Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
617.1.1
ὡς αὐτοῦ μὲν ζῶντος ἐνδίδωσιν, ὕστερον δὲ κρατήσει πάν τως τῆς ἐκκλησίας. ὅπερ δείσας Γεννάδιος πολλὰ τὸν θεὸν ἱκετεύσας μετὰ μικρὸν ἐτελεύτησεν. Δανιὴλ δὲ ὁ θαυμάσιος ἐκ τῆς μάνδρας ἐλθὼν Συμεῶνος ἐν τῷ Ἀνάπλῳ ἐπέβη τῷ στύλῳ. καὶ τῆς θεοτόκου ἡ ἐσθὴς εὑρεθεῖσα ἐν Ἱεροσολύ μοις παρά τινι εὐλαβεστάτῃ γυναικὶ Ἑβραΐδι καὶ παρθένῳ ἱερῶς διαφυλαττομένη καὶ ἐν Κωνσταντινουπόλει διακομι σθεῖσα ἐν Βλαχέρναις ἀπετέθη, ἔνθα ὁ βασιλεὺς ναὸν οἰκο δομήσας τῆς θεομήτορος καὶ σορὸν ἐκ χρυσοῦ καὶ ἀργύρου κατασκευάσας κατέθετο ταύτην. ἥτις ἐξ ἐρίων εὐφθάρτων ἐξυφασμένη, καὶ ὁ στήμων ὁμοειδὴς καὶ ὁμόχροος, ἀδιά φθορός ἐστι καὶ ἀδιάλυτος μέχρι νῦν τὸ θαῦμα τῆς ἀειπαρ θένου σαφῶς κηρύττουσα. [ιγʹ. Περὶ Λέοντος τοῦ μικροῦ.] Μετὰ δὲ Λέοντα ἐβασίλευσε Λέων υἱὸς Ζήνωνος ἔτη βʹ. [ιδʹ. Περὶ Ζήνωνος.] Μετὰ δὲ Λέοντα ἐβασίλευσε Ζήνων ὁ Ἴσαυρος καὶ πατὴρ αὐτοῦ ἔτη ι ʹ καὶ ἀπέθανε δυσεντερικῶς. ὃς εὐθὺς μετὰ τὸ βασιλεῦσαι ἐπιβουλευθεὶς ὑπὸ Βερίνης πενθερᾶς αὐτοῦ, γυναικὸς Λέοντος τοῦ μεγάλου, ὡς παρὰ γνώμην αὐτῆς 618 βασιλεύσαντος ἔφυγε πρὸς τὴν ἰδίαν πατρίδα. ἡ δὲ Βερίνα στέψασα Βασιλίσκον τὸν ἀδελφὸν αὐτῆς ἐβασίλευσεν ἔτη βʹ, ἅπερ ἐτάγησαν εἰς τοὺς χρόνους Ζήνωνος. καὶ κτίσας πα λάτιον ἐν Κωνσταντινουπόλει ἐκάλεσεν αὐτὸ εἰς τὸ ἴδιον ὄνομα τὰ Βασιλίσκου. μετὰ δὲ ταῦτα Ζήνων ὑποστρέψας καὶ εἰσελθὼν ἐν Κωνσταντινουπόλει καὶ τοῦτον χειρωσά μενος ἐν τῇ ἐκκλησίᾳ προσφυγόντα ἐξώρισεν ἅμα γυναικὶ καὶ τέκνοις ἔν τῶ φρουρίῳ Καππαδοκίας, ἐν ᾧ βληθέντες ἐν πύργῳ καὶ τῆς θύρας ἀναφραγείσης ἐτελεύτησαν. Ἐφ' οὗ Μαρτύριος Ἀντιοχείας διὰ τὴν τοῦ Ζήνωνος περὶ τὴν ὀρθόδοξον πίστιν διαστροφὴν ἀποταξάμενος τῆς ἐπισκοπῆς ἐπ' ἐκκλησίας ἔφη· κλήρῳ ἀνυποτάκτῳ καὶ λαῷ ἀπειθεῖ καὶ ἐκκλησίᾳ ῥερυπωμένῃ ἀποτάσσομαι φυλάττων ἐμαυτῷ τὸ τῆς ἱερωσύνης ἀξίωμα. οὗτινος ἀναχωρήσαντος Πέτρος ὁ Κναφεὺς τυραννικῶς τῷ θρόνῳ ἐπεπήδησεν. ὃς καὶ πρῶτος ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ ἐπὶ παντὸς τοῦ λαοῦ ἁγιάζεσθαι καὶ τὴν ἐπὶ τῶν ὑδάτων ἐν τοῖς θεοφανίοις ἐπίκλησιν ἐν ἑσπέρᾳ γίνεσθαι καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν θεοτόκον ὀνομάζεσθαι καὶ ἐν πάσῃ συνάξει τὸ σύμβολον τῆς πίστεως λέγεσθαι πρότερον μὴ λεγόμενον εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ ἐν τῇ μεγάλῃ παρασκευῇ. καὶ 619 Βαρνάβα τοῦ ἀποστόλου τὸ λείψανον εὑρέθη ἐν Κύπρῳ ὑπὸ δένδρον κερατέαν ἔχων ἐπὶ στήθους τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἰδιόγραφον τοῦ Βαρνάβα. ἐξ ἧς προφάσεως καὶ περιγεγόνασι Κύπριοι τοῦ ἀκέφαλον εἶναι τὴν κατ' αὐτοὺς μητρόπολιν καὶ μὴ τελεῖν ὑπὸ Ἀντιόχειαν. ὅπερ εὐαγγέλιον ἀποθέμενος Ζήνων ἐν τῷ παλατίῳ εἰς τὸν ναὸν τοῦ ἁγίου Στεφάνου κατ' ἐνιαυτὸν ἀναγινώσκεται τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ. [ιεʹ. Περὶ Ἀναστασίου.] Μετὰ δὲ Ζήνωνα ἐβασίλευσεν Ἀναστάσιος ὁ Δοραχηνὸς ἔτη κζʹ. καὶ βροντῶν καὶ ἀστραπῶν περὶ τὸ παλάτιον εἰλου μένων καὶ τοῦ βασιλέως μονωτάτου καταλειφθέντος ἀδημο νοῦντος, καὶ φεύγοντος ἀπὸ τόπων εἰς τόπους ἐν ἑνὶ τῶν κοιτωνίσκων κατέλαβεν αὐτὸν ἡ ὀργὴ καὶ ῥίψασα ἀπέκτεινεν, ὥστε αἰφνίδιον εὑρεθῆναι νεκρόν. Ἐφ' οὗ Βιταλιανὸς ὁ Θρᾲξ ἀντάρας καὶ παραλαβὼν τὴν Θρᾴκην ἅμα Σκυθίᾳ καὶ Μυσίᾳ ἦλθεν ἕως τοῦ Ἀνάπλου πραιδεύων. ἀλλὰ ναυμαχήσαντος αὐτῷ Μαρίνου τοῦ ὑπ άρχου μετὰ θείου ἀπύρου, οὗ κατεσκεύασε Πρόκλος ὁ φιλό σοφος, κατέφλεξε τὰς ναῦς τῶν βαρβάρων. βυθισθέντων δὲ πάντων σχεδὸν Οὔννων καὶ Γότθων καὶ Βουλγάρων καὶ τοῦ 620 λοιποῦ στρατοῦ ἐν τῷ Ῥεύματι, Βιταλιανὸς ἔφυγε μετὰ τῶν ὑπολειφθέντων ὀλίγων. καὶ πῦρ ἐν τῷ οὐρανῷ ἐφάνη. Καὶ γέγονε δημοτικὴ ἐπανάστασις περὶ τοῦ χριστιανικοῦ δόγματος ἐν Κωνσταντινουπόλει ὡς βουληθέντος τοῦ βασι λέως προσθεῖναι εἰς τὸ τρισάγιον τό· ὁ σταυρωθεὶς δι' ἡμᾶς ἐλέησον ἡμᾶς. τοῦ γὰρ λογοθέτου καὶ τοῦ ὑπάρχου ἀνελ θόντων ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας καὶ τὴν αἵρε σιν ἀρξαμένων ἐκ βασιλικῆς ἐπιτροπῆς κηρύττειν, ἐπῆλθεν ὁ δῆμος καὶ πᾶν τὸ πλῆθος τῆς πόλεως κατ' αὐτῶν, καὶ μόλις ἐξέφυγον. καὶ γέγονε τοιαύτη στάσις καὶ ταραχὴ κρα ζόντων· ἄλλον βασιλέα θέλομεν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄρχοντας φεύγειν καὶ ἀποκρύπτεσθαι τὴν ὁρμὴν τοῦ λαοῦ. συναθροισθέντες οὖν οἱ στασιασταὶ καὶ εἰς τὸν οἶκον τοῦ λογοθέτου καὶ τοῦ ὑπάρχου καταδραμόντες καὶ πάντα διαρπάσαντες ἐνεπύρισαν τούς τε οἴκους αὐτῶν καὶ τοὺς εὑρεθέντας ἐκεῖσε κατέσφαξαν. εἶτα γενομένης ταραχῆς με γάλης καὶ στάσεως ἐμπρησμοὺς οἴκων πολλῶν ἐποιήσαντο καὶ φόνους μυρίους εἰργάσαντο καὶ ἄλλα τοιαῦτα φοβερά τε καὶ ἐξαίσια κατετόλμησαν ὑβρίζοντες Ἀναστάσιον μετὰ κραυγῆς μεγίστης καὶ Βιταλιανὸν εὐφημοῦντες. καὶ οὕτως ἐλθόντες πλησίον τῆς ὑπ' αὐτοῦ τοῦ βασιλέως κτισθείσης κιστέρνης τοῦ ἁγίου Μωκίου εὗρον τὸν ὑπὸ τοῦ βασιλέως 621 ἀγαπώμενον ἡγούμενον μοναστηρίου τοῦ ἁγίου Φιλίππου, ὃν καὶ φονεύσαντες τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρ τήσαντες ἔκραζον· οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας τριάδος. ἐκβαλόντες δὲ καὶ γυναῖκα ἐγκλειστὴν οὖσαν πλη σίον τῆς Ξηροκέρκου πόρτης, εἰς ἣν ὁ βασιλεὺς ὁμοίως εἶχε πίστιν, καὶ ταύτην ἀνεῖλον. τὸ δὲ σῶμα αὐτῆς συνδήσαντες μετὰ τοῦ προφονευθέντος ἡγουμένου καὶ σύραντες ἔκαυσαν ἀμφότερα εἰς τὰ Στουδίου. Ἐφ' ὧν χρόνων καὶ Μούδαρος ὁ τῶν Σαρακηνῶν φύ λαρχος βαπτισθεὶς ὑπὸ τῶν ὀρθοδόξων ἐν Συρίᾳ, Σευῆρος ἐπισκόπους ἔπεμψε πρὸς αὐτὸν δύο θέλων αὐτῷ μεταδοῦναι τῆς οἰκείας αἱρέσεως. ὧν τοῦ δόγματος τὸ ἄτοπον αἰσθό μενος ἔφη μετὰ πανουργίας· ἐδεξάμην γράμματα σήμερον ὅτι Μιχαὴλ ὁ ἀρχάγγελος ἀπέθανεν. τῶν δὲ εἰπόντων ἀδύ νατον εἶναι τοῦτο, καὶ πῶς, φησίν, θεὸς γυμνὸς ἐσταυρώθη καθ' ὑμᾶς, εἰ μὴ ἐκ δύο φύσεων ἦν ὁ Χριστός, εἴγε μηδὲ ἄγγελος ἀποθνήσκει; ὅπερ ἀκούσαντες καὶ σφόδρα κατα πλαγέντες εἰς τὸ φυσικὸν φρόνημα τῆς προτάσεως αὐτοῦ ἀνεχώρησαν μετ' αἰσχύνης. