχ νῶς μετὰ δακρύων ποιῆσαι τρόπον τοῦ ἰδιάσαι αὐτὸν ἐκ τοῦ κόσμου. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν εὑρὼν ὁ ἐν ἁγίοις τὸν Ἀρκάδιον παραπεσόντα εἰς παιδικὸν πταῖσμα ἐνέγκας καὶ ἐμβριμησά μενος ἐπιτίθησιν αὐτῷ πληγὴν δεινὴν ὥστε σχεδὸν ἕως θανάτου τοὺς τύπους τῶν πληγῶν φέρειν ἐν τῷ σώματι αὐτοῦ. ὁ οὖν Ἀρκάδιος, ἀφ' ἧς ἡμέρας ἐδάρη, ἔμεινεν ἔχων κατὰ Ἀρσενίου κακίαν πολλήν, καὶ προσκαλεσάμενος τὸν σπαθάριον αὐτοῦ ἐπιτρέπει αὐτῷ κατ' ἰδίαν λέγων· οἵῳ τρόπῳ θέλεις ἀπόκτεινόν μοι τὸν Ἀρσένιον μηδενὸς νοοῦντος. ὁ οὖν σπαθάριος ἀκούσας τὴν ἐλεεινὴν ἀπόφασιν ταύτην καὶ τὸν φόβον τοῦ θεοῦ ἐν καρδίᾳ ἔχων θαρρεῖ τῷ Ἀρσενίῳ τὴν μιαιφόνον τοῦ Ἀρκαδίου ἐπιτροπήν. ὁ δὲ Ἀρσένιος λύπῃ τε καὶ φόβῳ συσχεθεὶς παρεκάλει τὸν θεὸν λέγων· κύριε ὁδήγησόν με, πῶς σωθῶ; καὶ μετεμελεῖτο ἐπὶ τῇ πληγῆ ᾗ ἦν τύψας τὸν Ἀρκάδιον. εἶτα ὀλίγων ἡμερῶν 573 διελθουσῶν, καὶ τοῦ σπαθαρίου κατεπείγοντος τὸν Ἀρσένιον τοῦ δι' οἱουδήποτε τρόπου σῶσαι ἑαυτόν, καὶ τούτου ἀδια λείπτως εὐχομένου, ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους καὶ σώζῃ. ταύτης οὖν τῆς φωνῆς ἀκούσας μηδενὶ μηδὲν εἰρηκώς, ἀλλ' ἐσθῆτα εὐτελῆ ἐνδυ σάμενος, κατῆλθεν εἰς τὸν λιμένα καὶ κατ' οἰκονομίαν θεοῦ εὑρὼν ἐκεῖσε πλοῖον καὶ ἐμβὰς εἰς αὐτὸ ἦλθεν ἐν Ἀλεξαν δρείᾳ καὶ ἀποθριξάμενος ὥρμησεν εἰς τὴν ἔρημον τῆς Σκή τεως καὶ ἐκεῖσε διέπρεπε διαφόροις κατορθώμασιν. ἤκουσε δὲ πάλιν φωνῆς λεγούσης αὐτῷ· Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε. αὗται γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας. Ὁ δὲ βασιλεὺς Θεοδόσιος πάνυ λυπηθεὶς ἐπὶ τῇ ἀνα χωρήσει Ἀρσενίου ἔγραψε παντί τε καὶ πανταχοῦ ἀναζητῆσαι αὐτόν, καὶ οὐκ ἠδυνήθη αὐτὸν εὑρεῖν ἄχρι τῆς τελευτῆς αὐτοῦ. βασιλευσάντων δὲ Ἀρκαδίου καὶ Ὀνωρίου ἐγνώσθη αὐτοῖς ὅτι Ἀρσένιος ἐν Αἰγύπτῳ διάγει τὸν μονήρη βίον καλῶς πολιτευόμενος. καὶ ἔγραφον αὐτῷ πλείστας ἐπιστολὰς παρακαλοῦντες αὐτὸν ὥστε εὔχεσθαι ὑπὲρ τῶν ἰδίων μαθη τῶν καὶ τέκνων. ἔγραψε δὲ αὐτῷ πάλιν Ἀρκάδιος δυσωπῶν αὐτὸν ὥστε συγχωρῆσαι αὐτῷ τὸ πταῖσμα αὐτοῦ, ὃ ἥμαρτεν εἰς Ἀρσένιον ἀνελεῖν αὐτὸν βουληθείς, ὥστε θέλων αὐτὸν πλη ροφορῆσαι γράφει αὐτῷ ἐνωμότως λαβεῖν παρὰ τοῦ ὑπάρχου 574 Ἀλεξανδρείας τὰ δημόσια ὅλης τῆς Αἰγύπτου καὶ ταῦτα διανεῖμαι ὅπου δ' ἂν κελεύῃ, καὶ μόνον συγχωρῆσαι αὐτῷ καὶ εὔξασθαι ὑπὲρ τῆς βασιλείας αὐτοῦ τε καὶ Ὀνωρίου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀντιγράψαι αὐτοῖς κἂν ἅπαξ. ὁ δὲ ἐν ἁγίοις πατὴρ ἡμῶν Ἀρσένιος γράψαι μὲν πρὸς αὐτοὺς οὐκ ἠνέσχετο, δηλοῖ δὲ αὐτοῖς οὕτως· ὁ θεός, τέκνα, πᾶσιν ὑμῖν συγχωρήσει καὶ ἀξιώσει ποιεῖν τὰ θεῖα