Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 669 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
669.1.1
ὁ δὲ Χοσρόης τὸν μὲν Σάϊτον ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα ἀποδεῖραι ἐκέλευσεν, τοὺς δὲ πρεσβευτὰς ἐν φρουραῖς καὶ μεγίσταις κακουχίαις κατεδίκασεν. περὶ ὧν ἀθυμία πολλὴ καὶ θλίψις κατεῖχε τὸν βασιλέα καὶ πᾶσαν τὴν πόλιν. ἐγένετο δὲ καὶ λιμὸς ἰσχυρὸς καὶ θανατικὸν μέγα, καὶ ὁ ἥλιος ἠμαυρώθη, καὶ ἔβρεξε κόνιν. Τότε καὶ οἱ Ἄβαροι πρὸς τὸν βασιλέα ἦλθον εἰρήνην αἰτούμενοι δῆθεν. οὓς δεξάμενος καὶ πρόκενσον πρὸς τὴν Ἡράκλειαν ποιησάμενος τοὺς ἀποκρισιαρίους ἀνέπαυεν. οἱ δὲ τὸ κακὸν ἐν ταῖς καρδίαις ἔχοντες τοῖς ὁμοφύλοις ἐδή λωσαν· τάχιστα φθάσατε· ἰδοὺ γὰρ ὁ βασιλεὺς καὶ ὁ πλοῦτος αὐτοῦ παρ' ἡμῖν ἐστιν. τῶν δὲ ἀγρύπνων δαιμόνων μηδ' ὅλως ἀμελησάντων, τὸν τόπον κατέλαβον. τότε τῇ προμη θείᾳ τοῦ φιλανθρώπου θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ μόλις εἰς τὸ Βυζάντιον διαλαθὼν αὐτοὺς ἀποκαθί σταται ὁ βασιλεύς. οἱ δὲ τοῦτον ἐπιδιώξαντες ἕως τόπου πολλοῦ καὶ μὴ φθάσαντες πᾶσαν τὴν ὑπηρεσίαν αὐτοῦ εἰλη φότες καὶ τὰ Θρᾳκῷα μέρη δῃώσαντες ᾐχμαλώτευσαν ἄνδρας τε καὶ γυναῖκας χιλιάδας οʹ καὶ ὑπέστρεψαν εἰς τοὺς τόπους αὐτῶν. 670 Εἶτα πάλιν Χοσρόης ὁ δυσσεβὴς ἀποστείλας ἕτερον ἄρχοντα κατὰ Ῥωμαίων ὀνόματι Σάρβαρον μετὰ πλείστης δυνάμεως καὶ πᾶσαν ἐρημώσας τὴν ἀνατολὴν καὶ τὴν Ἱερου σαλὴμ δορυάλωτον λαβὼν ἐλαφυραγώγησεν αὐτὴν πᾶσαν, οὐ μὴν δὲ ἀλλὰ καὶ πολλὴν καὶ ἀπάνθρωπον ἀναίρεσιν ποιησά μενος καὶ τὸν τίμιον καὶ ἅγιον σταυρὸν σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ λαβὼν καὶ λαὸν ἄπειρον ἐξ Ἱερουσαλὴμ αἰχμαλωτεύσας καὶ εἰς Περσίδα πέμψας ἦλθε πρὸς τὴν Ἀσίαν καὶ τὴν γῆν τῶν Ῥωμαίων. ὁ δέ γε βασιλεὺς Ἡράκλειος τὴν ἁγίαν ἑορτὴν τοῦ πάσχα τελέσας τάδε πρὸς τὸν πατριάρχην ἔφη· εἰς χεῖρας τῆς θεομήτορος ἀφίημι τὴν πόλιν ταύτην καὶ τὸν υἱόν μου. καὶ ταῦτα εἰπὼν λαβὼν μετὰ χεῖρας