Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 654 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
654.1.1
ἀκολασταίνειν ἀκορέστως, ἀλλά γε καὶ οἱ τέλεον ἀπόκοποι καὶ ἐκτετμημένοι. καθάπερ οὖν καὶ οἱ ἐκ γεννητῆς ἐστερη μένοι ταῦταφεῦ τῆς ἐσχάτης ἀτοπίας καὶ φρενοβλαβείας διὰ χειρὸς καὶ δακτύλου φθείρειν τὰς ἀθλίας γυναῖκας καὶ τὴν ἀνοσιουργίαν οὕτως ἐμμανῶς οἱ ἀνόσιοι κατεργάζε σθαι πεφύκασιν. καὶ τοῦτο δηλῶν ὁ σοφὸς ἀριδήλως ἔφη· μακάριος εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, καὶ παρθένος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. εἰ κότως οὖν ἄθηλοι, ἄνανδρες, ἀνδρόγυνοι, σιδηροκατάδικοι καὶ γυναικομανεῖς προσηγορεύθησαν. ἀκουέτωσαν τοίνυν οἱ καθαροὺς καὶ σώφρονας τούτους ὑποτοπάζοντες μάτην καὶ μὴ πιστευέτωσαν τῷ ψεύδει καὶ τῇ κατεσχηματισμένῃ καθα ρότητι καὶ σωφροσύνῃ. ἀπὸ γὰρ ἀκαθάρτου τί καθαρισθή σεται, καὶ ἀπὸ ψεύδους τί ἀληθεύσει; [ιηʹ. Περὶ Ἰουστίνου.] Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσεν Ἰουστῖνος ἀνεψιὸς αὐτοῦ ἔτη ιγʹ. ὃς κτίσας παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν τῇ πόλει τὸ μὲν ἐκάλεσε Σοφιανάς, τὸν δὲ Σοφίας εἰς ὄνομα τῆς ἑαυτοῦ γυναικὸς Σοφίας. ἐφ' οὗ καὶ Ἰου 655 δαῖός τις ἐν Κωνσταντινουπόλει ὑελοψικὴν τέχνην ἔχων παι δίον ἐκέκτητο μονογενές, ὃ καὶ παρέδωκε μανθάνειν γράμ ματα πλησίον τῆς μεγάλης ἐκκλησίας. ἧς ὁ σκευοφύλαξ ἔχων λείψανα πολλὰ τῆς ἁγίας τραπέζης ἐξ ἱκανοῦ χρόνου προσε καλέσατο παῖδας πρὸς τὸ δαπανῆσαι αὐτά. μεθ' ὧν συν ῆλθε καὶ τὸ Ἰουδαϊκὸν παιδίον. ἀπολυθὲν δὲ καὶ πρὸς τοὺς γονεῖς ἐλθόν, φησὶν ὁ πατὴρ αὐτοῦ· ἵνα τί ἐβράδυνας, τέκνον; ὁ δὲ παῖς ἀποκριθεὶς εἶπεν· μετὰ τῶν χριστιανῶν παιδίων ἀπελθὼν εἰς τὴν μεγάλην ἐκκλησίαν ἔφαγον κἀγώ, πάτερ, καὶ διὰ τοῦτο ἐβράδυνα. ὁ δὲ δόλιος ἐκεῖνος θὴρ σφόδρα μανεὶς ἔσχε παρ' ἑαυτῷ τὸν λόγον καὶ μετὰ τὸ ἄριστον συμπαραλαβὼν μεθ' ἑαυτοῦ τὸν υἱὸν αὐτοῦ καὶ πρὸς τὸ ἐργαστήριον ἀπελθὼν ἔρριψεν αὐτὸν εἰς τὴν κάμι νον, καὶ κλείσας τὴν θύραν ἀνεχώρησεν. ἡ δὲ γυνὴ αὐτοῦ γινώσκουσα τὴν τοῦ ἀνδρὸς κατὰ τοῦ παιδὸς μανίαν εἰς τὸ ἐργαστήριον ἐν σπουδῇ παρεγένετο καὶ παρακύψασα διὰ τῆς ὀπῆς τῆς θύρας ἤκουσε τῆς φωνῆς τοῦ παιδὸς ἔσωθεν τῆς καμίνου, καὶ τὴν θύραν