αὐτοῦ θελή ματα. περὶ δὲ ὧν γεγραφήκατε χρημάτων ἐγὼ ἤδη τῷ κόσμῳ ἀπέθανον. μηδεὶς οὖν λογίσηταί με ὅλως εἶναι εἰς τοὺς ζῶντας. Ἡ σύνοδος τῶν ρνʹ ἁγίων πατέρων καὶ ὁ βασιλεὺς Θεοδόσιος Γρηγορίῳ τῷ Θεολόγῳ τὴν ἐπισκοπὴν ἐκύρωσαν Κωνσταντινουπόλεως, καὶ μὴ θέλοντα τοῦτον τῷ θρόνῳ ἐνί δρυσαν βιασάμενοι ὡς πολλὰ καμόντα καὶ τῆς πλάνης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώσαντα. ὀλίγους δὲ τῶν ἐξ Αἰγύπτου μαθὼν ὁ θεῖος Γρηγόριος τῷ λόγῳ τούτου φθο νήσαντας τὸν συντακτήριον ἐπιδειξάμενος ἑκουσίως τῆς ἐπισκοπικῆς διοικήσεως ὑπεχώρησεν. Γρηγορίου δὲ τῆς ἐπισκοπῆς Κωνσταντινουπόλεως ἀποταξαμένου, Νεκτάριον ὁ βασιλεὺς προχειρίζεται καὶ ἡ σύνοδος, Ταρσέα μὲν τῷ γένει, τὴν τοῦ πραίτωρος δὲ ἀρχὴν τότε διέποντα, ἀβάπτι 575 στον μὲν μέχρι τότε ὑπάρχοντα, σεμνὸν δὲ καὶ εὐλαβῆ καὶ περὶ βίον θαυμάσιον. ὁ δὲ μέγας Γρηγόριος πρὸς Ἀριαν ζὸν τὸ χωρίον Καππαδοκίας ἐπανελθών, ὅπερ ἐκέκτητο ἐκ πατρικοῦ κλήρου, ἠρεμήσας ἐν αὐτῷ καὶ ἡσυχάσας τινὰ χρόνον καὶ ἐν θεωρίᾳ μείζονι γενόμενος τὸν βίον μεταλ λάττει πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ πάσης ἀρετῆς ἔμπλεως. Δευτέρα σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει τῶν ρνʹ πατέρων ἔτει τῆς Θεοδοσίου τοῦ μεγάλου βασιλείας γʹ, ἐπὶ Δαμάσου πάπα Ῥώμης, ἧς ἡγοῦντο Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων καὶ Γρηγόριοςὁ Θεολόγος, κατὰ Μακεδονίου γεγονότος ἐπισκόπου Κων σταντινουπόλεως, ὃς ἔτι περιὼν ὡσαύτως τῷ Ἀρείῳ ἐβλασ φήμει, ὁμοίως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ εἶναι θεὸν ἀληθινόν, ἀλλὰ κτίσμα καὶ αὐτὸ ὑπελάμβανεν. αὕτη συνελ θοῦσα χειροτονεῖ μὲν Κωνσταντινουπόλεως ἐπίσκοπον τὸν συγκλητικὸν Νεκτάριον, Μακεδόνιον δὲ ἀναθεματίζει, σὺν αὐτῷ καὶ Σαβέλλιον τὸν Λίβυν, ἓν πρόσωπον ἐπὶ τῆς ἁγίας τριάδος δοξάζοντα, ἔτι δὲ καὶ Ἀπολινάριον τὸν Λαοδικέα λέγοντα τὸν ἐνανθρωπήσαντα λόγον ἄνουν εἶναι, ἀντὶ δὲ νοῦ τὸν λόγον ἐν τῇ ψυχῇ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον θεὸν εἶναι ζωοποιὸν καὶ ὁμοούσιον τῷ πατρὶ καὶ τῷ υἱῷ ἐκήρυξε προστεθεικυῖα εἰς τὸ ἐκτεθὲν παρὰ τῶν ἐν 576 Νικαίᾳ πατέρων σύμβολον περὶ τοῦ ἁγίου πνεύματος· τὸ κύριον καὶ ζωοποιὸν καὶ τὰ ἑξῆς. Τότε δὲ καὶ ὁ μέγας Ἀμφιλόχιος παρεκάλει τὸν βασιλέα τοὺς Ἀρειανοὺς ἐκ πασῶν τῶν πόλεων ἐξελαθῆναι. ὁ δὲ ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν οὐχ ὑπήκουσεν αὐτῷ. καὶ ὁ σοφώτατος Ἀμφιλόχιος τότε μὲν ἐσίγησεν, ἐξεῦρε δὲ μετ' ὀλίγον ὑπόθεσιν ἀξιομνημόνευτον. ἐντὸς γὰρ πάλιν τῶν βασιλείων γενόμενος καὶ τῷ βασιλεῖ παρεστῶτα τὸν υἱὸν Ἀρκάδιον θεασάμενος τὸν μὲν πατέρα ἠσπάσατο, τὸν