Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 589 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
589.1.1
διὰ πάντων τὴν βασιλείαν διοικεῖν. Θεοδόσιος δὲ οὐδὲν ἧττον ἀναφθεὶς ὅπλα κατὰ Εὐγενίου τοῦ εἰς τὸν τόπον αὐτοῦ καταστάντος εἰς ἐκδίκησιν ἥρπασε τὴν τοῦ θεοῦ γνώ μην διὰ Ἰωάννου μοναχοῦ καὶ ἡσυχαστοῦ Αἰγυπτίου μεμα θηκώς. ὁ γάρ τοι θεῖος οὗτος ἀνὴρ ἐνενηκονταέτης πέλων τὴν ἡλικίαν ἐν σπηλαίῳ κατέμενε μόνος μήτε αὐτὸς ἐξερχό μενος τῆς κέλλης μήτε ἄλλον εἰσδεχόμενος ἔνδον. ηὐλόγει γὰρ μόνον διὰ θυρίδος καὶ ἠσπάζετο τοὺς πρὸς αὐτὸν παρα βάλλοντας, καὶ τούτους οὐ διαπαντός, ἀλλὰ δεύτερον τῆς ἑβδομάδος, σαββάτῳ καὶ κυριακῇ· τὰς δὲ λοιπὰς ἡμέρας ἀπρόϊτος ὑπῆρχε παντὶ ἀνθρώπῳ νηστείαις καὶ ἀγρυπνίαις καὶ προσευχαῖς σχολάζων. καὶ ἦν ἰδεῖν τὸν μακάριον ὅλον ἐκτετηγμένον τῷ σώματι δι' ἄκραν σκληραγωγίαν. καὶ γὰρ ἤσθιεν οὐδὲν ἕτερον ἢ λάχανα καὶ ὀλίγας ὀπώρας μετὰ δύσιν ἡλίου· περὶ γὰρ ἄρτου καὶ οἴνου καὶ ἐλαίου καὶ τῶν λοιπῶν ὅσα διὰ πυρὸς ἔχει τὴν χρῆσιν περιττὸν ἦν καὶ λέγειν. τούτοις καὶ τοῖς τοιούτοις θείοις κατορθώμασι δια νυκτερεύων καὶ διημερεύων ὁ ὅσιος ἔκδηλος πᾶσιν ἐγένετο καὶ προφητικῶν χαρισμάτων ἔμπλεως, προσημαίνων ἔσθ' ὅτε τὰ μέλλοντα καὶ τὰ κρυφίως ἑκάστῳ πεπραγμένα καὶ δια νοούμενα. καὶ μέντοι καὶ περὶ τοῦ Νείλου καὶ τῆς εὐφορίας ἢ ἀφορίας τοῦ χρόνου ἢ ἀπειλὴν ἑτέραν αὖ ἐπέρχεσθαι μέλ λουσαν παρὰ θεοῦ προηγόρευε καὶ τοὺς ἁμαρτάνοντας παρ ρησίᾳ διήλεγχεν. καὶ τί δεῖ πολλὰ λέγειν; ἀδυνατεῖ στόμα καὶ νοῦς ἀνθρώπων ἀριθμεῖν τῶν θαυμάτων αὐτοῦ ἢ τῶν 590 ἀρετῶν τὸ πέλαγος. πρὸς τοῦτον οὖν τὸν θεοφόρον ἀπέ στειλεν ὁ βασιλεὺς Θεοδόσιος σκυλῆναι αὐτὸν παρακαλῶν καὶ ἐκδυσωπῶν ἕως αὐτοῦ, ὅπως ταῖς ἐκείνου προσευχαῖς ἐφο διαζόμενος τῆς πρὸς τοὺς ἀντιπάλους κατάρξειε μάχης. ὁ δὲ τὴν μὲν παρουσίαν ὑπ' εὐλαβείας ἀνεβάλετο, εὐχὴν δὲ ἐπὶ τῇ βακτηρίᾳ, ἐφ' ᾗ ἐπεστήρικτο, καὶ τῷ περιβολαίῳ, ὃ δὴ περιαυχένιον ἔφερεν, ποιησάμενος ταῦτα πρὸς αὐτὸν ἐκπέμπει, ἵνα τὸ μὲν περιβόλαιον ἀντὶ κόρυθος ἐπὶ τῆς κεφαλῆς περι βάληται, τῷ δὲ βάκτρῳ ἀντὶ δόρατος τῇ δεξιᾷ χειρὶ χρήσηται καὶ πρῶτος τοῦ στρατιωτικοῦ καταλόγου αὐτοῦ προπορεύ σηται. ὁ δὲ μέγας βασιλεὺς Θεοδόσιος πιστῶς καὶ εὐλαβῶς τὰ παρὰ τοῦ ἁγίου ἀποσταλέντα δεξάμενος εἰς τὸν πόλεμον παρασκευάζεται οὐχ οὕτω τῇ τῶν ὅπλων καὶ τῶν βελῶν καὶ τοῦ λαοῦ αὐτοῦ πληθύϊ, ὅσον τῇ τῶν νηστειῶν καὶ τῇ τῶν εὐχῶν τοῦ ἁγίου βοηθείᾳ πεποιθώς. οὗτος γὰρ καὶ νῦν ἐπηγγείλατο αὐτῷ τὴν νίκην ἀναίμακτον προβήσεσθαι εἰς τὸ κατ' αὐτόν, εἰ καὶ ἀπὸ ἑκατέρου μέρους πλεῖστον ἔμελλεν ἐκχεῖσθαι αἷμα. περιήρχετο δὲ μετὰ ἐπισκόπων καὶ μετὰ πλήθους πάντας τοὺς τῶν εὐχῶν τόπους καὶ ἔρριπτεν ἑαυ τὸν πρὸ τῶν θυρῶν τῶν μαρτύρων καὶ τῶν ἀποστόλων ἐπὶ κιλικίου ἐξαπλῶν ἑαυτόν, καὶ τῇ πρεσβείᾳ τῶν ἁγίων πιστο τάτην αὐτῷ παρὰ θεοῦ βοήθειαν ἐξῄτει. οἱ δὲ Ἕλληνες 591 κατὰ τὴν Ῥώμην θύειν ἤρξαντο καὶ σπλαγχνοσκοπίας ἀπὸ θρεμμάτων ποιεῖσθαι νίκην ἄφροντιν ἀπαγγέλλοντες Εὐ γενίῳ, Φλαβιανοῦ τότε τοῦ ὑπάρχου σπουδαιότερον τῶν ἄλλων ταῦτα πράττοντος, ὃς πάντας ἔπειθεν