κλάσασα καὶ εἰσελθοῦσα ἐξέβαλε τὸν υἱὸν αὐτῆς ἄφλεκτον ἐκ τῆς καμίνου. λεγούσης δὲ αὐτῆς· τίς ἐνέβαλέ σε, τέκνον, εἰς τὴν κάμινον, καὶ πῶς οὐκ ἐκάης; φησὶν ὁ παῖς· ὁ μὲν πατήρ μου ἐνέβαλέ με, γυνὴ δὲ πορφυροφοροῦσα ἦλθε καὶ τὴν φλόγα κατέσβεσε 656 λέγουσα· μὴ φοβοῦ, παιδίον. ἡ δὲ μήτηρ αὐτοῦ ταῦτα ἀκούσασα καὶ καταπλαγεῖσα, τὸν υἱὸν παραλαβοῦσα πρὸς τὸν πατριάρχην Μηνᾶν ἔφθασε καὶ πάντα ἀναγγείλασα αὐτῷ παρεκάλει χριστιανὴ γενέσθαι μετὰ τοῦ υἱοῦ αὐτῆς. ὃς αὐ τίκα τῷ βασιλεῖ προσαγαγὼν ἀμφοτέρους, ἐκέλευσεν ὁ βασι λεὺς παραστῆναι καὶ τὸν πατέρα τοῦ παιδίου· καὶ τοῦτον μετὰ τὴν ἐξέτασιν πολλὰ παραινέσας καὶ παρακαλέσας χρι στιανὸν γενέσθαι οὐκ ἔπεισεν. ὅθεν προσέταξεν ἀνασκολο πισθῆναι αὐτὸν ὡς φονέα τοῦ ἰδίου τέκνου γενόμενον, τὴν δὲ γυναῖκα καὶ τὸ παιδίον ὁ πατριάρχης βαπτίσας τὴν μὲν ἐποίησεν ἀσκήτριαν, τὸν δὲ ἀναγνώστην.
654.2.1
Περὶ Τιβερίου.] Μετὰ δὲ Ἰουστῖνον ἐβασίλευσε Τιβέριος ὁ Θρᾲξ ἔτη δʹ. [κʹ. Περὶ Μαυρικίου.] Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Μαυρίκιος Ἀρμένοις καὶ γαμβρὸς αὐτοῦ ἔτη κʹ. ὃς ἔκτισε τὸν ναὸν τῶν ἁγίων μʹ ἐν Κωνσταντινουπόλει. ἐφ' οὗ καὶ γυνὴ παιδίον ἔτεκεν ἐν Κωνσταντινουπόλει χωρὶς ὀφθαλμῶν καὶ χειρῶν, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυὴς αὐτῷ ὑπῆρχεν, ὀστρακοδέρμῳ ἰχθύϊ ἐμφερές. καὶ κύων ἑξάπους κεφαλὴν ἔχων λεοντώδη 657 γεννηθεὶς ἐγένετο παμμεγέθης σφόδρα. ὡσαύτως καὶ ἐν τῇ Θρᾴκῃ δύο παιδία ἐγεννήθησαν, τὸ μὲν τετράπουν, τὸ δὲ δικέφαλον. λέγουσι δέ τινες τῶν ἱστορικῶν μὴ προσημαί νειν ἀγαθὰ ταῖς πόλεσιν, ἐν αἷς ἂν τεχθῶσι τοιαῦτα. ἐφά νησαν δὲ καὶ ἐν τῷ Νείλῳ ποταμῷ ἡλίου ἀνατέλλοντος ἀν θρωπόμορφα ζῶα δύο, ἀνὴρ καὶ γυνή, ἅπερ σειρῆναι προσ αγορεύονται ἡδύφθογγα πάνυ καὶ θανατηφόρα. τὴν δὲ μορφὴν ἔχουσι τὸ μὲν ἥμισυ ἀπὸ κεφαλῆς μέχρις ὀμφαλοῦ ἀνθρώπου, τὸ δὲ λοιπὸν πετεινοῦ. καὶ ὁ μὲν ἀνὴρ εὔστερ νος ἦν καὶ κατάπληκτος τὴν ὄψιν καὶ τὴν κόμην ξανθός, ἡ δὲ γυνὴ ὁμοίως ὁρωμένη τούς τε μαζοὺς εἶχε καὶ τὴν ὄψιν ἄτριχον καὶ τὴν κόμην βαθεῖαν. ὁ δὲ λαὸς μετὰ τοῦ ὑπάρχου θαυμάζοντες ὅρκοις ἔβαλλον ἐκεῖνο τὸ ἀνδρόγυνον μὴ καταλῦσαι τὴν θεωρίαν, πρὶν ἂν πάντες ἐμφορηθῶσι τῆς παραδόξου ταύτης θέας. καὶ δὴ μέχρις ὥρας θʹ πᾶς ὁ λαὸς ἐθαύμαζεν ὁρῶν