δὲ υἱὸν κατέλιπεν ἀγέραστον. καὶ ὁ βασιλεὺς νομίσας ἐπι λησθῆναι τὸν Ἀμφιλόχιον ἀσπάσασθαι καὶ τὸν υἱὸν προσ έταξεν. ὁ δὲ ἀποχρῆν ἔφη τὴν αὐτῷ παρ' αὐτοῦ προσ ενεχθεῖσαν τιμὴν καὶ μὴ ἐπιζητεῖν καὶ τοῦ υἱοῦ ὡς ἐν διαιρέσει. πρὸς ὃν ὁ βασιλεὺς χαλεπήνας οἰκείαν ἐκάλει παροινίαν τὴν τοῦ παιδὸς ἀτιμίαν. καὶ ὁ Ἀμφιλόχιος ἐξε βόησε λέγων· ὁρᾷς, ὦ βασιλεῦ, πῶς οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν. πίστευσον δὴ οὖν καὶ τὸν θεὸν τοὺς τὸν υἱὸν αὐτοῦ βλασφημοῦντας βδελύττεσθαί τε καὶ ἀποστρέ φεσθαι. καὶ τοῦτο ἀκούσας ὁ βασιλεὺς καὶ σφόδρα θαυ μάσας νόμον εὐθὺς ἔγραψε τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντα. Τοῦτο τὸ ἀγαθὸν φθονήσας ὁ μισόκαλος δαίμων ὠμόν τι καὶ ἀπάνθρωπον παρεσκεύασε γενέσθαι. ἀπὸ γὰρ Κων 577 σταντινουπόλεως ἐξελθὼν ὁ βασιλεὺς ἐπὶ Ῥώμην τὴν ὁδοι πορίαν ἐποιεῖτο. ἐν δὲ Θεσσαλονίκῃ γενόμενος κατὰ πάρο δον, καὶ τῶν στρατιωτῶν αὐτοῦ ταραξάντων τὴν πόλιν διὰ μητάτα, ἐστασίασαν οἱ Θεσσαλονικεῖς καὶ τὸν βασιλέα μὲν ὕβρισαν, τινὰς δὲ τῶν ἀρχόντων αὐτοῦ καὶ ἐλιθοβόλησαν. ὁ δὲ ὑπὸ τῶν ἀγγελθέντων ἐξαφθεὶς καὶ μὴ ἐνεγκὼν τοῦ θυμοῦ τὴν ῥύμην τῷ ὑπάρχῳ τῆς πόλεως ἐκείνης τὴν ψῆφον τῆς τιμωρίας ἐξενεγκεῖν ἐπέτρεψεν. ὃς τοιαύτην ἐξουσίαν λαβὼν οἷα δὴ αὐτόνομος καὶ τύραννος ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευ θύνων κατέκτεινε χιλιάδας ζʹ. ταύτην οὖν μαθὼν τὴν συμφορὰν Ἀμβρόσιος ὁ ἐπίσκοπος Μεδιολάνων, πόλις δὲ αὕτη τῆς Ἰταλίας, εἰς ἣν ἀφικομένου τοῦ βασιλέως καὶ συνήθως εἰς τὸν ναὸν βουληθέντος εἰσελθεῖν, ὑπαντήσας ἔξω τῶν προθύρων διεκώλυεν αὐτὸν μετὰ παρρησίας βοῶν· οὐκ οἶδας, ὡς ἔοικεν, ὦ βασιλεῦ, τῆς εἰργασμένης μιαιφο νίας τὸ μέγεθος. οὐδὲ γὰρ ἐᾷ τῆς βασιλείας ἴσως ἡ δυνα στεία τὴν ἁμαρτίαν ἐπιγνῶναι, καὶ ὑπὸ τῆς ἁλουργίδος ἀπατώμενος ἀγνοεῖς τοῦ καλυπτομένου σώματος τὴν ἀσθέ νειαν. ἀλλ' ἴσθι ὡς φθαρτὸς ὢν καὶ ῥευστὸς φθαρτόν σου καὶ ῥευστὸν ὑπάρχει τὸ κράτος καὶ ἡ δυναστεία, περὶ ἧς μικρὸν ὕστερον λόγον ἀποδώσεις τῷ βασιλεῖ τῶν βασιλευ 578 όντων. ποίοις τοίνυν ὀφθαλμοῖς ὄψει τὸν τοῦ κοινοῦ δεσπότου ναόν; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτείνῃς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; πῶς δὲ καὶ τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ δεσπότου τὸ ἄχραντον σῶμα; πῶς δὲ καὶ τῷ στόματι προσοίσεις τὸ τίμιον αἷμα τοσοῦτον διὰ τὸν τοῦ θυμοῦ λόγον ἐκχέαντι παρὰ νόμον αἷμα; λοιπὸν ἄπιθι καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν καὶ δέχου τὸν δεσμόν, ᾧ θεὸς ἄνωθεν γίνεται σύμψηφος. τούτοις οὖν εἴξας ὁ βασιλεὺς τοῖς λόγοις ἐπανῆλθεν εἰς τὰ ἐκεῖσε βασίλεια