Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
66.1.1
τῶν οὐχ ὑφεστώτων μιμήματα, ὁμοιώματα δὲ τὰ τῶν ὑφε στώτων εἰκάσματα, οἷον ἡλίου, σελήνης, ἄστρων, ἀνθρώπων, θηρίων, ἑρπετῶν, καὶ τῶν τούτοις παραπλησίων. τούτοις δὲ κελεύων μήτε προσκυνεῖν μήτε λατρεύειν οὐχ ἁπλῶς ἀπα γορεύει ἀμφότερα, ἀλλ' ἐπειδὴ συμβαίνει τινὰς προσκυνῆσαι μὲν ἀμφότερα διὰ φόβον ἀνθρώπινον, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν, ἐδίδαξεν ὡς ἑκάτερον ἀσεβὲς καὶ θεοστυγὲς καὶ λίαν ἀπόβλητον. Διὰ δὴ τοῦτο πάλιν, ἵνα μή τινες ὡς οὗτοι τῷ κάλλει τῶν κτισμάτων ἀποβλέψαντες οὐχ ὡς ἔργα θεοῦ, ἀλλ' ὡς θεοὺς τιμήσωσιν, ἐπάγει προσφόρως ἡ γραφὴ λέγουσα· καὶ μὴ ἀναβλέψῃς τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, ἃ ἀπένειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν. ἀπένειμε δὲ οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς ταῦτα, ἀλλ' ἵνα τῇ τούτων ἐνεργείᾳ καὶ θεωρίᾳ γινώσκου σιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν πάντων δημιουργὸν καὶ κύριον. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενε σιουργὸς θεωρεῖται καί· τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καί· οἱ οὐρανοὶ διη γοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει 67 τὸ στερέωμα, καθὼς γέγραπται. ὁ μὲν οὖν κτίστης θεὸς τέλειός ἐστι καὶ προτέλειος καὶ ἀνενδεὴς κατὰ πάντα τρόπον. τὰ δὲ κτίσματα λαβών τις οἷον ἥλιον μὲν καθ' ἑαυτὸν μόνον καὶ σελήνην, γῆν τε αὖ καὶ ἀέρα, καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διαιρῶν ἀπὸ τῆς πρὸς ἄλληλα συναφείας ἕκαστον ἐκλάβοι καθ' ἑαυτὸ καὶ ἰδίᾳ θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ, ἀλλὰ τῆς ἀλλήλων χρείας ἐπιδεόμενα καὶ ταῖς παρ' ἀλλήλων ἐπι κουρίαις συνιστάμενα. ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ συμπεριστρέφεται καὶ ἐμπεριέχεται, καὶ σκότος τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο, σελήνη δὲ καὶ ἄστρα μαρτυροῦσι τὴν παρὰ ἡλίου γινομένην αὐτοῖς φωταυγίαν. γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται, οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφῶν χρείας οὐκ ἂν ἐπὶ τῆς γῆς καταβαῖεν, ἀλλ' οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος. καὶ ὁ ἀὴρ οὐχ ὑφ' ἑαυτοῦ, ἀλλ' ὑπὸ μὲν τοῦ αἰθέρος δια καίεται, ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε, γῆ δὲ οὐχ ὑφ' ἑαυτῆς ἐρήρεισται, ἀλλ' ἐπὶ μὲν τῆς τῶν ὑδάτων οὐσίας συνέστηκεν, ἐμπεριέχεται δὲ καὶ αὐτὴ κατὰ τὸ μέσον τοῦ παντὸς συνδεθεῖσα, ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων σύμπασαν γῆν μέγας ὠκεανὸς ὑπὸ ἀνέ 68 μων κινεῖται καὶ φέρεται, ὅπου δ' ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήξῃ βία. καὶ αὖ πάλιν οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος ἐν αὐτῷ τῷ ἀέρι συνίστανται καὶ δι' αὐτοῦ πανταχοῦ πνέουσιν. περὶ γὰρ τῶν τεσσάρων στοιχείων, ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σω μάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς οὐκ οἶδεν ὡς ὁμοῦ μὲν συνημμένα ταῦτα συνίστανται, διαιρούμενα δὲ καὶ καθ' ἑαυτὰ γινόμενα λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικά. τὸ γὰρ θερμὸν ὑπὸ τοῦ ψυχροῦ ἀναιρεῖται, καὶ τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ ἀφανίζεται, καὶ τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ ξηραίνεται. πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ' ἑτέρων ἐπικουρίας, καὶ ἀλλήλοις μαχόμενα καὶ θεοὺς ἀναγορεύειν ἄξιον; πῶς δὲ πάλιν οἱ τὴν κτίσιν θεοποιοῦντες οὐχ ὁρῶσιν ἥλιον μὲν ὑπὸ γῆν γινόμενον καὶ τὸ φῶς αὐτοῦ ὑπ' αὐτῆς μὴ ὁρᾶσθαι συγχωρούμενον; σελήνην δὲ ἥλιος κρύπτει μεθ' ἡμέραν τῇ τοῦ φωτὸς λαμπηδόνι, καὶ γῆς μὲν τοὺς καρποὺς χάλαζα πολλάκις βλάπτει, τὸ πῦρ δὲ πλημμυροῦντος ὕδατος σβέν νυται. εἴπερ ἦσαν θεοί, ἔδει τούτους μὴ ὑπ' ἀλλήλων ἡτ τᾶσθαι καὶ ἐπικρύπτεσθαι, ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν. ὅθεν εἰκότως οὔτε ἥλιος οὔτε σελήνη οὔτε μὴν ἄλλο τι μέρος τῆς κτίσεως, πολλῷ δὲ πλέον οὔτε τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις 69 ὕλαις ἀγάλματα, οὐδ' οἱ παρὰ ποιηταῖς μυθολογούμενοι Ζεὺς καὶ Ἀπόλλων καὶ οἱ λοιποὶ εἶεν ἀληθῶς θεοί, ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς ἐστιν, τὰ δὲ ἄψυχα τυγχάνει, τὰ δὲ μόνον ἄνθρωποι θνητοὶ γεγό νασιν ἢ ὑπάρχουσιν. εἰ τοίνυν τοὺς παρὰ ποιηταῖς λεγο μένους θεοὺς οὐκ εἶναι θεοὺς ἀποδέδεικται, ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων παρ' ἡμῖν λοιπὸν εἶναι τὴν θεοσέβειαν, καὶ τὸν παρ' ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι θεὸν ἀληθινὸν καὶ πάσης κτίσεως δημιουργόν, τὸν ἐν τριάδι προσκυνούμενόν τε καὶ λατρευόμενον, ὃς καὶ καθόλου τοὺς ἀνθρώπους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀπάγων καὶ πρὸς τὴν ἑαυτοῦ θείαν γνῶσιν ἐπανάγων αὖθίς φησιν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. καί· ἄκουε, Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν. καί· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. οὗτος οὖν τῇ ἑαυτοῦ σοφίᾳ καὶ δυνάμει πάντα συνέχων καὶ τὰς ἀρχὰς διαφυλάττων πάσης αἰσθητῆς οὐσίας, αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, εἰς ἓν συγκεραννύων, σύμφωνον ἀποτελοῦσιν ἁρμονίαν, καὶ οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ ἀντι τάσσεται, ἀλλ' ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ' ἑαυτὰ ὄντα ἐναντία συνελθόντα τε καὶ φαινόμενα ζωογονοῦσι καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται, καὶ οὕτως αὐτῷ πάντα πειθόμενα τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν οὐρανοῖς συνίσταται· καὶ ἡ μὲν θάλασσα πᾶσα καὶ ὁ μέγας ὠκεανὸς 70 ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν, ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς ὑπεί κουσα τῷ θείῳ προστάγματι. Τὴν δέ γε δημιουργίαν τοῦ κόσμου καὶ τὴν πᾶσαν κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασιν, καὶ ὡς ἕκαστος αὐτῶν ἠθέλησεν, οὕτω καὶ ὡρίσατο. οἱ μὲν γὰρ αὐτομάτως καὶ ὡς ἔτυχε τὰ πάντα γεγενῆσθαι λέγουσιν, ἐξ ὧν εἰσιν οἱ Ἐπικούριοι, καὶ τὴν τῶν ὅλων πρόνοιαν περὶ αὐτῶν οὐκ εἶναι μυθολογοῦσιν, οἱ δέ, ἐν οἷς ἐστι καὶ ὁ περιβόητος παρ' Ἕλλησι Πλάτων, ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν θεὸν τὰ πάντα διηγοῦνται. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς ἀδικίαν ἐκτραπέντες καὶ παρανομίαν πᾶσαν ὑπερ βάντες ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασιν. πόλεις γὰρ κατὰ πόλεων ἐπολέμουν, καὶ ἔθνη κατὰ ἐθνῶν ἠγείροντο, καὶ διῃρεῖτο πᾶσα ἡ οἰκουμένη εἰς μάχας, ἑκάστου φιλο νεικοῦντος ἐν τῷ παρανομεῖν καὶ πράττειν ἄθεσμα πρὸς λύπην θεοῦ καὶ πρὸς θεραπείαν τοῦ διαβόλου. τοσοῦτον γὰρ ἠσέβουν, ὅτι καὶ δαίμονας ἐθρήσκευον καὶ θεοὺς λοιπὸν ἀνηγόρευον καὶ θυσίας αὐτοῖς δι' ἀλόγων ζώων καὶ ἀνθρώ πων σφαγὰς προσῆγον, ὡς εἴρηται. διὸ καὶ μαγεῖαι παρ' αὐτοῖς ἐδιδάσκοντο καὶ μαντεῖαι καὶ φαρμακεῖαι, καὶ μέντοι καὶ τὴν γένεσιν αὐτῶν καὶ τὴν αἰτίαν καὶ πάσης πολιτείας τε καὶ συμβάσεως τύχῃ καὶ ἄστροις ἀνετίθουν, μηδὲν τῶν φαινομένων πλέον λογιζόμενοι. καὶ ὅλως ἦν πάντα παρα 71 νομίας καὶ ἀσεβείας ἔμπλεα, καὶ πανταχοῦ τῆς ἀπάτης τῶν μάντεων ἐπεπλήρωτο. καὶ γὰρ τὰ ἐν Δελφοῖς καὶ τὰ ἐν Δωδώνῃ καὶ τὰ ἐν Βοιωτίᾳ καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβείροις μαντεύματα καὶ ἡ Πυθία ἐθαυμά ζοντο μὲν τότε παρὰ τῶν ἀνθρώπων τῇ φαντασίᾳ. νῦν δὲ ἀφ' οὗ Χριστὸς ὁ θεὸς λόγος, ἡ τοῦ θεοῦ σοφία καὶ δύ ναμις, καταγγέλλεται, πέπαυται ταῦτα καὶ ἡ τούτων δαιμο νιώδης μανία, καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαν τευόμενος. καὶ πάλαι μὲν ἐφαντασιοκόπουν δαίμονες τοὺς ἀνθρώπους προκαταλαμβάνοντες πηγὰς ἢ ποταμοὺς ἢ ξύλα ἢ λίθους, καὶ οὕτω ταῖς μαγείαις ἐξέπληττον τοὺς ἄφρονας, νῦν δὲ τῆς θείας ἐπιφανείας τοῦ θεοῦ λόγου γενομένης, ἠφάνισται τούτων ἡ φαντασία. καὶ πάλαι μὲν τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς Δία καὶ Κρόνον καὶ Ἀπόλλωνα καὶ ἥρωας νομίζοντες οἱ ἄνθρωποι θεοὺς