τὰ ζῶα ταῦτα, καὶ οὕτω πάλιν εἰς τὸν ποταμὸν κατέδυσαν. τούτων δὲ καταδυσάντων κορκό δηλοι ἀναδύσαντες καὶ ἐκπηδήσαντες πολλοὺς τῶν ἀνθρώ πων διέφθειραν. ὁ γάρ τοι κορκόδηλος θηρίον ἐστὶν ὁμοῦ 658 καὶ ἰχθὺς μέγας ἀπὸ κεφαλῆς μέχρις οὐρᾶς. καὶ ἡ μὲν χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ μελαίνῃ προσέοικεν, ἡ δὲ γαστὴρ λευκή, καὶ πόδες αὐτῷ εἰσι δʹ, καὶ οὐρὰ μεγίστη καὶ τραχεῖα. τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτὴ καὶ ἐντέτμηται ἄνωθεν εἰς ἀκάνθας ὥσπερ αἱ τῶν πριόνων ἀκμαί, καὶ τύπτει ἐν αὐτῇ πρὸς οὓς ἂν μάχεται, καὶ πολλὰ ποιεῖ τραύματα. ἡ δὲ κεφαλὴ αὐτοῦ προσηρμοσμένη τοῖς ὤμοις καὶ ἐξισουμένη ἐφ' ὅσον μὲν οὐ κέχηνε θηρίου κε φαλή ἐστιν, ἐπειδὰν δὲ χάνῃ, ὅλη γίνεται στόμα μέχρι τῶν ὤμων τὸ χάσμα ποιοῦσα. ἀναιρεῖ δὲ τοῦτον πολλάκις ἡ ὑδρὶς λεγομένη ἐν τῷ αὐτῷ ποταμῷ τυγχάνουσα καὶ μορφὴν ἔχουσα κυνὸς τοιούτῳ τρόπῳ· τὸ γὰρ στόμα διανοίγων ὁ κορκόδηλος καὶ οὕτω καθεύδων, ἡ ὑδρὶς εἰς πηλὸν ἐγκυλι σαμένη καὶ διὰ τοῦ στόματος αὐτοῦ πρὸς τὴν γαστέρα χω ροῦσα καὶ ταύτην διαρρήξασα θᾶττον ἐξέρχεται διὰ τῆς ἕδρας νεκρὸν αὐτὸν καταλιμπάνουσα. καὶ ταῦτα μὲν ὧδε, πρὸς δὲ τὰ ἑξῆς ὁ λόγος βαδισάτω. Πολέμου ποτὲ συγκροτηθέντος μεταξὺ Ῥωμαίων τε καὶ βαρβάρων ἐπὶ τὴν Μυσίαν, ὑπέθετο Μαυρίκιος ὁ βασιλεύς, ὥς φασιν, τῷ στρατηγῷ τῷ καταπιστευθέντι τὸ Ῥωμαϊκὸν στράτευμα παραδοῦναι τούτους τοῖς πολεμίοις διὰ τὴν ἀντ αρσίαν αὐτῶν, ὅπερ τοῦ στρατηγοῦ ὑπακούσαντος καὶ γέ 659 γονεν. συνελήφθη οὖν λαὸς πολύς. τῆς δὲ συγκλήτου παρακαλεσάσης τὸν βασιλέα τοῦ ἀγορασθῆναι αὐτούς, εἴξας ὁ βασιλεὺς ἀπέστειλε πρέσβεις πρὸς τὸν ἄρχοντα τῶν βαρ βάρων, ἵνα τοὺς ὑπ' αὐτοῦ κρατηθέντας ἀπολύσῃ. ὁ δὲ ἐδήλωσεν· ἀποδίδωμι πάντας κατὰ ψυχὴν νόμισμα κομιζό μενος. ὁ δὲ βασιλεὺς μὴ ἀνασχόμενος δοῦναι, πάλιν ὁ βάρβαρος ἀνὰ ἥμισυ λαβεῖν ἠξίωσεν. τοῦ δὲ βασιλέως μηδὲ τοῦτο καταδεξαμένου, θυμωθεὶς ὁ βάρβαρος ἀπέκτεινε πάν τας ὁμοῦ χιλιάδας ιβʹ. ὅθεν ἐκ τούτου μισηθεὶς Μαυρί κιος, ἤρξαντο πάντες λοιδορεῖν αὐτὸν καὶ διαβάλλειν. ὁ δὲ μεταμεληθεὶς καὶ εἰς ἑαυτὸν ἐλθὼν καὶ τὸ μέλλον κριτήριον ἐννοήσας ἐξελέξατο μᾶλλον ἐνταῦθα τὴν ἁμαρτίαν ἀπολαβεῖν καὶ μὴ ἐκεῖσε ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου. καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέστειλεν εἰς τοὺς πατριαρχικοὺς θρό νους πάντας καὶ εἰς τὰ ἐν Ἱεροσολύμοις ἀσκητήρια καὶ μοναστήρια πολλὰ χρήματα καὶ θυμιάματα καὶ κηρούς, ὅπως εὔξωνται περὶ αὐτοῦ, ἵνα τὴν ἁμαρτίαν ὧδε ἀπολάβῃ. προ εσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικὸν τὸν γαμβρὸν αὐτοῦ ὡς εἰς τὸ φῖ γράμμα ὀνομαζόμενον. ὃς καὶ διαφόρως αὐτὸν δι' ὅρκων ἐπληροφόρει καθαρὸς εἶναι τῆς ὑποψίας ταύτης. τοῦ δὲ Μαυρικίου τὸν θεὸν ἱκετεύοντος περὶ τῆς ἁμαρτίας 660 τῶν σφαγέντων, εἶδεν ἐνύπνιον τοιοῦτον, ὡς ὅτι, λαοῦ πλεί στου παρεστῶτος τῇ εἰκόνι Χριστοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ παλατίου, φωνὴ ἐγένετο ἐκ τῆς εἰκόνος λέγουσα· δότε Μαυ ρίκιον. ὃν καὶ κρατήσαντες παρέστησαν κατενώπιον τῆς εἰκόνος. καί φησιν ἡ θεία φωνή· ποῦ θέλεις, ὦ Μαυ ρίκιε, ἀποδώσω σοι, ἐνταῦθα ἢ ἐν τῷ μέλλοντι αἰῶνι; ὁ δὲ ἀκούσας καὶ γενόμενος ἔντρομος εἶπεν· φιλάνθρωπε κύριε, ὧδε καὶ μὴ ἐκεῖ. καὶ εὐθὺς ἐκέλευσεν ἐκδοθῆναι αὐτὸν καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ τῷ στρατηλάτῃ. διυπνισθεὶς οὖν ὁ βασιλεὺς ἀπέστειλε παραυτίκα τὸν παρακοιμώμενον ἀγαγεῖν Φιλιππι κὸν τὸν γαμβρὸν αὐτοῦ διὰ τάχους. ὃς θεασάμενος τὸν παρακοιμώμενον ἐν τοιαύτῃ ὥρᾳ καὶ τῆς ἑαυτοῦ ζωῆς ἀπο γνοὺς ᾐτήσατο κοινωνῆσαι, καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα καταλιπὼν τὴν ἰδίαν γυναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ κει μένην καὶ κλαίουσαν. εἶτα εἰσελθὼν ἐν τῷ βασιλικῷ κοι τῶνι ἔρριψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς κελεύσας ἐξελθεῖν ἔξω τὸν παρακοιμώμενον ἀναστὰς ἔπεσεν εἰς τοὺς πόδας Φιλιππικοῦ λέγων· συγχώρησόν μοι, ἀδελφέ, διὰ τὸν θεὸν ὅτι ἥμαρτόν σοι. ἕως ἄρτι γὰρ ὑπε νόουν σε μέλλοντα νεωτερίζειν κατ' ἐμοῦ, ἀλλὰ νῦν ἀσφα λῶς ἔγνων ἀθῶον εἶναί σε τῆς ὑπονοίας ταύτης. παρακαλῶ οὖν σε εἰπεῖν μοι, τίνα γινώσκεις ἐν τοῖς ἡμετέροις τάγμασι Φωκᾶν στρατηλάτην. ὁ δὲ Φιλιππικὸς ἀναλογισάμενος ἔφη· 661 ἕνα γινώσκω, ὅστις πρὸ καιροῦ πεμφθεὶς ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου. καὶ ὁ βασιλεὺς εἶπεν· ποίας ἐστὶν ἕξεως; ὁ δὲ Φιλιππικὸς λέγει· νεώτερος, δειλὸς καὶ θρασύς. καὶ ὁ βασιλεύς φησιν· εἰ δειλός, καὶ φονεύς. καὶ ἐξηγή σατο αὐτῷ τὸ ἐνύπνιον. ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐφάνη ἀστὴρ κομήτης. καὶ τῇ ἐπαύριον ἔφθασεν ὁ ἀποσταλεὶς μαγι στριανὸς φέρων ἀπόκρισιν τοιαύτην· γίνωσκε, φησίν, ὦ βασιλεῦ, ὅτι δεξάμενος ὁ θεὸς τὴν μετάνοιάν σου τὴν μὲν ψυχήν σου διασώζει καὶ μετὰ τῶν ἁγίων κατατάττει, τῆς δὲ βασιλείας καὶ τῆς παρούσης ζωῆς μετὰ πολλῆς θλίψεως καὶ κινδύνων ἐκπίπτεις. ἅπερ ἀκούσας Μαυρίκιος ἐδόξασε τὸν θεὸν μεγάλως. Τῆς τοίνυν μετοπωρινῆς ὥρας καταλαβούσης, καὶ τοῦ βασιλέως προστάξαντος Πέτρῳ τῷ στρατηγῷ ἐν τῇ τῶν Σκλά βων χώρᾳ τὸν λαὸν παραχειμάσαι, ἀντεῖπεν ὁ λαὸς μὴ καταδεχόμενος τοῦτο. ὅθεν οἱ ἐπίσημοι τῶν ἀρχόντων φυ γόντες, καὶ εἰς ἓν τὰ πλήθη συναθροισθέντα προβάλλονται εἰς τὸ βασιλεύειν αὐτοῖς Φωκᾶν τὸν στρατηλάτην. τοῦ δὲ Πέτρου καὶ τῶν λοιπῶν ἀρχόντων ἐν τῇ πόλει παραγενο μένων, Μαυρίκιος τὸ κατ' αὐτοῦ μῖσος τῶν πολιτῶν εἰδὼς 662 μεσούσης νυκτὸς ἀποδυσάμενος τὴν βασιλικὴν ἐσθῆτα καὶ ἰδιωτικὴν ἐνδυσάμενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ καὶ τοῖς τέκνοις αὐτοῦ φεύγων τὴν ἐπανάστασιν τοῦ λαοῦ. πᾶσα γὰρ ἡ πόλις δι' ὅλης νυκτὸς αἰσχίσταις ὕβρεσι καὶ ἀπειλαῖς αὐτὸν ἔβαλλον. ἀνέμου δὲ μεγάλου πνεύσαντος, καὶ μετὰ κινδύνων μεγίστων εἰς τὸν ἅγιον Αὐτόνομον δια σωθεὶς παραδόξως, εὐθὺς ἐπιτίθενται αὐτῷ σφοδρότατοι πόνοι ἀρθρίτιδες, ἃς ποδαλγίας καὶ χειράγρας καλοῦσιν. [καʹ. Περὶ Φωκᾶ.] Μετὰ δὲ Μαυρίκιον ἐβασίλευσε Φωκᾶς ὁ Καππαδόκης καὶ τύραννος ἔτη ηʹ. ἐλθὼν γὰρ εἰς τὸ Ἕβδομον σὺν τοῖς ὁμόφροσιν αὐτοῦ, καὶ τῶν πολιτῶν ἐκεῖσε πάντων συνα θροισθέντων, ἀναγορεύεται βασιλεὺς εἰς τὸν ναὸν τοῦ προ δρόμου, καὶ οὕτως εἰσῆλθε τὸ κακὸν εἰς τὰ βασίλεια. μετὰ δὲ ταῦτα στασιάσαντες οἱ δῆμοι καὶ κράζοντες· ὁ Μαυρίκιος οὐκ ἀπέθανεν, ἀλλὰ καλῶς ἔχει, πρὸς τὸν φόνον κινεῖται Μαυρικίου ὁ ἀλάστωρ, καὶ δὴ κελεύσας, ἤχθη δέσμιος εἰς τὸν Εὐτροπίου λιμένα. προκολάζων δὲ αὐτὸν ὁ μιαιφόνος τῇ θεωρίᾳ ἀναιρεθῆναι τοὺς πέντε ἄρρενας υἱοὺς αὐτοῦ ἔμπροσθεν αὐτοῦ ἐπιτρέπει. ὁ δὲ Μαυρίκιος φιλοσοφῶν 663 τὸ δυστύχημα συνεχῶς ἐπεφθέγγετο· δίκαιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου. τῆς δὲ τιθηνῆς ὑποκλεψάσης ἓν ἐκ τῶν πέντε βασιλικῶν παιδίων καὶ τὸ ἴδιον αὐτῆς πρὸς ἀναίρεσιν