δακρύων καὶ στένων. διελθόντων δὲ μηνῶν ηʹ, καὶ τοῦ βασιλέως μὴ ἐξελθόντος, ἀλλὰ σφοδρῶς μετανοοῦντος, κατέλαβεν ἡ τοῦ κυρίου γενέθλιος ἑορτή. καὶ θεασάμενος Ῥουφῖνος ὁ μάγιστρος ὅτι οὐδὲ τὴν συνήθη προέλευσιν ποιῆσαι βούλεται ὁ βασιλεὺς λέγει πρὸς αὐτόν· δραμοῦμαι, δέσποτα, καὶ τὸν ἀρχιερέα πείσω λῦσαί σε τοῦ δεσμοῦ, εἰ κελεύοις. ὁ δέ φησιν· οἶδα ἐγὼ τὴν Ἀμβροσίου ἀκρίβειαν ὅτι οὐ πεισθήσεται. ἐπεὶ δὲ πλείοσι λόγοις χρησάμενος ὁ Ῥουφῖνος πείθειν ὑπέσχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ἐκέλευσεν, ὑπὸ δὲ τῆς ἐλπίδος βουκοληθεὶς ἠκολούθησε καὶ αὐτὸς μετ' ὀλίγον. αὐτίκα δὲ τὸν Ῥουφῖνον ἰδὼν Ἀμβρόσιος, 579 τὴν κυνῶν, εἶπεν, ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς τοσαύτης μιαιφονίας γενόμενος μέτοχός τε καὶ σύμβουλος. ἀλλ' ἐγὼ προλέγω ὡς καὶ πάλιν αὐτὸν κωλύσω τῶν ἱερῶν ἐπιβῆναι προθύρων. ταῦτα ἀκούσας ὁ Ῥουφῖνος ἐμήνυσε διὰ ταχυ δρόμου τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς κατὰ μέσην τοῦτο μα θών, ἀπέλθω, φησίν, καὶ τὰς δικαίας αὖθις δέξομαι παρ οινίας. εἶτα παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἐδυσώπει τὸν ἀρχιερέα τοῦ δεσμοῦ λυθῆναι. καὶ ὁ μὲν τυραννικὴν ἀπε κάλει τὴν παρουσίαν ἐκείνην καὶ κατὰ θεοῦ μεμηνέναι, ὁ δὲ μετὰ σκυθρωπότητος καὶ πολλῆς κατανύξεως, οὐ θρα συνόμενος, ἔφη, κατὰ τῶν ἁγίων κανόνων, ἀλλὰ λῦσαί μοι τὸν δεσμὸν ἀξιώσων ἐλήλυθα. καὶ ποίαν, φησίν, μετάνοιαν ἔδειξας μετὰ παρανομίαν τοσαύτην, ἢ ποίοις ἀξίοις φαρ μάκοις ἐθεράπευσας τὰ δυσίατα τραύματα; καὶ ὁ βασιλεὺς εἶπεν· σὸν ἔργον τὸ δεῖξαι μὲν καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι προσφερόμενα. τότε λοιπὸν Ἀμβρόσιος λέγει· ἐπειδὴ τῷ θυμῷ τὸ δικάζειν ἐπιτρέπεις, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα, καὶ ἡμέρας λʹ αἱ φονικαί τε καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐν γράμμασι τὴν τοῦ ὀρθοῦ λογισμοῦ προσδεχόμεναι κρίσιν. ὃν εὐθὺς ὁ βασιλεὺς γραφῆναι κελεύσας καὶ διὰ τῆς οἰκείας χειρὸς βεβαιώσας, διέλυσε τὸν δεσμὸν Ἀμβρόσιος καὶ εἰσελθεῖν αὐτὸν ἐν τῇ ἐκκλησίᾳ ἐπέτρεψεν. ὁ δὲ εἰσελθὼν οὐχ ἑστὼς ἱκέτευε τὸν θεὸν οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπ' ἐδάφους κείμενος ἐβόα μετὰ κραυγῆς· ἐκολλήθη τῷ ἐδάφει 580 ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, κύριε, καὶ ταῖς χερσὶ τίλλων τὰς τρίχας τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ τὸ μέτωπον τύπτων καὶ δάκρυσι τὴν γῆν βρέχων, ὡς τοὺς ὁρῶντας μεγάλως ὠφεληθῆναι καὶ συμπενθεῖν αὐτῷ. καὶ οὐ διέλιπεν οὕτω δυσωπῶν τὸν θεὸν μέχρις ὥρας τῆς κοινωνίας. καὶ τότε δὴ ἀναστὰς καὶ πλησίον τῶν κιγκλίδων ἐλθὼν βου λόμενος εἰσελθεῖν, ἐκώλυσεν αὐτὸν Ἀμβρόσιος δηλώσας αὐτῷ· ἴσθι, βασιλεῦ, ὡς μόνοις τοῖς ἱερεῦσιν ὑπάρχουσι τὰ ἔνδον, τοῖς δ' ἄλλοις ἅπασιν ἄδυτά τε καὶ ἄψαυστα. ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως. ἁλουργὶς γὰρ βασιλέας οὐχ ἱερέας ποιεῖν εἴωθεν. ὁ δὲ καὶ τοῦτο δεξάμενος ἀσμέ νως ἀντεδήλωσεν· οὐκ αὐθαδείᾳ χρώμενος τοῦτο πεποίηκα, ἀλλ' ἐν Κωνσταντινουπόλει τὸ ἔθος εἶναι τοῦτο μεμάθηκα. χάριν δὲ ὀφείλω καὶ τῆσδε τῆς ἰατρείας. τοσαύτῃ γοῦν καὶ τηλικαύτῃ διέλαμπον ἀρετῇ ὅ τε ἀρχιερεὺς καὶ ὁ βασιλεύς. ἐπανελθὼν δὲ ὁ βασιλεὺς ἐν Κωνσταντινουπόλει, καὶ ἑορτῆς γενομένης, καὶ εἰς τὸ θυσιαστήριον μὴ εἰσελθόντος αὐτοῦ, καὶ Νεκταρίου τοῦ πατριάρχου δεδηλωκότος μαθεῖν τὴν αἰτίαν, μόγις, ἔφη, βασιλέως καὶ ἱερέως διαφορὰν ἐδιδάχθην. Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον. Παράνομοι δέ τινες ἄνδρες ἐν Ἀντιοχείᾳ τοὺς βασιλικοὺς ἀνδριάντας καταστρεψάμενοι εἰς μεγάλην ὀργὴν ἐκίνησαν τὸν βασιλέα, καὶ θυμωθεὶς ἀπέστειλεν ἄρχοντας πρὸς τὸ τιμωρή 581 σασθαι τοὺς ἐν τῇ πόλει. ὧν τὴν ἔφοδον οἱ τῆς πόλεως αἰσθόμενοι καὶ φυγῇ χρησάμενοι, κατῆλθον ἐκ τῶν ὀρέων οἱ μοναχοὶ καὶ τὸν θυμὸν εἰς οἶκτον μετέβαλον. περὶ ὧν καὶ ὁ Χρυσόστομος ταῦτα φάσκει· ἐπειδή τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες καθεῖλον τοὺς ἀν δριάντας καὶ περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον, ὅτε καὶ οἱ παρὰ τοῦ βασιλέως ἀποσταλέντες ἐπὶ τὴν τῶν γεγενημένων ἐξέτασιν τὸ φοβερὸν ἐκεῖνο συνεκρότησαν δικα στήριον καὶ πάντας ἐπὶ τὰς εὐθύνας τῶν τετολμημένων ἐκάλουν, καὶ θανάτων διαφόρων προσδοκία πᾶσιν ἦν, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρέων κατοικοῦντες μοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν. τοσούτοις γὰρ ἔτεσιν ἐν ταῖς ἑαυτῶν συγκεκλεισμένοι καλύβαις οὐδενὸς παρακαλέσαντος ἢ συμ βουλεύσαντος, ἐπειδὴ τοσοῦτον νέφος εἶδον τὴν πόλιν περι ϊστάμενον, καταλιπόντες αὐτῶν τὰ σπήλαια καὶ τὰς σκηνὰς πάντοθεν συνέρρευσαν, ὥσπερ ἐξ οὐρανοῦ τινες ἄγγελοι παραγενόμενοι. καὶ ἦν ἰδεῖν τὴν πόλιν ἐοικυῖαν οὐρανῷ τότε πανταχοῦ τῶν ἁγίων ἐκείνων φαινομένων καὶ ἀπὸ τῆς ὄψεως μόνης παρακαλοῦντας τοὺς ὀδυνωμένους καὶ πρὸς πᾶσαν ὑπεροψίαν συμφορᾶς ἄγοντας. τίς γὰρ ἰδὼν ἐκείνους οὐκ ἂν εὐθὺς κατεφρόνησε θανάτου καὶ ζωῆς ὑπερεῖδεν; οἳ καὶ τοῖς ἄρχουσι μετὰ παρρησίας διελέχθησαν ὑπὲρ τῶν ὑπευθύνων καὶ τὸ ἑαυτῶν αἷμα παρεσκεύασαν πάντες ἐκ 582 χέειν, ὥστε τοὺς ἁλόντας ἐξαρπάσαι τῶν προσδοκωμένων δεινῶν. ὅπερ καὶ γέγονεν. ποῦ τοίνυν εἰσὶν οἱ τοὺς τρί βωνας ἀναβεβλημένοι καὶ τὸ βαθὺ γένειον δεικνύντες καὶ ῥόπαλα τῇ δεξιᾷ φέροντες