Εὐγένιον νικητὴν ἀποφανεῖσθαι πολλὴν ἔχων φρονήσεως οἴησιν. ὅτε δὲ Θεοδόσιος ὁ ἀληθῶς τῇ βοηθείᾳ τῆς εὐσεβείας πεποιθὼς τὰ στόμια τῶν Ἄλπεων κατέλαβεν, πρῶτοι ἐκεῖνοι οἱ δαί μονες εἰς φυγὴν ἐτράπησαν ὑπὸ φαύλου συνειδότος πτοη θέντες. στὰς γὰρ ἐφ' ὑψηλῆς πέτρας Θεοδόσιος, ὅθεν καὶ θεωρεῖν καὶ θεωρεῖσθαι παρ' ἑκατέρου στρατοπέδου ἠδύνατο, ἐπὶ τὴν ἐξ ἔθους ἔστρεψεν ἑαυτὸν βοήθειαν καὶ ἁπλώσας ἑαυτὸν ἐνώπιον τοῦ θεοῦ, θεὲ παντοκράτορ, ἔφη, σὺ οἶδας ὅτι ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ τοῦ υἱοῦ σου ἐκδικήσεως ἕνεκα δικαίας τὸν πόλεμον τοῦτον ἀνεδεξάμην. καὶ εἰ μὲν ψεύδομαι, τιμώρησόν με, εἰ δὲ μετὰ δικαίας αἰτίας καὶ σοὶ πεποιθὼς ἦλθον ἐνταῦθα, ἔκτεινον τὴν δεξιάν σου τοῖς σοῖς, μήποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. ἥντινα εὐχὴν τοῦ εὐσεβεστάτου βασιλέως πεισθέντες οἱ στρα τηγοὶ παρὰ τοῦ θεοῦ προσδεδέχθαι εἰς τὸν πόλεμον ἀνεψυ χώθησαν, ἐξαιρέτως δὲ Βακούριος, ἀνὴρ τῇ πίστει καὶ τῇ εὐσεβείᾳ καὶ τῇ ἀρετῇ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔνδοξος, πάντας τοὺς πλησίον τυγχάνοντας τοῦτο μὲν τῷ κοντῷ, τοῦτο δὲ τοῖς βέλεσιν, ἔστι δ' ὅτε καὶ τῷ ξίφει ἐστρώννυεν, καὶ τὰ 592 τάγματα τῶν πολεμίων συνεζευγμένα καὶ συγκεκροτημένα διέρρηξε καὶ διὰ μέσου τοῦ πλήθους τῶν πεπτωκότων τὰς τάξεις διασχίσας καὶ τοὺς σωροὺς τῶν νεκρῶν παριὼν πρὸς αὐτὸν ἐπορεύετο τὸν τύραννον. καὶ τοῦ ἀνέμου σφοδροῦ γενομένου Εὐγένιος πρὸς τοὺς πόδας τοῦ βασιλέως ὀπίσω δεδεμένων αὐτοῦ τῶν χειρῶν ἤχθη, κἀκεῖσε τῆς αὐτοῦ ζωῆς καὶ τοῦ πολέμου τὸ τέλος ἐγένετο. Τότε τοίνυν ὡς τὰ μέλλοντα προειδὼς ὁ βασιλεὺς καὶ φροντίζων ὥστε τὴν πολιτείαν διατυπῶσαι εἰς τὰ τῆς ἑῴας μέρη παραχρῆμα ἀπέστειλεν, ὅπου τὰ ἑαυτοῦ παρέθετο τέκνα φυλακῇ ἀσφαλεστάτῃ μέλλων ἐπὶ τὸν πόλεμον ἐξιέναι. καὶ ἐν μὲν τῇ ἀνατολῇ τὸν βασιλέα Ἀρκάδιον προσέταξε τὴν πάλαι παραδοθεῖσαν αὐτῷ βασιλείαν φυλάττειν, Ὀνώριον δὲ τῇ αὐτῇ τιμήσας ἀξίᾳ ἐπὶ τὴν τῆς δύσεως βασιλείαν ἐλθεῖν ταχέως προσέταξεν. ἐλθόντα δὲ αὐτὸν περιπτυξάμενος καὶ φιλήσας παραδεδωκὼς αὐτῷ τὰ σκῆπτρα τῆς βασιλείας τῆς δύσεως αὐτὸς ἐπὶ δεκαεπτὰ ἐνιαυτοὺς διοικήσας τὴν βασι λείαν εὐτυχῶς εἰς τὸν βελτίονα μετῆλθε βίον μετὰ τῶν εὐσε βεστάτων βασιλέων ἀποληψόμενος τὰ γέρα τῶν ἄθλων. [θʹ. Περὶ Ἀρκαδίου.] Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσεν Ἀρκάδιος υἱὸς αὐτοῦ ἔτη ιγʹ. ὃς τὸν κίονα τοῦ Ξηρολόφου στήσας ἐν αὐτῷ τὸν ἑαυτοῦ καθίδρυσεν ἀνδριάντα. καὶ πόλιν ἐν τῇ Θρᾴκῃ κτίσας ἐκάλεσεν 593 αὐτὴν Ἀρκαδιούπολιν. ἐφ' οὗ καὶ ἡ γῆ ἐμυκήσατο σφόδρα ἐπὶ ἡμέρας ζʹ. καὶ σεισμὸς γέγονε μέγας τε καὶ παγκόσμιος. Νεκταρίου δὲ τοῦ ἀρχιεπισκόπου τελευτήσαντος, κοινῇ ψήφῳ Ἀρκάδιος ἐκ τῆς Ἀντιοχέων πόλεως Ἰωάννην τὸν Χρυσόστομον μεταστειλάμενος χειροτονηθῆναι παρεσκεύασεν ἐπίσκοπον Κωνσταντινουπόλεως. συνέβη δὲ καὶ Θεόφιλον Ἀλεξανδρείας ἐνδημεῖν, ὃς ἦν βαθυνοήμων καὶ δεινὸς ἀνὴρ πάνυ καὶ δυνάμενος ἐκ τῆς φανερᾶς ὄψεως τὸ ἀφανὲς ἀν θρώπου βούλημά τε καὶ ἰδίωμα συνιδεῖν ὅτι μάλιστα. καὶ τὴν μὲν Ἰωάννου χειροτονίαν κωλῦσαι ἐσπούδασεν, Ἰσίδωρόν