ἀντιδιδούσης, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν ἐλθεῖν καὶ αὐτὸ ἀναιρεθῆναι. οὕτω τοίνυν καὶ νόμῳ φύσεως καὶ τρόπῳ κρείττονι καὶ ἀκροτάτῃ μετανοίᾳ ὑψηλότερος γεγονὼς Μαυρίκιος ὁ βασιλεὺς ὑπαλ λάττει καὶ αὐτὸς ὁμοίως τὸν βίον μετὰ πολλῆς ὑπομονῆς καὶ εὐχαριστίας, ὅθεν καὶ κληρονόμος γέγονε τῶν αἰωνίων ἀγαθῶν. τοῦ δὲ ἀθλίου Φωκᾶ προστάξαντος τεθῆναι τὰς τούτων κεφαλὰς ἐν τῷ κάμπῳ τοῦ τριβουναλίου, ἐξήρχοντο οἱ τῆς πόλεως καὶ ἐθεώρουν αὐτὰς ἕως ἐπώζεσαν, καὶ τότε συνεχώρησεν αὐτὰς τοῖς ποθοῦσιν ἀποδοθῆναι. οἱ δὲ δεξά μενοι κατέθεντο αὐτὰς ἐν τοῖς πρέπουσι τόποις. τὴν δὲ Μαυρικίου γυναῖκα σὺν ταῖς τρισὶ θυγατράσιν αὐτῆς ἐν μοναστηρίῳ καθεῖρξεν. Καλλιγράφος δέ τις εὐλαβὴς ἐν Ἀλεξανδρείᾳ ἐκ παννυ χίδος οἴκαδε πορευόμενος μεσούσης νυκτός, καθ' ἣν ἡμέραν ἀνῃρέθη Μαυρίκιος, ὁρᾷ τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν καθελκυσθέντας καὶ βοῶντας· ἀνῃρέθη Μαυρίκιος καὶ τὰ τέκνα αὐτοῦ. ὅπερ σημειωσάμενος ὁ καλλιγράφος, ἦλθεν 664 ἄνθρωπος μεθ' ἡμέρας δέκα μηνύων τὴν Μαυρικίου τελευ τήν. ὁ δέ γε ἀλάστωρ Φωκᾶς μετ' ὀλίγον χρόνον καὶ τὴν γυναῖκα Μαυρικίου ἅμα ταῖς τρισὶ θυγατράσιν αὐτῆς ἀν εῖλεν ἐν τῷ μόλῳ τῶν Εὐτροπίου, οὐ μὴν δὲ ἀλλὰ καὶ πᾶσαν τὴν συγγένειαν Μαυρικίου διώλεσεν ὁ παράνομος εἰς πλείονα τῶν χριστιανῶν ὄλεθρον. οὐ γὰρ διέλειπε τῇ τῶν Ῥωμαίων ἔκτοτε βασιλείᾳ δυστυχήματα ποικίλα τε καὶ ἐπάλ ληλα. ὅ τε γὰρ Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς τὴν εἰ ρήνην διέλυσεν, καὶ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν, καὶ ἄμφω τὰ στρατόπεδα τῶν Ῥωμαίων διέφθειραν καὶ ἐξήλει ψαν διὰ τὸ τὸν ἀνόσιον καὶ βέβηλον προτιμῆσαι τοῦ ἐννό μου καὶ εὐσεβοῦς βασιλέως. πρὸς δὲ τούτοις καὶ θνῆσις ἀνθρώπων τε καὶ κτηνῶν καὶ ἀφορία τῆς γῆς πολλὴ γέγονε καὶ χειμὼν βαρύτατος, ὥστε παγῆναι τὴν θάλασσαν καὶ πολλοὺς ἰχθύας τεθνάναι. Ὁ οὖν δόλιος Φωκᾶς μετὰ πάντων αὐτοῦ τῶν ἀμετρή των κακῶν προσέθηκε τελευταῖον καὶ τοῦτο· ποιήσας γὰρ ἱππικὸν ἠτάκτησεν. τῶν δὲ δήμων τοῦτο μὴ καταδεξα μένων, ὕβρισαν αὐτὸν λέγοντες· πάλιν εἰς τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας. ἐφ' οἷς μανεὶς ὁ θεομάχος πολ 665 λοὺς μὲν ἠκρωτηρίασε καὶ τὰ μέλη αὐτῶν ἐν τῷ σφενδόνι