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ πλεῖστοι ἄνδρες καὶ γυναῖκες καὶ παιδία πληγέντες δεινῶς ὑπὸ δαι μόνων ἀθρόως ὑλάκτουν. περὶ ὧν τις εἶδε καθ' ὕπνους φοβερόν τινα λέγοντα· διὰ τοὺς ἀναθεματισμοὺς τῆς συνόδου 622 ταῦτα πάσχουσι δικαίως. καὶ Οὖννοι δὲ οἱ λεγόμενοι Βῆρες περάσαντες τὰς Κασπίας πύλας πᾶσαν τὴν Ἀρμενίαν καὶ Καππαδοκίαν καὶ Γαλατίαν καὶ Πόντον ἐξήλειψαν. καὶ ἐν Νεοκαισαρείᾳ δὲ σεισμοῦ γίνεσθαι μέλλοντος ἄνθρωπός τις ὁδεύων ἐπὶ τὴν πόλιν εἶδε στρατιώτας προάγοντας καὶ ἕτερον ὄπισθεν κράζοντα· φυλάξατε τὸν οἶκον τοῦ θαυμα τουργοῦ Γρηγορίου. καὶ τοῦ σεισμοῦ γενομένου τὸ μὲν πλεῖστον τῆς πόλεως ἔπεσεν, ὁ δὲ ναὸς τοῦ ἁγίου διεσώθη. Καὶ ἐν Ἀντιοχείᾳ χρυσοχόος ἐφάνη τις πλάνος ὑπο δεικνύων τοῖς ἀργυροπράταις χεῖρας χρυσᾶς ἀνδριάντων καὶ πόδας καὶ ἄλλα τινὰ σκεύη καὶ λέγων ὅτι· θησαυρὸν περι έτυχον μεστὸν τοιούτων εἰδῶν. καὶ πολλοὺς ἀπατήσας καὶ χρήματα πλεῖστα λαβὼν ἦλθεν ἐν Κωνσταντινουπόλει φεύ γων, ἐν ᾗ πολλοὺς ὡσαύτως δελεάσας προσῆλθε καὶ τῷ βασιλεῖ χρυσὸν καὶ διάλιθον χαλινὸν προσοίσας. ὁ δὲ βα σιλεὺς ἔφη πρὸς αὐτόν· ὄντως ἐμὲ οὐκ ἀπατᾷς. καὶ μαστι γώσας αὐτὸν πολλὰ δέσμιον εἰς τὴν Πέτραν τὸ τῆς Ἀσίας φρούριον ἐξώρισεν, ἐν ᾧ καὶ ἐτελεύτησεν. Καὶ Κωάδης ὁ βασιλεὺς Περσῶν ἔν τινι φρουρίῳ τῶν ἐκεῖσε μαθὼν ὡς λίθους τιμίους ἀποκεῖσθαι ἐν αὐτῷ, βου 623 λόμενος αὐτοὺς ἀνελέσθαι διεκωλύετο παρὰ τῶν αὐτόθι δαιμόνων οἰκούντων. πᾶσαν τοίνυν μαγείαν ἐπιδειξαμένων τῶν θεραπόντων αὐτοῦ καὶ μηδὲν ἰσχυσάντων ἦλθε διὰ τῶν Ἰουδαίων. ἀποτυχὼν δὲ κᾀκεῖθεν συνεβουλεύθη διὰ τῶν χριστιανῶν καταργῆσαι τοὺς δαίμονας. ὁ δὲ τῶν ἐν Περσίδι χριστιανῶν ἐπίσκοπος ἐπὶ τὸ αὐτὸ σύναξιν ἐπι τελέσας καὶ τῶν θείων μυστηρίων μεταλαβὼν καὶ τοῖς συνοῦσι χριστιανοῖς μεταδοὺς καὶ τῷ σημείῳ τοῦ σταυροῦ διώξας τοὺς δαίμονας τῷ Κωάδῃ τὸ φρούριον παρέδωκεν. ὃς καταπλαγεὶς πάνυ καὶ φόβῳ κατασχεθεὶς προκαθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Ἰουδαίων καὶ Μανιχαίων προτιμωμένων, καὶ μέντοι καὶ τοὺς χριστιανοὺς ἀγαπήσας ἔκτοτε τελείαν ἄδειαν δέδωκε τοῖς χριστιανίζειν ἐθέλουσιν. Εὐφήμιός τις πρεσβύτερος καὶ πτωχοτρόφος Νεαπόλεως τῆς κειμένης ἐν τῷ Ἀνάπλῳ προχειρίζεται εἰς ἐπίσκοπον Κωνσταντινουπόλεως, ὃς ἅμα τῇ χειροτονίᾳ πρὶν ἢ ἀνελθεῖν εἰς τὸ σύνθρονον ἐκ τῶν ἱερῶν διπτύχων ἀπήλειψε Πέτρου τοῦ Μογγοῦ τὸ ὄνομα ταῖς ἰδίαις χερσὶ καὶ οὕτως εἰς τὸν ἐπισκοπικὸν θρόνον ἐκάθισεν. οὗτος δὲ ὁ Μογγὸς Ἀλεξαν δρείας μὲν ἦν ἐπίσκοπος, αἱρετικὸς δὲ διάπυρος. Εὐφήμιος ζηλωτὴς ἦν τῆς ὀρθοδόξου πίστεως καὶ τοὺς ἐναντίους ἐδίωκεν, ὧν πρῶτος ἦν Ἀναστάσιος ὁ τότε σιλεντιάριος, ὕστερον δὲ βασιλεὺς γενόμενος. ὃν τὰ Εὐτυχοῦς μαθὼν φρονοῦντα καὶ ὀχλοποιοῦντα ἰδὼν τὴν καθέδραν αὐτοῦ τὴν ἐν τῇ ἐκκλησίᾳ ἀνέτρεψε καὶ αὐτῷ χαλεπῶς ἀπειλῶν ἐδή 624 λωσεν, ὡς, εἰ μὴ τὰ τῆς ἡσυχίας ἄγει, τὴν κεφαλὴν αὐτοῦ ἀποκείρει καὶ τοῖς δήμοις θριαμβεύει. καὶ βασιλεῖ δὲ τὰ κατ' αὐτὸν ἐγνώρισε καὶ ἐξουσίαν τὴν κατ' αὐτοῦ ἔλαβεν. Ζήνων βασιλεὺς ἐτελεύτησεν, ἀναγορεύεται δὲ εἰς βασιλέα ὑπὸ Ἀριάδνης τῆς Αὐγούστης Ἀναστάσιος ὁ σιλεντιάριος. περὶ οὗ ἀντέστη Εὐφήμιος ὁ ἐπίσκοπος αἱρετικὸν καλῶν καὶ τῶν χριστιανῶν ἀνάξιον. Ἀριάδνης δὲ καὶ τῶν τῆς συγκλήτου συναινεῖν ἀναγκαζόντων Εὐφήμιον, οὐκ ἄλλως τοῦτο ποιῆσαι ἠνέσχετο, εἰ μὴ ὁμολογίαν ἔγγραφον παρ' αὐτοῦ ἐκομίσατο, ὡς εἰς ὅρον πίστεως δέχεται τὰ ἐν Χαλκηδόνι δογματισθέντα. τὴν δὲ ὁμολογίαν αὐτοῦ βιαίως τὸν Εὐφή μιον ἀπῄτησε βασιλεύσας. Μανιχαῖοι καὶ Ἀρειανοὶ ἔχαιρον Ἀναστασίῳ, Μανιχαῖοι μὲν ὡς τῆς μητρὸς αὐτοῦ ζηλωτρίας οὔσης αὐτῶν, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον τὸν θεῖον πρὸς μητρὸς Ἀναστασίου ὁμόδοξον ἔχοντες. πολλὰ τῶν Ἰσαύρων ἄτοπα καὶ ἀπάνθρωπα τολμώντων ἐν Κωνσταντινουπόλει, Ἀναστάσιος ἅπαντας τῆς βασιλίδος ἐξέβαλεν. οἱ δὲ ἐξελ θόντες πρὸς τυραννίδα ὥρμησαν καὶ ἕως τοῦ Κοτυαείου ἐξέδραμον. καθ' ὧν ὁ βασιλεὺς στρατὸν ἐξέπεμψε καὶ Ἰωάν νην τὸν Σκύθην καὶ Ἰωάννην τὸν Κυρτόν. τοῦ δὲ πολέμου ἐπὶ εʹ ἔτη κρατήσαντος, Ἀναστάσιος ἀποκαμὼν ἐθάρρησεν Εὐφημίῳ τῷ ἐπισκόπῳ ὡς εἰρήνης ἐφίεται, καὶ ἵνα συνα γάγῃ τοὺς ἐνδημοῦντας ἐπισκόπους καὶ δόξῃ ὑπὲρ τῶν Ἰσαύρων παρακαλεῖν. Εὐφήμιος δὲ ἐξήγαγε τὸ λεχθὲν πρὸς Ἰωάννην πατρίκιον πενθερὸν Ἀθηνοδώρου ἑνὸς τῶν ἐξαρ 625 χόντων τῶν Ἰσαύρων. ὁ δὲ δραμὼν πάντα ἀπαγγέλλει τῷ βασιλεῖ, ὅπερ εἰς ἔχθραν τὸν βασιλέα κατὰ Εὐφημίου ἐξώ πλισε μείζονα. Ἀναστάσιος δὲ βασιλικώτερον κινηθεὶς κατὰ τῶν Ἰσαύρων τούτους κατὰ κράτος ἐνίκησε καὶ πέμψας πρὸς Εὐφήμιον Εὐσέβιον τὸν μάγιστρον δηλοῖ αὐτῷ· αἱ εὐχαί σου, ὁ μέγας, τοὺς φίλους σου ἠσβόλωσαν. Ἀναστάσιος βασιλεὺς τὰς ἐπιβουλὰς τῶν Ἰσαύρων ἐπιγράψας Εὐφημίῳ, καὶ ὡς εἴη γράμματα πεπομφὼς τοῖς τυράννοις, συνήγαγε τοὺς ἐνδημοῦντας ἐπισκόπους, οἵτινες βασιλεῖ χαριζόμενοι ἀκοινωνησίᾳ καὶ καθαιρέσει τὸν ἄνδρα ἠμείψαντο. καὶ προ χειρίζεται ὁ βασιλεὺς εἰς ἐπίσκοπον Μακεδόνιον πρεσβύτερον τῆς ἐκκλησίας καὶ σκευοφύλακα. ὁ μέντοι λαὸς δι' Εὐφή μιον ἐστασίαζον, ἐν οἷς εἰς τὸ ἱπποδρόμιον ἔδραμον λιτα νεύοντες. ἀλλ' οὐδὲν ὤνησαν, τοῦ γὰρ βασιλέως ἐνίκα ἡ ἔνστασις. Εὐφήμιον εἰς Εὐχάϊταν βασιλεὺς περιορισθῆναι προσέταξεν. ὁ δὲ λόγον ᾔτησε διὰ Μακεδονίου λαβεῖν ὡς ἐπιβουλῆς χωρὶς κατὰ τὸν τόπον ἀπάγεται. ἐπιτραπεὶς δὲ τὸν λόγον δοῦναι ὁ Μακεδόνιος ἐπαινετόν τι σκεψάμενος, ἐν τῷ βαπτιστηρίῳ τοῦ Εὐφημίου ὄντος, τὸ ὠμοφόριον τὸ ἐπισκοπικὸν ἑαυτοῦ ἀφαιρεθῆναι ὑπὸ τοῦ ἀρχιδιακόνου προσ έταξε καὶ οὕτως εἰσῆλθε πρὸς τὸν Εὐφήμιον. δανεισάμενος δὲ καὶ χρήματα παρέσχε τῷ Εὐφημίῳ εἰς δαπάνας τῶν σὺν 626 αὐτῷ. Μακεδόνιος ἀσκητὴς ἦν καὶ ἱερός, ὡς ὑπὸ Γεννα δίου τραφείς, οὗ καὶ ἀδελφιδοῦς ὑπῆρχεν. [ι ʹ. Περὶ Ἰουστίνου.] Μετὰ δὲ Ἀναστάσιον ἐβασίλευσεν Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ. ἐφ' οὗ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς Χαλκῆς πύλης τοῦ παλατίου ἐπὶ ἡμέρας καὶ νύκτας κ ʹ. καὶ γέγονε σεισμὸς φοβερώτατος, καὶ ἡ μὲν Κωνσταντινού πολις ἐν διαφόροις τόποις ἀπέλαβεν, ἡ δὲ μεγάλη Ἀντιόχεια πάθος ἔπαθεν ἀνεξήγητον. τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν αὐτῇ, ὡς καταπτωθῆναι σχεδὸν πᾶσαν τὴν πόλιν καὶ τάφον γενέσθαι τῶν οἰκητόρων. τινὰς δὲ καταχωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν ἐξελθὸν πῦρ ἐκ τῆς γῆς τού τους κατέφλεξεν. ὁμοίως καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος κατ ήρχετο καθάπερ σπινθῆρες καὶ κατέκαιεν ὥσπερ ἀστραπὴ τὸν εὑρισκόμενον. ἡ δὲ Πομπιούπολις τῆς Μυσίας διαρρα γεῖσα μέσον, καὶ τὸ ἥμισυ καταποθὲν μετὰ τῶν οἰκητόρων, ἔκραζον ὑπὸ τὴν γῆν οἱ ἄνθρωποι ἐλεηθῆναι ζητοῦντες. καὶ διέμεινεν ἡ γῆ διηνεκῶς σειομένη τὸν ἐνιαυτὸν ὅλον ἐκεῖνον. καὶ γυνὴ δέ τις ἐκ τῆς Κιλικίας ἐφάνη γιγαντο γενὴς ὑπερέχουσα τῇ ἡλικίᾳ πάντα ἄνθρωπον μακρὸν πῆχυν ἕνα, καὶ πλατεῖα ὑπῆρχε σφόδρα. 