ψευδώνυμοι φιλόσοφοι, τὰ κυνικὰ καθάρματα, οἱ τῶν ἐπιτραπεζίων κυνῶν ἀθλιώτερον διακεί μενοι καὶ γαστρὸς ἕνεκα πάντα ποιοῦντες; οἱ γὰρ τῆς πόλεως ἅπαντες εἰς τὰς ἐρήμους ἀποφυγόντες καὶ κατακρυβέντες, οὗτοι μόνοι διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἐπεδεί ξαντο, καί, πάντων δεδοικότων καὶ κατεπτηχότων, εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυσαν οὐκ ἐν πολλαῖς ἡμέραις, ἀλλ' ἐν μιᾷ καταβάντες καὶ διαλεχθέντες καὶ τὴν συμφορὰν λύσαντες πρὸς τὰ ἴδια πάλιν ἀνέβησαν καταγώγια. τοσοῦτόν ἐστιν ἡ παρὰ τοῦ Χριστοῦ τοῖς ἀνθρώποις εἰσενεχθεῖσα φιλοσοφία. Ἐπὶ Θεοδοσίου ἡ τιμία κεφαλὴ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν Κωνσταντινουπόλει διεκομίσθη, εὑρεθεῖσα μὲν πρότερον παρά τισι μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως, οἵτινες ἐξ Ἱεροσολύμων ἐλθόντες εἰς Κιλικίαν διέτριψαν. Μαρδονίου δὲ τοῦ εὐνούχου τοῦτο μαθόντος καὶ μηνύσαντος Οὐάλεντι, μετεκομίζετο ἐκ προστάξεως αὐτοῦ εἰς Κωνσταντινούπολιν. ὡς δὲ οἱ εἰς τοῦτο σταλέντες ἐπιθέντες ὀχήματι ἦλθον εἰς τὸ πανδοχεῖον, οὐκέτι μετῆλθον τὸν τόπον αἱ τὸ ὄχημα σύρουσαι ἡμίονοι, καίπερ πολλὰ μαστιγούμεναι. τότε μὲν οὖν ἀπετέθη ἡ ἁγία κεφαλὴ ἐν Κοσιλάου κώμῃ, μὴ κρί 583 ναντος τοῦ θεοῦ τοιούτου δώρου ἀξιωθῆναι τὸν Οὐάλεντα, Θεοδόσιον δὲ τῆς εὐσεβείας ὁ θεὸς ἀμειβόμενος μεταγαγεῖν αὐτὴν τῷ βασιλεῖ συνεχώρησεν, ἣν καὶ ἐν τῷ Ἑβδόμῳ ἀπέθετο ναὸν περικαλλῆ καὶ μέγιστον τῷ προδρόμῳ οἰκοδομήσας. Τὸ ἐν Ἀλεξανδρείᾳ ἱερὸν τῶν Ἑλλήνων Θεόφιλος αἰτήσας Θεοδόσιον ἐξεκάθηρε καὶ εἰς ἐκκλησίαν μετεσκεύασεν, τὰ δὲ τῶν Ἑλλήνων ἐδημοσίευσεν ὄργια, φαλλοὺς καὶ εἴ τι τούτων ἀσελγέστερόν τε καὶ βεβηλότερον. ὅπερ καταπλαγὲν τὸ πλῆ θος τῶν Ἑλλήνων μυρίους φόνους εἰργάσατο. τοὺς γενο μένους φόνους μαθὼν Θεοδόσιος τοὺς μὲν ἀναιρεθέντας χρι στιανοὺς ἐμακάρισεν ὡς ὑπὲρ εὐσεβείας ἀναιρεθέντας, τοῖς δὲ Ἕλλησι παραχωρεῖν ἐπηγγείλατο, εἰ πρὸς χριστιανισμὸν μεταβάλοιεν. τὰ μέντοι ἱερὰ τὰ Ἑλληνικὰ καθαιρεθῆναι προσέταξε καὶ τοὺς θεοὺς χωνευθῆναι καὶ εἰς δαπάνην δο θῆναι τοῖς πένησιν. τοῦ ναοῦ τοῦ Σαράπιδος λυομένου ἱερογλυφικὰ γράμματα εὑρέθησαν σταυρῶν ἔχοντα τύπους, ἅπερ θεασάμενοι οἱ ἐξ Ἑλλήνων χριστιανίσαντες ἔφασαν ση μαίνειν τὸν σταυρὸν παρὰ τοῖς ἱερογλυφικὰ γινώσκουσι γράμ ματα ζωὴν ἐπερχομένην. Περὶ τοῦ ναοῦ τοῦ Σαράπιδος, οὗ καθεῖλε Θεόφιλος ὁ ἀρχιεπίσκοπος σὺν τῷ ξοάνῳ αὐτοῦ, τοῦτον οἱ μὲν Δία ἔφασκον εἶναι, οἱ δὲ τὸν Νεῖλον διὰ τὸ τὸν μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ τὸν πῆχυν ἤγουν τὸ τοῦ ὕδατος μέτρον, ἄλλοι δὲ τὸν ἡμέτερον Ἰωσήφ, ἕτεροι δὲ Ἄπιν τινὰ γεγο 