Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 609 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
609.1.1
Ἑλληνὶς) καὶ Εὐδοκίαν μετωνόμασε καὶ συνῆψεν αὐτὴν τῷ ἀδελφῷ αὐτῆς πρὸς γάμον, συνευδοκοῦντος καὶ τοῦ προσ φιλεστάτου καὶ συνανατρόφου αὐτοῦ Παυλίνου, ὃς καὶ γενόμενος μάγιστρος ἐτιμήθη μειζόνως ὡς συνεργὸς καὶ παράνυμφος. καὶ μέντοι καὶ τοὺς ἀδελφοὺς αὐτῆς μετα στειλαμένη ἀξιωματικοὺς ἐποίησεν. μετὰ δὲ ταῦτα συνέβη προελθεῖν τὸν βασιλέα κατὰ τὴν ἡμέραν τῶν θεοφανίων, καὶ Παυλῖνον ἀηδισθέντα μὴ εὑρεθῆναι μετὰ τοῦ βασιλέως. ἐπέδωκεν οὖν τις πένης τῷ βασιλεῖ μῆλον φρυγιάτικον μέγα σφόδρα, ὅπερ δεξάμενος ὁ βασιλεὺς καὶ θαυμάσας καὶ πᾶσα ἡ σύγκλητος, ἔδωκε τῷ πένητι νομίσματα ρνʹ, τὸ δὲ μῆλον ἀπέστειλε τῇ βασιλίσσῃ, ἡ δὲ τῷ Παυλίνῳ, ὁ δὲ τῷ βασιλεῖ εἰσερχομένῳ ἐν τῷ παλατίῳ. καὶ τοῦτο δεξάμενος καὶ ἐπι γνοὺς ἐζήτησεν αὐτὸ παρὰ τῇ βασιλίσσῃ. ἡ δὲ εἶπεν ὅτι· ἔφαγον αὐτό. καὶ ὁρκίσας αὐτὴν κατὰ τῆς ἑαυτοῦ σωτηρίας ἠρνήσατο ἐνωμότως. τότε ὑπέδειξεν αὐτῇ τὸ μῆλον, ἡ δὲ ἰδοῦσα αὐτὸ κατῃσχύνθη καὶ ἔμεινεν ἄφωνος. ὁ δὲ βασι λεὺς ὀργισθεὶς κατ' αὐτῆς ὡς ὅτι ἐρῶσα τοῦ Παυλίνου τὸ μῆλον ἔπεμψεν αὐτῷ καὶ διὰ τοῦτο ἠρνήσατο, παραυτίκα τὸν Παυλῖνον ἀνεῖλεν. ἡ δὲ βασίλισσα Εὐδοκία ἐπὶ τούτοις λυπηθεῖσα τὸν βασιλέα παρεκάλεσεν εἰς Ἱεροσόλυμα αὐτὴν ἀποσταλῆναι εὐχῆς χάριν. ὁ δὲ εἴξας τῇ αὐτῆς αἰτήσει τὴν ἐπιθυμίαν αὐτῆς ἐξεπλήρωσεν. τῆς δὲ παραγενομένης, πολλὰ 610 καὶ μεγάλα κατορθώματα πεποίηκεν ἀνανεώσασα καὶ τὰ τείχη Ἱερουσαλήμ. εἰς λόγους δέ τινας ἐρχομένης αὐτῆς πρός τινας καὶ τοῦτο ἔλεγεν· περὶ ἐμοῦ Δαυὶδ εἴρηκεν· ἀγάθυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. ἐν δὲ τῷ μέλλειν αὐτὴν τελευτᾶν ἐξωμολογή σατο μὴ συνειδέναι τῇ κατ' αὐτῆς περὶ Παυλίνου κατηγορίᾳ. [ιαʹ. Περὶ Μαρκιανοῦ.] Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Μαρκιανὸς ἔτη ʹ. τοῦ γὰρ Θεοδοσίου τελευτήσαντος, καὶ μήπω τοῦτό τινι γνωσθέν, μεταστειλαμένη τοῦτον Πουλχερία ἡ τοῦ βασιλέως ἀδελφὴ στρατιώτην ὄντα καὶ γέροντα καὶ ἐν σωφροσύνῃ καὶ σεμνό τητι βίου διαπρέποντά φησι πρὸς αὐτόν· ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε ἐξελεξάμην ἐκ πάσης τῆς συγκλήτου ὡς ἐνάρετον, δός