627 [ιζʹ. Περὶ Ἰουστινιανοῦ.] Μετὰ δὲ Ἰουστῖνον ἐβασίλευσεν Ἰουστινιανὸς ἀνεψιὸς αὐτοῦ ἔτη λθʹ. ὃς ἀνακαινίσας τὴν μεγάλην ἐκκλησίαν Σοφίαν εἰς κάλλος καὶ μέγεθος πρότερον κτισθεῖσαν ὑπὸ Κωνσταντίου υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου παρέδωκε καὶ τροπάριν ἐν τῇ ἐκκλησίᾳ ψάλλεσθαι, οὗ ἡ ἀρχή· ὁ μονο γενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ. ἐφ' οὗ ἡ Ἀντιόχεια Θεοῦ πόλις ἤρξατο προσαγορεύεσθαι, καὶ ἡ ὑπαπαντὴ ἔλαβεν ἀρχὴν ἑορτάζεσθαι· ἥτις οὐκ ἔστιν ἐναρίθμιος ταῖς δεσπο τικαῖς ἑορταῖς. Ὁ γάρ τοι θεῖος Χρυσόστομος οὕτω λέγει· ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὰ ἔργα αὐτοῦ πάντα, καθὼς γέγραπται, τῇ δὲ ζʹ κατέπαυσεν. διὸ καὶ ἐπ' ἐσχάτου τῶν ἡμερῶν ὁ τοῦ θεοῦ λόγος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς εὐδο κήσας καὶ ἐνανθρωπήσας τὸν αὐτὸν τρόπον κατὰ τὸν ἀριθ μὸν τῶν ἡμερῶν τῆς κοσμοποιΐας τὰς ἑορτὰς παρέδωκεν ἡμῖν τῆς αὐτοῦ οἰκονομίας. πρώτη μὲν οὖν ἐστι καὶ ῥίζα τῶν ἑορτῶν Χριστοῦ ἡ κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου Μαρίας μετὰ τὴν σύλληψιν γέννησις, δευτέρα δὲ ἡ ἐπι 628 φάνιος, τρίτη δὲ ἡ τοῦ σωτηρίου πάθους ἡμέρα, τετάρτη δὲ ἡ ὑπερένδοξος ἀνάστασις, καθ' ἣν καὶ ἐν τοῖς καταχθο νίοις γενόμενος ὁ λυτρωτὴς συνανέστησε τοὺς δικαίους καὶ τοὺς πιστεύσαντας, πέμπτη δὲ ἡ πρὸς οὐρανοὺς αὐτοῦ ἀνά ληψις, ὡς καὶ ἐν πέμπτῃ τῆς ἑβδομάδος ἡμέρᾳ διεπράχθη, ἕκτη δὲ ἡ τῆς ἐπιφοιτήσεως ἡμέρα τοῦ ἁγίου πνεύματος, ἑβδόμη δὲ ἡ προσδοκωμένη τῆς καθολικῆς ἀναστάσεως τῶν νεκρῶν μεγάλη καὶ ἀδιάδοχος ἡμέρα. τότε γὰρ ἑορτάσουσιν ὄντως μετὰ πολλῆς χαρᾶς καὶ εὐφροσύνης οἱ μέλλοντες κληρονομεῖν ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ ταῦτα μὲν ὁ Χρυσόστομος. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς αὐτῆς βασιλείας Ἰουστινιανοῦ ἐξελθοῦσα ἡ θάλασσα ἐκ τῶν ὁρίων αὐτῆς ἐπὶ μίλια γʹ πρὸς τὰ μέρη τῆς Θρᾴκης χωρία πολλὰ καὶ προάστεια ἐξ αφανίσασα, ἀνθρώπους δὲ ἀναριθμήτους ἀποπνίξασα πάλιν ὑπέστρεψεν. καὶ ὁ δῆμος ἀντάρας τὸ λεγόμενον πρασινο βένετον καὶ πολλὴν ἀταξίαν καὶ ἁρπαγὴν καὶ σφαγὴν καὶ ἐμπρησμὸν ἐν τῇ πόλει ποιήσαντες ἀναγορεύουσι βασιλέα Ὑπάτιον ἐν τῷ ἱππικῷ. πολλοῦ δὲ λαοῦ συνδραμόντος, καὶ τοῦ ἱππικοῦ πληρωθέντος, προσέταξεν Ἰουστινιανὸς τὸν στρα τὸν αὐτοῦ, καὶ οἱ μὲν ἄνωθεν, οἱ δὲ κάτωθεν τοῦ καθίσμα τος τοξεύοντες ἀπέκτειναν χιλιάδας λʹ, ἐν οἷς καὶ τὸν Ὑπά τιον χειρωσάμενος ἀνεῖλεν ὡς βασιλικὸν διάδημα φορέσαντα. 629 Καὶ ἡ πέμπτη γέγονε σύνοδος τῶν ρξεʹ πατέρων. Πέμπτη σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει ρξεʹ ἁγίων πατέρων ἔτει τῆς Ἰουστινιανοῦ τοῦ μεγάλου βασι λείας κ ʹ ἐπὶ Βιγιλίου τοῦ ἁγιωτάτου πάπα Ῥώμης διὰ λιβέλλου τὴν ὀρθὴν πίστιν κυροῦντος, ἧς ἡγοῦντο Εὐτύχιος Κωνσταντινουπόλεως, Ἀπολινάριος Ἀλεξανδρείας, ΔόμνοςἈντιοχείας, Στέφανος ἐπίσκοπος Ῥαφείας, Γεώργιος ἐπίσκοπος τῆς Τιβεριωτῶν πόλεως καὶ Δαμιανὸς ἐπίσκοπος Σωζο πόλεως, τοποτηρηταὶ Εὐτυχίου Ἱεροσολύμων, κατὰ Ὠριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ δόγματα διαδεξαμένων Διδύμου καὶ Εὐαγρίου τῶν πάλαι ἀκμασάντων καὶ τῶν ἐκτεθέντων παρ' αὐτοῖς κεφαλαίων, ἐν οἷς ἐληρώδουν προϋπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἐξ Ἑλληνικῶν ὁρμώμενοι δογμάτων τὴν μετεμψύχωσιν δοξάζοντες, καὶ τέλος εἶναι τῆς κολάσεως, καὶ τὰ σώματα ἡμῶν μὴ ἀνίστασθαι τὰ αὐτὰ ἐν τῇ ἀνα στάσει, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, τὸν παράδεισον ἀλληγοροῦντες καὶ μήτε γεγενῆσθαι μήτε εἶναι ὑπὸ τοῦ θεοῦ αἰσθητὸν παράδεισον, μήτε δὲ ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. ἅτινα δόγματα ἕως χρόνου τὸ πλέον ἐκρύπτετο, εἰς πλῆθος δὲ ἐπιδιδοῦντα καὶ πολλοὺς τῆς ἐκ κλησίας λυμαινόμενα τηνικαῦτα στηλιτευθέντα ἀνεθεμάτισαν. 630 ἔτι δὲ καὶ κατὰ Θεοδώρου τοῦ Μομψουεστίας, διδασκάλου γεγονότος Νεστορίου τοῦ ἰουδαιόφρονος, ἀνεθεμάτισε μετὰ τῆς λεγομένης Ἴβα ἐπιστολῆς καί τινων συγγραμμάτων Θεο δωρήτου τοῦ ἐπισκόπου Κύρου συγγραφέντων κατὰ τῶν ιβʹ κεφαλαίων τοῦ μακαρίου Κυρίλλου. Τὸ δὲ γράμμα τοῦ βασιλέως πρὸς τὴν ἁγίαν σύνοδον περιεῖχεν οὕτως· περὶ μὲν Ὠριγένους καὶ τῶν ὁμοφρόνων αὐτοῦ σπουδὴ γέγονεν ἡμῖν καὶ ἔστιν ἀτάραχον τὴν ἁγίαν τοῦ θεοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν διαφυλάτ τεσθαι καὶ τὰ ὁπωσοῦν ἀναφυόμενα τῇ ὀρθοδόξῳ πίστει ἐναντία κατακρίνεσθαι. ἐπεὶ τοίνυν διέγνωσται ἡμῖν, ὥς τινες ἐν Ἱεροσολύμοις εἰσὶ μοναχοὶ δήπουθεν Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὠριγένει τῷ καὶ Ἀδαμαντίῳ καὶ τῇ τούτων δυσσεβείᾳ καὶ πλάνῃ κατακολουθοῦντες καὶ διδάσκοντες, δεῖν ᾠήθημεν φροντίδα καὶ ζήτησιν ποιήσασθαι περὶ τού των, ἵνα μὴ τέλεον διὰ τῆς Ἑλληνικῆς καὶ Μανιχαϊκῆς ἀπάτης αὐτῶν πολλοὺς ἀπολέσωσιν. λέγουσι γάρ, ἵνα ἐκ πολλῶν ὀλίγα μνημονεύσωμεν, ὅτι νόες ἦσαν δίχα παντὸς ἀριθμοῦ τε καὶ ὀνόματος, ὡς ἑνάδα πάντων εἶναι τῶν λογι κῶν τῇ ταυτότητι τῆς οὐσίας καὶ ἐνεργείας καὶ τῇ δυνάμει καὶ τῇ πρὸς τὸν θεὸν λόγον ἑνώσει τε καὶ γνώσει. καὶ ὡς κόρον αὐτῶν λαβόντων τῆς θείας ἀγάπης καὶ θεωρίας κατ' ἀναλογίαν ἐπὶ τὸ χεῖρον τῆς ἑκάστου τροπῆς λεπτομερέστερα ἢ παχυμερέστερα σώματα ἀμφιάσασθαι καὶ ὀνόματα κληρώ σασθαι, κἀντεῦθεν τὰς οὐρανίας καὶ λειτουργικὰς ὑποστῆναι 631 δυνάμεις. ἀλλὰ μὴν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέ ρας καὶ αὐτὰ τῆς αὐτῆς τῶν λογικῶν ἑνάδος ὄντα ἐκ τῆς ἐπὶ τὰ χείρω τροπῆς τοῦτο γεγονέναι ὅπερ εἰσίν, τὰ δὲ ἐπὶ πλεῖον τῆς θείας ἀγάπης ἀποψυγέντα λογικὰ ψυχὰς ὀνο μασθῆναι καὶ σώμασι παχυτέροις τοῖς καθ' ἡμᾶς ἐμβλη θῆναι, τὰ δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλακότα ψυχροῖς καὶ ζοφεροῖς ἐνδεθῆναι σώμασι καὶ δαίμονας γεγονέναι τε καὶ ὀνομασθῆναι. καὶ ὅτι ἐξ ἀγγελικῆς μὲν καταστάσεως ψυχικὴ γίνεται