ὑπάρχειν ἐπλα νῶντο σέβοντες, καὶ μὲν δὴ καὶ ἀλληγορικῶς τινας αὐτῶν ἐκλαμβάνοντες προσεκύνουν, οἷον τὸν Ποσειδῶνα ὕδωρ καὶ τὸν Ἥφαιστον πῦρ καὶ τὴν Ἥραν ἀέρα καὶ τὴν Δήμητραν γῆν καὶ καρποὺς καὶ τὸν Δία ὑετόν, ἄρτι δὲ ἐκεῖνοι μὲν ἐγνώσθησαν ἄνθρωποι θνητοί, μόνος δὲ Χριστὸς ἐν ἀν θρώποις ἐπεγνώσθη θεὸς ἀληθινοῦ θεοῦ θεὸς λόγος. οἱ τοίνυν ποιηταί, φησίν, εἰρήκασιν, ὅτι Ζεύς ἐστιν ὁ ὕων, ἀλλ' οἱ αὐτοὶ πάλιν εἶπον, ὅτι μοιχός ἐστι καὶ παιδοφθόρος 72 καὶ πατραλοίας καὶ ἕτερα τούτων οὐκ ἐλάττονα ἐγκλήματα. ἀλλ' οὐκ ἔστιν, φησίν, ἀληθῆ. οὐκοῦν οὐδὲ τὸ ὕειν. εἰ γὰρ ταῦτα δέχῃ, κἀκεῖνά σε ἀνάγκη δέξασθαι, εἰ δὲ ἐκεῖνα ἐκ βάλλεις, καὶ ταῦτα μετ' ἐκείνων. εἰ δὲ ἀφεὶς τοὺς ποιητὰς ὡς πλαστολόγους ἐπὶ τὰς ἀλληγορίας δράμοις, ἐκεῖνό σε ἐρήσομαι· τί ποτέ ἐστιν ὁ Ζεύς; ἡ ζέουσα, φησίν, οὐσία καὶ τὸ ὑπὲρ τὸν ἀέρα μέρος, ὃ καὶ αἰθὴρ λέγεται παρὰ τὸ ζέον καὶ καῖον. οὐκοῦν οὐκ ἔστι λογική τις καὶ διακριτική, ἀλλ' ἄλογος. ὅτι γὰρ ἡ τοῦ ἀέρος φύσις ἄλογός ἐστι παντί που δῆλον. εἰ γὰρ ἀήρ ἐστιν ὁ Ζεύς, ὁ δὲ ἀὴρ ἄλογος καὶ ἀναίσθητος, κἀντεῦθεν ὁ μῦθος οἰχήσεται. ὁ γὰρ ἀὴρ οὔτε πατὴρ ἐγένετό τινος οὔτε τινὰ ἔτεκεν οὐσίαν οἵαν ἀναπλάτ τουσιν οἱ μυθολόγοι καὶ μυθοπλάσται τὸν ἥλιον, ὃν καὶ Ἀπόλλωνα καλοῦσι καὶ υἱὸν αὐτοῦ λέγουσιν εἶναι. οὔτε γὰρ ἥλιος λογισμὸν ἔχει οὔτε διάνοιαν καὶ νοῦν, ἀλλὰ καὶ αὐτὸ φυσικόν ἐστι τὸ ἔργον ἀγόμενον καὶ περιφερόμενον τῷ νόμῳ, ᾧ παρὰ τὴν ἀρχὴν ἔταξεν αὐτῷ ὁ θεός. ἄλλως τε οὐδὲ τὸ ὕειν τοῦ αἰθέρος ἐστίν, ἀλλὰ τῶν νεφελῶν δεχομένων τὸ ὕδωρ ἢ ἀπὸ τῆς θαλάττης ἢ ἄνωθεν τῶν ναμάτων τούτων φερομένων ἢ τῶν ὑπὲρ τῶν οὐρανῶν ὑδάτων, ὡς ἡ ὄντως ἀλήθεια διὰ τῶν θείων προφητῶν ἔφη. καὶ ὥσπερ οὖν ἡλίου φαίνοντος ἀπελαύνεται σκότος, οὕτω τῆς θείας ἐπι φανείας γενομένης ἀπελήλαται τῆς εἰδωλομανίας τὸ σκότος, καὶ πᾶσα ἡ τῶν φιλοσόφων πειθανολογία μωρία καὶ φλυ αρία φανερῶς ἀπεδείχθη, καθὼς γέγραπται. περὶ μὲν γὰρ τῆς τῶν εἰδώλων ἄρδην καταλύσεως· καὶ ἔσται, φησίν, ἐν 73 ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος Σαβαώθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι αὐτῶν ἔσται μνεία. περὶ δὲ τῆς τῶν φιλοσόφων ματαιολογίας· ὁ δρασ σόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καί· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι. καὶ πάλαι μὲν εἰδωλολατροῦντες Ἕλληνες καὶ βάρβαροι κατ' ἀλ λήλων ἐπολέμουν, ὡς εἴρηται, καὶ ὠμοὶ καὶ ἀπηνεῖς πρὸς τοὺς συγγενεῖς ἐτύγχανον. οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλασσαν ἄοπλον διαβῆναι διὰ τὴν πρὸς ἀλλήλους ἀκατάλλακτον μάχην, καὶ ἁπλῶς πᾶσα ἡ τούτων ζωὴ καὶ διαγωγὴ δι' ὅπλων ἐγίνετο, καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας καὶ παντὸς βοηθήματος ἔρεισμα. νῦν δὲ ὅτε εἰς τὴν τοῦ εἰρηνοποιοῦ Χριστοῦ διδασκαλίαν μεταβεβή κασιν, τότε δὴ τότε παραδόξως τῷ ὄντι κατὰ διάνοιαν κατα νυγέντες τὴν ὠμότητα τῶν φόνων ἀπέθεντο καὶ οὐκέτι πολέμια φρονοῦσιν, ἀλλὰ κατὰ δαιμόνων τὸν πόλεμον διὰ τῶν ἀρίστων τρόπων καὶ τῶν κατ' ἀρετὴν πράξεων ἐτρέ ψαντο καὶ προδήλως ἀντεπαρετάξαντο. περὶ ὧν καὶ γέγρα πται ὅτι· συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ τὰ ἑξῆς. Περὶ ὧν μέντοι καὶ Θεοδώρητος τοιάδε φησίν· εἰ τοίνυν Ἕλληνες ἀνέγνωσαν ἀκριβῶς τὰς Ἑλληνικὰς ἱστορίας, ἔγνωσαν δήπουθεν ὡς καὶ τὰς περιφανεῖς ἐπιστήμας καὶ τῶν τεχνῶν τὰς πλείστας παρ' Ἑβραίων ἐπαιδεύθησαν Ἕλληνες. 74 γεωμετρίαν γὰρ Αἰγυπτίους πρώτους ἐφευρηκέναι φασίν, ἀστρολογίαν δὲ καὶ γενεθλιαλογίαν Χαλδαίων εὕρημα λέ γεται, Ἄραβες δὲ καὶ Φρύγες οἰωνοσκοπίαν ἐπενόησαν πρῶ τοι. καὶ θύειν θεοῖς Χαλδαῖοι μὲν ἐξεῦρον ἤτοι Κύπριοι (διφοροῦνται γὰρ ἔθνος Περσικὸν ὑπάρχοντες), τὴν δὲ ἀστρο νομίαν ἐφευρηκέναι πρῶτοι λέγονται Βαβυλώνιοι διὰ Ζωρο άστρου, ἐξ ὧν δεύτεροι παρείληφον Αἰγύπτιοι, τὴν δὲ γεω μετρίαν Αἰγύπτιοι ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χωρῶν προδιδαχθέντες καὶ εἶθ' οὕτω γράψαντες, ἕτεροι μετέλαβον. τὴν δὲ μαγείαν καὶ γοητείαν καὶ φαρμακείαν Μῆδοι μὲν ἐφεῦρον καὶ Πέρσαι, διαφέρουσι δὲ πρὸς ἀλ λήλας. ἡ μὲν γὰρ μαγεία ἐπίκλησίς ἐστι δαιμόνων ἀγαθο ποιῶν δῆθεν πρὸς ἀγαθοῦ τινος σύστασιν, ὥσπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπίσματα δι' ἀγαθὸν γεγόνασιν. γοητεία δέ ἐστιν ἐπίκλησις δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους εἰλουμένων ἐπὶ κακοῦ τινος σύστασιν, ὅθεν καὶ γοη τεία κέκληται ἀπὸ τῶν γοερῶν καὶ τῶν θρήνων τῶν περὶ τοὺς τάφους γινομένων. φαρμακεία δέ, ὅταν διά τινος σκευασίας θανατηφόρου πρὸς φίλτρον δοθῇ τινι διὰ στό ματος. ὁμοίως δὲ καὶ τῆς οἰωνιστικῆς τὸ μέν ἐστιν ὀρνεο 75 σκοπικόν, τὸ δὲ παλματικόν, τὸ δὲ οἰκοσκοπικόν, τὸ δὲ ἐν όδιον, τὸ δὲ χειροσκοπικόν. καὶ ὀρνεοσκοπικὸν μέν ἐστιν, ὅταν ποτὲ μὲν τοῦδε ἢ τοῦδε τοῦ ὄρνιθος ἔμπροσθεν ἢ ὄπι σθεν ἢ δεξιὰ ἢ ἀριστερὰ νεύοντος εἴπωσιν· τόδε συμβαίνει. παλματικὸν δὲ τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζό μενον, οἷον ἐπάλθη ὁ δεξιὸς ἢ ὁ ἀριστερὸς ὀφθαλμὸς ἢ ὁ ὦμος ἢ μηρός, ἢ κνισμὸς ἐν τῷ ποδὶ ἢ πρὸς τὸ οὖς ἦχος ἐγένετο, τόδε, φησίν, συμβήσεταί σοι. οἰκοσκοπικὸν δέ, ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα εἴπῃ τις· τόδε σημαίνει, οἷον ἐν τῇ στέγῃ ἐφάνη γαλῆ ἢ ὄφις ἢ μῦς, ἢ ἐκενώθη ἔλαιον ἢ μέλι ἢ οἶνος ἢ τέφρα, ἢ τρισμὸς ἐγένετο ξύλων ἢ ἄλλο τι, τόδε προμηνύει. ἐνόδιον δέ, ὅταν ἐξηγήσηταί τις τὰ ἐν τῇ ὁδῷ ὑπαντῶντα λέγων· ἐάν σοι ὑπαντήσῃ τοιοῦτός τις ἄνθρωπος ἢ τόδε βαστάζων, τόδε σοι συμβήσεται. χειρο σκοπικὸν δέ, ὅταν διὰ τῆς ἐκτάσεως τῶν χειρῶν διατεινό μενος εἴπωσιν· τόδε αὐτῷ γενήσεται. καὶ τὰ μὲν γράμματα Φοίνικας εὑρηκέναι φασὶν Ἕλληνες καὶ τὸν Κάδμον ταῦτα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι, ἰατρικῆς δὲ τὸν Αἰγύπτιον Ἄπιν ἔλεξαν ἄρξαι καὶ τὸν Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην. ὧν πάντων Ἑβραῖοι προγενέστεροι. οὕτω δὲ καὶ περὶ τῶν 76 δογμάτων διαφερόμενοι διαφόρως ἐδογμάτισαν. οἱ μὲν γὰρ τὰ ὁρώμενα γενητά, οἱ δὲ ἀγένητα καὶ ἐκ ταὐτομάτου γε νέσθαι, καὶ οἱ μὲν ἔμψυχον εἶναι τὸ πᾶν, οἱ δὲ ἄψυχον ἔφασαν. Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφι κόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς προσομιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν, ὥσπερ δὴ μετὰ ταῦτα καὶ Πλάτων ἐμυήθη μᾶλλον, καθὼς ἐν τοῖς παραλλήλοις ἔφη Πλούταρχος. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνό μασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν. ἅτε οὖν ὁρῶντες αὐτοὺς ἰόντας δρόμῳ καὶ θέοντας θεοὺς αὐτοὺς ἐκ τοῦ θέειν ἀνηγόρευσάν τε καὶ ἔθυσαν. καὶ τὸ μὲν πῦρ Ἥφαιστον, Δήμητραν δὲ τὴν γῆν, καὶ τὴν ὑγρὰν οὐσίαν Ὠκεανὸν ἐπέθεσαν, καὶ τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην καὶ Ἔρωτα κεκλήκασιν, Ἄρεα δὲ τὸν θυμὸν καὶτὴν μέθην Διόνυσον τήν τε κλοπὴν Ἑρμῆν καὶ τὴν φρό νησιν Ἀθηνᾶν, καὶ πάλιν Ἥφαιστον τὰς τέχνας ὡς πυρὶ συνεργῷ κεχρημένας. τοσοῦτον γὰρ ταῖς αἰσχραῖς ἐδουλώ θησαν ἡδοναῖς, ὡς καὶ τὸν τράγον διὰ τὴν περὶ τὰς μίξεις μανίαν θεὸν ὁμολογῆσαι καὶ θῦσαι· Μενδήσιοι δὲ τοῦτον διαφερόντως ἐτίμησαν, ὡς καὶ τοῖς ἄλλοις ζώοις αἱ ἄλλαι πόλεις θεολογίας τινὰς ἀνέφερον. ἔσεβον γὰρ δὴ καὶ Μεμ φῖται τὸν ταῦρον καὶ Λυκοπολῖται τὸν λύκον καὶ Λεοντο πολῖται τὸν λέοντα καὶ Κυνοπολῖται τὸν κύνα καὶ ἄλλοι 77 τὸν αἴλουρον καὶ ἕτεροι τὸν κορκόδηλον. οὐκοῦν πρῶτοι θεοὺς ὠνόμασαν Αἰγύπτιοι καὶ Φοίνικες, ἀφ' ὧν Ἕλληνες παρειληφότες ἥλιον καὶ σελήνην ἀστέρας τε καὶ οὐρανὸν καὶ γῆν καὶ τἄλλα στοιχεῖα προσκυνήσαντες ὡς θεοὺς ἐλά τρευσαν, χρόνῳ δ' ὕστερον καὶ τοὺς εὖ τι δεδρακότας ἢ ἐν πολέμοις ἀνδραγαθήσαντας ὡς τὸν Ἡρακλέα γενναῖον καὶ ἀνδρεῖον ἐθεοποίησαν Ἕλληνες, καὶ τὸν Ἀσκληπιὸν διὰ τὴν ἰατρικὴν ἐπιστήμην θεὸν τελευτήσαντα προσηγόρευσαν, καὶ οὐ μόνον τοὺς ἀγαθόν τι δράσαντας, ἀλλὰ καὶ τοὺς ἀσελ γείαις καὶ μυσαραῖς πράξεσιν ἁλόντας ἄνδρας τε καὶ γυ ναῖκας ἐσεβάσθησαν καὶ ἐλάτρευσαν. ἐξ ὧν Ῥωμαῖοι με μαθηκότες τοὺς ἰδίους βασιλεῖς μετὰ θάνατον ἐθεοποίησαν, καὶ οὐ μόνον τοὺς ἐννόμως βεβασιλευκότας καὶ τοῦ δικαίου πεφροντικότας, ἀλλὰ καὶ τοὺς τυραννικῶς καὶ ἀδίκως τε καὶ παρανόμως τὴν ἀρχὴν ἰθύναντας. καὶ γὰρ Νέρωνα πᾶσαν ἰδέαν ἀκολασίας καὶ παρανομίας κατακόρως μετελη λυθότα καὶ Δομετιανὸν καὶ Κώμωδον καί γε καὶ ἄλλους μιαιφόνους καὶ λαγνεστάτους ἄνδρας τῷ τῶν σφετέρων θεῶν καταλόγῳ συνέταξαν. οὐ μὴν δὲ ἀλλὰ καὶ τοὺς παμπονήρους δαίμονας ἐθεοποίησαν, παρ' ὧν καὶ τὰς τῆς γοητείας καὶ 78 μαγγανείας μεμαθηκότες πονηρὰς κακοτεχνίας θυσίαις καὶ τελεταῖς αὐτοὺς ἐτίμησαν, οὓς ἡμεῖς ἐκ διαμέτρου βδελυτ τόμεθα δικαίως ἄγαν ὡς θεομισεῖς καὶ τῆς αἰωνίου κολά σεως προξένους. Ἐπεὶ δὲ καὶ δαιμόνων ἐμνήσθην, προὔργου οἶμαι καὶ περὶ τούτων ἄγε δὴ δοξαζομένων παρὰ τῶν ἐλεεινῶν ἀν θρώπων καὶ τοῦ ἀσβέστου πυρὸς ἀξίων διασαφῆσαι. τὸν γὰρ τούτων ἄρχοντα Σατανᾶν τὰ θεῖα προσαγορεύουσι λόγια (δηλοῖ δὲ τοὔνομα τὸν ἀποστάτην κατὰ τὴν φωνὴν τῶν Ἑβραίων), ὀνομάζει δὲ αὐτὸν καὶ διάβολον ὡς τὸν θεὸν πρὸς τοὺς ἀνθρώπους συκοφαντοῦντα καὶ αὐτοῖς γε τοῖς ἀνθρώποις ἔριν πρὸς ἀλλήλους καὶ μάχην ἐμβάλλοντα. τού τους ἡμεῖς οὐ πονηροὺς ἐξ ἀρχῆς παρὰ τοῦ θεοῦ τῶν ὅλων δημιουργηθῆναι φαμὲν οὐδὲ τοιάνδε κακίστην ἕξιν λαχεῖν, ἀλλὰ τῇ παρατροπῇ τῆς γνώμης ἀπὸ τῶν ἀμεινόνων εἰς τὰ χείρω πεσεῖν αὐθαιρέτως καὶ αὐτεξουσίως, καὶ τοῖς παρὰ τοῦ πεποιηκότος παρασχεθεῖσιν οὐκ ἀρκεσθέντας, ἀλλὰ μειζόνως ὀρεχθέντας, εἰσδέξασθαι μὲν τοῦ τύφου τὸ πάθος, ἐκπεσεῖν δὲ καὶ τῆς ἀρχῆθεν δοθείσης τιμῆς, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς εἰκόνι θείᾳ τετιμημένων λυττῆσαι καὶ τὸν κατ' αὐτῶν ἀναδέξασθαι πόλεμον, τὸν δὲ ποιητὴν τῇ μὲν τῶν ἁγίων ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τῶν ἀνθρώπων τὸ γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος ὁ ἀοράτως 79 ἐπιὼν οὓς διὰ φθόνον ἐμίσησεν ἀδεῶς διαφθείρῃ. τὴν δὲ ἀγωνιστικὴν οὐκ ἐκώλυσε διαμάχην, ἵνα δείξῃ τοὺς ἀρίστους ἡ πάλη, καὶ γένωνται ἀνδραγαθιῶν ἀρχέτυπα. οὗ δὴ εἵνεκα τὴν βιαίαν ἐκείνου προσβολὴν ὡς ὀλέθριον διακωλύσας τῇ τῶν ἀγγέλων φρουρᾷ τὴν τῶν λογισμῶν συνεχώρησεν ἀγω νίαν, ὅπως τοὺς ἀξιονίκους ἀποφήνῃ τῶν στεφάνων ἀξίους, οὐκ αὐτὸς ἐκεῖνον εἰς ἀντιπάλου τάξιν ἀποκληρώσας, ἀλλ' εἰς δέον τῇ ἐκείνου πονηρίᾳ χρησάμενος, ὥσπερ οἱ ἰατροὶ ταῖς ἐχίδναις εἰς ἀπαλλαγὴν νοσημάτων. Ἐπεὶ οὖν βαρβαροφώνους Ἕλληνες τοὺς ἀποστόλους καὶ ἡμᾶς ἀποκαλοῦσιν, ἴστωσαν ὡς καὶ ἡμῖν πάντες Ἕλ ληνες σκυθίζουσιν. τοῦτο γὰρ σαφῶς ὁ Παῦλος ἐδήλωσε φάσκων· ἐὰν γὰρ μὴ γνῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντί μοι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. τῷ ὄντι γὰρ ὥσπερ τοῖς Ἕλλησιν Ἰλλύριοι καὶ Παίονες καὶ ἄλλοι βαρβαρίζειν δοκοῦσιν, οὕτως ἐκείνοις καὶ τοῖς τοιού τοις ὅσοι τῆς Ἑλλάδος καὶ τῆς Ἑλληνικῆς τεχνολογίας καὶ στωμυλίας ἐπαΐειν οὐ δύνανται βάρβαροι δοκοῦσιν εἶναι. ὅτι δὲ τὴν αὐτὴν ἔχει πᾶσα γλῶσσα διάνοιαν (μία γὰρ ἡ πάντων ἀνθρώπων φύσις) ἡ πεῖρα διδάσκαλος. ἔστι γὰρ εὑρεῖν καὶ παρὰ τοῖς βαρβάροις τέχνας καὶ ἐπιστήμας καὶ τὰς ἐν πολέμοις ἀνδραγαθίας ἐκ περιουσίας, ἔνιοι δὲ τού των καὶ σοφώτερα τῶν Ἑλλήνων πολλάκις ἐφευρίσκουσι μηχανήματα καὶ λόχους ἀμείνους καὶ πανουργοτέρας ἐνέδρας, 80 εἰσὶ δὲ οἳ καὶ τὴν Ἑλλήνων παιδείαν καὶ πολυλογίαν βραχυ λογίᾳ νικῶντες. τοῦτο γὰρ δὴ καὶ Πέρσαις μαρτυροῦσι καὶ οἱ παλαιοὶ ξυγγραφεῖς καὶ εἴ τις νῦν πρεσβεύων ἢ στρα τηγῶν ἢ ἐμπορίαν τινὰ μετιὼν ξυνεγένετο καὶ πεπείρατο καλῶς τῆς ἐκείνων ἀγχινοίας καὶ πανουργίας. φασὶ γὰρ αὐτοὺς ὀξέως νοεῖν τὰς τῶν λόγων πλοκάς τε καὶ κλοπὰς καὶ ἐπικρύψεις καὶ ὀλίγα φθεγγομένους νικᾶν τοὺς προσ διαλεγομένους, καί γε καὶ ξυλλογιστικοὺς ἄγαν εἶναι δια βεβαιοῦνται καὶ διαλύειν ἱκανοὺς τὰ παρ' ἑτέρων πλεκόμενα ῥᾳδίως καὶ παροιμίαις κεχρῆσθαι σοφωτάταις καὶ αἰνίγ μασιν. οὐ γὰρ δήπου φιλοσοφικοῖς ἢ ῥητορικοῖς ἐνετρύ φησαν λόγοις, ἀλλὰ τὴν φύσιν μόνην ἔσχον διδάσκαλον. τοὺς δέ
66.2.1
Ἰνδοὺς καὶ τούτων πολλῷ σοφωτέρους εἶναι λέγουσι καὶ ἐντρεχεστέρους. καὶ οἱ παρ' ἡμῖν δὲ νομάδες καὶ πρόσχωροι, τοὺς Ἰσμαηλίτας φημὶ τοὺς ἐν ταῖς ἐρήμοις βιοτεύοντας καὶ μηδὲν τῶν Ἑλληνικῶν ξυγγραμμάτων ἐπι σταμένους, ἀγχινοίᾳ πολλῇ καὶ συνέσει τε καὶ πολυπειρίᾳ κοσμοῦνται καὶ διάνοιαν ἔχουσι καὶ πανουργίαν ὀξυτάτην ὅτι μάλιστα ξυνιδεῖν τἀληθὲς δυναμένην καὶ διελέγξαι τὸ ψεῦδος καὶ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. περὶ δὲ τῶν Αἰγυπτίων περιττὸν οἶμαι λέγειν· καὶ γὰρ αὐτοὶ τῶν φιλοσόφων οἱ πρῶτοι κρείττους εἶναι τούτους ἔφασαν τῶν ὀνομαστοτάτων γεγενημένων παρ' Ἕλλησιν. Ῥωμαῖοι 81 δὲ καὶ ποιητὰς ἔσχον καὶ συγγραφέας καὶ ῥήτορας, ὥς φασιν οἱ ταύτην κἀκείνην ἠσκημένοι τὴν γλῶτταν, καὶ πυκνότερα καὶ δεινότερα τῶν Ἑλληνικῶν εἶναι τὰ τούτων ἐνθυμήματα καὶ ξυντομωτέρας ἅμα καὶ βαθυτέρας τὰς γνώμας. καὶ ταῦτα λέγω οὐ τὴν Ἑλλάδα σμικρύνων φωνὴν οὐδὲ ἐναν τία γε αὐτῇ παραδείγματα παρέχων, ἀλλὰ τῶν ἐπὶ ταύτῃ μεγαλαυχούντων συστέλλων τὴν γνάθον καὶ τὴν ὀφρῦν κατα σπῶν καὶ διδάσκων μὴ κωμῳδεῖν γλῶτταν ἀληθείᾳ λαμπρυ νομένην μηδὲ βρενθύεσθαι μὲν ἐπὶ λόγοις κομψοτικῇ τέχνῃ πεποικιλμένοις, τῆς δὲ ἀληθείας γεγυμνωμένοις. Καὶ γὰρ ἐντεῦθεν οἱ μὲν ἄτομά τε καὶ ἀμερῆ σώματα προσηγόρευσαν διὰ τὸ ἀπαθὲς ἢ σμικρὸν ἄγαν, ἅτε δὴ τομὴν καὶ διαίρεσιν δέξασθαι μὴ δυνάμενα. οὕτω γὰρ καλοῦσιν ἐκεῖνα τὰ λεπτότατα καὶ σμικρότατα σώματα, ἃ διὰ τῶν φωταγωγῶν εἰσβάλλων ὁ ἥλιος δείκνυσιν ἐν ἑαυτῷ ἄνω καὶ κάτω παλλόμενα. οἱ δὲ τύχην καὶ εἱμαρμένην ἐδόξασαν, καὶ τὴν μὲν εἱμαρμένην ἀναγκαστικὴν δύναμιν εἶπον εἶναι καὶ τῆς ὕλης κινητικήν. τὴν δὲ τύχην ὁ Πλάτων αἰτίαν ἔφη κατὰ συμβεβηκὸς γινομένην ἢ ξύμπτωμα φύσεως ἢ προαιρέσεως. καὶ γοῦν Δημόκριτος περὶ τούτων οὕτως εἶπεν· καὶ γὰρ τὰ μὲν ἐκ θεοῦ πάντες ἔχομεν, τὰ δὲ ἐκ τῆς εἱμαρ μένης καὶ τύχης καὶ τῶν σμικροτάτων ἐκείνων σωμάτων καὶ προδήλως φερομένων ἄνω καὶ κάτω παλλομένων καὶ περι πλεκομένων τε καὶ διϊσταμένων καὶ περιφερομένων ἐξ ἀνάγ 82 κης. ἀφ' ὧν οὐ μόνον πλοῦτον καὶ πενίαν καὶ ὑγείαν καὶ νόσον καὶ δουλείαν καὶ ἐλευθερίαν καὶ πόλεμον καὶ εἰρήνην διανέμειν, ἀλλὰ καὶ ἀρετὴν καὶ κακίαν ἀποκληροῦν ἔφησε καὶ πρὸς ἄλλους ἄλλα δοξάζοντας ἀντεπαρετάξατο διὰ τὸ ἀσύμφωνον καὶ ἀκατάλληλον τῶν τηνικαῦτα δογμάτων. καὶ πρὸς τὰς ἀλλήλων μαχησάμενοι δόξας εἰκότως καταλελύ κασιν ὡς ψευδεπιπλάστους, ἐπειδὴ τὸ μὲν ψεῦδος οὐ μόνον τῇ ἀληθείᾳ πολέμιον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ πέφυκεν, ἡ δὲ ἀλήθεια ξύμφωνον ἑαυτῇ καὶ μόνον ἔχουσα τὸ ψεῦδος ἀντι κείμενον. ὅθεν οἱ μὲν αὐτοκράτορα τὸν νοῦν εἶπον εἶναι καὶ ἄγαν δύνασθαι καὶ κατ' ἐξουσίαν τὰ πάθη κυριεύειν, οἱ δὲ ἀνάγκης αὐτὸν καὶ εἱμαρμένης ἀπεφήναντο δοῦλον καὶ τῆς τοῦ οὐρανοῦ περιδινήσεως καὶ τῆς τῶν ἄστρων ξυνόδου τὰς τούτου πράξεις καὶ ἐνεργείας ἠρτῆσθαι. ὁ δέ γε Πλάτων τὴν ἐναντίαν τούτοις περὶ ψυχῆς ἐξεπαίδευσε δόξαν, ἐλευ θέραν αὐτὴν καὶ δέσποιναν τῶν παθῶν εἶναι φήσας. ὅπερ δηλῶν ἐν τοῖς Νόμοις ἔφη· τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ' ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη ταῦτα ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι 83 σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι γε οὖσαι ἐπ' ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. μία γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῆ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμεν ὁ ποιητὴς τὴν τῶν κρειττόνων καὶ τῶν χειρόνων διαίρεσιν. καὶ ἁπλῶς ἔριν καὶ διαμάχην ἔχοντες, καὶ οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα πρεσβεύοντες ἐναντίαν δόξαν ὤδινον. οὐ γὰρ τἀληθὲς μαθεῖν ἐπεθύμησαν, ἀλλὰ κενοδοξίᾳ καὶ φιλοτι μίᾳ δουλεύσαντες καινῶν εὑρεταὶ κληθῆναι δογμάτων ἐπό θησαν. ὅθεν καὶ τὸν πολὺν ὑπέστησαν πλάνον, τῶν ὕστε ρον ἐπιγινομένων ἀνατρεπόντων ἀναίδην τῶν πρεσβυτέρων τὰς δόξας. καὶ γὰρ Ἀριστοτέλης ὁ τάλας ἔτι ζῶντι Πλά τωνι προφανῶς τε καὶ ἀναισχύντως ἀντεπαρετάξατο καὶ τὸν κατὰ τῆς Ἀκαδημίας ἀνεδέξατο πόλεμον, καὶ οὔτε τὴν διδα σκαλίαν ἐτίμησεν, ἧς φιλοτίμως ἀπήλαυσεν, οὔτε τοῦ πολυ θρυλλήτου ἀνδρὸς ᾐδέσθη τὸ κλέος οὔτε τὸ ἐν λόγοις