τινα πρεσβύτερον ἑαυτοῦ καὶ ξενοδόχον Ἀλεξανδρείας θέλων προβληθῆναι, Ἰσίδωρον δὲ οὐ τὸν ἀσκητὴν καὶ Πηλουσιώτην καὶ μαθητήν ποτε τοῦ Χρυσοστόμου, καθὼς οἴονταί τινες, ἀλλὰ τὸν προειρημένον ξενοδόχον. Ὁ οὖν Ἰωάννης τῶν εὐγενῶν Ἀντιοχείας ὑπῆρχεν, υἱὸς Σεκούνδου στρατηλάτου καὶ μητρὸς Ἀνθούσης, ἐλλόγιμος δὲ ἦν ἄγαν καὶ πολὺς περὶ τὸ λέγειν. ᾧ καὶ Λιβάνιος ὁ σοφι στὴς καὶ διδάσκαλος αὐτοῦ προσεμαρτύρησεν. ἐρωτηθεὶς γὰρ παρὰ τῶν προσηκόντων τίνα ἀνθ' ἑαυτοῦ προβάλλεται διδά σκαλον, Ἰωάννην, φησίν, ἔλεγον, εἰ μὴ τοῦτον οἱ χριστιανοὶ ἡμῶν ἀπεσύλησαν. ὀκτωκαιδέκατον γὰρ ἔτος ἄγων τὴν ἡλι 594 κίαν ἀφηνίασεν ἀπ' αὐτοῦ καὶ ὑπὸ Μελετίου Ἀντιοχείας βαπτισθεὶς καὶ χειροτονηθεὶς ἀναγνώστης καὶ παραμείνας τῇ ἐκκλησίᾳ ἔτη γʹ καὶ ἀναχωρήσας ἀπῆλθε πρός τινα μοναχὸν καὶ ἡγούμενον τοὔνομα Καρτέριον, καὶ προσμείνας αὐτῷ ἔτη δʹ γίνεται ὑπ' αὐτοῦ μοναχός, καὶ τὰς θείας γραφὰς ὑπ' αὐτοῦ παιδευθεὶς καὶ τῆς μοναχικῆς πολιτείας τὴν ἀκρίβειαν χρόνον τινὰ ἀνεχώρησεν ἐν σπηλαίῳ μόνος ἔτη βʹ ποθῶν τὴν ἡσυχίαν. μὴ ἀναπεσὼν δὲ τὸν τῆς διετίας χρόνον μὴ νύκτωρ μὴ μεθ' ἡμέραν νεκροῦται τὰ ὑπὸ γαστέρα πληγεὶς ἀπὸ κρύους τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. οὐκ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν πάλιν κατα λαμβάνει τὴν ἐκκλησίαν ἐκ θείας προμηθείας εἰς πολλῶν σωτηρίαν. ἐντεῦθεν χειροτονεῖται διάκονος διὰ τοῦ Μελετίου ὑπηρετήσας τῷ θυσιαστηρίῳ τρία καὶ δύο ἔτη. ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης πρεσβύτερος χειρο τονεῖται διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου καὶ διαπρέψας τρὶς τέσσαρα ἔτη ἐν τῇ τῶν Ἀντιοχέων ἐκκλησίᾳ ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον τῷ βίῳ τῆς ἀκριβείας. ἦν δὲ ἀσκητὴς ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης ἀπαρρησίαστος καὶ ἀκρόχολος καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχά νοντας ἀμέτρως ἐκέχρητο, καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις 595 καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσιν. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν εἰ μή τις εἴη κόλαξ τοῦτον ἀλαζόνα εἶναι νομιστέον, οὐδ' αὖ πάλιν εἰ κόλαξ εἴη καὶ ἀγεννὴς τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν τῇ προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα. μεγαλόψυχον μὲν γὰρ εἶναι προσήκει, οὐχ ὑπερ ήφανον, ἀνδρεῖον, οὐ θρασύν, ἐπιεικῆ, οὐ δουλοπρεπῆ, με τριόφρονα, οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλευθέριον, οὐκ ἀνδραποδώδη. Ὥσπερ δὴ καὶ αὐτὸς οὗτος ὁ Χρυσόστομος λέγει· διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποι κίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις ἀπαιτῇ τοῦτο, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρήσασθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶ ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι 596 χρὴ τὸν μέλλοντα χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα πρὸς τὸ γενέσθαι τοῖς πᾶσι τὰ πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχον τικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα ταῦτα εὐκόλως μάχεσθαι δύναται. οὐκοῦν δεῖ τὸν ἐνάρετον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, καὶ μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ' ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν, καὶ ἐλεύθερον εἶναι μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν χρή, πρὸς δὲ θρα σεῖς ὑψηλόν. ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην δέον προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν, ἵνα τοὺς μὲν ὠφελήσῃ, τῶν δὲ ταπεινώσῃ τὸ φρόνημα. Ὅπερ οὖν καὶ ὁ μέγας Βασίλειος δηλῶν ἔφη· τοῦ σοφω τάτου Σολομῶντος φήσαντος· καιρὸς τῷ παντὶ πράγματι, εἰδέναι χρὴ ὅτι καὶ ταπεινότητος καὶ ἐξουσίας καὶ ἐλέγχου καὶ παρακλήσεως καὶ φειδοῦς καὶ παρρησίας καὶ χρηστό τητος καὶ ἀποτομίας καὶ ἁπαξαπλῶς παντὸς πράγματος καιρός ἐστιν ἴδιος, ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν κυριακὴν 597 φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν, καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφ' ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι. λογισμοὶ γὰρ δικαίων κρίματα. Καὶ δὴ καὶ ὁ θεοφόρος Ἰσίδωρος καὶ τοῦ μακαρίου φοι τητής ποτε λέγει· τὸν ἄρχοντα δεῖ καὶ ἀγαθὸν εἶναι καὶ φοβερόν, ἵν' οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δ' ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης, εἰ δὲ φιλαμαρτήμονες, φόβου. ἐπειδὴ δὲ καὶ ἀγαθοὺς καὶ πονηροὺς ἀνάγκη ἐν τοῖς ἀρχομένοις εἶναι, ἀμφότερα μεταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ, ἵνα ἡ μὲν ἀγαθότης στηρίζῃ τοὺς ἀγαθοὺς καὶ σώφρονας, ὁ δὲ φόβος προαναστέλλῃ τῶν κακίστων τὰ πταίσματα. Ταῦτα τοίνυν, ὡς ἔοικεν, ἀγνοοῦντες καὶ τὰ τούτων ὅμοια μὴ καλῶς ἐπιστάμενοι διακρῖναι καὶ συγκρῖναι οἱ ἐχ θροὶ τοῦ θεσπεσίου Ἰωάννου ἀλόγως καὶ ἀνοήτως ἐμίσουν αὐτὸν καὶ διέβαλλον ὡς τραχύν τινα καὶ ὀργίλον. διὸ δὴ καὶ κατὰ γυναικῶν ὁ Ἰωάννης λόγον ἐπ' ἐκκλησίας ἐπεδείξατο, 598 ὃν οἱ δυσμενεῖς κατὰ Εὐδοξίας εἰρῆσθαι θρυλλήσαντες ταύτῃ τὸν λόγον εἰσήγαγον. ἡ δὲ πρὸς Ἀρκάδιον δεινῶς πεπον θέναι λέγουσα κατὰ Ἰωάννου τοῦτον παρώτρυνεν, παρα σκευάζει δὲ μετασταλῆναι Θεόφιλον ὡς πρόδηλον ἐχθρὸν τοῦ Ἰωάννου ὑπάρχοντα. ὃς παραγενόμενος ἐν τῇ Δρυΐ, τῇ νῦν Ῥουφινιαναῖς, τὴν κατὰ Ἰωάννου ἐπιβουλὴν κατειργάσατο. ὅπερ γνοὺς ὁ λαὸς στάσιν μεγάλην ἐποίησε μὴ συγχωρῶν αὐτὸν ἐκβληθῆναι τῆς πόλεως. ἐπικαμφθεῖσα δὲ Εὐδοξία τοῖς ὀδυρμοῖς τοῦ λαοῦ παρεκάλεσεν ὑπὲρ Ἰωάννου τὸν Ἀρκάδιον καὶ πέμψασα Βρίσσωνα τὸν εὐνοῦχον ἀπὸ Πραι νέτου τὸν Ἰωάννην εἰσήγαγεν, ὡς Θεόφιλον καὶ τοὺς σὺν αὐτῷ φοβηθέντας φυγῇ τὴν σωτηρίαν πορίσασθαι. ἑξήκοντα δὲ ἐπίσκοποι εὑρεθέντες συνῆλθον καὶ ἄκυρα τὰ ἐν τῇ Δρυῒ πραχθέντα ἅπαντα ψηφισάμενοι Ἰωάννῃ τὴν ἐπισκοπὴν δικαίως ἐκύρωσαν. ἐπισυνέβη δὲ αὖθις τὰ κατὰ τὴν ἀργυρᾶν στήλην τῆς Εὐδοξίας τόν τε ἀμπελῶνα τῆς χήρας, καὶ πάλιν μῖσος καὶ πάλιν ὀργὴ καὶ πάλιν ἔχθρα καὶ λόγου ἐπίδειξις, οὗ ἡ ἀρχή· πάλιν Ἡρωδιὰς μαίνεται. κἀντεῦθεν οἱ τοῦ μέρους αὐτοῦ ἐπίσκοποι τὴν ἐξορίαν