κατάστασις, ἐκ δὲ ψυχικῆς δαιμονιώδης τε καὶ ἀνθρωπίνη, ἕνα δὲ νοῦν μόνον ἐκ πάσης τῆς ἑνάδος τῶν λογικῶν ἀκλόνητον μεῖναι καὶ ἀκίνητον τῆς θείας ἀγάπης καὶ θεωρίας, ὃς καὶ Χριστὸς καὶ βασιλεὺς καὶ ἄνθρωπος γέγονεν. καὶ ὅτι παντελὴς ἔσται τῶν σωμάτων ἀναίρεσις, αὐτοῦ τοῦ κυρίου πρῶτον ἀποτιθεμένου τὸ ἴδιον σῶμα καὶ τῶν λοιπῶν ἁπάντων. καὶ ὅτι ἀνακομίζονται πάλιν ἅπαντες εἰς τὴν αὐτὴν ἑνάδα καὶ γίνονται νόες, καθὰ καὶ ἐν τῇ προϋπάρξει ἐτύγχανον, ἀποκαθισταμένου δηλονότι καὶ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν λοιπῶν δαιμόνων εἰς τὴν αὐτὴν ἑνάδα καὶ τῶν ἀσεβῶν καὶ ἀθέων ἀνθρώπων μετὰ τῶν θείων καὶ θεοφόρων ἀνδρῶν καὶ τῶν οὐρανίων δυνά μεων καὶ τὴν αὐτὴν ἑξόντων ἕνωσιν πρὸς τὸν θεόν, ὁποίαν ἔχει καὶ ὁ Χριστός, καθὼς καὶ προϋπῆρχον, ὡς μηδεμίαν εἶναι διαφορὰν τῷ Χριστῷ πρὸς τὰ λοιπὰ λογικὰ παντελῶς οὔτε τῇ οὐσίᾳ οὔτε τῇ γνώσει οὔτε τῇ δυνάμει οὔτε τῇ ἐνεργείᾳ. ὁ γάρ τοι Πυθαγόρας ἀρχὴν τῶν πάντων ἔφησεν εἶναι τὴν μονάδα, καὶ πάλιν Πυθαγόρας καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσωμάτων εἰπόντες καὶ τὰς ἁμαρτάδι τινὶ περι 632 πεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγου σιν, ὅθεν ὁ Πλάτων δέμας τὸ σῶμα καὶ σῆμα κέκληκεν, ὡς ἐν τούτῳ τῆς ψυχῆς οἱονεὶ δεδεμένης καὶ τεθαμμένης. εἶτα περὶ τῆς ἐσομένης κρίσεως καὶ ἀνταποδόσεως τῶν ψυχῶν αὖθίς φησιν· ἡ μὲν παιδεραστήσαντος καὶ κακῶς βιώσαντος μετὰ φιλοσοφίας ψυχὴ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ ἐῶνται κολασθεῖσα, καὶ οὕτω πτερωθεῖσα τῷ χιλιοστῷ ἔτει ἐκβάλλεται καὶ ἀπέρχεται, αἱ δὲ ἄλλαι, ὁπόταν τόνδε τὸν βίον τελευτήσωσιν, αἱ μὲν εἰς τὰ ὑπὸ τῆς γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην ἅμα καὶ λόγον τίσουσιν, αἱ δὲ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι διάξουσιν ἀξίως καθὼς ἐβίωσαν. οὗ τὴν ἀτοπίαν τοῦ λόγου κατα μαθεῖν ῥᾴδιον. τίς γὰρ αὐτὸν ἐδίδαξε τὰς τῶν ἐτῶν περι όδους καὶ χιλιάδας; καὶ ὅτι χιλίων διεληλυθότων ἐτῶν τότε τῶν ψυχῶν ἑκάστη εἰς ἴδιον ἀπέρχεται χῶρον; τὰ δὲ μεταξὺ τούτων οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν, μήτι γε φιλοσόφῳ τοιούτῳ. τοῖς γὰρ τὴν ἀκραιφνῆ φιλοσοφίαν κατωρθωκόσι τοὺς ἀκολάστους καὶ παιδεραστὰς συνέζευξε καὶ τούτους κἀκείνους τῶν αὐτῶν ἄθλων ἔφησεν ἀπολαύ σεσθαι. Πυθαγόρας τοίνυν καὶ Πλάτων καὶ Πλωτῖνος καὶ 633 οἱ τῆς ἐκείνων συμμορίας ἀθανάτους εἶναι τὰς ψυχὰς συν ομολογήσαντες προϋπάρχειν ταύτας ἔφησαν τῶν σωμάτων καὶ δῆμον εἶναι ψυχῶν, καὶ τὰς πλημμελούσας εἰς σώματα καταπίπτειν, ὡς ἔφην, καὶ τοὺς μὲν πικροὺς καὶ πονηροὺς εἰς παρδάλεις, τοὺς δὲ ἁρπακτικοὺς εἰς λύκους, τοὺς δὲ δολεροὺς εἰς ἀλώπεκας, τοὺς δὲ θηλυμανεῖς εἰς ἵππους. ἡ δὲ ἐκκλησία τοῖς θείοις ἑπομένη λόγοις φάσκει τὴν ψυχὴν συνδημιουργηθῆναι τῷ σώματι καὶ οὐ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, κατὰ τὴν Ὠριγένους φρενοβλάβειαν. διὰ ταῦτα οὖν τὰ πονηρὰ καὶ ὀλέθρια δόγματα, μᾶλλον δὲ ληρή ματα, προτρέπομεν τοὺς ὁσιωτάτους ὑμᾶς εἰς ἓν συνηγμέ νους ἐπιμελῶς ἐντυχεῖν τῇ ὑποτεταγμένῃ ἐκθέσει καὶ ἕκαστον τῶν αὐτῶν κεφαλαίων κατακρῖναί τε καὶ ἀναθεματίσαι μετὰ τοῦ δυσσεβοῦς Ὠριγένους καὶ πάντων τῶν τὰ τοιαῦτα φρο νούντων ἢ φρονησάντων εἰς τέλος. Ἅπερ δὴ λοιπὸν ἡ σύνοδος ἀκούσασα, καὶ πάντα βασα νίσαντες οἱ θεῖοι πατέρες ἐξεβόησαν· ἀναθεματίζομεν ὅλα ταῦτα μετὰ πάντας τοὺς τὰ τοιαῦτα φρονοῦντας ἢ φρονή σαντας μέχρι τέλους. Ὡσαύτως δὲ καὶ περὶ Θεοδώρου τοῦ Μομψουεστίας καὶ τῶν λοιπῶν οὕτω πάλιν φησὶν ὁ βασιλικὸς τύπος· σπουδὴ γέγονε τοῖς ὀρθοδόξως καὶ εὐσεβῶς προβεβασιλευκόσιν, τοῖς ἡμετέροις πατράσιν, τὰς κατὰ καιρὸν ἀναφυομένας αἱρέσεις 634 διὰ συνόδων ὁσιωτάτων ἱερέων ἐκκόπτειν καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυττομένης ἐν εἰρήνῃ τὴν ἁγίαν ἐκ κλησίαν τοῦ θεοῦ διαφυλάττειν. διόπερ καὶ Κωνσταντῖνος ὁ μέγας Ἀρείου βλασφημοῦντος καὶ λέγοντος μὴ εἶναι τὸν υἱὸν ὁμοούσιον τῷ θεῷ καὶ πατρί, ἀλλὰ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγονέναι, συναγαγὼν ἐν Νικαίᾳ τοὺς τιηʹ πατέρας καὶ αὐτὸς ἐκεῖσε παραγενόμενος, καὶ τοῦ Ἀρείου καταδικα σθέντος καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ὀρθόδοξον κρατῦναι πίστιν, δι' ἧς ὁμολογήσαντες οἱ θεῖοι πατέρες ὁμο ούσιον εἶναι τὸν υἱὸν τῷ θεῷ καὶ πατρί, μέχρι νῦν ᾄδεται καὶ πιστεύεται. καὶ Θεοδόσιος δὲ ὁ πρεσβύτης, Μακεδονίου ἀρνουμένου τὴν θεότητα τοῦ ἁγίου πνεύματος, καὶ Ἀπολι ναρίου τοῦ μαθητοῦ αὐτοῦ βλασφημοῦντος εἰς τὴν οἰκονο μίαν τοῦ θεοῦ λόγου καὶ φάσκοντος νοῦν ἀνθρώπινον μὴ εἰληφέναι τὸν τοῦ θεοῦ λόγον, ἀλλὰ σαρκὶ ἑνωθῆναι ψυχὴν ἄλογον ἐχούσῃ, συναγαγὼν ἐν Κωνσταντινουπόλει τοὺς ρνʹ πατέρας καὶ μετασχὼν καὶ αὐτὸς τῆς συνόδου, καὶ τῶν εἰρημένων καθαιρεθέντων καὶ ἀναθεματισθέντων αἱρετικῶν μετὰ καὶ τῶν ἀσεβῶν αὐτῶν δογμάτων καὶ ὁμοφρόνων, παρεσκεύασε τὴν ὀρθόδοξον πίστιν κηρύττεσθαι. καὶ Θεο δόσιος δὲ ὁ νέος, τοῦ ἀσεβοῦς Νεστορίου λέγοντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, καὶ τὸν μὲν φύσει υἱὸν τοῦ θεοῦ καὶ πατρός, τὸν δὲ χάριτι υἱὸν ἀσεβῶς εἰσάγοντος, καὶ τὴν ἁγίαν Μαρίαν εἶναι θεοτόκον ἀρνουμένου, συναγαγὼν τὴν προτέραν ἐν Ἐφέσῳ τῶν ςʹ ἁγίων πατέρων σύνοδον καὶ ἀποστείλας ἄρχοντας ὀφείλοντας παρεῖναι τῇ συνόδῳ προσέταξε καὶ Νεστόριον παραγενέσθαι καὶ κρίσιν ἐπ' αὐτῷ γενέσθαι. καὶ δὴ γενομένης ἀκριβοῦς ἐξετάσεως, κατεδίκασαν Νεστόριον καὶ ἀνεθεμάτισαν σὺν τοῖς 635 ὁμόφροσιν αὐτοῦ. τούτων δὲ οὕτω προελθόντων, ἐπανα στάντες Κυρίλλῳ τῷ ὁσιωτάτῳ οἱ τῆς ἐξαγίστου Νεστορίου μερίδος ἐσπούδασαν τό γε ἐπ' αὐτοῖς ἀνατρέψαι τὴν κατὰ Νεστορίου γενομένην κρίσιν. ἀλλ' οὖν γε Θεοδόσιος ὁ βα σιλεὺς ἀντιλαμβανόμενος τῶν ὄντως ὀρθῶς κατὰ Νεστορίου καὶ τῶν πονηρῶν αὐτοῦ δογμάτων κριθέντων παρεσκεύασε κρατεῖν βεβαίως τὴν ἐπ' αὐτῷ γενομένην κρίσιν. καὶ γὰρ πρὸς τούτοις καὶ ἄλλα τινὰ κατὰ τοῦ θείου Κυρίλλου πρὸς τὸν βασιλέα καταφλυαρήσαντες, γράφει πρὸς αὐτὸν Κύριλλος τοιάδε· ἐπειδήπερ ἐπυθόμην, ὦ εὐσεβέστατε βασιλεῦ, τῶν φιλοψογεῖν εἰωθότων τινὰς ἀγρίων σφηκῶν δίκην περι βομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ' ἐμοῦ λόγους ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ οὐκ ἐκ τῆς ἁγίας παρθένου λέγοντος τὸ θεῖον σῶμα Χριστοῦ, καὶ μέντοι καὶ δύο υἱοὺς κατὰ Νεστόριον ὁμολογεῖν ἡμᾶς κατεφλυάρησαν, δεῖν ᾠήθη μεν ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν οὕτως· ὦ ἀνόητοι καὶ μόνον εἰδότες τὸ συκοφαντεῖν, πῶς εἰς τοῦτο παρήχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε μωρίαν. ἔδει γὰρ ἔδει σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότηται διαβεβαιουμένοις ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία Μαρία. ἀλλ' ἐπείπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς τὸ θεῖον γεγενῆσθαι σῶμα τοῦ κυρίου λέγομεν, ὥς φασιν, πῶς ἂν νοοῖτο θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μὴ ἔστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμανουήλ; γελάσθωσαν τοίνυν οἱ ταῦτα καὶ τὰ τοιαῦτα κατ' ἐμοῦ πεφλυαρηκότες. οὐ γὰρ ψεύδεται λέγων ὁ θεσπέσιος Ἡσαΐας· 636 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός. ἀληθεύει δὲ πάντως καὶ ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν παρθένον εἰπών· μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. ὅταν δὲ λέγω μεν ἄνωθεν καὶ ἐξ οὐρανοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐχ ὡς ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς τοῦτό φαμεν, ἀλλ' ὡς ἑπόμενοι τῷ ἱερῷ Παύλῳ φάσκοντι· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύ τερος ἐξ οὐρανοῦ. μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. καίτοι γεγέν νηται κατὰ σάρκα, ὡς εἴρηται, ἐκ τῆς ἁγίας παρθένου. ἐπειδὴ δὲ ὁ ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταφοιτήσας θεὸς λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ κεχρη μάτικεν υἱὸς ἀνθρώπου μετὰ τοῦ μεῖναι ὃ ἦν, τοῦτ' ἔστι θεός, (ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστὶν) ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ λέ γεται κατελθεῖν. ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι 637 καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος. εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν τῶν φύσεων ἡ διαφορὰ μὴ ἀγνοῆται, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσίν φαμεν πεπρᾶχθαι. τοιγαροῦν ὁμο λογοῦμεν τὸ μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ λόγον θεὸν τέ λειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεό τητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῷ πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα δύο γὰρ φύσεων ἕνωσις γέγονεν, ὅθεν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην οὖν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον ἀληθῶς θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρω πῆσαι καὶ ἐξ αὐτῆς συλλήψεως ἑνῶσαι αὐτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. καὶ εἰ δοκεῖ δεξώμεθα εἰς παράδειγμα τὴν καθ' ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ' ἥν ἐσμεν ἄνθρωποι. συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος, καὶ ὁρῶμεν φύ σεις δύο, ἑτέραν μὲν τοῦ σώματος, ἑτέραν δὲ τῆς ψυχῆς, ἀλλ' εἷς ἐξ ἀμφοῖν καθ' ἕνωσιν ἄνθρωπος. καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο ἀνθρώπους τὸν ἕνα νοεῖσθαι παρασκευάζει, ἀλλ' ἕνα τὸν ἄνθρωπον κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος. ἐὰν γὰρ ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χρι στὸς ἀδιάσπαστος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ δι' ἐναν τίας· εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα; τοὺς δὲ λέγοντας, ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα κατα ξιωσάτω σου ἡ θεοσέβεια προδήλως ἐπιστομίζειν. 638 Μετὰ δὲ ταῦτα Κυρίλλου τελευτήσαντος ἐπιφύεται μονα χός τις καὶ ἀρχιμανδρίτης Εὐτυχὴς ὀνομαζόμενος καὶ ἀποσπᾷ κατόπιν αὐτοῦ μέρος οὐκ ὀλίγον τοῦ λαοῦ κυρῶν τὰ Νεστο ρίου καὶ τὸ ἑαυτοῦ πονηρὸν δόγμα φάσκων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ἡμῖν ὁμοούσιον. καὶ δὴ πάλιν μετ' ὀλίγον διὰ βασιλικῆς ἰσχύσαντος χειρὸς ἑτέρα σύνοδος ἐν Ἐφέσῳ λῃστρική τις καὶ οὐχ ὁσία συνάγεται, παραπεμφθέντος ἐκεῖσε καὶ Φλαβιανοῦ Κωνσταντινουπόλεως, τὴν πᾶσαν ἐξουσίαν Διοσκόρου Ἀλεξανδρείας ἔχοντος. καὶ φονεύεται μὲν Φλαβιανὸς ὁ θεῖος ὑπερμαχῶν τῆς ὀρθοδόξου πίστεως, ἀνα τρέπεται δὲ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, ὑπογραψάντων φονικῇ βίᾳ τινῶν ἐπισκόπων, ἐξ ὧν ὑπῆρχε Βασίλειος ὁ Σελευκείας. κἀντεῦθεν τῶν τοῦ Νεστορίου καὶ Διοσκόρου καὶ Εὐτυχοῦς δημοσιευομένων πονηρῶν δογμάτων, καὶ πολ λῆς ταραχῆς γινομένης καὶ ζάλης μάλιστα ἐν τῇ ἀνατολῇ, φονεύεται Προτέριος ὁ μέγας ἱερεὺς καὶ ἕτεροι πλεῖστοι. τούτων οὖν οὕτως ἐχόντων ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ βασιλεύς, καὶ συναγαγὼν ἐν Χαλκηδόνι τὴν τῶν χλʹ πατέρων σύνοδον, παρόντων Διοσκόρου καὶ Εὐτυχοῦς, μεθ' ὧν καὶ αὐτὸς παρευρεθείς, καταδικάζονται μὲν Διόσκορος καὶ Εὐτυ χὴς καὶ Νεστόριος καὶ πάλιν ἀναθεματίζονται, Θεοδώρητον δὲ καὶ Ἴβαν καὶ Βασίλειον Σελευκείας ἐδέξαντο καθυπογρα ψάντων, καὶ τῆς λῃστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀνα θεματισθείσης εἰς μίαν συμφωνίαν ἤγαγον πάντας οἱ θεῖοι πατέρες. Τούτων δὲ τῶν δʹ συνόδων οὕτω γενομένων καὶ ἐπι βεβαιωθέντων καὶ κρατούντων ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, οἱ 639 τὰ Νεστορίου φρονοῦντες ἐσπούδασαν αὖθις τὴν αἵρεσιν αὐ τῶν κρατῦναι διὰ τῆς Θεοδώρου τοῦ Μομψουεστίας ἀφορμῆς πολλῷ χείρονα τοῦ μαθητοῦ αὐτοῦ Νεστορίου βλασφημή σαντος. ὅθεν τοίνυν καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς ἡμετέ ροις πατράσι καὶ βουλόμενοι τὴν ὀρθὴν πίστιν ἀλώβητον διαφυλάττεσθαι προτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετάσαντες κατ' αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτοῦ ἀπο φήνασθαι. πρὸς γὰρ ταῖς ἄλλαις αὐτοῦ ἀναριθμήτοις δυσ φημίαις εἰς Χριστὸν τὸν θεὸν ἡμῶν γενομέναις ἄλλον εἶναι τὸν θεὸν λόγον ἔφη καὶ ἄλλον τὸν Χριστὸν ὑπὸ τῶν τῆς ψυχῆς παθῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν ἀφιστάμενον πρὸς τὰ κρείτ τονα τῇ προκοπῇ τῶν ἔργων ἐληλυθέναι καὶ τῇ ἀρίστῃ πολι τείᾳ γενόμενον ἄμωμον, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθῆναι καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος εἰληφέναι καὶ υἱοθεσίας ἠξιῶσθαι καὶ καθ' ὁμοίωσιν βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου τὸν Χριστὸν προσκυνεῖσθαι καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρ τητον γεγενῆσθαι. καὶ πρὸς τούτοις εἶπε τοιαύτην γενέσθαι τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὸν Χριστόν, ὁποίαν ὁ ἀπό στολος ἔφη περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ἔτι δὲ προτρέπομεν ὑμᾶς ἐξετάσαι καὶ τὰ κακῶς γραφέντα παρὰ Θεοδωρήτου καὶ Ἴβα κατὰ τῆς ἐν Ἐφέσῳ πρώτης ἁγίας συνόδου καὶ ὁμοίως τὰ κατ' αὐτῶν ἀποφήνασθαι. Καὶ ταῦτα πάλιν ὡσαύτως οἱ θεῖοι πολυπραγμονήσαντες πατέρες ἀπεκρίθησαν· ἡ μὲν ἐν Χαλκηδόνι θεία σύνοδος 640 Θεοδώρητον καὶ Ἴβαν πολλὰ καταβοήσασα οὐκ ἄλλως αὐτοὺς ἐδέξατο, εἰ μὴ πρότερον ἀνεθεμάτισαν τὰ ἴδια πονηρὰ συγ γράμματα καὶ Θεόδωρον καὶ Νεστόριον. ἡμεῖς δὲ κατα κρίνομεν καὶ ἀναθεματίζομεν πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρε τικοῖς τοῖς κατακριθεῖσι καὶ ἀναθεματισθεῖσιν ὑπὸ τῶν εἰρη μένων ἁγίων δʹ συνόδων καὶ Θεόδωρον τὸν γενόμενον ἐπί σκοπον Μομψουεστίας καὶ τὰ δυσσεβῆ συγγράμματα αὐτοῦ, καὶ μέντοι καὶ τὰ κακῶς παρὰ Θεοδωρήτου συγγραφέντα κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν ιβʹ κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἱερᾶς συνόδου καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην τὴν ἀρνουμένην τὸν θεὸν λόγον ἐκ τῆς ἁγίας Μαρίας τῆς θεοτόκου σαρκωθέντα ἄνθρωπον γεγενῆσθαι καὶ τὸν θεσπέσιον Κύριλλον ὡς αἱρετικὸν διαβάλλουσαν, καὶ μεμφομένην μὲν τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν σύνοδον ὡς χωρὶς κρίσεως καὶ ζητήσεως Νεστόριον καθελοῦσαν καὶ τὰ ιβʹ κεφάλαια τοῦ μακαρίου Κυρίλλου διαπτύουσαν, ἐκδικοῦ σαν δὲ Νεστόριον καὶ Θεόδωρον καὶ τὰ θεοστυγῆ αὐτῶν συγγράμματά τε καὶ δόγματα. διὸ δὴ τοίνυν τὰς μὲν τῶν αἱρετικῶν τούτων καὶ πάντων ἀθυροστόμους γλώσσας καὶ τὰς τούτων ἀσεβεστάτους συγγραφὰς αὐτούς τε τοὺς αἱρετι κοὺς τοὺς μέχρι τέλους ἐμμείναντας τῇ οἰκείᾳ κακοδοξίᾳ καὶ πονηρίᾳ μετὰ τοῦ πατρὸς τοῦ ψεύδους εἰκότως διαβόλου συναριθμοῦντες ἐροῦμεν· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε. 641 Ἐφ' ὧν χρόνων καὶ θανατικὸν ἀνθρώπων γέγονεν ἐν Κωνσταντινουπόλει εἰς ἐξάλειψιν καὶ τοιοῦτον, ὥστε μένειν ἀτάφους τοὺς ἀποθνήσκοντας ἐπὶ ἡμέρας τρεῖς διὰ τὸ μὴ ἐξαρκεῖν τοὺς κραβάτους τῶν ἐκκλησιῶν καὶ τῶν οἴκων πρὸς τὸ ἐκφέρειν τοὺς τελευτῶντας. ὅθεν ποιήσας ὁ βασιλεὺς κραβάτους χιλίους, καὶ μηδ' οὕτως ἐξαρκούντων, ἁμάξας προσέταξε πλείστας εὐτρεπισθῆναι καὶ ἄλογα, καὶ ἐπιστοιβά ζοντες ἐν αὐτοῖς τοὺς νεκροὺς ἐξωδίαζον. ἐπιτεινομένης δὲ τῆς θνήσεως ἔρριπτον τοὺς πλείονας εἰς τὸν αἰγιαλόν, καὶ ἔμενον ἄταφοι ἕως ἡμερῶν ʹ διὰ τὸ μηδὲ τὰ πλοῖα ἐξαρ κεῖν διαπερᾶν καὶ θάπτειν. οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν τοῖς οἴκοις καὶ τοῖς ἐμβόλοις καὶ ταῖς ἐκκλησίαις οὐκ ἦν τόπος, ἐν ᾧ οὐ κατέκειντο νεκροὶ ἀπόζοντες. πολλοὶ δὲ καὶ ἀδιά θετοι τελευτῶντες, εἰς πρόσωπα ξένα τὰ ἑαυτῶν ἤρχοντο διὰ τὸ πάντας ἄρδην τελευτᾶν τοὺς συγγενεῖς αὐτῶν καὶ οἰκείους. ἐκράτησεν οὖν ἡ θνῆσις αὕτη μῆνας βʹ, Ἰούλιον καὶ Αὔγουστον. ἐγένοντο δὲ καὶ βρονταὶ μεγάλαι σφόδρα καὶ ἀστραπαὶ φοβεραὶ λίαν, ὥστε καὶ ἀνθρώπους καθεύδον τας ἐκ τῶν ἀστραπῶν καυθῆναι. καὶ μέντοι καὶ σεισμὸς 642 γέγονε μέγιστος καὶ παγκόσμιος ὥστε πᾶσαν τὴν οἰκουμένην σχεδὸν πτωθῆναι, καὶ τὴν θάλασσαν ἀναριχάναι μίλια βʹ, καὶ ἀπολέσθαι πλοῖα ἐν τῇ τοῦ ὕδατος ἀναχαιτίσει διαπλέ οντα πάμπολλα καὶ ἀναρίθμητα. καὶ ἐν μὲν τῇ Ἀραβίᾳ καὶ Παλαιστίνῃ καὶ Μεσοποταμίᾳ καὶ Ἀντιοχείᾳ κατεπτώ θησαν πόλεις πολλαὶ καὶ κῶμαι, καὶ συνελήφθησαν ἀνθρώ πων πλήθη καὶ ἀλόγων, ἐν δὲ Κωνσταντινουπόλει ἐκκλη σίαι καὶ οἶκοι πολλοὶ πεπτώκασι καὶ τὸ πλεῖστον μέρος τοῦ τείχους τῆς πόλεως, καὶ ἀπέθανεν ἐν τοῖς συμπτώμασιν ἀν θρώπων πλῆθος ἄπειρον, καὶ ἐπεκράτησεν ὁ σεισμὸς ἡμέρας καὶ νύκτας μʹ. καὶ πῦρ ἐφάνη ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης ἀπὸ ἄρκτου ἐπὶ δυσμὰς ἕλκον. καὶ γέγονε σεισμὸς πάλιν, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως τὸ ἀνατολικὸν καὶ τὸ δυτικόν, καὶ πολλαὶ ἐκκλησίαι καὶ οἶκοι ἕως ἐδάφους κατέπεσαν, ἀλλὰ μὴν καὶ τὰ προάστεια καὶ τὸ Ῥήγιον ἠδαφίσθησαν, καὶ πολλοὶ ἀπώλοντο, καὶ διεφθάρησαν οἱ τόποι ὡς μηδὲ γνωρίζεσθαι αὐτοὺς εὐχερῶς. καὶ ἐπε κράτησεν ἡ γῆ σειομένη διηνεκῶς ἡμέρας καὶ νύκτας ιʹ. διὸ καὶ λυπούμενος ὁ βασιλεὺς εἰς τὰ γενέθλια καὶ τὰ θεο φάνια χωρὶς τοῦ στέμματος προῆλθε καὶ τὰ ἐξ ἔθους ἀρι στόδειπνα τῆς δωδεκαημέρου οὐκ ἐποίησεν, ἀλλὰ πάντα πτωχοῖς διένειμεν. ἔτι μὴν αὖθις ἐπεγένετο θανατικὸν ἐκ 643 νοσήματος τοῦ λεγομένου βουβῶνος μῆνας δʹ καὶ οὐχ ἧττον διέφθειρε τοῦ προτέρου θανατικοῦ πᾶσαν τὴν πόλιν καὶ τὰ πόρρω ταύτης. Ἐν δὲ Ἀντιοχείᾳ γενομένου πάλιν σεισμοῦ μεγάλου ἐπὶ ὥραν μίαν, ἠκούσθη βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερώτατος, καὶ ἀπέθανον ἐν τῇ συμπτώσει χιλιάδες εʹ. λιτανευόντων οὖν πάντων καὶ τρεμόντων, ἐφάνη ἐν ὁράματι ἀνθρώπῳ τινὶ ὥστε εἰπεῖν τοῖς ἐν τῇ πόλει, ἵνα ἐπιγράψωσιν εἰς τὰ ὑπέρ θυρα αὐτῶν· Χριστὸς μεθ' ἡμῶν, στῆτε. καὶ τούτου γενο μένου παραυτίκα ἔπαυσεν ἡ ὀργὴ τοῦ θεοῦ. καὶ ἀστὴρ ἐφάνη μέγας εἰς τὸ δυτικὸν μέρος κομήτης ἐπὶ τὰ ἄνω πέμ πων τὰς ἀκτῖνας, ὃν ἔλεγον Λαμπαδίαν. καὶ διαμείνας ἐπὶ ἡμέρας καὶ νύκτας κʹ φαίνων οὕτως, ἐγένοντο κοσμικαὶ δη μοκρατίαι καὶ φόνοι πολλοί. καὶ μετὰ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ' ἑσπέρας ἕως πρωΐ, ὥστε πάντας ὑπερ εκπλήττεσθαι καὶ λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. καὶ μετ' ὀλίγον πάλιν ὁ ἥλιος χωρὶς ἀκτίνων ἐφαίνετο ὥσπερ ἡ σελήνη. πόλεμοι δὲ καὶ νόσοι καὶ θάνατοι τοῖς ἀνθρώποις οὐκ ἐπέλειπον. Ἦλθε δὲ καὶ ἐκ τὴν δύσιν ἄνθρωπος κωμοδρόμος ἐν 644 Κωνσταντινουπόλει ἔχων κύνα ξανθὸν καὶ τυφλόν, ὅστις κε λευόμενος παρὰ τοῦ κωμοδρόμου ἐποίει θαύματα παράδοξα. παρεστῶτος γὰρ ὄχλου παμπόλλου, καὶ τοῦ κωμοδρόμου λαμ βάνοντος δακτυλίδια χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ χαλκᾶ καὶ σιδηρᾶ, καὶ πάντα μίσγων καὶ περισκέπων χώματι καὶ τῷ κυνὶ ἐπιτρέπων, ἐλάμβανε διὰ τοῦ στόματος καὶ ἐδίδου ἑκά στῳ τὸ ἴδιον. ὡσαύτως καὶ νομίσματα παρεῖχε κατ' ὄνομα. καὶ πρὸς τούτοις ἐπερωτώμενος ἐπεδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας νομίμως καὶ τὰς παρανόμως, τοὺς μοιχοὺς καὶ τὰς πόρνας, τοὺς εὐπροαιρέτους καὶ ἐλεήμονας, τοὺς ἀδιακρίτους καὶ ἀνελεήμονας, μετὰ ἀληθείας πάντα κατεμήνυεν. ὅθεν ἔλεγον ὅτι πνεῦμα Πύθωνος ἔχει. Γέγονε δὲ καὶ διαστροφὴ περὶ τοῦ πάσχα, καὶ ὁ μὲν πλεῖστος λαὸς ἐποίησε τὴν ἀπόκρεων πρὸ τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα, καὶ πάντες οἱ κρεοπῶλαι σφάξαντες, οὐδεὶς ἠγόραζεν· οὐδὲ γὰρ ἤσθιον. τὸ δὲ πάσχα γέγονεν, ὡς ὁ βασιλεὺς ἐκέλευσεν, καὶ εὑρέθη νηστεύων ὁ λαὸς ἑβδομάδα περισσοτέραν. 