ἔδεισε κράτος, ἀλλ' ὑπερηφάνως καὶ ἀπερυθριασμένως ὁ ἐμβρόντη τος πρὸς αὐτὸν ἀντέστη οὐκ ἀμείνοσιν ἐκείνῳ ἀλλὰ πολλῷ 84 γε χείροσι χρησάμενος δόγμασιν. καὶ γὰρ δὴ τὴν ψυχὴν ἐκείνου φάντος τριμερῆ καὶ ἀθάνατόν τε καὶ θεοειδῆ, οὗτος θνητὴν ἔφη καὶ ἐπίκηρον, καὶ τὸν θεὸν εἰρηκότος ἐκείνου προμηθεῖσθαι τῶν πάντων, οὗτος τὴν γῆν, ὅσον ἧκεν εἰς λόγους, τῆς θείας κηδεμονίας ἐστέρησεν. τὰ γὰρ δὴ μέχρι σελήνης ἰθύνειν ἔφη τὸν θεόν, τὰ δέ γε ἄλλα ὑπὸ τὴν εἱμαρμένην τετάχθαι καὶ τύχην, καὶ τὴν βιαίαν ἀνάγκην ἐφίστησιν ἑκάστῳ, καὶ ταύτῃ παρὰ γνώμην ποιεῖν τοὺς ἀν δροφόνους καὶ τοιχωρύχους καὶ πόρνους τὰ τῆς παρανομίας εἴδη. καὶ ἄλλα δὲ πάμπολλα πρὸς ἀνατροπὴν ὁ δείλαιος τοῦ διδασκάλου δυσσεβῶς τε καὶ τολμηρῶς ἐτερατολόγησεν. Ὁ τοίνυν σοφώτατος Πλάτων θεολογῶν ἔφη· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γιγνό μενον μὲν καὶ ἀπογιγνόμενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λαν θάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς. λέγομεν γὰρ δή· ὡς ἦν ἔστι τε καὶ ἔσται. τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ καὶ κατὰ 85 ταὐτὸ ὂν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον προσή κει λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γιγνόμενον καὶ ἀλλοιώσεις πολλὰς ἐπιδεχόμενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι γε καὶ λεκτέον αἴτιος τῶν ἀγαθῶν, τῶν δὲ κακῶν ἁπάντων ἀναίτιος. ταῦτ' οὖν καὶ περὶ τοῦ πεποιηκότος θεοῦ καὶ περὶ τῆς ἡμῶν αὐτεξουσιό τητος ἐδίδαξε καλῶς ὁ Πλάτων φρονεῖν καὶ δοξάζειν, καὶ τοὺς κακῶν αἴτιον τὸν θεὸν λέγοντας ἐξελαύνειν ἐκέλευσε, καὶ ἀνόσιον εἶναι τόνδε τὸν λόγον φησὶ καὶ ἀξύμφορον ἡμῖν καὶ ἀξύμφωνον ἑαυτῷ. οὐκοῦν εἰ ἀγαθὸς ὁ θεός, ὥσπερ δὴ καὶ ἀγαθός, οὐκ ἄρα κακῶν αἴτιος ὁ ἀγαθὸς γένοιτ' ἄν. εἰ δὲ ἀναίτιος τῶν γιγνομένων κακῶν (κακὰ δὲ κυρίως ὀνομάζομεν οὐ τὰ παρὰ πολλῶν* ὀνομάζειν φίλον τισίν, ἀλλὰ κακίαν καὶ ἀκολασίαν καὶ τὰς ἄλλας παρανομίας ὑφ' ἡμῶν αὐτεξουσίως τολμωμένας) ἡμεῖς γὰρ ἄρα τούτων αἴτιοι, καὶ οὐχ ὁ τἀναντία νομοθετήσας θεός. ὅπερ δηλῶν αὖθις ὁ Πλά των ἐν τοῖς Νόμοις καὶ δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φησίν· ὁ μὲν δὴ θεός, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν 86 ὄντων ἁπάντων ἔχων εὐθείᾳ περαίνει κατὰ φύσιν περι πορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός. ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ' ὕβρεως, ὡς δὴ οὔτ' ἄρχοντος οὔτ' αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους λαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα. καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων ἐσκόπει μακρο θυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγιγνομένην λώβην καὶ τὴν εἰς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ἐν δέ γε τῷ Γοργίᾳ καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ' ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βέλτιον γίγνεσθαι καὶ ὀνίνασθαι, ἢ παρά δειγμα ἄλλοις γίγνεσθαι, ἵν' ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ 87 πάσχει φοβούμενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελού μενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ τε καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι' ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν Ἅιδου. οὐδὲ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάτ τεσθαι. οἱ δέ, ἐὰν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, ἐντεῦθεν τὰ παρα δείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδὲν ἅτε ἀνίατα ὄντα, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς μεγίστας ἁμαρτίας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικεν ὁ φιλόσοφος ἐκ τῶν θείων σεσυληκέναι λόγων. ἤκουσε γὰρ πάντως τὰ διὰ Μωϋσέως ὑπὸ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξή γειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γάρ τοι γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα, (ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον) ἀλλ' ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παρα δείγματα. καθάπερ γὰρ αἱ πόλεις τρέφουσι τοὺς δημίους, 88 ὥστε τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ τοὺς τἄλλα παρανομοῦντας κολάζειν, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν, ἀλλὰ καὶ λίαν μισοῦσαι τὴν τοῦ βίου προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν, οὕτως ὁ τοῦ κόσμου πρύτανις οἷα δημίους τινὰς γενέσθαι συγχωρεῖ τοὺς τυράν νους, ὥστε διὰ τούτων ποινὴν τοὺς ἀσεβοῦντας καὶ παρα νομοῦντας εἰσπράττειν. ὕστερον δὲ καὶ αὐτοὺς παραδίδωσι τιμωρίᾳ, ἐπειδήπερ οὐχ ὡς θεῷ διακονοῦντες, ἀλλ' οἰκείᾳ πονηρίᾳ δουλεύοντες τὰ δεινὰ δεδράκασιν ἐκεῖνα. οὕτως ἡμαρτηκότα τὸν Ἰσραὴλ τῇ τῶν Ἀσσυρίων ὠμότητι παρέδωκεν, καί, ἐπειδὴ δὲ τὸν τοιοῦτον οὐ διέγνωσαν σκοπόν, καὶ τούτων καταλύσας τὴν δυναστείαν ἑτέροις δουλεύειν ἠνάγκασεν, ὡς διαρρήδην οἱ προφῆται διδάσκουσιν. παρ' ὧν ὁ Πλάτων τὰς ἀφορμὰς κεκλοφὼς τοιάδε ἔφη τοὺς ἀνιάτως διακειμένους εἰς ὠφέλειαν ἑτέρων παιδεύεσθαι. Καὶ μέντοι γε καὶ περὶ τῶν λήξεων καὶ ἀποπληρώσεων τῶν ψυχῶν ὁ σοφώτατος ἐν τῷ Φαίδωνι πάλιν φησίν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς Ἅιδην ἀφικόμενος ἐν βορ βόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖσε μεταχωρήσας μετὰ θεῶν οἰκήσει. τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως ἐπειδὰν τελευτήσῃ εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι καὶ οὕτω 89 γυμνὸν ἔπειτα κριτέον ἁπάντων τούτων. τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι, ἵνα δικαία ἡ κρίσις τοῦ κριτοῦ γένηται. οὕτως ὁ Πλάτων ἀκριβῶς ἐπίστευσεν εἶναι τὰ ἐν Ἅιδου κριτήρια. ἐντυχὼν γὰρ Ἑβραίοις ἐν Αἰγύπτῳ τῶν προφητικῶν λογίων ἀσπασίως ἤκουσε καὶ τὸν πυρὸς ποταμὸν ἔμαθεν, ὃν ὁ μέγας ἐθεάσατο Δανιήλ, καὶ τοὺς Ἡσαΐου τοῦ θειοτάτου μεμύηται λόγους, ἐν οἷς φησι περὶ τῶν ἁμαρτωλῶν· ὁ σκώ ληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ οὐ σβεσθήσεται. καί· τίς ἀναγγελεῖ ὑμῖν τὸν αἰώνιον τόπον; ὥστε οὖν Πλάτων ὁ τῶν Ἑλλήνων πάντων σοφώτερος καὶ ὑπέρτερός τε καὶ διαβόητος ἐν Αἰγύπτῳ πρὸς τοὺς φρονίμους καὶ σοφοὺς τῶν Αἰγυπτίων ἀφίκετο πολυπειρίαν καὶ φυσιολογίαν ἀκρι βεστέραν μαθησόμενος, ὡς ἱστοροῦσιν Ἕλληνες, ἔμαθε [δὲ] παρ' Ἑβραίοις καὶ θεολογίαν, εἰ καὶ μὴ σαφεστάτην καὶ ἀκραιφνῆ, καθὼς παρειλήφει διὰ τὴν προκατέχουσαν δεινὴν ἀθεΐαν καὶ χαλεπὴν ἔτι πλάνην ἀκμάζουσαν ἐξηγήσατο. καὶ γὰρ τὰ Μωσαϊκὰ σφετερισάμενος ἱερὰ πάμπολλα καὶ μετα φράσας λόγια, ταύτῃ τοι πειρᾶται λεληθότως καὶ αἰνιγματω δῶς ποιεῖσθαι τὴν ὑφήγησιν, ὅθεν καὶ πρός τινα τοῦτο δὴ παρυπεμφαίνων εὖ μάλα φησίν· φραστέον δή σοι δι' αἰ νιγμάτων, ἵν' ἀντὶ δέλτου ἢ πόντου ἢ γῆς ἐν πτύχαις πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει περὶ τοῦ πάντων βασιλέως ὅτι πάντα ἐστὶ καὶ ἐκείνου γε εἵνεκα πάντα καὶ 90 ἐκεῖνό γε πάντων καλῶν αἴτιον, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα. Καὶ ἁπλῶς ἵνα συλλήβδην περὶ τῶν αὐτῶν αὖθις κεφα λαιωδῶς εἴπω καὶ περιληπτικῶς δι' ἐπιτομῆς, πολλὰ μὲν οὖν καὶ παντοδαπὰ τῶν δυσσεβεῖν αἱρουμένων τὰ στίφη καὶ διάφορα τῆς βλασφημίας τὰ βέλη, πολυσχεδὲς δὲ καὶ ποικί λον τὸ ψεῦδος, ἁπλῆ δὲ τῆς ἀληθείας ἡ χάρις. ἡ μὲν γὰρ ποιητικὴ φάλαγξ εἰς πολλὰ τὸ θεῖον τῷ λόγῳ καταμερίσασα καὶ τὸ ψεῦδος τῷ τερπνῷ τοῦ μυθώδους κεράσασα καὶ οἷόν τινα κυκεῶνα κατασκευάσασα τῆς πολυθέου πλάνης τοῖς ἀνθρώποις τὴν μέθην προσήνεγκεν. ἡ δὲ σοφιστικὴ ἐν τρί βωνι λευκῷ καὶ πώγωνι μακρῷ καὶ κόμῃ κεφαλῆς τὴν φιλο σοφίαν ὁριζομένη τῆς ποιητικῆς θεολογίας τὸ καταγέλαστον ὁρῶσα ἑτέρας πλάνης ἐπενόησεν ἀτραποὺς εἰς αὐτὸ τὸ ποιη τικὸν ἐκεῖνο βάραθρον ἀπαγούσας. οἱ μὲν γὰρ τῇ κομψείᾳ τοῦ λόγου καὶ τῇ τῶν ἐνθυμημάτων δεινότητι τῇ ποιητικῇ τὴν περὶ τῶν θεῶν αἰσχρουργίαν καὶ αἰσχρολογίαν ἐκάλυψαν. οἱ δὲ τοῖς πάθεσι τὴν θείαν προσηγορίαν ἀνέθεσαν καὶ τὴν μὲν ἡδονήν, ὡς ἔφην, Ἀφροδίτην ὠνόμασαν, Ἄρεα δὲ τὸν θυμόν, τὴν δὲ μέθην Διόνυσον, Ἑρμῆν