μοι λόγον ὅτι φυλάττεις μου τὴν παρ θενίαν ἄσυλον, ἣν τῷ θεῷ ἀνεθέμην, καὶ ἀναγορεύσω σε βασιλέα. τοῦ δὲ συνθεμένου τοῦτο μεθ' ὅρκου, προσκαλεῖται τὸν πατριάρχην καὶ τὴν σύγκλητον καὶ ἀναγορεύει αὐτὸν βασιλέα. πολλὰ οὖν ποιήσασα κατορθώματα καὶ πολλοὺς εὐκτηρίους οἴκους καὶ πτωχοτροφεῖα καὶ ξενῶνας καὶ ξενο τάφια καὶ μοναστήρια, ἐν οἷς καὶ τὸν τοῦ ἁγίου Λαυρεντίου ναόν, οἰκοδομήσασα ἐτελεύτησε παρθένος καταλιποῦσα Μαρ κιανὸν βασιλεύειν. καὶ γὰρ ἦν ὄντως πάσης ἀρετῆς κεκοσμη 611 μένη, ὡς καὶ τὸν ἀδελφὸν Θεοδόσιον ἐκπαιδεύειν εἰς πάντα οἷον ἦθός τε καὶ λόγον καὶ βάδισμα καὶ γέλωτα καὶ ἐνδυ μάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσεως, προ ηγουμένως δὲ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἐπιμελῶς αὐτὸν ἐδίδασκεν. ὁ δὲ φύσει νωθρός τε καὶ ἀπερίσκεπτος εἰς πάντα μὲν ὑπῆρχεν, μάλιστα δὲ εἰς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας ἀπαραναγνώστως ὑπέγραφεν. ὅπερ ἡ σοφωτάτη γνοῦ σά ποτε Πουλχερία σοφῶς ὑπῆλθεν αὐτὸν δωρεὰν ὑποβα λοῦσα δῆθεν πρὸς δουλείαν ἐκχωροῦσαν τὴν ἑαυτοῦ γαμετὴν Εὐδοκίαν. ἣν καὶ καθυπογράψας μὴ πρότερον ἀναγνοὺς ὕστερον δεινῶς ὠνειδίζετο παρὰ τῆς Πουλχερίας. Ὁ μέντοι Μαρκιανὸς εὐσεβὴς ἄγαν καὶ δικαιοκρίτης ὑπάρχων ἐκέλευσεν ἄρχοντα ἐπὶ δόσει χρημάτων μὴ γίνε σθαι. οὐ μὴν δὲ ἀλλὰ καὶ πολλῆς ἐλεημοσύνης ἀνάπλεως ὢν ἐν ταῖς γινομέναις ἐν τῷ Κάμπῳ λιταῖς πεζὸς ἐξήρχετο σὺν τῷ πατριάρχῃ Ἀνατολίῳ πολλὰς δωρεὰς τοῖς πένησι παρεχόμενος. ἐφ' οὗ ἔπεσον ἐκ τοῦ οὐρανοῦ λίθοι τρεῖς ἐν τῇ Θράκῃ παμμεγέθεις, καὶ ἡ τετάρτη γέγονε σύνοδος τῶν χλʹ πατέρων ἐν Χαλκηδόνι κατὰ Διοσκόρου Ἀλεξανδρείας. Τετάρτη γέγονεν ἐν Χαλκηδόνι σύνοδος συνελθόντων 612 χλʹ πατέρων ἔτει τῆς Μαρκιανοῦ βασιλείας πρώτῳ, ἧς ἡγοῦντο Λέοντος μὲν τοῦ ἁγιωτάτου πάπα Ῥώμης τοποτη ρηταὶ Πασχάσιος καὶ Λουκίνσιος ἐπίσκοποι καὶ Βονιφάτιος πρεσβύτερος, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἱεροσολύμων, κατὰ Εὐτυχοῦς τοῦ γεγονότος ἀρχιμανδρίτου καὶ Διοσκόρου γεγονότος ἐπισκόπου Ἀλεξανδρείας τότε ὑπ' αὐτῆς καθαιρεθέντος ὡς ἀντενεχθέντος τοῖς ὀρθῶς παρ' αὐτῶν ἐκφωνουμένοις, λεγόντων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ὁμοούσιον ἡμῖν, ἀλλ' ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, καὶ ὡς ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι τὸν κύριον μυθολογούντων καὶ τῇ θεότητι τὰ πάθη προσνεμόντων. οὓς καθελόντες ὡς βλασφήμους ἀνεθεμάτισαν, ἐξεφώνησαν δὲ τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἐν δύο φύσεσιν ἀσυγχύτως ἀδιαιρέτως τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστόν. δύο δὲ εἰρήκασι φύσεις τῷ λόγῳ τῆς διαφορᾶς, οὐ τῷ λόγῳ τῆς διαιρέσεως, τήν τε τοῦ Ῥώμης πάπα Λέοντος ἐπιστολὴν πρὸς Φλαβιανὸν γραφεῖσαν ὡς στήλην ὀρθοδοξίας ἐδέξαντο. ἐπι κυροῦσι δὲ καὶ τὴν Νεστορίου καθαίρεσιν, ἐδέξαντο δὲ καὶ Θεοδώρητον καὶ Ἴβαν ὡς ἀναθεματίσαντας Νεστόριον. Συμεὼν ὁ θαυμάσιος ἐπιβὰς τῷ στύλῳ, ἡ σύνοδος ἐπι μεμψαμένη (πρῶτος γὰρ τοῦτο ἐπενόησεν) ἀκοινωνησίαν αὐτῷ ἔπεμψεν. εἶτα μαθόντες οἱ θεῖοι πατέρες τὸν βίον καὶ τὸ ἄτυφον τοῦ ἀνδρὸς πάλιν αὐτῷ ἐκοινώνησαν. πρὸς ὃν ὁ βασιλεὺς Μαρκιανὸς ἐν ἰδιωτικῷ σχήματι παραγενό μενος τῆς ἱερᾶς εὐχῆς αὐτοῦ καὶ θέας κατηξίωται. περὶ οὗ 613 καὶ Θεοδώρητός φησιν· ἐπειδὴ τοίνυν ἀριθμοῦ κρείττους οἱ ἀφικνούμενοι, προσψαύειν δὲ πάντες ἐπεθύμουν καί τινα εὐλογίαν ἐπεχείρουν τρυγᾶν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων, πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα δὲ καὶ τοῦ πράγματος τὸ ἐπίπονον δυσχε ραίνων τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν, ὃν πρῶτον μὲν ἐκέλευσε γενέσθαι πηχῶν ʹ, εἶτα ιβʹ καὶ μετὰ ταῦτα κβʹ, νῦν δὲ λ ʹ. ἐγὼ δὲ οὐδὲ τῆς θείας οἰκονομίας ἄνευ ταύτην ὑπολαμβάνω γενέσθαι τὴν στάσιν, οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶσσαν καὶ μὴ ῥιψοκινδύνως φθέγγεσθαι καὶ σκοπεῖν, ὡς πολλάκις τοιαῦτα ὁ θεὸς τῶν ῥᾳθυμοτέρων ἕνεκεν ὠφελείας ἐμηχανήσατο. καὶ γὰρ τὸν Ἡσαΐαν γυμνὸν καὶ ἀνυπόδητον βαδίσαι προσέταξεν, καὶ τὸν Ἱερεμίαν περίζωμα τῇ ὀσφύϊ περιθεῖναι καὶ οὕτω τοῖς ἀπειθοῦσι προσφέρειν τὴν προφητείαν, καὶ ἄλλοτε δὲ κλοιοὺς ξυλίνους καὶ σιδηροῦς μετὰ ταῦτα περιβαλεῖν τῷ τραχήλῳ, καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν καὶ πάλιν ἀγαπῆσαι γυναῖκα πονηρὰν καὶ μοιχαλίδα, καὶ τῷ Ἰεζεκιὴλ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ ἡμέρας μʹ καὶ ἐπὶ τοῦ εὐωνύμου ρνʹ κατακλιθῆναι, καὶ αὖθις διορύξαι τὸν τοῖχον καὶ φυγόντα ἐξελθεῖν καὶ αἰχμαλωσίαν ἐν ἑαυτῷ διαγράψαι, καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι καὶ ξυρᾶσθαι τούτῳ τὴν 614 κεφαλὴν καὶ τετραχῇ τὰς τρίχας διελεῖν καὶ ἀπονεῖμαι τὰ μὲν εἰς τόδε, τὰ δὲ εἰς τόδε, καὶ ἵνα μὴ πάντα λέγω. γίνεσθαι δὲ τούτων ἕκαστον προσέταττεν ὁ τῶν ὅλων πρύ τανις τοὺς λόγῳ μὴ πειθομένους μηδὲ προφητείας ἐπαΐειν ἀνεχομένους τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων. τίς γὰρ οὐκ ἂν ἐξ επλάγη θεῖον ἄνθρωπον γυμνὸν ὁρῶν βαδίζοντα; τίς δὲ οὐκ ἂν ἤρετο, τί δήποτε πόρνῃ συνοικεῖν ὁ προφήτης ἀνέχεται; ὥσπερ οὖν ἐκείνων ἕκαστον ὁ θεὸς γενέσθαι προσέταξε τῆς τῶν ῥᾳστώνῃ συζώντων προμηθούμενος ὠφελείας, οὕτω δὴ καὶ τὸ καινὸν τοῦτο καὶ παράδοξον ἐπρυτάνευσε θέαμα τῷ παραδόξῳ καὶ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν καὶ πιθα νὴν τοῖς ἀφικνουμένοις παρασκευάζων τὴν προσφερομένην παραίνεσιν. τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεον γίνεται τοῦ διδάγματος, καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος τὰ θεῖα παιδευθεὶς ἐπανέρχεται. καθάπερ γὰρ ἐπί τινος λυχνίας τεθεὶς ὁ φανώτατος οὗτος λύχνος ἡλίου δίκην πάν τοθεν τὰς ἀκτῖνας ἐξέπεμψεν, καὶ ἔστιν ἰδεῖν καὶ Ἴβηρας καὶ Ἀρμενίους καὶ Πέρσας ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας, Ἰσμαηλῖται δὲ κατὰ συμμορίας παραγινόμενοι διακόσιοι κατὰ ταὐτὸν καὶ τριακόσιοι, ἔστι δ' ὅτε καὶ χίλιοι, ἀρνοῦνται μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ φωνῆς καὶ τὰ ὑπ' ἐκείνων σεβασθέντα εἴδωλα πρὸ τοῦ θείου κίονος ἐκείνου συντρίβοντες καὶ τοῖς ὀργίοις Ἀφροδίτης ἀποταττόμενοι (τούτου γὰρ ἀνέκαθεν τοῦ δαί μονος κατεδέξαντο τὴν λατρείαν) τῶν θείων ἀπολαύουσι 615 μυστηρίων, νόμους δὲ παρὰ τῆς ἱερᾶς ἐκείνης δεχόμενοι γλώττης τοῖς τε πατρῴοις ἤθεσι χαίρειν φράζουσι καὶ τῶν ἀγρίων ὄνων καὶ τῶν καμήλων τὴν βρῶσιν ἀποτάσσονται. καὶ τούτων αὐτόπτης ἐγενόμην ἐγὼ καὶ ἀκήκοα τὴν πα τρῴαν ἀσέβειαν ἀρνουμένων καὶ τῇ εὐαγγελικῇ διδασκαλίᾳ συντιθεμένων. τοσαύτην οὖν ὁ ὑπὸ τῶν φιλοψόγων ψεγό μενος κίων ὠφέλειαν ἀνέβλυσε καὶ τοσαύτην ἀκτῖνα θεο γνωσίας εἰς τὰς βαρβάρων διανοίας κατέλαμψεν. εἰκότως