645 Καὶ διεβλήθησαν τότε τινὲς ὡς ἀρρενοφθόροι. ὁ δὲ βασιλεὺς διάταξιν ἐξεφώνησεν ἔχουσαν οὕτως· πάντας τοὺς εὑρισκομένους τοὺς μὲν καυλοτομεῖσθαι, τῶν δὲ καλάμους ὀξεῖς ἐμβάλλεσθαι εἰς τοὺς πόρους τῶν αἰδοίων αὐτῶν, καὶ οὕτω κατὰ τὴν ἀγορὰν γυμνοὺς θριαμβεύεσθαι. διὸ καὶ πολλοὶ τῶν μεγιστάνων εὑρέθησαν, τῶν δὲ ἀρχιερέων οὐκ ὀλίγοι, καὶ οὕτω περιαγόμενοι οἰκτρῶς ἐτελεύτησαν. καὶ γενομένου φόβου μεγάλου οἱ λοιποὶ ἐσωφρονίσθησαν. καὶ μάλα εἰκότως· ὀλολυζέτω, γάρ φησιν, πίτυς ὅτι πέπτωκε κέδρος, τοῦτ' ἔστι τῶν ἰσχυρῶν καὶ μεγάλων πιπτόντων τὰ ἀσθενέστερα παιδευέσθωσαν. οὕτω γε μὴν καὶ ὁ σοφὸς λέγει· τῶν ἀσεβῶν πιπτόντων δίκαιοι κατάφοβοι γίνονται. καί· λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται. Ἡ τοίνυν μυσαρωτάτη καὶ λυσσώδης αὕτη καὶ παρὰ φύσιν ἁμαρτία πρώην ὑπὸ Σοδόμων διαπραττομένη καὶ ὥσπερ τις φωνὴ ἀνερχομένη καὶ βοῶσα τὸ μέγεθος τῆς ἀσε βείας εἰς τὰ ὦτα κυρίου Σαβαώθ, ἔφασκεν ὁ πολλὰ πρῶτον 646 μακροθυμήσας καὶ ὕστερον διὰ τὸ ἀμετανόητον αὐτῶν καὶ ἀνεπίστροφον τῆς ἀδιακρίτου καὶ ἀκολάστου γνώμης ἐπάξας μάλα δικαίως τὴν τιμωρίαν· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. καὶ ἐπάγει λέγουσα ἡ γραφή· καὶ ἔβρεξε κύριος πῦρ, καὶ θεῖον παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσιν. εἰ δέ τις τῶν μὴ τὴν γῆν ἐκείνην ἑωρακότων ἀπιστοίη μὴ οὕτως ἔχειν, ἀκουέτω τῆς θείας γραφῆς διηγουμένης καὶ λεγούσης· αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως· ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά. ὡσαύτως γε καὶ Ἰούδα Ἰακώβου φάσκοντος· ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρό πον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Λέγει δὲ καὶ ὁ θεῖος Χρυσόστομος· ἀπιστεῖ τις τῇ γε έννῃ; τὰ Σόδομα διαλογιζέσθω, τὰ Γόμορρα ἐννοείτω, τὴν γεγενημένην τιμωρίαν καὶ ἔτι μένουσαν καὶ τοῦ διαιωνίζειν τὴν κόλασιν ἐναργὲς τεκμήριον παριστῶσαν. καὶ γὰρ οὐ μόνον ἡ γῆ, ἀλλὰ καὶ αὐτὸς ὁ ἀὴρ καὶ τὰ ὕδατα μετέσχε 647 τῆς συμφορᾶς. καὶ καθάπερ σώματος ἐμπρησθέντος τὸ μὲν σχῆμα μένει καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει καὶ ὁ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲ δύναμις οὐκέτι, οὕτω δὴ κἀκεῖσε γῆν ἔστιν ἰδεῖν, ἀλλ' οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ πάντα τέφρα, πάντα σποδός· δένδρα καὶ καρπούς, ἀλλ' οὐδὲν δένδρων οὐδὲ καρπῶν· ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ὕδατος οὐδὲ ἀέρος, ἐπειδὴ καὶ ταῦτα τετέφρωνται. τοιγαροῦν οὐδὲν ἕτερον ἢ κάμινός ἐστιν ὁ ἀήρ, κάμινος τὸ ὕδωρ, πάντα ἄκαρπα, πάντα ἄγονα, πάντα πρὸς τιμωρίαν τῆς προλαβούσης ὀργῆς καὶ εἰκόνες τῆς μελλούσης κολάσεως. ἐννόησον τοίνυν ἡλίκον ἐστὶ τὸ ἁμάρτημα ὡς βιάσασθαι πρὸ καιροῦ τὴν γέενναν φανῆναι. καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος, ἐπειδὴ καὶ παρὰ φύσιν καὶ παράνομος ἡ μίξις, καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων ψυχὰς ἡ χαλεπὴ καὶ ἐπάρατος ἐπιθυμία. ἀλλ' ὢ τῆς παραπληξίας τῶν τοῦτο κατεργαζο μένων. καὶ γὰρ ἀλόγων ἀνοητότεροι καὶ κυνῶν ἀναιδέστεροι. οὐδαμοῦ γὰρ τοιαύτη μίξις παρ' ἐκείνοις, ἀλλ' ἐπιγινώσκει τοὺς ἰδίους ὅρους ἡ φύσις. τούτους καὶ ἀνδροφόνων χεί ρους εἶναι λέγω, καὶ ὅπερ ἂν εἴποις ἁμάρτημα, οὐδὲν ἴσον ἐρεῖς τῆς παρανομίας ταύτης. ὁ μὲν γὰρ ἀνδροφόνος τὴν ψυχὴν ἀπὸ τοῦ σώματος ἐχώρισεν, οὗτος δὲ τὴν ψυχὴν μετὰ τοῦ σώματος ἀπώλεσεν. πόθεν οὖν ἐτέχθη τὸ μέγα τοῦτο 648 κακόν; ἀπὸ τρυφῆς καὶ σπατάλης καὶ ἀπὸ τοῦ μὴ φοβεῖ σθαι τὸν θεὸν καὶ τὴν μέλλουσαν κρίσιν. ὅταν γὰρ ἐκ βάλωσί τινες τὸν τοιοῦτον φόβον ἐκ τῆς καρδίας αὐτῶν, ἐγκαταλιμπάνονται εἰς τέλος καὶ οὕτως ἔρχονται εἰς ἐπιθυ μίας ἀνοήτους καὶ βλαβερὰς καὶ εἰς πάθη ἀτιμίας. ὥσπερ γὰρ πολλοὶ πολλάκις τὴν τῶν σιτίων ἐπιθυμίαν ἀφέντες γῆν σιτοῦνται καὶ λίθους μικράς, καὶ ἕτεροι δὲ ὑπὸ δίψους κατε χόμενοι σφοδροῦ καὶ βορβόρου πολλάκις ἐπιθυμοῦσιν, οὕτω κἀκεῖνοι καταλειφθέντες διὰ τὰς προειρημένας αἰτίας πρὸς τὸν ἄθεσμον τοῦτον ἐξεκαύθησαν ἔρωτα. εἰ δὲ οὐκ αἰσθά νονται, ἀλλ' ἥδονται, μὴ θαυμάσῃς. καὶ γὰρ οἱ μαινόμενοι καὶ φρενίτιδι κατεχόμενοι νόσῳ τὰ πολλὰ ἑαυτοὺς ἀδικοῦντες καὶ ἐλεεινὰ πράσσοντες, ἐφ' οἷς αὐτοὺς ἕτεροι δακρύουσιν, γελῶσι καὶ τοῖς γινομένοις αὐτοῖς ἐντρυφῶσιν. πόσαι λοιπὸν γέενναι τοῖς τοιούτοις ἀρκέσωσιν, καὶ πόσα κολαστήρια; εἰ δὲ καταγελᾷς γεέννης ἀκούων καὶ ἀπιστεῖς ἐκείνῳ τῷ πυρί, ἀναμνήσθητι πάλιν τὸν ἐν Σοδόμοις θεῖον ἐμπρησμὸν καὶ τὴν φοβερὰν ἐκείνην φλόγωσιν. εἰ οὖν τοιαῦτα πράττων καὶ σὺ δίκην οὐ δίδως, μὴ θαυμάσῃς. ἐκεῖνοι μὲν γὰρ ὡς μὴ τὴν γέενναν εἰδότες ἐκολάσθησαν παρὰ πόδας, σὺ δὲ 649 ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς ἐνταῦθα, ἐκεῖ πάντα χαλεπωτέρως ἀποτίσῃ καὶ κολασθήσῃ. διὰ τί; ὅτι πλείονος ἀπηλαύσαμεν χάριτος. ὅταν δὲ καὶ πλείονα καὶ μείζονα πταίωμεν ἐκείνων, ποίας συγγνώμης τύχωμεν ἐκ προγόνων τὰ σωτηριώδη παραλαβόντες διδάγματα, ἅπερ ἐκεῖνοι παντελῶς οὔτε ἤκουσαν οὔτε ἔμαθον, ὥστε διὰ τοῦτο μειζόνως κολασθησόμεθα, κἄν τε μικρὰν δίκην ἐνταῦθα δῶμεν, κἄν τε μὴ δῶμεν. οὐκοῦν μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας θορυβείσθω. οὐ γάρ ἐστιν ἐνταῦθα ἡ ἀντα πόδοσις οὔτε τῆς ἀρετῆς οὔτε τῆς πονηρίας. εἰ δέ που καὶ γίνεται τῆς ἀρετῆς καὶ τῆς πονηρίας, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς ὡσανεὶ γεῦμα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες τοῖς γοῦν ἐνταῦθα