δὲ τὴν κλοπήν, τὴν δὲ φρόνησιν Ἀθηνᾶν καὶ τοιαῦτά τινα μετὰ ἀλαζονικῆς ὀφρύος καὶ τῆς Ἀττικῆς στωμυλίας τερατευόμενοι τοὺς πολλοὺς τῶν ἀνθρώπων εἰς ἑτέραν εἴδους ἀπάτην μετήγαγον. καὶ οἱ φιλοσοφεῖν ὑπισχνούμενοι καὶ τὴν ἀπὸ τοῦ σχήμα τος τιμὴν παρὰ πάντων δρεπόμενοι καὶ τῶν παθῶν κρα τεῖν ἐπαγγελλόμενοι προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἀνέπεισαν καὶ τὸν αὐτοκράτορα νοῦν τῶν παθῶν καὶ ἡνί 91 οχον θύειν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ κλοπῇ καὶ μέθῃ καὶ τοῖς ἄλλοις πάθεσιν ἀνοήτως πεπείκασιν. ἄλλοι δὲ πάλιν οὐδὲν ὑπὲρ τὰ ὁρώμενα νοῆσαι δυνηθέντες, ἀλλὰ τοῖς αἰσθητοῖς τὸν νοῦν ἐγκαθείρξαντες, τὰ τοῖς ὀφθαλμοῖς εἰς θεωρίαν προκείμενα θεοὺς προσηγόρευσαν καὶ τὸ σεπτὸν ὄνομα καὶ φρίκην ἐμποιοῦν τοῖς ἀκούουσιν οἱ μὲν τοῖς στοιχείοις, οἱ δὲ μέρεσι τούτων ἐπέθεσαν, καὶ οἱ μὲν ἀπὸ ταὐτομάτου γεγενῆσθαι τὸν κόσμον, οἱ δὲ πολλοὺς θεοὺς ἀνθ' ἑνὸς ἐφαντάσθησαν, καὶ οἱ μὲν μηδὲ εἶναι παντελῶς τὸ θεῖον, οἱ δὲ εἶναι μέν, οὐδενὸς δὲ τῶν ὄντων ἐπιμελεῖ σθαι, οἱ δὲ ἐπιμελεῖσθαι μὲν ἔφασαν, σμικρολόγως δὲ τοῦτο ποιεῖν, καὶ τῇ σελήνῃ περιορίζειν τὴν πρόνοιαν, τὸ δὲ λοιπὸν τοῦ κόσμου μέρος ὡς ἔτυχε φέρεσθαι τῇ τῆς εἱμαρμένης ἀνάγκῃ δουλεύειν βεβιασμένον. διὰ δὴ τούτων καὶ τῶν τοιούτων σαφῶς ἔγνωμεν, ὡς οὐ μόνον ἀλλήλοις, ἀλλά γε καὶ σφίσιν αὐτοῖς περὶ τῶν αὐτῶν ἐναντία γεγράφασι καὶ μεγίστην διαφωνίαν φιλοδοξίᾳ τε καὶ κακουργίᾳ πιεζόμενοι πρὸς ἀλλήλους εἰργά σαντο καὶ τὴν οἰκουμένην ἐτάραξαν καὶ σὺν αὐτοῖς πολλοὺς ἀπώλεσαν. Τοσαύτη γοῦν πάλαι κατεῖχε πλάνη τὸν κόσμον. ἀλλὰ ταύτην ἄρδην ἠφάνισε καὶ πάμπαν ἐξήλασε προδήλως ὁ παρ' ἡμῶν προσκυνούμενος κύριος. καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ τε καὶ θάλασσα τῆς προτέρας ἀγνοίας καὶ δυσσεβείας ἀπηλλαγμέναι, πεπαυμένος τῶν εἰδώλων ὁ πλά νος, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ φωτὸς τῆς γνώ σεως αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι, Ἕλληνες καὶ Ῥωμαῖοι καὶ βάρβαροι τὸν ἐσταυρωμένον θεολογοῦντες καὶ 92 ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ τριάδι μόνῃ λατρεύοντες, τὰ τῶν δαιμόνων τεμένη φροῦδα γεγενημένα, οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι, ἐκκλησίαι περιφανεῖς πανταχῆ δεδομημέναι, ἐν πόλεσι καὶ κώμαις, ἐν ἀγροῖς, ἐν ἐσχατιαῖς μαρτύρων καὶ ὁσίων σηκοὶ ἐξειργασμένοι, ἀσκητῶν καταγωγαὶ τὰς τῶν ὀρῶν κορυφὰς ἁγιάζουσαι. ταῦτα καὶ τὰ τούτοις ὅμοια τῆς τοῦ σωτῆρος ἡμῶν οἰκονομίας τὸ θεοπρεπὲς ἐπιδεικνύουσι κατόρθωμα, καὶ νῦν ἅπαντες τῶν φιλοσόφων τὰς ἐρεσχελίας καὶ ματαιολογίας καταλιπόντες τοῖς τῶν ἁλιέων καὶ ἰδιωτῶν ἐντρυφῶσι μαθήμασιν. Διέμεινε τοίνυν ἡ παλαιὰ τῶν εἰδώλων πλάνη ἀπὸ Σεροὺχ ἕως τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἁβραάμ. [ιθʹ. Περὶ Ναχώρ.] Ναχὼρ δὲ γενόμενος ἐτῶν οθʹ ἐγέννησε τὸν Θάρρα καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ρκβʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη σηʹ. [κʹ. Περὶ Θάρρα.] Θάρρα δὲ γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἁβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἄραν τὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάρρα, καὶ μετὰ τοῦτο ἔζησε Θάρρα 93 ἔτη ρλεʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη σεʹ. ἦν δὲ καὶ οὗτος ἀγαλματοποιὸς ἀπὸ λίθων καὶ ξύλων θεοὺς πλαστουργῶν καὶ πιπράσκων. περιέστη μέντοι ὁ αἰὼν εἰς εἰκοστὴν γενεὰν ἕως τούτου ἐτῶν# 22γτλβʹ, καὶ οὐδεὶς πώποτε τῶν προγενεστέ ρων ἀνθρώπων φαίνεται υἱὸς πρὸ πατρὸς τελευτήσας, ἀλλὰ πατέρες πρὸ παίδων τοὺς υἱοὺς διαδόχους τῶν πραγμάτων αὐτῶν καταλιμπάνοντες. καὶ μή τις λεγέτω περὶ τοῦ Ἄβελ, οὐ γὰρ ἰδίῳ θανάτῳ τέθνηκεν, ἀλλὰ βιαίῳ. ἐξότε δὲ Θάρρα ἀντίζηλον τῷ θεῷ προεστήσατο διὰ τῆς οἰκείας πλαστουργίας τεχνησάμενος εἴδωλα τὰ ὅμοια οἷς ἔπραξεν ἐκ τῆς δίκης ἀπείληφεν καὶ αὐτὸς παραζηλωθεὶς ἀπὸ τοῦ ἰδίου τέκνου. ἀπέθανε γὰρ ὁ Ἄραν ἐν τῷ ἐμπυρισμῷ ᾧ ἐνεπύρισεν Ἁβραὰμ [καῦσαι] τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ ἐν τῷ εἰσελθεῖν Ἄραν ἐξελέσθαι αὐτά. διὸ καὶ θαυμάσασα ἡ θεία γραφὴ ἐπεση μήνατο λέγουσα· καὶ ἀπέθανεν Ἄραν ἐνώπιον Θάρρα τοῦ πατρὸς αὐτοῦ. ὁ γὰρ Ἁβραὰμ ὑπάρχων ἐτῶν ιδʹ καὶ τότε θεογνωσίας ἀξιωθεὶς ἐνουθέτει τὸν πατέρα αὐτοῦ λέγων· τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος ἐπιζήμιον; οὐκ ἔστιν ἄλλος θεός, εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ καὶ πάντα τὸν κόσμον δημιουργήσας. οὕτω δὲ λέγεται τῆς θεογνωσίας ἀξιωθῆναι. ὁρῶν γὰρ τοὺς ἀνθρώπους πάντας κτισματολα 94 τροῦντας καὶ διαφόρους θεοὺς τὰ φαινόμενα προσαγορεύον τας καὶ προσκυνοῦντας περιήρχετο καθ' ἑκάστην ἡμέραν δια πονούμενος καὶ τὸν ὄντως ὄντα θεὸν ἐκζητῶν ἐκ φιλοθέου καρδίας. καὶ οὕτω βλέπων οὐρανὸν ποτὲ μὲν λαμπρόν, ποτὲ δὲ σκοτεινόν, ἔλεγεν ἐν ἑαυτῷ· οὐκ ἔστιν οὗτος θεός. ὁμοίως δὲ καὶ ἥλιον καὶ σελήνην τὸν μὲν ἀποκρυπτόμενον ἢ ἀμαυ ρούμενον πολλάκις, τὴν δὲ φθίνουσαν καὶ ἀπολήγουσαν ἔφα σκεν· οὐδ' οὗτοί εἰσιν θεοί. καὶ μέντοι καὶ τὴν τῶν ἄστρων φοράν τε καὶ κίνησιν πολυπραγμονῶν (ἦν γὰρ ἀστρονόμος ἄκρως ἐκ τοῦ πατρὸς πεπαιδευμένος) καὶ μήτε διὰ τούτων μήτε μὴν δι' ἄλλων τινῶν ὁρωμένων εὑρίσκων τὸν τούτων δημιουργὸν ἐδυσχέραινε σφόδρα καὶ ἠθύμει. οὗ τὸν πόθον καὶ τὴν ἐπιθυμίαν εἰδὼς ὁ πλάσας κατὰ μόνας τὰς καρδίας καὶ συνιεὶς εἰς πάντα τὰ ἔργα ἡμῶν ὤφθη αὐτῷ καὶ τὴν πρὸς τὴν γῆν τῆς ἐπαγγελίας πορείαν παρεκελεύσατο λέγων· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. καὶ δὴ παραχρῆμα λαβὼν τὰ εἴδωλα τοῦ πατρὸς καὶ τὰ μὲν κλάσας τὰ δὲ ἐμπυρίσας ἀνεχώρησε μετὰ τοῦ πατρὸς αὐτοῦ ἐκ γῆς Χαλδαίων· καὶ ἐλθὼν εἰς Χαρρὰν ἐτελεύτησεν ὁ πατὴρ αὐτοῦ. καὶ ἐξελθὼν ἐκεῖθεν πάλιν ἐν λόγῳ κυρίου ἦλθε σὺν τῇ γυναικὶ Σάρρᾳ καὶ τῷ ἀνεψιῷ 95 αὐτοῦ Λὼτ μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς εἰς τὴν ὀφειλομένην γῆν Χαναάν, ἣν οἱ Χαναναῖοι τυραννικῶς ἀφελόμενοι ᾤκησαν πολεμικῇ χρησάμενοι βίᾳ. Περὶ οὗ μέντοι γε καὶ Κλήμης ὁ Ῥωμαῖος καὶ σοφώ τατός τε καὶ μαθητὴς Πέτρου τοῦ μεγάλου γνήσιος οὕτως ἔφη· λιμοῦ δὲ γενομένου καταλιπὼν Ἁβραὰμ τὴν Χαναναίων γῆν εἰς Αἴγυπτον ἀπῄει, οὗ τὴν γυναῖκα Σάρραν Ἀβιμέλεχ ἁρπάσας ὁ βασιλεύς, αὐτίκα τοῦτον ὁ θεὸς ἐτάσας καὶ λίαν ἐκδειματώσας ἅμα καὶ πάρεσιν τῶν μελῶν ἐπάξας ἀπόδος, ἔφη, τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ. εἰ δὲ μὴ ἀποδῷς, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ τὰ σὰ πάντα. καὶ οὕτως ἀπολαβὼν Ἁβραὰμ τὴν Σάρραν ἀμίαντον καὶ προσευξάμενος, ἰάθη τῆς παρέσεως ὅ τε Ἀβιμέλεχ καὶ πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ ἐκ τῆς θεηλάτου πληγῆς. ὅθεν δὴ λοιπὸν ὡς δίκαιον ἔκτοτε καὶ θεοῦ δοῦλον τιμῶν αὐτὸν ὁ βασιλεὺς καὶ προσέ χων τοῖς ὑπ' αὐτοῦ λεγομένοις, διδάσκαλος εὐσεβείας καὶ πολυπειρίας Αἰγυπτίοις ἐγένετο. Πρῶτος γάρ, ὥς φησιν Ἰώσηπος, Ἁβραὰμ δημιουργὸν τὸν θεὸν ἀνεκήρυξε καὶ πρῶτος κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν Αἰγυπτίους ἐδίδαξεν, κἀντεῦθεν 96 ἐπέραστος καὶ παγγέραστος γενόμενος, ἠξίωσεν ὁ βασιλεὺς ἐπ' αὐτοῦ γυμνασθῆναι τὰ περὶ ἀστρολογίας καὶ μαγείας ἅτε πολυπείρῳ καὶ Χαλδαίῳ τυγχάνοντι. ἀστρολογία γὰρ καὶ μαγεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ δὴ τῶν ἀστρολόγων καὶ μάγων συναθροισθέντων, ὁ βασιλεὺς ἅμα τῷ Ἁβραὰμ καὶ τοῖς συνήθεσιν ἐκαθέσθη, καὶ ἡσυχίας γενομένης ὁ Ἁβραὰμ ἔφη· μαθεῖν βούλομαι παρ' ὑμῶν τῶν σοφῶν, εἰ δύναται γένεσις καὶ μαγεία βλάψαι τινὰ ἢ ὠφε λῆσαι κατὰ τὴν ὑμετέραν δόξαν. ἀφ' ὧν ἀποκριθεὶς Αἰ γύπτιος ἀστρολόγος καὶ μάγος εἶπεν· μεγάλων ἡμῖν καὶ ἀναγκαίων ζητημάτων ἀγαθὴ πρόφασις, ὦ διδάσκαλε, γίνῃ, καὶ ἄξιόν ἐστι μηδὲν ἀποκρύψασθαί σε τῶν παρ' ἡμῖν ἀπορρήτων. πάντας ἴσμεν ἀνθρώπους γενέσει καὶ εἱμαρμένῃ δουλεύοντας· ἀδύνατον γάρ ἐστιν ἄνθρωπον φονευθῆναι ἢ τελευτῆσαι παρὰ γένεσιν. ὁ δὲ Ἁβραάμ φησιν· ἠπατήθης ὄντως εἰπεῖν τοῦτο, μὴ εἰδὼς ὅτι ἐπὶ κριτοῦ βασιλέως ἔφης, ὃς ἀνθρώπων τὴν ἐξουσίαν ἔχει. καὶ ὁ βασιλεὺς ἀγανακτή σας ἔφη πρὸς τὸν ἀστρολόγον· νῦν οὖν ἐὰν