Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 588 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
588.1.1
δι' οὗ αἱ τρήσεις ἐτύγχανον πεφραγμέναι, διελύετο. τῆς δὲ ὑδρίας ἱδρώσης καὶ τὸ ὕδωρ διὰ τῶν τρήσεων ἐκβαλλούσης, ἐσβέννυτο τὸ πῦρ, οὕτω τε τῇ πανουργίᾳ τοῦ ἱερέως ὁ Κά νωπος τῶν Χαλδαίων νικητὴς ἀνεδείχθη καὶ ἀπὸ τότε λοιπὸν ὡς θεὸς πάντων νικητὴς ὁ Κάνωπος ἐτιμᾶτο. νῦν δὲ παρα γενομένου Θεοφίλου τοῦ ἀρχιερέως τοῦ θεοῦ οὐδὲ εἷς ὠφέ λησεν ἱδρώς, οὐδὲ πανουργία τις ἀπὸ κηροῦ κατασκευασθεῖσα συνεβάλετό τι αὐτοῖς, ἀλλὰ πάντα τὰ αὐτῶν ἐπορθήθη καὶ εἰς ἔδαφος κατηνέχθη. ὅτε δὲ ταῦτα οὕτω γεγενῆσθαι ἀπ ηγγέλθη τῷ εὐσεβεστάτῳ βασιλεῖ, ὅτι τὰ εἴδωλα τῆς Αἰγύπτου καθῃρέθη καὶ ἐκκλησίαι ἀντ' αὐτῶν ᾠκοδομήθησαν, ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν μετὰ μεγάλης χαρᾶς λέ γεται εἰρηκέναι· εὐχαριστῶ σοι, δέσποτα Χριστέ, ὁ θεὸς ἡμῶν, ὅτι χωρὶς ἀπωλείας τῆς πόλεως ἐκείνης τῆς μεγάλης ἡ οὕτω παλαιὰ κατεσβέσθη πλάνη. Ἐν δὲ τῷ μεταξὺ Οὐαλεντινιανὸς ἐν τοῖς τῆς δύσεως μέρεσι τῇ ψυχῇ πρὸς τὴν ἡλικίαν θερμαινομένῃ τὴν πολι τείαν διοικῶν βρόχῳ χρησάμενος τὸ τέλος ἐπλήρωσε τοῦ βίου, δι' ἣν αἰτίαν μέχρι τοῦ παρόντος οὐκ ἴσμεν. τινὲς μὲν γὰρ ἔλεγον ἐπιβουλῇ τοῦ στρατηγοῦ Ἀρβογάστου γεγενῆσθαι τοῦτο, καὶ τοιαύτη παρὰ πᾶσιν ἐκράτει ὑπόληψις, ἄλλοι δὲ ἀθῶον μὲν εἶναι τὸν στρατηγὸν ἀπὸ τούτου τοῦ μύσους ἔλεγον, αἰτίαν δὲ αὐτὸν παρεσχηκέναι τοῦ τὸν νεανίσκον ἀγανακτή σαντα εἰς τοῦτο προαχθῆναι, ἐπείπερ, φασίν, οὐ συνεχωρεῖτο παρ' αὐτοῦ ὡς νεώτερος ἢ μηδέπω βεβηκὼς κατ' ἐξουσίαν

Intertext edge

Open linked passage

Note