ἐκρέμασεν, πολλοὺς δὲ ἀπεκεφάλισε καὶ ἄλλους ἐσάκισεν. τὸν δὲ λοιπὸν πλείονα λαὸν τῷ ὑπάρχῳ ἐπέτρεψεν ἀπο κλεῖσαι αὐτούς, ὅπως μετὰ ἡμέρας τινὰς παραδώσῃ αὐτοὺς τῷ θανάτῳ. οἱ δὲ ὄχλοι ἐπισυναχθέντες καὶ πῦρ εἰς τὸ πραιτώριον βαλόντες, ἐξῆλθον οἱ δέσμιοι πάντες καὶ ἔφυγον. Μετὰ δὲ ταῦτα ἔφθασεν ἡ ὀργὴ καὶ ἐπὶ τὴν κεφαλὴν τοῦ ἀσεβοῦς Φωκᾶ ἀνθ' ὧν ἔδρασεν ἀναριθμήτων κακῶν. Ἡράκλειος γὰρ ὁ στρατηγὸς Ἀφρικῆς πλοῖα πολλὰ ἐξοπλίσας καὶ στρατὸν ἄπειρον ἐξ Ἀφρικῆς καὶ Μαυριτανίας ἐπισυνά ξας τὴν Κωνσταντινούπολιν κατέλαβεν ἐπιφερόμενος καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ κυρίου, ὥς φησι Γεώργιος ὁ Πισίδιος. καὶ πολέμου κροτηθέντος ἐνίκησεν Ἡράκλειος τῇ χάριτι Χριστοῦ Φωκᾶν τὸν ἀλιτήριον. οὗτινος ἡττηθέντος Φωτεινός τις ἐκ τῶν μεγιστάνων προεπιβουλευθεὶς ὑπὸ Φωκᾶ εἰς τὴν σύζυγον εἰσῆλθεν ἀθρόως μετὰ πλήθους στρατιωτῶν εἰς τὸ παλάτιον καὶ τὸν ἄθλιον Φωκᾶν ἀτίμως 666 ἐκ τοῦ θρόνου ἀναστήσας τῆς βασιλικῆς ἐσθῆτος ἀπεγύ μνωσεν, καὶ ἐνδύσας αὐτὸν μέλανα χιτωνίσκον καὶ κλοιὰ τῷ τραχήλῳ αὐτοῦ περιθεὶς ἄτιμόν τινα καὶ ἐλεεινὸν πρὸς Ἡρά κλειον ἀπήγαγεν. ὃν Ἡράκλειος θεασάμενος εἶπε πρὸς αὐ τόν· οὕτως, ἄθλιε, τὴν πολιτείαν ἐδιοίκησας. ὁ δὲ ἀπε γνωσμένος ἐκεῖνος ἄνθρωπος ἀποκριθεὶς ἔφη· σὺ κάλλιον ἔχεις διοικῆσαι. καὶ πρῶτον μὲν ἐκέλευσεν Ἡράκλειος τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ἀφαιρεθῆναι, καὶ μετὰ τοῦτο ἐκ τῶν ὤμων ἀκρωτηριάζεσθαι λώρους, τὰ δὲ αἰδοῖα ἐκτέ μνεσθαι καὶ κοντοῖς ἀναρτᾶσθαι διὰ τὰς ἀμέτρους ὕβρεις, ἃς ἔπραξεν, ἔπειτα δὲ καὶ τὴν κεφαλὴν μαχαίρᾳ τέμνεσθαι, τὸ δὲ κατεσκηλιτευμένον σῶμα τοῦ δυσωνύμου συρόμενον κατὰ τὴν τοῦ Βοὸς λεγομένην ἀγορὰν τῷ πυρὶ παραδίδοσθαι. Οὐκ ἀπεικότως οὖν ἔγραφεν ὁ μέγας Ἰσίδωρος πρός τινα περὶ τῆς δυστροπίας τῶν Καππαδοκῶν τοιάδε· τί σοὶ καὶ τῷ γένει τῷ θηροτρόπῳ; τί σοὶ καὶ τῷ ἀλλοφύλῳ καὶ πονηροτάτῳ ἔθνει; τί τοῖς δυσγενέσι συμφύρῃ; οἱ ἀλλόφυλοι γὰρ ἐκ Καππαδοκῶν ἀνήχθησαν, καὶ ἀπόγονοι Καππαδοκῶν ἀλλόφυλοι, ἐξ ἀλλοφύλων δὲ Γαβαωνῖται. Καππαδόκαι δη λονότι Γαβαωνῖται πέλουσιν. ἔχων οὖν τὴν ἐκείνων πονη ρίαν ἀνάγραπτον ἐγγύθεν, τί θαυμάζεις τοὺς ψευδολόγους 667 καὶ κακοσχόλους Καππαδόκας; τί τοὺς οἰνοδυνάστας καὶ γιγαντοκοιλιολάτρας