τοίνυν ἔλεγεν ὁ κύριος· ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει. ἧς ἐπαγγελίας τὸ τέλος ἐναργῶς ἐθεασάμεθα. τῆς γὰρ τοῦ κυρίου σκιᾶς οὐδαμοῦ θαῦμα ἐργασαμένης, ἡ τοῦ μεγάλου Πέτρου σκιὰ θάνατον ἔλυσε καὶ νόσους ἐξήλασε καὶ δαί μονας ἐφυγάδευσεν. ἀλλ' ὁ ἐκεῖνα καὶ τὰ τοιαῦτα διὰ τῶν ἀποστόλων αὐτοῦ δράσας τέρατα τότε καὶ νῦν ὁ αὐτὸς διὰ τοῦ θεράποντος αὐτοῦ Συμεῶνος ἐνεργεῖ θαύματα τῇ τοῦ ἁγίου πνεύματος αἴγλῃ καταλαμπόμενος καὶ πανταχοῦ τὰς τῆς χάριτος ἀκτῖνας ἐκπέμπων κατὰ τὸν μέγαν Βασίλειον. φησὶ γάρ· ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων ἀκτῖνος αὐτοῖς ἐμπεσούσης αὐτά τε γίνεται περιλαμπῆ καὶ ἑτέραν αὐγὴν ἀφ' ἑαυτῶν ἀποστίλβει, οὕτως αἱ πνευματο φόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ πνεύματος αὐταί τε ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξ αποστέλλουσιν. ἐντεῦθεν μελλόντων πρόγνωσις, μυστηρίων σύνεσις, κεκρυμμένων κατάληψις, χαρισμάτων διανομή, τὸ 616 οὐράνιον πολίτευμα, ἡ μετ' ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐφροσύνη, ἡ ἐν θεῷ διαμονή, ἡ πρὸς θεὸν ὁμοίωσις, τὸ ἀκρότατον τῶν ὀρεκτῶν θεὸν γενέσθαι. [ιβʹ. Περὶ Λέοντος τοῦ μεγάλου.] Μετὰ δὲ Μαρκιανὸν ἐβασίλευσε Λέων ὁ μέγας ἔτη ιηʹ καὶ ἀπέθανε δυσεντερικῶς. ἐφ' οὗ σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ νεφέλη σαλπιγγοειδὴς ἐπὶ ἡμέρας μʹ. καὶ ἔβρεξε σποδὸν ἐν Κωνσταντινουπόλει σπιθαμῆς τὸ πάχος, τῶν νεφῶν πυρακτούντων. καὶ πάντες ἐλιτάνευον λέγοντες ὅτι πῦρ ἦν καὶ τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ ἐσβέσθη. καὶ ζω γράφου τινὸς γράψαι τὸν Χριστὸν καθ' ὁμοιότητα τοῦ Διὸς τολμήσαντος, παραυτίκα ἡ χεὶρ αὐτοῦ ἐξηράνθη. ἰάσατο δὲ αὐτὸν Γεννάδιος ὁ πατριάρχης. φασὶ δέ τινες τῶν ἱστορι κῶν ὅτι τὸ οὐλὸν καὶ ὀλιγότριχον ἐπὶ τοῦ Χριστοῦ σχῆμα οἰκειότερόν ἐστιν. ὅς γε θεῖος ἀνὴρ Γεννάδιος Ἐλευθερίῳ τῷ μάρτυρι δι' ἕνα κληρικὸν τοῦ ναοῦ αὐτοῦ μὴ καλῶς πολιτευόμενον ἐδήλωσε φάσκων· ὁ στρατιώτης σου ἀτακτεῖ· ἢ διόρθωσαι τοῦτον ἢ ἔκκοψον. ὁ δὲ εὐθὺς ἐτελεύτησεν. ὁ αὐτὸς νυκτὸς ἐλθὼν εἰς τὸ ἅγιον θυσιαστήριον εὔξασθαι εἶδέ τι φάσμα δαιμόνιον, ᾧ ἐπιτιμήσας ἤκουσε κράζοντος

Intertext edge

Open linked passage

Note