τὴν θεανδρικὴν ἀχειροποίητον μορφὴν κατὰ Περσῶν ἐστράτευσεν. καὶ δὴ προσκαλεσάμενος τὸν Τοῦρκον εἰς συμμαχίαν κατὰ πάροδον, ἐξ οὗ καὶ φύλαρχον καὶ πλῆθος Τούρκων ἄρας, ἐξώρμησε κατὰ Περσῶν ἐν δυνάμει βαρείᾳ σφόδρα διὰ τοῦ Εὐξείνου πόντου. Οἱ δὲ Ἄβαροι τὰς σπονδὰς διαλύσαντες, ἅσπερ Ἡράκλειος δώροις πρὸς αὐτοὺς βεβαιώσας ἐκίνησεν, τῷ τείχει τοῦ Βυζαντίου προσπελάζουσιν εὐθύς τε πάντα ἐνεπύριζον τὰ 671 προάστεια, καὶ ὥσπερ ἀναμερισάμενοι Πέρσαι μὲν τὰ τῆς Ἀσιάτιδος γῆς κατεδῄουν, Ἄβαροι δὲ τὸν ἐπὶ Θρᾴκης διέφθειρον τόπον. ὅθεν διαπονηθέντες οἱ πολῖται καὶ πρὸς τοὺς Ἀβάρους πόλεμον συνάψαντες καὶ πολλὰς χιλιάδας ἐξ αὐτῶν κατασφάξαντες πρὸς τὴν ἰδίαν γῆν ἐξήλασαν. Ὁ δὲ Χοσρόης μαθὼν τὴν Ἡρακλείου μεγίστην ἔφοδον καὶ σατράπην ἐν χιλιάσιν ὁπλιτῶν λʹ κατ' αὐτοῦ ἐκπέμψας, συμβολῆς γενομένης ἀνῃρέθησαν πάντες. τῶν ὑπολειφθέν των δὲ Περσῶν κατὰ Χοσρόου μανέντων, ἐφ' ἑνὶ τῶν βασι λικῶν οἴκων τοῦτον κατέκλεισαν, προύθηκαν δὲ αὐτῷ χρυσὸν καὶ ἄργυρον καὶ λίθους εἰπόντες πρὸς αὐτόν· ἀπόλαυε τού των καὶ μόνων, δι' ὧν καὶ τοὺς Ῥωμαίους καθ' ἡμῶν ἤγαγες. καὶ οὕτω λιμῷ καὶ δίψει τιμωρήσαντες αὐτὸν αἰ σχρῶς ἀνεῖλον. Ἡράκλειος δὲ ὁ βασιλεὺς εἰς τὴν Περσίδα εἰσβαλὼν τάς τε πόλεις καθῄρει καὶ τὰ πυρεῖα διέστρεφεν, ἐφ' ὧν εὑρέθη Χοσρόου τὸ μυσαρὸν ἐκτύπωμα ἐν τῇ τοῦ οἴκου στέγῃ ὥσπερ ἐν οὐρανῷ καθήμενον. ἑαυτὸν γὰρ ὁ ἄθεος ἀποθεώσας οὕτως ἀνεστήλωσεν, ἐν ᾧ ἄστρα καὶ ἥλιον καὶ σελήνην κατασκευάσας ἀγγέλους περιεστῶτας αὐτῷ σκηπτούχους καὶ βροντὴν διὰ μηχανῆς γίνεσθαι καὶ βρέχειν 672 ὁπόταν θελήσειεν ἐτεχνάσατο. ὅπερ βδέλυγμα θεασάμενος ὁ βασιλεὺς Ἡράκλειος εἰς γῆν κατέστρεψε καὶ ὡς κονιορτὸν διέλυσεν. ταῦτα δὲ Σάρβαρος ἀκούσας γράφει πρὸς Ἡρά κλειον ἀπολογίαν ὡς ὅτι οὐχ ἑκὼν ἀλλὰ γνώμῃ Χοσρόου διέπραττεν ἅπερ εἰς τοὺς Ῥωμαίους πεποίηκεν. ὃν ὁ βασι λεὺς διὰ γραμμάτων εἰρηνικῶν προσκαλεσάμενος, ἧκε πρὸς αὐτὸν ἐν Περσίδι. ἀναζητήσας οὖν Ἡράκλειος τοὺς πρε