αὐτοῦ μέλλειν ἔσεσθαι βλέποντες συναθροισθέντες πρὸς αὐτὸν μετὰ πολλῶν δακρύων ἔλεγον· ἐπάναγκες ἡμῖν ἐστιν, ὦ δέσποτα, τὰς ἐκ κλησίας κατέχοντας ἀναγκασθῆναι καὶ κοινωνῆσαι καὶ ὑπο 599 γράψαι. ὁ δὲ μακάριος πρὸς αὐτούς· κοινωνήσατε μέν, ἵνα μὴ σχίσητε τὴν ἐκκλησίαν, μὴ ὑπογράψητε δέ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἄξιον καθαιρέσεως. εἶχε δὲ μαθητὰς ἐπι σκόπους μὲν Πρόκλον καὶ Παλλάδιον καὶ Βρίσσωνα καὶ Θεοδώρητον, ἀσκητὰς δὲ Μάρκον καὶ Νεῖλον καὶ Ἰσίδωρον τὸν Πηλουσιώτην. Ὁ δὲ μέγας Ἐπιφάνιος Κύπρου ἐν τῷ Ἑβδόμῳ ἐλθὼν χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου γνώμην ἐποί ησεν. καὶ τοῦ Ἰωάννου τοῦτο συγχωρῆσαι θελήσαντος καὶ προτρεψαμένου αὐτὸν συμμεῖναι αὐτῷ εἰς τὸ ἐπισκοπικὸν καταγώγιον, οὐχ εἵλατο τοῦτο ποιῆσαι Ἐπιφάνιος· ταῖς γὰρ ὑπὸ Θεοφίλου διαβολαῖς προκατείληπτο. Ἰωάννου τοῦ Χρυσοστόμου ἐπισκοποῦντος ἀνήρ τις Μα κεδονιανὸς γυναῖκα εἶχεν ὁμόφρονα. καὶ ὁ μὲν ἀνὴρ πει σθεὶς τῇ διδασκαλίᾳ Ἰωάννου τῇ καθολικῇ ἐκκλησίᾳ προσ ελθὼν ἐκοινώνησεν, ὁμοίως δὲ καὶ τῇ γυναικὶ κοινωνῆσαι παρῄνει. ἡ δὲ ὑποκριθεῖσα πείθεσθαι τῷ ἀνδρὶ ἦλθεν ἐν τῇ ἐκκλησίᾳ, παιδίσκῃ δὲ αὐτῆς γνησίᾳ κοινωνίαν ἐκ τῆς 600 Μακεδονίου φέρειν αἱρέσεως δέδωκεν. δεξαμένη δὲ ὑπὸ Ἰωάννου τὴν κοινωνίαν καὶ ὑποκριθεῖσα συγκύπτειν καὶ ταύτην μεταλαμβάνειν, ἣν μὲν εἶχεν ἡ παιδίσκη ἔλαβεν ἐξ αὐτῆς, ἣν δὲ δέδωκεν Ἰωάννης ἐπιδέδωκε τῇ παιδίσκῃ. προσαγαγοῦσα δὲ τῷ στόματι τὴν ἐκ τῆς Μακεδονίου κοι νωνίαν εὗρεν αὐτὴν ἐν τῷ στόματι λίθον γεγενημένην. καὶ τούτου φανερωθέντος, ὑπότρομος προσελθοῦσα τοῖς Ἰωάννου ποσὶ τὸ τολμηθὲν ἐξήγγειλε καὶ τῇ ἐκκλησίᾳ προσῆλθε κατὰ ἀλήθειαν. ὁ δὲ λίθος ἐν τῷ σκευοφυλακίῳ ἐδόθη φυλάτ τεσθαι. Ὁ οὖν ἀοίδιμος Ἰωάννης ἐπισκοπεύσας ἔτη εʹ ἥμισυ ἐξωρίσθη εἰς Κουκουσὸν κἀκεῖθεν μετὰ ἔτη γʹ καὶ μῆνας βʹ μετενεχθεὶς εἰς Πιτυοῦντα καὶ γενόμενος κατὰ πάροδον ἐν Κομάνοις ἐτελεύτησεν ἐν πολλῇ θλίψει τε καὶ κακώσει ὑπ άρχων ἐτῶν νβʹ. ὁ δέ γε πάπας Ῥώμης Ἰνοκέντιος ἀκούσας τὴν ἐν ἐξορίᾳ τελευτὴν αὐτοῦ γράφει πρὸς Ἀρκάδιον τοιάδε· φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάννου βοᾷ πρὸς τὸν θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Κάϊν, καὶ πάντως ἐκδικηθήσεται παντοίῳ τρόπῳ, ὅτι διωγμὸν ἄδικον κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω ἐξεώσας τὸν μέγαν τῆς 601 οἰκουμένης φωστῆρά τε καὶ διδάσκαλον ἐκ τοῦ θρόνου τῆς ἐπισκοπῆς αὐτοῦ παρανόμως τε καὶ ἀκρίτως, συνεκδιώξας αὐτῷ καὶ τὸν Χριστόν. ἡ δὲ νέα Δαλιδὰς Εὐδοξία κατὰ μικρὸν τῷ ξυρῷ τῆς ἀπάτης ξυρήσασά σε κατάραν ἐπήγαγεν ἑαυτῇ καὶ μῖσος ἔνδικόν τε καὶ ἀνεξάλειπτον δεσμεύσασα φορτίον ἁμαρτημάτων δυσβάστακτον καὶ προσθεῖσα τοῖς πρώην αὐτῆς δεινοῖς καὶ πολλοῖς ἁμαρτήμασιν. Ὁ δὲ μέγας Ἰσίδωρος πρός τινα γράφων οὕτω φησίν· ἐρωτᾷς τὴν περὶ τὸν θεσπέσιον Ἰωάννην τραγῳδίαν, ἀλλὰ φράσαι ταύτην ἀπορῶ· νικᾷ γὰρ τὸν νοῦν ἡ μέθη τοῦ πράγματος. μικρὰ δὲ μάνθανε, ἅπερ ἡ Αἴγυπτος συνήθως ἠγνόησεν, Μωσέα μὲν παραιτουμένη, τὸν δὲ Φαραὼ οἰκειου μένη, τοὺς ταπεινοὺς μαστίζουσα καὶ τοὺς κοπουμένους