Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1.1
ὅτι παρὰ γνώμην εἰρήκασι τὰ τούτων πάθη καὶ τὰς αἰσχί στους πράξεις. ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ ἀκοινώνητον προσ ηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς, ἀλλ' ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι, τούτου χάριν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη πρὸς ἔλεγχον τοῦ μὴ θεοὺς αὐτοὺς εἶναι, ἀλλ' ἐμπαθεῖς ἀν θρώπους. Ἀλλά φασιν οἱ τῇ πλάνῃ ταύτῃ δεδουλωμένοι· διὰ τοῦτο θεοὺς αὐτοὺς ἡγούμεθα, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γε γόνασιν. Ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐξευρη κέναι, Ποσειδῶν δὲ τὴν κυβερνητικήν, καὶ Ἥφαιστος μὲν χαλκευτικήν, Ἀσκληπιὸς δὲ ἰατρικὴν καὶ ὁ Ἀπόλλων τὴν μουσικήν, καὶ Ἀθηνᾶ μὲν τὴν ὑφαντικήν, Ἄρτεμις δὲ τὴν κυνηγικήν, καὶ Ἥρα μὲν στολισμόν, Δημήτηρ δὲ γεωργίαν καὶ ἄλλοι ἄλλας. οὐκοῦν εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι, δέον καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς οὕτως ὀνομάζεσθαι. γράμματα μὲν γὰρ Φοίνικες ἐφεῦρον, ποίησιν δὲ ἡρωϊκὴν Ὅμηρος, καὶ διαλεκτικὴν μὲν Ζήνων ὁ Ἐλάτης, ῥητορικὴν δὲ Κόραξ ὁ Συρακούσιος, καὶ μελισσῶν μὲν καρπὸν ὁ Ἀρισταῖος, σίτου δὲ σπόρον Τριπτόλεμος, καὶ νόμους μὲν Λυκοῦργος ὁ Σπαρτιάτης καὶ Σόλων ὁ Ἀθηναῖος, τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια Παλα 63 μήδης ἐφεῦρεν, καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν. ἀλλ' εὔδηλος ἡ τούτων παράνοια, ὅτιπερ οὐ μόνον ἀνθρώποις φθαρτοῖς προσῆψαν τὴν τοῦ θεοῦ τι μήν τε καὶ δόξαν, ἀλλὰ καὶ πετεινοῖς καὶ τετραπόδοις καὶ ἑρπετοῖς κατὰ τὴν ποικιλίαν τῶν παθῶν αὐτῶν καὶ μα νιώδη λύσσαν. περὶ ὧν φησι καὶ ὁ ἀπόστολος· ἐματαιώ θησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύν ετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας. καὶ ὅλως τῶν ἐν εἰδώλοις μανέντων πάντων διά φορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία, καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται. καὶ εἰκότως· τοῦτο γὰρ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς αὐτῶν ἀθεότητος. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου θεὸν ἀναιροῦντος, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ' ἄλλοις νομιζόμενοι θεοὶ τῶν παρ' ἄλλων θεῶν λεγομένων γίνονται σπονδαὶ καὶ θυσίαι. Αἰγύπτιοι μὲν οὖν τὸν Ἄπιν βοῦν μόσχον ὄντα σέβουσι καὶ τὸν Μενδήσιον τράγον, καὶ τούτους ἄλλοι τῷ Διῒ θύ ουσιν, Λίβυες δὲ πρόβατον θεοποιοῦσιν, καὶ τοῦτο παρ' ἑτέρων εἰς θυσίαν σφάττεται, Ἰνδοὶ δὲ τὸν Διόνυσον θρη σκεύουσι συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες, καὶ ἄλλοι τοῦτον σπένδουσιν. ἕτεροι δὲ ποταμοὺς καὶ κρήνας καὶ 64 πάντων μᾶλλον Αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι καὶ θεὸν ἀνηγόρευσαν. ἐν οἷς καὶ τοσοῦτον ὑπερεπλεόνασεν ἡ εἰδωλο μανία παρὰ τὰ ἔθνη πάντα, ὡς οὐ μόνον βόας τε καὶ τρά γους καὶ κύνας καὶ πιθήκους θεραπεῦσαι, ἀλλὰ καὶ σκόρδα καὶ κρόμμυα καὶ πολλὰ τῶν εὐτελῶν ἑτέρων λαχάνων θεοὺς ὀνομάσαι καὶ προσκυνῆσαι διὰ τὸν πλοῦτον τῆς ἀσεβείας. καὶ τὸ μὲν ὕδωρ τοῦ Νείλου ἐσέβοντο ὡς τὴν χώραν αὐτῶν ἀρδεῦον, τὸν δὲ βοῦν ἐθεοποίουν ὡς τὴν γεωργίαν ἐπιτε λοῦντα καὶ τὴν τροφὴν πορίζοντα, τὸν δὲ τράγον καὶ τὰ πρόβατα διὰ τὴν ἐξ αὐτῶν χρῆσιν, τὰ δὲ λοιπὰ βδελύγματα, κύνας τε καὶ πιθήκους καὶ κνώδαλα καὶ τὴν λοιπὴν ἀπρέ πειαν τῶν ζώων τε καὶ τῶν λαχάνων, ἐθεράπευον καθότι πρόφασις αὐτοῖς αἱ περὶ ταῦτα χρεῖαι γεγόνασι δῆθεν αἴτια σωτηρίας ἐν τῷ καιρῷ τῆς τοῦ Φαραὼ πανωλεθρίας. ἡνίκα γὰρ ἐκεῖνος τὸν Ἰσραὴλ διώκων κατεποντίσθη, ἕκαστος περὶ ὃ ἀπησχολήθη μὴ ἐξακολουθήσας τῷ Φαραῷ καὶ περισωθεὶς τοῦτο ἐθεοποίησε λέγων· θεός μου γέγονε σήμερον μάλιστα, δι' οὗ καὶ σωθεὶς οὐ συναπωλόμην τῷ Φαραῷ κωλυθεὶς διὰ τῆς τούτου προνοίας. ὑπὲρ χρόνον τοίνυν κατὰ περί οδόν τινα τοῖς Αἰγυπτίοις ἐγεννᾶτο βοῦς ἔχων σημεῖά τινα περὶ τὴν γλῶτταν καὶ τὴν κέρκον, ἐξ ὧν ἐγνωρίζετο, ὅτι Ἄπις ἐστὶν ἤγουν θεός, ὅθεν καὶ ἑορτὴν ἐποίουν ὡς θεοῦ αὐτοῖς ἐνδημήσαντος, καὶ παρετιθέασι τῷ βοῒ πανδαισίαν ἐν 65 τῇ φάτνῃ πολλὴν εὐωχοῦντες τὸν θεὸν αὐτῶν. ὡσαύτως δὲ καὶ τὸν τράγον σεβόμενοι Μένδην λεγόμενον κατὰ τὴν ἑαυτῶν γλῶτταν ὡς ἀνακείμενον ἔφασκον τῇ γονίμῳ δυ νάμει, οὗ τινος τράγου καὶ ἱερὸν ὑπῆρχεν, ἐν ᾧ ἦν τραγο σκελὴς ὄρθιον τὸ αἰδοῖον ἔχων. ἔτι μὴν καὶ τοὺς κορκο δήλους καὶ τοὺς ὄφεις καὶ τοὺς αἰλούρους καὶ τοὺς ἰχθύας τιμῶντες ἐξ ἀλόγου τιμῆς ἀτιμίαν ἑαυτοῖς περιεποιοῦντο. ἤδη δέ τινες εἰς τοσαύτην ἀσθένειαν καὶ παραφροσύνην ἐξήχθησαν, ὡς καὶ ἀνθρώπους τοῖς παρ' αὐτῶν ψευδοθέοις κατασφάττειν καὶ εἰς θυσίαν προσάγειν. ὅθεν οὖν προ ασφαλιζόμενος ἄνωθεν ὁ θεῖος λόγος τὸν ἐκ τῆς τοιαύτης πλάνης ἀπαλλαγέντα λαὸν ἔφασκεν· οὐ ποιήσεις ἑαυτῷ εἴ δωλον οὐδὲ πᾶν ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς. ὡς οὖν διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος εἰκότως εἶπεν· οὐ ποιήσεις ἑαυτῷ εἴδωλον οὐδὲ ὁμοίωμα. τὸ μὲν γὰρ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει, τὸ δὲ ὁμοίωμά τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα. ἐπειδὴ τοίνυν Ἕλληνες ἀναπλάττουσι τὰς οὐχ ὑφεστώσας μορφάς, τρίτωνας καὶ σφίγγας καὶ κενταύρους, καὶ Αἰγύ πτιοι κυνοπροσώπους καὶ βουκεφάλους, εἴδωλα καλεῖ τὰ