584 νέναι ἄνθρωπον εὔπορον εἴτ' οὖν βασιλέα ἐν Μέμφιδι πόλει τῆς Αἰγύπτου, λιμοῦ δὲ γενομένου τοῖς Ἀλεξανδρεῦσι πολί ταις ἐκ τῶν ἰδίων τροφὴν παρέσχεν, τετελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέστησαν, ἐν ᾧ ναῷ βοῦς ἐτρέφετο σύμβολον φέρων τοῦ γεωργοῦ καί τινα ἔχων ἐν τῇ χροιᾷ ἐπίσημα, ὅστις ἐκ τῆς προσηγορίας αὐτοῦ καὶ αὐτὸς Ἄπις ἐκαλεῖτο. τὴν δὲ σορὸν τούτου τοῦ Ἄπιδος, ἐν ᾗ τὸ σῶμα ἔκειτο αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ μετήνεγκαν, καὶ ἀπὸ τῆς σοροῦ καὶ τοῦ Ἄπιδος σύνθετον ὄνομα πεποιηκότες ἐκάλουν αὐτὸν Σόραπιν, οἱ δὲ μετὰ ταῦτα Σέραπιν. τούτου ναὸς ἦν ὑπ' Ἀλεξάνδρου κτι σθεὶς παμμεγέθης καὶ ὑπὸ κιόνων πολυτιμήτων καὶ μαρ μάρων ἔνδοθεν καὶ ἔξωθεν πάνυ λαμπρῶς κεκαλλωπισμένος. ἐν τῷ μέσῳ δὲ τοῦ ναοῦ τὸ ἄγαλμα αὐτοῦ ὑπῆρχε μέγα καὶ φοβερόν, ὥστε τῇ μὲν δεξιᾷ χειρὶ ἕνα τοῖχον, τῇ δὲ ἀριστερᾷ τὸν ἕτερον συνέχειν, ὅπερ τέρας ἀπὸ παντὸς γένους καὶ ὕλης καὶ ξύλου κατεσκεύαστο. οἱ δὲ τοῖχοι τοῦ ἐνδο τάτου ναοῦ ἀπὸ χρυσῶν πετάλων καὶ ἀργυρῶν ἦσαν ἐνδε δυμένοι. ἐν ᾧ πλάνης εἶδος ἕτερον ἐτύγχανε κακουργίας τοιοῦτον. λίθος τίς ἐστι μαγνήτης λεγόμενος, ὃς ἔχει φυ σικὴν ἐνέργειαν ἕλκειν πρὸς ἑαυτὸν τὸν σίδηρον. ξόανον οὖν κατασκευάσαντες ἐκ χαλκοῦ οὐ μέγα καὶ ἐν τῇ κεφαλῇ 585 σίδηρον ἔνδοθεν καθηλώσαντες τὸν λίθον τοῦτον ἐν τοῖς φατνώμασιν ἄνθεν τῆς στέγης ἔπηξαν ἀπὸ διαμέτρου. τὸ δὲ ὑπὸ τῆς φυσικῆς βίας ἀνελκόμενον τοῦ λίθου (μετέωρον γὰρ ἐκρέματο διὰ πολλὴν μηχανὴν καὶ τέχνην) ἐκρατεῖτο μέσον ἐδάφους καὶ ὀρόφου θαυμαζόμενον καὶ μὴ παντελῶς κατασπώμενον. τούτου καταλυθέντος καὶ ἐδαφισθέντος, καὶ τοῦ Νείλου κατὰ τὸ εἰωθὸς μὴ ἀνεληλυθότος, ἔχαιρον Ἕλ ληνες λέγοντες διὰ ταύτην τὴν αἰτίαν μὴ ἀναβαίνειν τὸν ποταμόν. ὅπερ μαθὼν ὁ βασιλεὺς Θεοδόσιος εὐσεβῶς ἀπε κρίνατο· μὴ γένοιτο ποταμὸν ναοῖς δαιμόνων καὶ θυσίαις χαίροντα ἐπὶ τὴν γῆν ποτε ὕδωρ ἀναγαγεῖν. θεὸς δὲ τούτου τὴν πίστιν ἀποδεξάμενος ὑπὲρ τὸ δέον ἐκέλευσε πλημμυρῆ σαι, ὅπερ εἰς φόβον ἤγαγεν οὐ τὸν τυχόντα τὴν Αἴγυπτον, μὴ καὶ τὴν Ἀλεξάνδρειαν αὐτὴν κατακλύσῃ τὸ ὕδωρ. Ὅπερ δὴ καὶ περὶ τῆς Ἀρτέμιδος πρός τινά φησιν ὁ μέγας Ἰσίδωρος· ἐπειδήπερ ἠθέλησας μαθεῖν τό· τίς οὐκ οἶδε τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; ἴσθι ὅτι οὐκ ἔστι τῆς γραφῆς ὁ λόγος, ἀλλὰ τοῦ γραμματέως τῶν Ἐφεσίων. περιττὸν οὖν ἡγοῦμαι λογοποιΐας ἀγυρτικὰς ἑρμηνεύειν, περὶ ὧν οἶμαι καὶ τὸν ἱεροψάλτην εἰρηκέναι· διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύριε. ἐπεὶ οὖν φιλομαθὴς ὢν πολυμαθὴς ἐθέλεις εἶναι, καὶ τοῦτο φράσω. οἱ παρ' Ἕλλησι τὰ ξόανα κατασκευάσαντες καὶ φόβον ἐμποιῆσαι