θλί βουσα, πόλεις οἰκοδομοῦσα καὶ τοὺς μισθοὺς ἀποστεροῦσα, καὶ μέχρι νῦν τούτοις ἐμμελετῶσα. τὸν λιθομανῆ καὶ χρυσο λάτρην προβαλλομένη Θεόφιλον τέσσαρσι συνεργοῖς καὶ συν αποστάταις ὀχυρωθέντα τὸν ὄντως θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρωπον, τὴν περὶ τὸν ἐμὸν ὁμώνυμον ἀπέχθειαν καὶ δυσμένειαν ὁρμητήριον τῆς οἰκείας εὑρηκότα σκληρότητος. ἀλλ' ὁ μὲν οἶκος Δαυὶδ κραταιοῦται καὶ πορεύεται, ὁ δὲ οἶκος Σαοὺλ ἀσθενεῖ καὶ καταισχύνεται καὶ συμποδίζεται, καθὼς ὁρᾷς, εἰ καὶ τῆς ζάλης ὑπεξῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ στεφανίτης καὶ νικηφόρος καὶ πρὸς τὴν ἄνω γαλήνην μετεχώρησεν. 602 Ὑποστρέφοντι δὲ Ἐπιφανίῳ ἐν Κύπρῳ τὴν ἑαυτοῦ παρὰ θεοῦ τελευτὴν μεμαθηκὼς πλησιάζουσαν λέγεται εἰρηκέναι τοῖς αὐτὸν παραπέμπουσιν· σπεύδω ἐγώ, σπεύδω, ἀφίημι δὲ ὑμῖν τὰ βασίλεια καὶ τὴν πόλιν καὶ τὴν ὑπόκρισιν. ὅς γε καὶ Ἰωάννῃ τὴν ἐν ἐξορίᾳ τελευτὴν καὶ νίκην ἐδήλωσεν, καὶ Ἰωάννης ὁμοίως Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ κοίμησιν, ἐκ θείας ἐπιπνοίας ταῦτα προμυηθέντες οἱ μακάριοι, ἵνα μή τις ἔχθραν ἔχειν αὐτοὺς κατ' ἀλλήλων ὑποτοπάσειεν. οὐ γὰρ ἂν οἱ τοιοῦτοι θεηγόροι καὶ θεοφιλεῖς διδάσκαλοι καὶ τοῦ εἰρηνοποιοῦ Χριστοῦ μαθηταὶ γνήσιοι τοῦ φάσκοντος· ἐν τούτῳ γνώσονται πάντες ὅτι μαθηταί μοῦ ἐστε, ἐὰν ἀγάπην ἔχετε μετ' ἀλλήλων, ἔχθραν καὶ κακίαν ἔχοντες ἐτε λεύτησαν· ἄπαγε. εἰ γὰρ καὶ μικρὸν σκάνδαλον τὸ προρ ρηθὲν γέγονε μεταξὺ τὴν ἀνθρωπίνην ἀσθένειαν ἐλέγχον πρὸς ὀλίγον, ἀλλ' οὖν γε θᾶττον εἰς τὴν κορυφὴν τῶν ἀρετῶν αὖθις ἀνήχθησαν ἀγάπην, περὶ ἧς λέγει Παῦλος ὁ ἀπόστολος· ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ παροξύ νεται, οὐ λογίζεται τὸ κακόν, καὶ ὅτι· ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει. 603 Μετὰ δέ γε τὴν Ἰωάννου τελευτὴν ἐπίσκοπός τις ἅγιος, Ἀδελφιὸς ὄνομα αὐτῷ, ἔλεγεν ὅτι· λύπην εἶχον ἀφόρητον, διότι ὁ τοιοῦτος ἀνήρ, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ τοῖς λόγοις εὐφράνας τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἔξω τοῦ θρόνου ἐκοιμήθη. ἐδεόμην οὖν τοῦ θεοῦ μετὰ πολλῶν δακρύων, ἵνα δείξῃ μοι αὐτὸν ἐν ποίᾳ καταστάσει ἐστίν, καὶ εἰ μετὰ τῶν πατριαρχῶν ἐτάγη. ἐπὶ πολὺν οὖν χρόνον τοῦτο εὐχό μενος ἐν μιᾷ γίνομαι ἐν ἐκστάσει καὶ θεωρῶ ἄνδρα πάνυ εὐειδῆ κρατήσαντά με τῆς δεξιᾶς χειρός, ὃς ἀπαγαγών με εἰς τόπον λαμπρὸν καὶ ὑπερένδοξον ἐδείκνυέ μοι τοὺς τῆς ἐκκλησίας διδασκάλους. ἐγὼ δέ, φησίν, περιεσκόπουν ἰδεῖν ὃν καταθυμίως εἶχον, τὸν μέγαν Ἰωάννην, τὸν ἐμὸν ἀγα πητόν. ὡς οὖν ἔδειξέ μοι πάντας καὶ ἑκάστου τὸ ἴδιον ὄνομα εἶπεν, κρατήσας με πάλιν τῆς χειρός μου ἐξήγαγέ με ἔξω. ἐγὼ δὲ λελυπημένος ἠκολούθουν αὐτῷ μὴ ἑωρακὼς μετὰ τῶν πατέρων τὸν ἐν ἁγίοις Ἰωάννην. ὡς οὖν ἐξηρχό μην, ὁ ἐφεστὼς τῇ θύρᾳ κατασχών με λέγει μοι· τί ἔχεις; τί λυπεῖ σε; ἐμοῦ δὲ μὴ ἀποκριθέντος αὐτῷ, πάλιν λέγει μοι· οὐδεὶς εἰσερχόμενος ὧδε λυπούμενος ἔνθεν ἐξέρχεται. τότε λέγω αὐτῷ· ταύτῃ μοί ἐστι λύπη, ὅτι τὸν ἐμὸν προσ 604 φιλέστατον Ἰωάννην, τὸν ἐπίσκοπον Κωνσταντινουπόλεως, οὐχ ἑώρακα μετὰ τῶν ἄλλων τῆς ἐκκλησίας διδασκάλων. ὁ δὲ πάλιν λέγει μοι· Ἰωάννην τὸν τῆς μετανοίας λέγεις; λέγω αὐτῷ· ναί. ὁ δὲ ἀποκριθεὶς λέγει μοι· ἄνθρωπος ἐκεῖνον ἐν σαρκὶ ὢν ἰδεῖν οὐ δύναται. ἐκεῖ γὰρ παρίσταται, ὅπου ὁ θρόνος ὁ δεσποτικός. [ιʹ. Περὶ Θεοδοσίου τοῦ μικροῦ.] Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος υἱὸς αὐτοῦ ὁ καὶ καλλιγράφος ἔτη λγʹ. καὶ ἐξελθὼν ἱππασθῆναι ἐν τῷ Κάμπῳ καὶ συμπεσὼν τῷ ἵππῳ ἐτελεύτησεν. ὃς τὸν ἐν Χαλκοπρα τείοις ναὸν ἔκτισε τῆς θεοτόκου πρότερον ὄντα συναγωγὴν Ἰουδαίων, καὶ τὸ χερσαῖον τεῖχος τῆς πόλεως καταλύσας καὶ προσθεὶς ἄλλα διαστήματα δύο ᾠκοδόμησεν ἕτερον τεῖχος δι' ἡμερῶν ξʹ. ἐφ' οὗ καὶ οἱ ἐν Ἐφέσῳ μαρτυρήσαντες παῖδες ζʹ ἐπὶ Δεκίου βασιλέως ἀνέστησαν μετὰ ἔτη τοβʹ. καὶ σεισμὸς ἐγένετο μέγας ἐν Κωνσταντινουπόλει καὶ φοβερώ τατος, ὥστε πεσεῖν τὰ τείχη τῆς πόλεως καὶ τὸ πολὺ μέρος αὐτῆς ἐν διαφόροις τόποις, καὶ μέντοι καὶ χώρας ἄλλας καὶ κώμας τῆς τε Θρᾴκης καὶ Πόντου καὶ Βιθυνίας καὶ Φρυγίας καὶ Γαλατίας, καὶ ἐπεκράτησεν ὁ σεισμὸς ἐπὶ μῆνας γʹ. διὸ καὶ ὁ βασιλεὺς σὺν τῷ πατριάρχῃ Πρόκλῳ καὶ παντὶ τῷ 605 πλήθει τῆς πόλεως ἀνυπόδετος ἐλιτάνευεν ἐπὶ πολλὰς ἡμέρας, ἐν αἷς λιτανευόντων αὐτῶν συνέβη παιδίον ἁρπαγῆναι ἐκ τοῦ λαοῦ καὶ μυηθῆναι ὑπ' ἀγγελικῆς τινος διδασκαλίας τὸν τρισάγιον ὕμνον. τοῦ δὲ παιδίου ἀπολυθέντος καὶ τὸ μυηθὲν ἀπαγγείλαντος, καὶ τοῦτο μετ' αὐτοῦ μελῳδησάντων τῶν ὄχλων, παραυτίκα ἐκόπασεν ἡ ἀπειλὴ τοῦ θεοῦ. καὶ Ἀττικὸς ἐπίσκοπος Κωνσταντινουπόλεως Ἰουδαῖόν τινα παράλυτον νουθετήσας εἶτα βαπτίσας ὑγιῆ παραδόξως ἐκ τῆς κολυμβήθρας ἀνήγαγεν. καὶ ἡ τρίτη γέγονε σύνοδος τῶν ςʹ πατέρων ἐν Ἐφέσῳ κατὰ Νεστορίου. Τρίτη σύνοδος γέγονεν ἐν Ἐφέσῳ συνελθοῦσα τὸ πρό τερον ςʹ πατέρων ἔτει τῆς Θεοδοσίου τοῦ μικροῦ βασιλείας υἱοῦ Ἀρκαδίου ιγʹ, ἧς ἡγοῦντο Κύριλλος Ἀλεξανδρείας διέπων καὶ τὸν τόπον Κελεστίνου τοῦ Ῥώμης, Ἰουβενάλιος Ἱεροσολύμων, κατὰ Νεστορίου ἐπισκόπου Κωνσταντινουπόλεως παρόντος καὶ αὐτοῦ ἐν Ἐφέσῳ, λέγοντος μὴ εἶναι θεοτόκον τὴν ἁγίαν Μαρίαν, ἀλλὰ χριστοτόκον, καὶ δύο υἱοὺς ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τοῦ θεοῦ μυθολογοῦντος καὶ δύο ὑπο στάσεις, καὶ ἄλλον μὲν εἶναι τὸν λόγον τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα, ἕτερον δὲ τὸν ἐκ Μαρίας τεχθέντα ἄνθρωπον, 606 κατὰ σχέσιν δὲ ἑνωθέντα τῷ θεῷ λόγῳ, καὶ ὁμωνύμως καὶ αὐτὸν υἱὸν λεγόμενον. τοῦτον προσκληθέντα παρὰ τῆς συν όδου καὶ μὴ ἀπαντήσαντα ἐκκλησιαστικῶς καθελοῦσα ὡς μὴ θελήσαντα τοῖς ὀρθοῖς δόγμασι συνθέσθαι ἀνεθεμάτισεν, μίαν δὲ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν καθ' ἕνωσιν ὑπόστασιν καὶ δύο φύσεις σαφῶς ἐδογμάτισεν, τὸν αὐτὸν εἶναι θεὸν καὶ ἄνθρωπον, καὶ τὴν ἁγίαν Μαρίαν κυρίως καὶ ἀληθῶς θεοτόκον. Ἰωάννης δὲ ὁ Ἀντιοχείας ἐπίσκοπος μετὰ τὴν Νεστορίου καθαίρεσιν καταλαμβάνει, καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νεστόριος παραλαβὼν τοὺς συνελθόντας αὐτῷ ἐπισκόπους, ἐν οἷς ἦν καὶ Θεοδώρητος Κύρου καὶ Ἴβας Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφεσίων ἐπισκόπου ὡς