σβευτὰς καὶ μαθὼν ὡς ὑπὸ Χοσρόου δεινῶς ἀνῃρέθησαν, θυμοῦ πλησθεὶς οὐκ ἐφείσατο κατασφάζων καὶ πυρπολῶν καὶ καταστρέφων πᾶσαν τὴν Περσίδα ἐν ἔτεσιν ἕξ. τῷ δὲ ἑβδόμῳ ἔτει τὰ ζωοποιὰ ξύλα τοῦ πανσέπτου σταυροῦ ἀνα λαβὼν καὶ εἰς Ἱερουσαλὴμ παραγενόμενος καὶ ταῦτα καθυ ψώσας, μετὰ πολλῆς χαρᾶς καὶ εἰρήνης ἐπὶ τὴν Κωνσταν τινούπολιν ὑπέστρεψε μυστικήν τινα θεωρίαν ἐν τούτῳ πλη ρώσας. ὥσπερ γὰρ ἐν ἡμέραις ἓξ ὁ θεὸς πᾶσαν τὴν κτίσιν δημιουργήσας τὴν ἑβδόμην ἀναπαύσεως ἡμέραν ἐκάλεσεν, οὕτω δὴ καὶ οὗτος ἐν τοῖς ἓξ χρόνοις πολλοὺς διανύσας πολέμους καὶ κοπιάσας ἐν τῷ ἑβδόμῳ ἔτει μετ' εἰρήνης ὑπο στρέψας ἀνεπαύσατο. οἱ δὲ τῆς πόλεως τὴν ἔλευσιν αὐτοῦ γνόντες ἀκατασχέτῳ πόθῳ πάντες εἰς τὴν Ἱερείαν ἐξῆλθον σὺν τῷ πατριάρχῃ καὶ Κωνσταντίνῳ τῷ βασιλεῖ καὶ υἱῷ 673 αὐτοῦ, βαστάζοντες κλάδους ἐλαιῶν καὶ λαμπάδας, εὐφη μοῦντες αὐτὸν μετὰ πολλῆς εὐφροσύνης. καὶ ὁ μὲν υἱὸς αὐτοῦ προσελθὼν ἔπεσεν εἰς τοὺς πόδας τοῦ πατρός, ὁ δὲ πατὴρ περιπλακεὶς τῷ υἱῷ, κατέβρεξαν ἀμφότεροι τὴν γῆν τοῖς δάκρυσιν. ὅπερ θεασάμενος ὁ λαὸς εὐχαριστηρίους ὕμνους τῷ θεῷ σὺν δάκρυσιν ἀνέπεμπον, καὶ οὕτω λαβόντες τὸν βασιλέα χαίροντες εὐφημοῦντες κροτοῦντες εἰσῆλθον ἐν τῇ πόλει. Τοῦ δὲ Ἡρακλείου ὑπὸ Ἀθανασίου πατριάρχου τῶν Ἰακωβιτῶν καὶ Σεργίου τοῦ Σύρου Κωνσταντινουπόλεως ἀπατηθέντος, εἰς τὴν αἵρεσιν τῶν μονοθελητῶν ἐξεκυλίσθη. καὶ δὴ μετὰ ταῦτα νόσῳ περιπεσὼν ὑδερικῇ, δι' ἧς καὶ τέθνηκεν, δεινῶς ἐτιμωρεῖτο. ἐπὶ τοσοῦτον γὰρ τὸ πάθος ἐπεκτάθη ὡς, ἡνίκα ἀπουρεῖν ἔμελλεν, σανίδα κατὰ τοῦ ἴτρου ἐτίθει διὰ τὸ στρέφεσθαι τὸ αἰδοῖον αὐτοῦ καὶ κατὰ τοῦ προσώπου τὰ οὖρα ἀναπέμπειν. ἔλεγχος δὲ ἦν τοῦτο τῆς ἑαυτοῦ παρανομίας ἕνεκεν τοῦ εἰς τὴν ἰδίαν ἀνεψιὰν γάμου. [κγʹ. Περὶ Κωνσταντίνου.] Μετὰ δὲ Ἡράκλειον ἐβασίλευσε Κωνσταντῖνος υἱὸς αὐ τοῦ ἔτος αʹ καὶ φαρμάκῳ ὑπὸ τῶν οἰκείων ἀνῃρέθη. ἐφ' οὗ πλούσιός τις ἐν Κωνσταντινουπόλει νοσήσας καὶ τὸν

Intertext edge

Open linked passage

Note