ἐρεθίζεις; τί τοὺς λυσσώδεις κύνας ἀγρι αίνεις, ὧν τὰ δήγματα θάνατος; τί τὰς λοιδόρους γλώσσας παραθήγεις; τί τὰς ἑαυτοῦ χραίνεις ὑπολήψεις ἐκείνοις συγ κρινόμενος καὶ συμπεριφερόμενος; οἷς καὶ ἀνδραπόδοις τις χρήσασθαι νουνεχὴς οὐκ ἀνέχεται. καὶ γοῦν ἔφης ἀνάξια μὲν τῶν πάλαι θείων πατέρων τὰ ἤθη τῶν νῦν ὁρωμένων Καππαδοκῶν, καὶ οὐκ ἐκ τούτων ἐκείνους γεγενῆσθαι νομί ζεις. ἀλλ' ἔγωγε Καππαδόκας τοὺς ἁγίους ἐκείνους σύμφημι γεγενῆσθαι, καὶ τοῦτο μάλιστα γνώρισμα τῆς τούτων ὑπάρχει κακοφροσύνης. εἰ γὰρ μὴ ἐκ τούτων ἐκεῖνοι ἐξέλαμψαν, εἶχεν ἂν ἀπολογίαν τὸ κάκιστον καὶ κακόηθες ἔθνος τὴν γενικὴν πονηρίαν ὡς ἔμφυτον, καὶ αἴτιον ἂν τῆς κακίας τὸν δημιουργὸν ἐποιήσαντο. ἀλλ' ἐν ἐκείνοις τοῖς θεοφόροις ἀνδράσι λαμψάσης τῆς φύσεως, ἐν τούτοις ἐκδήλως τὰ τῆς γνώμης γνωρίζεται. [κβʹ. Περὶ Ἡρακλείου.] Μετὰ δὲ Φωκᾶν ἐβασίλευσεν Ἡράκλειος ἔτη λʹ. ὃν Σέργιος ὁ πατριάρχης καὶ ἡ σύγκλητος μετὰ παντὸς τοῦ λαοῦ ἀνηγόρευσε βασιλέα ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. ἀπὸ δὲ 668 τῆς ἐκκλησίας αὐτὸν παραλαβόντες εὐφημοῦντες κροτοῦντες δοξάζοντες εἰς τὰ βασίλεια εἰσήγαγον. συνέπραττε δὲ τού τοις καὶ συνευδόκει πλέον Κρίσπος ὁ ὕπαρχος καὶ γαμβρὸς τοῦ Φωκᾶ. μετὰ δέ τινα χρόνον στρατηγὸν αὐτὸν ποιήσας Καππαδοκίας ὁ βασιλεὺς ἀπέστειλεν. ἐκεῖ τοίνυν ἀπελθὼν ἐλοιδόρει Ἡράκλειον. μετ' οὐ πολὺ δὲ ἐν Κωνσταντινου πόλει γενόμενος, ἔφη πρὸς αὐτὸν ὁ βασιλεὺς ἐπὶ συγκλήτου· γαμβρὸν οὐκ ἐποίησας, ταλαίπωρε, καὶ πῶς ἂν φίλον ποιή σειας; εἶτα κληρικὸν αὐτὸν καταστήσας ἐν τῇ μονῇ τῆς Χώρας περιώρισεν, ἐν ᾗ καὶ μετ' ὀλίγον τὸ πέρας τοῦ βίου ἐδέξατο. Μετὰ δὲ ταῦτα ὁ τῶν Περσῶν βασιλεὺς Χοσρόης ἀπο στείλας κατὰ Ῥωμαίων ἡγεμόνα Σάϊτον καλούμενον μετὰ πολλῆς δυνάμεως πᾶσαν τὴν ἀνατολὴν ἠφάνισεν. ἐλθὼν δὲ ἐν Κωνσταντινουπόλει ἱκανὸν χρόνον ἐν Χαλκηδόνι ἐκά θισεν. ὃς τὸν Ἡράκλειον μεθ' ὑποκρίσεως εἰρηνικῶς προσ καλεσάμενος τὰ πρὸς ἀγάπην ὡμίλησεν. τοῖς δὲ ἀπατηλοῖς αὐτοῦ καὶ δολίοις λόγοις πιστεύσας ὁ βασιλεὺς ἐκπέμπει σὺν αὐτῷ τῷ ἀσεβεῖ πρὸς Χοσρόην πρέσβεις εἰρήνης μεγιστάνας οʹ, οὓς παραλαβὼν Σάϊτος ἐκ Χαλκηδόνος καὶ τὴν Ῥωμαϊ κὴν ἀρχὴν διελθὼν ἀτίμους ἅμα καὶ δεσμίους ἀπήγαγεν.

Intertext edge

Open linked passage

Note