παρὰ τὸν κανόνα τῆς ἐκκλησίας ποιησάντων τὴν σύνοδον. οἱ δὲ περὶ Κύριλλον μέμφονται ὡς ἄθεσμα καὶ ἄτοπα τὰ παρ' αὐτῶν γενόμενα, καὶ οὕτως ἀπὸ τῆς Ἐφεσίων διαφερόμενοι ἀλλή λοις διέστησαν οἵ τε ἀνατολικοὶ καὶ οἱ Αἰγύπτιοι. μετὰ δὲ ταῦτα σπουδῇ τοῦ βασιλέως ἡνώθησαν συμφρονήσαντες καὶ οἱ ἀνατολικοὶ τῇ ἐκτεθείσῃ ἐν Ἐφέσῳ ὀρθοδόξῳ πίστει καὶ τῇ κατὰ Νεστορίου καθαιρέσει ἔγγραφον ἐπιστολὴν τοῖς Ἀλεξανδρεῦσι διὰ Παύλου τοῦ ἐπισκόπου Ἐμέσης ἀποστείλαντες. Νεστόριος δὲ ἐξωρίσθη εἰς Ὤασιν. Βλάσις ὁ τῶν Περσῶν φύλαρχος ἦλθε πολεμῆσαι Θεο δόσιον, ὁ δὲ βασιλεὺς ἀπέστειλε κατ' αὐτοῦ πατρίκιον καὶ 607 στρατὸν ἔνοπλον. τοῦ δὲ παραταξαμένου εἰς πόλεμον, δηλοῖ αὐτῷ ὁ φύλαρχος λέγων· εἰ ἔχεις ἕνα δυνατὸν ἐκ τοῦ λαοῦ σου δυνάμενον μονομαχῆσαι καὶ νικῆσαι Πέρσην ἕνα μονο μάχον εὐθέως ποιῶ τὰ πάκτα τῆς εἰρήνης ἐπὶ χρόνους νʹ, εἰ δὲ ἡττηθείη λαμβάνειν με κεντηνάρια νʹ. καὶ οὕτως ὁ μὲν Πέρσην κατάφρακτον, ὁ δὲ Γότθον κόμητα ἐνόπλους μεταξὺ τοῦ πλήθους παραστήσαντες εἰς μονομαχίαν, πρῶτος ὁ Πέρσης ὥρμησε δορυφόρος. ὁ δὲ Γότθος δεξιὸν πλα γιάσας ἐσόκευσεν αὐτὸν κατὰ τὸ Γοτθικὸν ἔθος καὶ τοῦτον ἐκ τοῦ ἵππου καταγαγὼν αὐτίκα ἔσφαξεν. καὶ τούτου γεγο νότος ἐποίησεν ὁ Περσῶν φύλαρχος εἰρήνης πάκτα κατὰ τὴν ὑπόσχεσιν αὐτοῦ. Τοῦ βασιλέως κυνηγῆσαι ἐξελθόντος, τοὺς σὺν αὐτῷ πάντας διαλαθὼν ἦλθε διὰ μακρᾶς ὁδοῦ πρός τινα μοναχὸν ἐν κελλίῳ καθεζόμενον πλησίον τῶν προαστείων Κωνσταν τινουπόλεως· ὃν ὁ γέρων ἐπέγνω μέν, ἐδέξατο δὲ ὡς ἕνα τῶν στρατιωτῶν. τοῦ δὲ βασιλέως ἐκ τῆς ὁδοῦ καὶ τοῦ καύσωνος ὀλιγωρήσαντος, ἔβρεξεν ἄρτους ὁ γέρων, καὶ βαλὼν ὄξος καὶ ἔλαιον, ἔφαγεν ὁ βασιλεὺς καὶ ἔπιεν ὕδωρ. καί φησιν ὁ βασιλεύς· οἶδας, τίς εἰμι, πάτερ; ὁ δὲ μοναχὸς εἶπεν· ὁ θεὸς οἶδέ σε. καὶ ὁ βασιλεὺς ἔφη· ἐγώ εἰμι Θεο δόσιος ὁ βασιλεύς. καὶ ἀναστὰς εὐθὺς ὁ γέρων προσεκύ νησεν αὐτόν. εἶπεν οὖν ὁ βασιλεύς· μακάριοι καὶ τρισμα 608 κάριοί ἐστε ὄντως ὑμεῖς οἱ μοναχοὶ καὶ ἀμέριμνοι τοῦ κόσμου. ἐπ' ἀληθείας γὰρ λέγω σοι, πάτερ, ὅτι ἐν τῷ παλατίῳ ἐγεννήθην καὶ οὐδέποτε μεθ' ἡδονῆς ἀπήλαυσα βρώσεως καὶ πόσεως ὡς σήμερον. τοῦ δὲ λαοῦ φθάσαντος, καὶ ἐνώπιον πάντων ἀξιοπρεπῶς τιμήσαντος τὸν γέροντα καὶ πάντας ἀξιωθῆναι τῆς εὐχῆς αὐτοῦ κελεύσαντος τοῦ βασιλέως, ἀνεχώρησεν εἰς τὴν ὁδὸν αὐτοῦ μετ' εἰρήνης, καὶ ἤρξατο ἀπὸ τότε τιμᾶν αὐτὸν ὁ βασιλεύς. ὁ δὲ γέρων ἀνα στὰς ἔφυγε καὶ πάλιν ἦλθεν εἰς Αἴγυπτον. Περὶ δέ γε τῆς γυναικὸς Θεοδοσίου τοῦ βασιλέως Εὐδο κίας οὕτω συμβέβηκεν. φιλόσοφός τις ἐν τῇ Ἑλλάδι ἔχων υἱοὺς γʹ καὶ θυγατέρα μίαν τελευτῶν τοῖς μὲν υἱοῖς κατέλιπε τὴν περιουσίαν αὐτοῦ πᾶσαν, τῇ δὲ θυγατρὶ νομίσματα ρʹ, οὕτως εἰρηκὼς ἐνδιαθήκως· Ἀθηναΐδι τῇ ποθεινοτάτῃ μου θυγατρὶ θέλω δοθῆναι νομίσματα ρʹ καὶ μόνον· ἀρκεῖ γὰρ αὐτῇ ἡ αὐτῆς τύχη. ἥτις μετὰ τὴν τοῦ πατρὸς τελευτὴν μηδὲν λαβοῦσα παρὰ τῶν ἀδελφῶν ἦλθε πρὸς τὴν Πουλ χερίαν ἀδελφὴν Θεοδοσίου κατεγκαλοῦσα. ἡ δὲ θεασαμένη τὸ εὐπρεπές τε καὶ ἐλλόγιμον αὐτῆς καὶ μαθοῦσα παρὰ τῆς θείας αὐτῆς ὅτι παρθένος ἐστὶν βαπτίζει ταύτην (ἦν γὰρ

Intertext edge

Open linked passage

Note