σωφρονίζονται. ὅταν οὖν εὐπραγῇ ὁ πονηρός, ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφα λῆς· ἵνα γὰρ ὧν ἔπραξεν ἴσως ἀγαθῶν τὴν ἀντίδοσιν ἐν ταῦθα λαβὼν ἐκεῖ λοιπὸν τέλεον κολάζηται. ὅταν δὲ πάσχῃ ὁ ἀγαθός, μακάριος ὄντως ἐστίν· ἵνα γὰρ ἀποθέμενος πάντα καὶ τὰ μικρὰ ἁμαρτήματα εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. ἐκεῖ γάρ εἰσιν οἱ τέλειοι στέφανοι τῶν ἀγαθῶν καὶ ἐκεῖ αἱ σφοδροτέραι καὶ ἀπέραντοι κολάσεις τῶν πονη ρῶν. καὶ ὥσπερ ὁ σηπεδόνα ἔχων, κἂν μὴ τέμνηται, ἀρρω στεῖ καὶ τότε μᾶλλόν ἐστιν ἐν κακοῖς, ὅταν μὴ τέμνηται, οὕτω καὶ ὁ ἁμαρτάνων, κἂν μὴ κολάζηται, πάντων ἐστὶν ἀθλιώτερος. καὶ καθάπερ οἱ σπλῆνα καὶ ὕδερον ἔχοντες, ὅταν ἀπολαύσωσι τραπέζης δαψιλοῦς καὶ ψυχροποσίας καὶ 650 πολυτελῶν ἐδεσμάτων καὶ καρυκευμάτων, τότε μάλιστα πάν των εἰσὶν ἐλεεινότεροι τῇ τρυφῇ τὸ νόσημα προσαύξοντες, ἂν δὲ ἄγχωνται λιμῷ καὶ δίψει κατὰ τοὺς ἰατρικοὺς νόμους, ἐλπίδα τινὰ σωτηρίας ἔχουσιν, οὕτω καὶ οἱ ζῶντες ἐν πονη ρίᾳ, εἰ μὲν κολάζονται, χρηστὰς ἔχουσι τὰς ἐλπίδας, εἰ δὲ μετὰ τῆς πονηρίας ἀπολαύουσι τρυφῆς καὶ ἀδείας, τῶν ἐν ὑδέρῳ γαστριζομένων ἐλεεινότεροι σφόδρα ἂν εἶεν, καὶ το σούτῳ πλέον, ὅσῳ ψυχὴ σώματός ἐστι βελτιώτερον. εἰ τοί νυν ἐκεῖνοι μήτε νόμον ἔχοντες τὸν κωλύοντα αὐτοὺς τῆς ἀθεμίτου πράξεως μήτε προφήτας εἰδότες οὐδεμιᾶς ἔτυχον συγγνώμης, ἀλλὰ πυρὸς καὶ θείου παρανάλωμα γεγόνασιν, πόσης μᾶλλον ἡμεῖς ἐσμεν ἄξιοι τιμωρίας καὶ χαλεπωτέρας ὑπεύθυνοι καταδίκης, οἱ νόμον καὶ προφήτας καὶ εὐαγγε λιστὰς καὶ διδασκάλους ἀναγινώσκοντες καὶ χείρονα ποιοῦν τες; τίνος δὲ ἕνεκεν τοιαῦτα δρώντων ἡμῶν οὐκ ἐπάγει καὶ ἡμῖν ὁ θεὸς τοιαύτην πανωλεθρίαν; ἐπειδὴ ἄλλη κόλασις ἀργαλεωτέρα καὶ ἀτελεύτητος καὶ ἕτερον πῦρ ἄσβεστον ἡμᾶς ἐκδέχεται δεινότερον καὶ σφοδρότερον. ὁ σκώληξ, γάρ φησιν, αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ οὐ σβεσθήσεται. διὰ δὴ τοῦτο καὶ ὁ παλαιὸς καὶ θεῖος νόμος ἀναστέλλων τὴν ἐξά γιστον αἰσχρουργίαν ταύτην καὶ ὀλέθριον ἔφασκεν· οὐ κοι μηθήσῃ μετὰ ἄρσενος κοίτην γυναικείαν, βδέλυγμα γάρ ἐστιν. καί· ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικείαν θανάτῳ θανατούσθωσαν ἀμφότεροι. ἐπικατάρατος γὰρ ὁ τοιοῦτος. λίθοις λιθοβολήσατε αὐτούς. 651 Ταύτην τοίνυν τὴν ἀκόλαστον καὶ ἀκάθαρτον γνώμην καὶ πρᾶξιν τῶν αὐθαιρέτως πασχόντων θριαμβεύων εὖ μάλα καὶ στηλιτεύων ὁ μέγας Κύριλλος οὕτω φάσκει· ἀκολασίας γὰρ ἕνεκεν οἱ τάλανες τοῦτο δρῶσι τὰ τῶν γυναικῶν πάσχειν ἄνδρες ὄντες βουλόμενοι. οὐδενὸς γὰρ χρησίμου χάριν τὴν φύσιν μετατιθέντες ἢ ἀσελγείας ἕνεκεν τὴν θεόπλαστον καὶ ἀνδροπρεπῆ μορφὴν διαφθείρουσιν ἑκουσίως πολλάκις, ἢ ὑπ' ἄλλων ὑπομένειν ἀναγκαζόμενοι τοῦτο ὡς λοιμοὶ τῆς φύσεως καὶ τοῦ γένους πολέμιοι καὶ σπῖλοι πολιτείας καὶ ζωῆς ἐφύ βριστοι γίνονται. δίκην μαινάδων πορνευθέντες ἀμέτρως ἐν τοῖς αἰσχίστοις ὀρχοῦνται πάθεσι μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν συγκεράσαντες, ἀμφίβολα καὶ μεμισημένα πρόσωπα περιφέροντες καὶ γράμμα νενοθευμένον. ἱερῶν περιβόλων μακρὰν ἀποιχέσθωσαν καὶ ἁγίων συνόδων ὡς ἐβδελυγμένον ἄγος καὶ θεοστυγὲς ἐλαυνέσθωσαν. ἐπειδὴ γὰρ αἰσχίστῃ καὶ κακίστῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰς τὸ κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντες καὶ μεταποιήσαντες καὶ τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευ μένῃ πράξει λειτουργεῖν ἀναγκάσαντες οὐ μόνον ἄξιοι νομικῆς ψήφου λαμβάνειν τιμωρίαν, ἀλλὰ καὶ ἐξ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀποφάσεως εἰς τὸ λεγόμενον ἐξώτερον σκότος ἄρδην ἀπελαύνεσθαι. περὶ γὰρ τῶν τοιούτων ἔφη Μωϋσῆς· θλαδίας καὶ ἀπόκοπος οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου. ἔστι γοῦν ἰδεῖν πεπληρωμένας οἰκίας τῶν μεγιστάνων τοι 652 ούτων τερατομόρφων προσώπων, χρυσοῦς μηνίσκους ἐπὶ τρα χήλου φοροῦντας, φύσιν μὲν ἄρρενος, θηλείας δὲ ὄψιν ἔχον τας καὶ κεκλασμένως βαδίζοντας καὶ τεθρυμμένως φθεγγο μένους. ὥσπερ ἑταιρίδες ἀπρεπῶς ὧδε κἀκεῖσε τὴν κεφαλὴν περισείουσι καὶ γελῶσιν ἀκρατῶς τε καὶ ἀναιδῶς οἰστρηλα σίαν πρόδηλον ὑπεμφαίνοντες. ὅθεν μετ' ἀνδρῶν μὲν ὡς γυναῖκες μαλακῶς εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται, μετὰ γυναικῶν δὲ ὡς φύλακες ἅμα καὶ σωφροσύνης δῆθεν ἰνδάλματα καθεύδοντες ἀναισχύντως καὶ ἀπερυθριασμένως αἰσχροπραγοῦσιν. καὶ οὗτοι μὲν οὕτως ὑπ' ἀνδρῶν ἀνοσίων καὶ βεβήλων φθειρόμενοι μαλακίζονται καὶ καταμιαίνονται διὰ τῆς παρὰ φύσιν ἀνοσιουργίας καὶ βδελυρίας, αὐτοὶ δὲ γυναικάρια ταλαίπωρα καὶ σεσωρευμένα κατὰ τὸ εἰρημένον ἁμαρτίαις καταμολύνουσι καὶ καταβλάπτουσιν οἷα λυσσώδεις κύνες, καὶ τὸ δὴ χαλεπώτερον καὶ ἐλεεινότερον, ἐντεῦθεν αἴτιοι γίνονται καὶ πρόξενοί τε καὶ μέτοχοι τῆς ἀπεράντου κολάσεως οἵ τε φθείροντες καὶ οἱ φθειρόμενοι. ἀλλ' ὢ τῆς ἀφροσύνης, ὢ τῆς ἀπάτης καὶ παραπληξίας. τούτους γὰρ ἄνθρωποι καὶ μάλιστα προύχοντες ὡς σώφρονας παραδεχό μενοι πιστεύουσι καὶ εἰσοικίζουσιν, οἵ γε εἰσοικιζόμενοι καὶ παρρησίας τυγχάνοντες τοὺς ὄντως δικαίως ἀρετῆς ἐπιμελου 653 μένους σώφρονας ἄνδρας κατὰ μικρὸν δελεάσαντες εἰς τὸ τῶν Σοδόμων αἰσχρὸν βάραθρον κατηκόντισαν ἐλεεινῶς καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν. διὸ δὴ λοιπὸν ἀραρότως πάνυ γε τούτους καὶ νόμος καὶ λόγος εὐαγγελικὸς καὶ ἄριστος βίος καὶ εὐσεβὴς πολιτεία βδελύττεται λίαν ὡς θεομισεῖς καὶ ἀκαθάρτους. οὗτοι γὰρ τοιαύτην ἐξάγιστον ζωὴν προτιμή σαντες καὶ ποθήσαντες ὅσον ἧκεν ἐπ' αὐτοῖς πόλεις μὲν ἠφάνισαν τὸν σπερματικὸν τῆς φύσεως λόγον παραφθεί ροντες φθειρόμενοι, εὐανδροῦσαν δὲ ῥώμην ἀνδρὸς καὶ ἡλι κίαν καὶ τὴν ἀρρενοπρεπῆ γενναίαν ἰσχὺν δεινῶς ἐξανάλωσαν καὶ ἁπλῶς τὴν σύντονον καὶ σφρίγουσαν ἀκμὴν τῆς νεότη τος λυμηνάμενοι φανερῶς ἀθλίους καὶ καταγελάστους ἐποί ησαν τοὺς ἁλόντας. οὕς γε φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκως ὡς ψυχοκτόνους καὶ σωματοφθόρους καὶ ἐναγεῖς ὄντως καὶ τῆς φύσεως παραχαράκτας. οὐδὲν γὰρ ἀληθῶς μυσαρώτερον ἢ ἀκαθαρτότερον τῶν οὕτω πορνευ ομένων τε καὶ πορνευόντων. εἰώθασι γάρ, ὡς ἀληθῶς καὶ ἀκριβῶς μεμαθήκαμεν, οὐ μόνον οἱ σπάδοντες καὶ τὰ μόρια τῆς αἰσχρουργίας ποσῶς ἔχοντες ἀσελγαίνειν ἀμέτρως καὶ