βουλόμενοι τοῖς ὁρῶσιν ἔφασκον ὅτι τὸ ἄγαλμα ἐξ οὐρανοῦ παρὰ τοῦ 586 Διὸς ἐπέμφθη καὶ κατέπτη κρεῖττον ὑπάρχον πάσης ἀνθρω πίνης χειρὸς καὶ ἀνάλωτον, ὅθεν καὶ διοπετὲς αὐτὸ καὶ οὐράνιον βρέτας ἐκάλουν. βρέτας δὲ παρὰ τὸ βροτῷ ἐοικέναι. ὅπερ οὐχ οὕτως ἦν [ἡ περὶ τῶν ἀγαλμάτων ματαία καὶ πεπλανημένη δόξα], ἀλλὰ τοὺς ἀγαλματοποιοὺς ἢ ἀποκτέ νοντες ἢ φυγαδεύοντες, ἵνα μηδεὶς εἰπεῖν ἔχοιεν, ὅτι χειρο ποίητόν ἐστι τὸ ξόανον, ἣν δὴ φήμην πλάσαντες ἐν ταῖς ἀκοαῖς τῶν πεφενακισμένων ἀνθρώπων ἠφίεσαν. ἥτις καὶ τὴν Ἐφεσίων ἐπλάνα πόλιν. ὅτι δὲ ἀληθές ἐστιν, ὅτι ἀπ έκτενον τοὺς ἀγαλματοποιούς, μαρτυρεῖ τὸ χθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον γεγενημένον. Πτολεμαῖος γὰρ συναγαγὼν τεχνίτας, ὥστε τὸν τῆς Ἀρτέμιδος ἀνδριάντα ποιῆσαι, μετὰ τὸ ἔργον βόθρον μέγαν ὀρύξας καὶ τὸν δόλον κρύψας ἐκέλευσε τοὺς τεχνίτας ἐν αὐτῷ δειπνῆσαι, οἵτινες δειπνῶντες ἐκεῖσε κατεχώσθησαν καὶ ἀπέθανον ἄξιον μισθὸν τῆς κακουργίας κομισάμενοι. πλὴν οὖν ἐκεῖνος βουλόμενος ἀφανίσαι τοὺς τεχνίτας, ἵνα δόξῃ ἀχειροποίητος ὁ νομιζό μενος εἶναι θεός, ὃν δὴ καὶ ἀχειροποίητον κέκληκεν, τοῦτο δέδρακεν. ὁ δὲ ἡμέτερος δεσπότης καὶ θεὸς ἐν τάχει ἐφανέ ρωσε τὴν παμβέβηλον αὐτοῦ μιαιφονίαν· σκηπτοῦ γὰρ καὶ σεισμοῦ γεγονότος μεγάλου, καὶ τοῦ ναοῦ καταπεσόντος ἅμα 587 καὶ τοῦ βόθρου ἀναβοθρευθέντος, ἐφωράθησαν τὰ τῆς ἀπά της κατασκευάσματα. Ἐν δὲ τῷ Κανώπῳ μᾶλλον τῆς ὅλης Αἰγύπτου κατει δώλῳ ὄντι φασὶ τέρας τι εἶναι τοιοῦτον. ποτὲ Χαλδαῖοι τὸν ἴδιον θεόν, ὅπερ ἐστὶ τὸ πῦρ, ἀποσεμνύνοντες παντα χοῦ περιέφερον, ὥστε τοῖς θεοῖς πασῶν τῶν ἐπαρχιῶν συμ βεβληκέναι καὶ τὸν νικῶντα ἐκεῖνον παρὰ πάντων νομίζεσθαι θεόν. τῶν μὲν οὖν ἄλλων ἐπαρχιῶν οἱ θεοὶ ἢ ἀπὸ χαλκοῦ ἢ χρυσοῦ ἢ ἀργύρου ἢ ξύλου ἢ λίθου ἢ ἄλλης τοιαύτης ὕλης ἱδρυμένοι ἐτύγχανον, ἡ δὲ τοιαύτη ὕλη ἀναμφιβόλως εὐχερῶς διὰ τοῦ πυρὸς ἐφθείρετο, ὥστε πανταχοῦ τὸ πῦρ ἀναγκαίως νικᾶν. τοῦτο ἀκηκοὼς ὁ τοῦ Κανώπου ἱερεὺς πανοῦργόν τι τοιοῦτον ἐνεθυμήθη. ὑδρίαι ἐν τοῖς μέρεσι τῆς Αἰγύπτου εἰώθασι γίνεσθαι ὀστράκιναι τρήσεις ἔχουσαι λεπτὰς συνεχεῖς, ὥστε διὰ τῶν τρήσεων ἐκείνων τὸ τεθολω μένον ὕδωρ διυλιζόμενον ἀποδίδοσθαι καθαρώτερον. ἐκ τούτων τῶν ὑδριῶν μίαν λαβὼν ὁ ἱερεὺς τοῦ Κανώπου καὶ τὰς τρήσεις ἐκείνας ἀποφράξας κηρῷ καὶ διαφόροις ζωγρα φήσας χρώμασιν, πληρώσας ὕδατος ἔστησεν ὡς θεόν, καὶ ἀποτεμὼν παλαιοῦ ἀγάλματος τὴν κεφαλήν, ὅπερ ἐλέγετο Μενελάου τινὸς κυβερνήτου γεγενῆσθαι, ἐπιμελῶς ἐπιθεὶς ἥρμοσεν αὐτὴν τῷ ἀγάλματι. παρεγένοντο μετὰ ταῦτα οἱ Χαλδαῖοι, ἀνήφθη περὶ τὴν ὑδρίαν τὸ πῦρ, καὶ ὁ κηρός,

Intertext edge

Open linked passage

Note