μεταπέμψωμαι τῶν ὑπηκόων ἀνθρώπων ἕνα, καὶ σκεψάμενος ἐφ' ἡμῶν εἴπῃς ζωῆς χρόνους αὐτὸν ἔχειν ἢ μὴ ἔχειν, ἐγὼ τοὐναντίον πρὸς τοῦτο ποιήσω γενέσθαι, οὐ σαφῶς ἐλήλεγξαι ψεύστης ὑπάρχων; καὶ γὰρ ἐὰν εἴπῃς αὐτὸν ἔτι χρόνους ἔχειν ζωῆς, εὐθὺς κελεύσω αὐτὸν ἀναιρεθῆναι, εἰ δὲ μὴ ἔχειν λέξεις αὐτὸν χρόνους λειπομένους πλὴν τὴν συνεστῶσαν ὥραν, αὐτὸν μὲν τῆς καταδίκης ἀπολύσω, σὲ δὲ παρευθὺς ὡς 97 ψευδολόγον τοῦ ζῆν προεκκόψω, ἵνα λοιπὸν ὁ θάνατός σου πείσῃ πάντας αὐτίκα μηδεμίαν ἀληθείας ἔμφασιν ἔχειν τὸ περὶ τῆς ἀστρολογίας καὶ ματαιολογίας σου μυθολόγημα. ταῦτα δὲ τοῦ βασιλέως εἰπόντος, ὁ Αἰγύπτιος ἔντρομος γενόμενος ἔπεσε πρηνὴς δεόμενος ἐλέους τυχεῖν αὐτός τε καὶ οἱ ὁμόφρονες αὐτοῦ. καὶ ὁ βασιλεὺς τῷ Ἁβραὰμ χαριζό μενος ὡς διδασκάλῳ καὶ τὴν πλάνην ἐναργῶς φανερώσαντι δι' ἐπινοίας καὶ ὑπὲρ τῶν ματαιολόγων συνικετεύσαντι συνε χώρησεν αὐτοῖς ἐπὶ πλεῖον κωμῳδήσας τὴν ἄλογον αὐτῶν δόξαν ὡς ἀνίσχυρον καὶ λαοπλάνον. καὶ δὴ κελεύσας ἐξ ὑποβολῆς Ἁβραὰμ ἀχθῆναί τινα τὸν προκαταδικασθέντα πυρίκαυστον γενέσθαι προσέταξεν ἐπὶ πάντων ἐρευνηθῆναι τὴν γένεσιν αὐτοῦ καὶ τὸν θάνατον, καὶ διασκεψαμένους εἰπεῖν τὸν τρόπον τοῦ θανάτου. τῶν δὲ νουνεχῶς ἐπὶ πολὺ διασκεψαμένων καὶ εἰπόντων ὅτι· πυρποληθεὶς ἀποθανεῖται, τῆς γενέσεως ἐπαγούσης καὶ διαγορευούσης τοῦτο σαφῶς, ἀλλ' οὐ νῦν, ἔτι γὰρ χρόνους ἔχει ζωῆς, καὶ οὔπω ἐληλύθει ὁ χρόνος τοῦ θανάτου αὐτοῦ, φησὶν ὁ βασιλεύς· ἐγὼ σή μερον ἀπαλλάξω τοῦτον τοῦ διὰ πυρὸς θανάτου κελεύσας ὕδατι αὐτὸν ἀναιρεθῆναι, ἵνα ὑμῖν ἔργῳ παραστήσω προδή λως ὅτι δύναταί τι παρὰ γένεσιν γενέσθαι. καὶ οὕτως ἤλεγξεν αὐτῶν εὖ μάλα τὴν περὶ τῶν χρόνων τῆς ζωῆς πρόρρησιν καὶ τῆς τελευτῆς ἀπόφασιν. ἡσυχασάντων οὖν πάντων ὁ Ἁβραὰμ τοῦ λέγειν ἤρξατο· μέγιστε καὶ φιλαλη θέστατε βασιλεῦ, ἐπειδὴ ὁρῶ σε φροντίζοντα σφόδρα τῆς 98 προκειμένης ζητήσεως, τὸ ἀληθέστερον ἐγώ σοι παρέξω δι' ἐπιτομῆς ἀληθεύων ἐν πᾶσιν ὡς τῆς ὄντως ἀληθείας δοῦ λος. τοῦ δὲ βασιλέως εἰπόντος· μεγάλα μοι τοῦτο ποιήσας χαριεῖ, φησὶν ὁ Ἁβραάμ· οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ τὰ ἄλογα ζῶα γενέσει ὑπόκεινται. οἱ μέντοι ἄνθρωποι ἔχουσί τι ἐν ἑαυτοῖς ἐλεύθερον γενέσει μὴ ὑποκείμενον καθότι τῆς γενέσεως ἐκεῖνο πρεσβύτερον, ὅπερ ἐστὶν ἔννοια καὶ αὐτεξουσιότης, ἥ τις ἐκ θεοῦ δοθεῖσα ἡμῖν. ὅθεν τῶν ἀλόγων κρείττους ὄντες καὶ κατ' ἐξουσίαν ἀναιρεῖν ἡμεῖς μὲν αὐτὰ πεφύκαμεν, ἡμῶν δὲ τῶν ἐξουσίαν αὐτῶν ἐχόντων σὺ πάλιν κρείττων ὑπάρχεις ἡμῶν ἔχων τὴν ἐξουσίαν. ὡς οὖν ἡμεῖς κατὰ τὸ λογικώτερον τῶν ἀλόγων ζώων ἀμείνους ὄντες ἄρχομεν, οὕτως ἡμῶν σύ, βασιλεῦ, κρείττων ὑπάρχων κατὰ τὸν τῆς ἀρχῆς λόγον τὴν ἐξουσίαν ἔχεις, ὥσπερ δὴ καὶ σοῦ κρείττων οὐκ ἄνθρωπος, ἀλλὰ θεὸς ὁ ἀόρατος καὶ ποιητὴς πάντων καὶ δεσπότης, παρ' οὗ καὶ τὸ συμφέρον αἰτεῖσθαι προσήκει. πολλὰ δέ γε τοιαῦτα λέξας ὁ Ἁβραὰμ εἰς τὸν τῆς ἀστρολογίας σκοπὸν τῷ βασιλεῖ χαριζόμενος πολλοὺς τῶν Αἰγυπτίων ἐπεσπάσατο πρὸς θεοσέβειαν καὶ τὴν ἐσφαλμένην αὐτῶν γνῶσιν καὶ παιδείαν περὶ ἀστρονο μίας καὶ ἀστρολογίας τε καὶ μαγείας διορθώσατο φάσκων· πολλή τις, ὦ ἄνδρες, ἡ διαφορά ἐστιν ἀληθείας τε καὶ 99 συνηθείας. ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη πάντως εὑρίσκεται, τὸ δὲ ἔθος ὁποῖον ἂν παραληφθείη εἴτε ἀληθὲς εἴτε ψευδὲς ἀκρίτως ὑφ' ἑαυτοῦ κρατύνεται, καὶ οὔτε ἀλη θεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκε γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ' ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστι ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολήν, κἂν πάνυ αὐτῷ δείκνυται μωρία καὶ καταγέ λαστος οὖσα. αὐτίκα γοῦν ἐγὼ τὴν παρ' Ἑλλήνων παιδείαν καὶ φληναφίαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω. οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο καὶ τούτους φαύλους καὶ παντοπαθεῖς, ἵνα ὁ τὰ ὅμοια πράττειν ἐθέλων μηδὲ αἰδεῖται, ὅπερ ἴδιον ἀνθρώπου, παράδειγμα τῶν μυθολογουμένων θεῶν ἔχων τοὺς κακίστους καὶ ἀσέ μνους βίους. τῷ δὲ μὴ αἰδεῖσθαι οὐδὲ μετανοίας ἐλπίδα πάντως ὁ τοιοῦτος ἐμφαίνει. οἱ δὲ εἱμαρμένην ἐπλάσαντο, πλάνην ἑτέραν τὴν λεγομένην γένεσιν, ἧς χωρὶς μηδὲν πάσχειν ἢ ποιεῖν τι δύνασθαί τινα τερατολογοῦσιν, καὶ τῇ αὐτῇ πλάνῃ καὶ δυσσεβείᾳ περιπίπτουσιν. νομίσας γάρ τις ὅτι παρὰ γένεσιν εἴτ' οὖν εἱμαρμένην οὐδεὶς οὔτε ποιεῖν οὔτε πάσχειν ἐξουσίαν ἔχει, ῥᾳδίως λοιπὸν ὡς κτηνώδης ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται καὶ ἁμαρτὼν οὐ μεταμελεῖται παν τελῶς ἐφ' οἷς ἠσέβησεν ἀπολογίαν ἄλογον φέρων, ὡς ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηνάγκαστο, καὶ ὡς τὴν γένεσιν ἄλλως κατορθῶσαι μὴ δυνάμενος οὐδὲ τὸ αἰδεῖσθαι ἔχει ἐφ' οἷς ἐξαμαρτάνει. ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦν ται καὶ ἄθεον, ὡς αὐτομάτως τὸ πᾶν συνεστάναι τε καὶ φέρεσθαι, οὐδενὸς ἐφεστηκότος κυρίου καὶ δεσπότου. διὸ 100 δὴ τοίνυν οὐδὲ ῥᾳδίως ἢ τάχα οὐδ' ὅλως οἱ τὰ τοιαῦτα φρονοῦντες παντελῶς βελτιοῦνται καὶ σωφρονίζονται. ἐφ' οἷς ὁ βασιλεὺς ἄγαν ἐπαινέσας αὐτὸν καὶ ὑπὸ πάντων ἰδὼν θαυμασθέντα πολλοῖς δώροις καὶ μεγάλοις αὐτὸν τιμήσας ἐπὶ πάντων καὶ τῆς διδασκαλίας τὴν ὠφέλειαν ὁμολογήσας μετὰ παίδων καὶ παιδισκῶν ἐπανελθεῖν οἴκαδε σπεύδοντα προὔπεμψεν ὑπερεκπληττόμενος τὴν ἄκραν σύνεσιν αὐτοῦ καὶ σοφίαν καὶ θεοσέβειαν εἰς πάντα τὰ ὑπ' αὐτοῦ ἑρμη νευθέντα. [καʹ. Περὶ Ἁβραάμ.] Γίνονται οὖν ἀπὸ τοῦ διαμερισμοῦ τῆς συγχύσεως ἕως οὗ ἦλθεν Ἁβραὰμ ἐκ Μεσοποταμίας ἐκ πόλεως Χαρρὰν καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ κατὰ κέλευσιν θεοῦ εἰς γῆν Χαναάν, ἥ ἐστι Παλαιστίνη, ἔτη
66.3.1
ὑπῆρχε δὲ τότε ἐτῶν οεʹ. διατρίψας δὲ εἰς γῆν Χαναὰν ἔτη κεʹ ἐγέννησε τὸν Ἰσαὰκ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη οϛʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ροεʹ. ὃς καὶ τῆς εὐλογίας τοῦ θεσπεσίου Μελχισεδὲκ ὑποστρέφων ἐκ τοῦ πολέμου κατηξίωται. φησὶ γάρ· καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον. ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου καὶ ηὐλόγησε τὸν Ἁβραὰμ καὶ εἶπεν· εὐλογημένος Ἁβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογημέ νος ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ δεκάτην Ἁβραὰμ ἀπὸ πάντων. περὶ οὗ ὁ ἀπόστολος ἔφη· οὗτος γὰρ ὁ Μελχισεδὲκ 101 βασιλεὺς Σαλὴμ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου ὁ συναντήσας Ἁβραὰμ ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἁβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλό γητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιω μένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές. θεω ρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἁβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ' ἔστι τοὺς ἀδελφοὺς αὐτῶν, καί περ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἁβραάμ. ὁ δὲ μὴ γενεα λογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἁβραὰμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ηὐλόγησεν. χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλατ τον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἀνὴρ γὰρ ἦν δίκαιος καὶ θεοσεβὴς ἐθνικός, καταγόμενος (ἐφ' ὅσον γάρ, φησίν, λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν) ἐκ τοῦ γένους Σίδου υἱοῦ Αἰγύπτου βασιλέως Αἰγύπτου, ἐξ οὗ Αἴγυπτος ὠνόμασται, ὡς καὶ πρόσθεν εἴρηται. ὅστις Σίδος ἐπελθὼν ἐξ Αἰγύπτου καὶ τὴν χώραν τῶν Χαναναίων παραλαβών, τὴν νῦν Παλαιστί νην λεγομένην, εἰς ἣν οἰκήσας καὶ πόλιν κτίσας ἐκάλεσεν αὐτὴν Σιδῶνα εἰς τὸ ἴδιον ὄνομα. καὶ λοιπὸν ἐκ τοῦ γένους Σίδου κατήχθη Μελχὶ ὁ πατὴρ τοῦ Σεδέκ, ὅστις Σεδὲκ γενόμενος ἱερεὺς καὶ βασιλεὺς ἐπεκλήθη Μελχισεδὲκ πατρω 102 νυμικῶς. οὗτος οὖν ὑπάρχων ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων κτίσας πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν ἐπωνόμασεν αὐτὴν Σαλήμ, ὅ ἐστιν εἰρήνης πόλις, ἐν ᾗ καὶ βασιλεύσας ἔτη ριγʹ ἐτελεύτησε δίκαιος καὶ παρθένος, ὥς φησιν Ἰώσηπος, ᾧ συνᾴδουσιν Ἰωάννης καὶ Κύριλλος οἱ ὁσιώτατοι ἐπίσκοποι καὶ ἄλλοι πλεῖστοι. Οὕτω γὰρ λέγει ὁ μέγας Κύριλλος· ἀγενεαλόγητος εἴρη ται Μελχισεδὲκ παρὰ τὸ μὴ ὑπάρχειν μὲν ἐκ τοῦ σπέρματος Ἁβραὰμ ὅλως μηδὲ ὑπὸ Μωσέως γενεαλογεῖσθαι τὸ παρά παν, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου σπορᾶς ὁρμώμενον, ὅθεν οὐδὲ γενεαλογίας ἠξίωτο. οὐδὲ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημ μένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας γένει. διὸ καὶ ἀμήτορα καὶ ἀπάτορα τυγχάνειν οὐκ ἀξίους ἡγούμενος τοὺς προγόνους τῆς ἀρετῆς τοῦ δικαίου ἀνδρὸς καὶ σώφρονος. ὅτι γὰρ Χαναναῖος ἦν τὸ γένος εὔδηλον καὶ ἀφ' ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων καὶ Χαναναίων καὶ οἷς ἐπλησίαζε πονηροτάτοις Σοδόμοις. καὶ μέντοι καὶ ἡ Σαλήμ, ἧς ὑπῆρχε βασιλεύς, ἡ πολυθρύλλητος Ἱερουσαλήμ ἐστιν, οὐδέπω τὸ ὅλον μὲν ὄνομα φέρουσα τῆς Ἱερουσαλήμ, ἐκ προσθήκης δὲ τὴν τῆς Ἱεροῦ μετὰ τῆς Σαλὴμ προσλαμβάνουσα συλλα 103 βὴν καὶ κατὰ συνάφειαν ὀνομασθεῖσα φερωνύμως Ἱερου σαλήμ, πῆ μὲν διὰ τὴν ἱερουργίαν τοῦ Μελχισεδέκ, πῆ δὲ διὰ τὴν τοῦ ἱεροῦ ναοῦ κατασκευὴν εἴληφε τὴν προσθήκην τῶν συλλαβῶν ὕστερον. Περὶ οὗ μέντοι καὶ Μάρκος ὁ θεῖος καὶ τοῦ Χρυσοστό μου φοιτητὴς ἔφη· ἐπειδὴ γὰρ ἐν τῇ γενεαλογίᾳ οὐκ ἐμφέ ρεται τίνος πατρὸς ἢ ποίας μητρός ἐστιν ἢ πότε ἀπέθανεν, διὰ τοῦτο μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν εἴρη ται. οὐ γὰρ ἠδύνατο γενεαλογηθῆναι ἐκ τῶν παραλειφθέν των ἐθνῶν καταγόμενος, καθὼς ἐκ τῆς κατοικίας αὐτὸν ἡ γραφὴ παρεδήλωσεν. περὶ οὗ καὶ ὁ ἀπόστολος εἶπεν· οὗτος γὰρ ὁ Μελχισεδὲκ πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης. ἡ μὲν γὰρ νῦν Ἱερουσαλὴμ Ἰεβοὺς ἐκαλεῖτο πρώην, ὅθεν μανθάνομεν ὅτι ἐκ τῶν καθαιρεθέντων ἐθνῶν ἑπτὰ ὁ Μελχισεδὲκ Ἰεβουσαῖος πρῶτον ἐτύγχανεν, ὕστερον δὲ μετὰ τὴν ἐκβολὴν τῶν ἐθνῶν καὶ κατοίκησιν τοῦ λαοῦ ἀπεκλή ρωσεν αὐτὴν ὁ θεὸς τοῖς ἱερεῦσι τοῦ ἐκεῖ ἀναφέρεσθαι τὰς θυσίας ἐκ παντὸς τόπου τῶν Ἰουδαίων. διὸ καὶ μετὰ τὸ καταπαῦσαι ἀπὸ τῶν πολέμων μετωνόμασαν τὴν πόλιν Σα λήμ, ὅ ἐστιν εἰρήνη. Ἱερουσαλὴμ γὰρ ἑρμηνεύεται ὄρος εἰρήνης, οὗ δὴ χάριν ὁ Μελχισεδὲκ βασιλεὺς εἰρήνης ἑρμη νεύεται βασιλεύσας ἐν αὐτῇ πρότερον. τὸ δὲ βασιλεὺς δικαι οσύνης πάλιν τοῦ ἰδίου ἐστὶν ὀνόματος ἑρμηνεία, τοῦτ' ἔστι Μελχισεδὲκ γλώσσῃ τῇ Χανανίτιδι. ὅταν οὖν ἀναγι νώσκῃς, ὦ οὗτος, καὶ εὕρῃς τι περὶ τοῦ Μελχισεδὲκ γεγραμ 104 μένον ὑπὲρ ἄνθρωπον, ἀναμνήσθητι παραυτίκα τοῦ ἀποστό λου φάσκοντος· ἐφ' ὅσον λέγεται ταῦτα φυλῆς ἑτέρας μετέ σχηκεν, καὶ οὐδέποτε πλανηθήσῃ. Ἐματαιώθησαν τοίνυν ἐκ διαμέτρου λίαν οἱ ἀπόπληκτοι καὶ δυσώδεις Μελχισεδεκιανοὶ θεὸν τοῦτον φύσει πιστεύοντες εἶναι καὶ οὐ θνητὸν ἄνθρωπον, ὅθεν δικαίως καταδικασθή σονται παρὰ τῆς ἀδεκάστου δίκης ὡς ἀνθρωπολάτραι καὶ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύσαντες διὰ πολλὴν καὶ ἐσχάτην ἄνοιαν, μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν κτηνωδίαν τε καὶ δυσσέβειαν. εἰκότως οὖν περὶ τῶν τοιούτων ὁ μὲν ἀπόστολος ἔλεγεν· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου. διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀδόκιμον νοῦν καὶ εἰς πάθη ἀτιμίας. οἵ τινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. ὁ δὲ Σολομὼν ὡσαύτως ἔφη· μά ταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς πάρεστιν ἀγνω σία θεοῦ. καί· σποδὸς ἡ καρδία αὐτῶν καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτῶν, ὅτι ἠγνόησαν τὸν ποιήσαντα αὐτοὺς καὶ τὸν ἐμπνεύσαντα αὐτοῖς ψυχὴν νοερὰν καὶ τὸν ἐμφυσήσαντα αὐ τοῖς πνεῦμα ζωτικόν. 105 Ἐφ' ὧν χρόνων καὶ πῦρ κατὰ τῆς πενταπόλεως Σοδό μων καὶ Γομόρρων ὁ θεὸς ὑετίζει καὶ ἀναλίσκει μὲν ἐξ αὐτῆς ἅπαν τὸ γένος τῶν ἀνθρώπων παρεκτὸς Λὼτ ἀνεψιοῦ Ἁβραὰμ καὶ τῶν δύο θυγατέρων αὐτοῦ. διαφθείρει δὲ καὶ αὐτὸ ἅπαν τῆς γῆς τὸ ἀνάστημα, καὶ τῆς προκειμένης θα λάσσης νεκροῦται τὰ ὕδατα. ὁ μὲν οὖν Λὼτ ἐγέννησεν υἱοὺς δύο ἐκ τῶν δύο θυγατέρων αὐτοῦ, τὸν Μωὰβ καὶ τὸν Ἀμμών, ἐξ ὧν Μωαβῖται καὶ Ἀμμανῖται. ὁ δὲ Ἁβραὰμἔτεκε τὸν Ἰσμαὴλ ἐκ τῆς Αἰγυπτίας αὐτοῦ παιδίσκης Ἄγαρ καὶ τὸν Ἰσαὰκ ἐκ τῆς Σάρρας, ἀφ' ὧν Ἰσμαηλῖται καὶ Ἰσραηλῖται. τῆς τοίνυν Ἄγαρ ἐκ τοῦ Ἁβραὰμ συλλαβούσηςκαὶ κακουμένης ὑπὸ τῆς Σάρρας καὶ ἀποδρασάσης, εὗρεν αὐτήν, φησίν, ἄγγελος κυρίου ἐν τῇ ἐρήμῳ καὶ εἶπεν αὐτῇ· πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου τῆς κυρίας μου Σάρρας ἀποδιδράσκω. καί φησιν ὁ ἄγγελος κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. ἰδοὺ γὰρ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε κύριος τῇ ταπεινώσει σου. οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ' αὐτόν, καὶ κατὰ πρόσωπον τῶν ἀδελ φῶν αὐτοῦ πάντων κατοικήσει. καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ θεὸς ὁ ἐπιδών με. 106 τεχθέντος δὲ τοῦ Ἰσμαὴλ φησὶν Ἁβραὰμ πρὸς τὸν θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου. καὶ εἶπεν ὁ θεὸς τῷ Ἁβραάμ· ναί, ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθή κην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου καὶ ηὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα, καὶ ιβʹ ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάρρα. εἶτα πάλιν φησὶν ἡ γραφὴ περὶ τῶν ἐξ Ἰσμαὴλ τεχθέντων· πρωτότοκος υἱὸς Ἰσμαὴλ Ναβεὼθ καὶ Κηδὰρ καὶ Ναβεὴλ καὶ Μασισὰν καὶ Μασμὰ καὶ Ἰδουμὰ καὶ Μασὴ καὶ Χοδὰδ καὶ Θεμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά. οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ ἄρχοντες ιβʹ κατὰ ἔθνος αὐτῶν. κατῴκησε δὲ Ἰσμαὴλ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους. κατὰ πρόσωπον τῶν ἀδελφῶν αὐτοῦ πάντων κατῴκησεν. Ὁ δὲ Ἰσαὰκ γεννήσας τὸν Ἡσαῦ καὶ τὸν Ἰακὼβ ἐκ τῆςῬεβέκκας τὸν μὲν Ἰακὼβ εὐλόγησε κλέψαντα τὴν εὐλογίαν τοῦ ἀδελφοῦ λέγων· δώσει σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσί σοι ἄρχον τες, καὶ γενοῦ κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί 107 σοι οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατά ρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος. πρὸς δὲ τὸν Ἡσαῦ φησιν· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοικία σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. ἔσται δέ, ἡνίκα ἂν καθέλῃς καὶ ἑλκύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου, πλημμελήσεις πλημμέλειαν θανάτου. ἀλλ' αἱ μὲν εὐλογίαι πρὸς τὸν Ἰακὼβ ἐρρήθησαν, ἐφ' ἑτέρους δὲ πεπλήρωνται, καθάπερ καὶ τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ παρὰ τοῦ Ἰακὼβ εἰρημένον ἐστὶν ἰδεῖν. διαμεριῶ, γάρ φη σιν, αὐτοὺς ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ, καίτοιγε οὐκ ἐπ' αὐτῶν τοῦτο γέγονεν, ἀλλ' ἐπὶ τῶν ἐκγό νων. καὶ μέντοι καὶ τὸ ἐπὶ τοῦ Χαναὰν ὑπὸ τοῦ Νῶε λεχθὲν εἰς τοὺς ἐκγόνους ἐξέβη Γαβαωνίτας. οὕτω δὴ κἀνταῦθα οὐκ ἐπὶ τοῦ Ἰακὼβ τέλος ἔσχεν, (πῶς γὰρ τοῦ δεδοικότος καὶ τρέμοντος καὶ μυριάκις τὸν ἀδελφὸν αὐτοῦ προσκυνοῦντος), ἀλλ' ἐπὶ τῶν ἐκγόνων αὐτοῦ. Τοιγαροῦν ἐκ μὲν τοῦ Ἰσμαὴλ ἀνεφύησαν οἱ Ἰσμαηλῖται οἱ νῦν Ἀγαρηνοί τε καὶ Σαρακηνοὶ λεγόμενοι διὰ τῆς Αἰγυ πτίας Ἄγαρ, ὡς εἴρηται, ἐκ δὲ Ἰσαὰκ Ἡσαῦ ὁ καὶ Ἐδὼμ καὶ οἸακὼβ ἀνεβλάστησαν διὰ τῆς Ῥεβέκκας. καὶ ἐκ μὲν τοῦ ἩσαῦἘδὼμ ἐτέχθη υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλήκ, ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται, ἐκ δὲ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ 108 Ἰούδας, ἀφ' οὗ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν γενόμενοι προσηγορεύθησαν· καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πατρὸς Ἰακώβ τε καὶ Ἰσραήλ, Ἰουδαῖοι δὲ ἐκ τοῦ ἐπισημοτέρουἀδελφοῦ αὐτῶν Ἰούδα φερωνύμως κέκληνται. ὁ δέ γε θεῖος Ἁβραὰμ ἐγέννησε πάλιν υἱοὺς ἐκ τῆς ἐσχάτης αὐτοῦ γυναι κὸς Χεττούρας πέντε, ἀφ' ὧν ἐστι Μαδιάμ, ἐξ οὗ Μαδια νῖται, καὶ Ἄφαρ, ἐξ οὗ Ἀφρική, ἐν ᾗ παρῴκησεν, ἡ χώρα προσωνομάσθη παρωνύμως, ὥσπερ Αὐσίτης ὁ τόπος ἐκ τοῦ Ἡσαῦ, ἐν ᾧ ἀνεβλάστησεν ὁ μακάριος καὶ πολύτλας καὶ διαβόητος Ἰώβ. Ὃν ἐγκωμιάζων ὁ θεῖος Χρυσόστομος λέγει· ἄνθρωπός τις ἦν, φησίν, ἐν χώρᾳ τῇ Αὐσίτιδι. κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς χώρας, ἵνα, ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζεις ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύ σατο, οὕτω μαθὼν καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοιοῦτος καρπὸς ἤνθησεν, ἐκπλαγῇς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. ἦν γὰρ τῆς Αὐσίτιδος χώρας τοῦ Ἡσαῦ, ἐξ οὗπερ Αὐσῖτις ὠνόμασται, τοῦ βεβήλου καὶ πόρ νου, ὅπως θαυμάσῃς ἐκ ποίας πατρίδος καὶ ῥίζης κακῆς ἐβλάστησε καρπὸς ὡραιότατος. ἀπόγονος γάρ ἐστι τοῦ δια βαλλομένου, καθὼς ἡ γραφὴ πέμπτον αὐτὸν ἀπὸ τοῦ Ἁβραὰμ 109 λέγει. Ἁβραὰμ γάρ, φησίν, ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ τὸνἩσαῦ, Ἡσαῦ τὸν Ῥαγουὴλ καὶ τὸν Ζαρά, Ζαρὰ τὸν Ἰώβεἶχεν οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ Ἁβραὰμ εἰς αὐτὸν κατερχο μένην διὰ τοῦ Ἡσαῦ δεικνύων τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς, ὅτι ὁ μὲν πόρνος ἦν καὶ βέβηλος, ὁ δὲ σώφρων καὶ σεμνὸς λέγων οὕτως· εἰ δὲ καὶ ἐπηκολούθησεν ὁ ὀφ θαλμός μου γυναικὶ ἀλλοτρίᾳ, καί· διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου. οὐ μὴν δὲ ἀλλὰ καὶ ὑπὲρ τῶν ἰδίων τέκνων θυσίας προσήγαγε καθ' ἡμέραν φάσκων· μήποτε κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. εἰκότως οὖν ἔφη· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, θεοσεβής, καὶ τὰ ἑξῆς. οἱ μὲν γὰρ ἔξω φιλόσοφοι τὸν ὅρον τοῦ ἀνθρώπου δηλοῦντές φασιν· ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν. ἡ δὲ θεία γραφὴ οὐχ οὕτως, ἀλλ'· ἄνθρωπός ἐστιν ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὡς ὅ γε τούτοις μὴ μεμαρτυρημένος οὐδὲ ἄνθρωπος ἀλλὰ κτῆ νος. ἐὰν γὰρ ἔχει τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζει δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούσεται παρὰ τοῦ προ φήτου λέγοντος· ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρε συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Ὥσπερ τοίνυν ἐπὶ τῆς κοινῆς συνηθείας, ἐπειδάν τις 110 τὸν ἑαυτοῦ υἱὸν ἢ οἰκέτην ἀποστέλλῃ ἐπί τινα πρᾶξιν, πα ρακελεύεται λέγων· ὡς ἄνθρωπος ἅψαι τῆς πράξεως, καὶ τὸ κοινὸν ὄνομα ἴδιον ποιεῖται θαῦμα, οὕτως, εἰ καὶ πάντες ἄνθρωποι λέγονται, μόνος ἀληθῶς ἐκεῖνός ἐστιν ἄνθρωπος ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρωτότυπον κάλλος μὴ ἀφανί ζων. εἶπεν οὖν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς φύσεως τὴν πρόθεσιν ἐπαινέσῃς, εἶπε δὲ αὐτὸν ἀπὸ τῆς Αὐσίτιδος χώρας, ὅπως ἐκ τῆς κομώσης γῆς τὴν ἀσέβειαν τὸν καρπὸν ἀνυ μνήσῃς. ὃν ὁ ἀρχέκακος ὁρῶν καὶ φθόνῳ βαλλόμενος αἰτεῖ ται παρὰ τοῦ θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμόν, ἵνα σὺ θάρσος λάβῃς καὶ μάθῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ θεοσεβοῦς καὶ ὄντως χριστιανοῦ καὶ φοβουμένου τὸν θεόν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν γένηται ἢ διὰ παιδείαν ἢ διὰ συγχώρησιν. ὅταν γὰρ ἐπάγῃ ὁ θεὸς παιδευτήρια, ἢ δίκας ἀπαιτεῖ τῶν ἁμαρτημάτων, ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. οὐ γὰρ ἠδυνήθη πολεμῆσαι τῷ Ἰώβ, ἕως ἐπετράπη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ κατὰ χοίρων ἐξουσίαν ἔχει, καθὼς ἐν τοῖς εὐαγγελίοις ἤκουσας. οἱ μὲν οὖν θεῖοι ἄγγελοι διακονοῦσι ταῖς τῶν ἀγαθῶν ἀν θρώπων σωτηρίαις (πάντες, γάρ φησιν, λειτουργικὰ πνεύ ματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν), οἱ δὲ πονηροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις. ἐξαπέστειλε, γάρ φησιν, εἰς αὐ τοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. οἱ τοίνυν δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ' ὑπὸ ζυγὸν κεῖνται τῆς 111 δουλείας καὶ κελεύονται πρᾶξαι ὡς δήμιοί τινες τὰ προστατ τόμενα παρὰ θεοῦ καὶ τῶν ἁγίων. καὶ δηλοῖ Παῦλος περί τινων λέγων· οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. ἵνα γὰρ μὴ νομισθῶσιν οἱ δαίμονες, ὅτι πάντα κατὰ αὐθεντίαν πράττουσιν, κελεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα. καὶ τοῖς μὲν ἁγίοις ἀποστέλλει ὁ θεὸς διακόνους ἀγγέλους ἁγίους εἰς σωτηρίαν, τοῖς δὲ ἁμαρτωλοῖς ἐπιτρέπει δαίμονας εἰς τιμωρίαν. καὶ γὰρ ὅτε κατὰ τοῦ Ἀχαὰβ ὁ θεὸς ἀπεφήνατο λέγων· τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαὰβ καὶ πεσεῖται; ἀπεκρίθη πνεῦμα πονηρόν· ἰδοὺ ἐγώ, πάντως γινῶσκον ὡς εἰς τοῦτο τέτακται. καὶ ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι τιμωρίαν παρὰ τῶν πονηρῶν, ἀπο στέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ' ἵνα πειράσωσιν. ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται (οὐδὲ γὰρ ὁ θεὸς κελεύει τὸ ἀπρεπὲς ἀγγέλῳ θείῳ), διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. καὶ μὴ θαυμάσῃς, εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται. ἀνήχθη γὰρ ὁ πάντων δεσπότης ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. εἰ τοίνυν τὸν τοῦ παντὸς κύριον ὁ διάβολος ἐπείρασεν, τί θαυμάζεις, εἰ καὶ τοῦ δικαίου εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; 112 ἀποστέλλεται δὲ οὐ θεοῦ κελεύοντος αὐτόν, ἀλλὰ παραχωροῦν τος. σχηματίζει γὰρ τὸν λόγον ἡ γραφὴ ὡς ἐν προσωπο ποιΐᾳ, ὡς ὅταν λέγει· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός. [κβʹ. Περὶ Ἰσαάκ.] Ἰσαὰκ δὲ γενόμενος ἐτῶν ξʹ ἐγέννησε τὸν Ἰακὼβ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ρκʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ρπʹ. [κγʹ. Περὶ Ἰακώβ.] Ἰακὼβ δὲ γενόμενος ἐτῶν πεʹ ἐγέννησε τὸν Λευῒ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ξθʹ καὶ ἀπέθανεν εἰς Αἴγυπτον ποιή σας ἐκεῖ ἔτη ιζʹ ζήσας τὰ πάντα ἔτη ρμζʹ. ὃς ὑπάρχων ἐτῶν οεʹ καὶ φυγὼν Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ κατήντησεν εἰς Χαρρὰν τῆς Μεσοποταμίας πρὸς Λάβαν τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας, οὗ καὶ τῶν προβάτων νομεὺς γενό μενος ἔτη κʹ καὶ τὰς δύο θυγατέρας Λείαν τε καὶ Ῥαχιὴλ εἰς γυναῖκας λαβὼν ἔσχεν υἱοὺς ιβʹ καὶ θυγατέρα μίαν ἀπό τε τῶν ἐλευθέρων ἀπό τε τῶν θεραπαινίδων Βάλλας καὶ Ζελφᾶς. ἐκ μὲν γὰρ τῆς Λείας ἐγέννησε τὸν Ῥουβὴμ καὶ τὸν Συμεῶνα καὶ τὸν Λευῒ καὶ τὸν Ἰούδαν καὶ τὸν Ἰσάχαρ καὶ τὸν Ζαβυλὼν καὶ τὴν Δίνα, ἐκ δὲ τῆς Ῥαχιὴλ τὸν Ἰωσήφ, ὕστερον δὲ καὶ τὸν Βενιαμὶν μετὰ τὴν ἐπάνοδον, 113 ἐκ δὲ Βάλλας τὸν Δὰν καὶ τὸν Νεφθαλείμ, ἐκ δὲ Ζελφᾶς τὸν Γὰδ καὶ τὸν Ἀσήρ. μετὰ δὲ τὸν εἰκοστὸν χρόνον τῆς ἀποφυγῆς τε καὶ δουλείας καὶ τῆς ἐκ Μεσοποταμίας πρὸς γῆν Χαναὰν ὑποστροφῆς καὶ τῆς ὑπὸ τοῦ μετ' αὐτοῦ πα λαίσαντος θεοῦ καὶ μετονομάσαντος αὐτὸν Ἰσραὴλ ὀπτασίας εἶδε πάλιν ὅρασιν ἐν Βεθὴλ καὶ πάντα ἀποδεκατώσας, ἅπερ ἐκέκτητο, τελευταίους ὑποβάλλει τοὺς παῖδας καὶ ἀριθμήσας αὐτοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάπαλιν καὶ ἐπὶ τὸν Λευῒ ἐλθών, ὃν καὶ δέκατον εὑρὼν τῷ θεῷ τοῦτον προσή γαγεν ἀποδεκατώσας καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἦν αὐτῷ, καθὰ καὶ προϋποσχόμενος εἶπε τῷ θεῷ ἐν τῷ ἀποδιδράσκειν· πάντα ὅσα ἄν μοι δῷς δεκάτην ἀποδεκατώσω αὐτά σοι. καὶ εὐθὺς ἐνδύσας τὸν Λευῒ στολὴν ἱερατικὴν δι' αὐτοῦ θυσίας τῷ θεῷ προσήνεγκεν ἐν Βεθήλ· κἀντεῦθεν οἱ μὲν τῇ κατὰ νόμον θυσίᾳ τε καὶ λειτουργίᾳ παρεδρεύοντες Λευῖ ται κέκληνται, οἱ δὲ τῇ κατὰ τὸν τῆς θείας χάριτος ἱερουρ γίᾳ κληρικοὶ προσηγορεύθησαν διὰ τὸ γεγράφθαι· οὐκ ἔσται τοῖς Λευΐταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ, ὁ γὰρ κύριος μερὶς αὐτῶν καὶ κλῆρος. Ὁ δέ γε Ἰσαὰκ καὶ ἡ Ῥεβέκκα μετὰ τὴν τοῦ Ἰακὼβἐπάνοδον προσκαλεσάμενοι τόν τε Ἰακὼβ καὶ τὸν Ἡσαῦ καὶ παρακαλέσαντες αὐτοὺς ἅμα καὶ ἐνορκισάμενοι εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τῆς ἀδελφικῆς οἰκειότητος ἀσπά 114 ζεσθαι τὴν διάθεσιν τελευτῶσιν, προτέρα μὲν ἡ Ῥεβέκκα, μετ' οὐ πολὺ δὲ καὶ ὁ Ἰσαὰκ τῷ Ἰακὼβ τῆς πρωτοτοκίας καταλιπόντες τὰ γέρα. μετὰ δὲ ταῦτα παροξυνθεὶς Ἡσαῦ ὑπὸ Ἀμαλὴκ τοῦ ἐκ παλλακίδος υἱοῦ αὐτοῦ κατὰ Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ συναγαγὼν ἔθνη ὥρμησε κατ' αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς πόλεμον, ὥς φησιν Ἰώσηπος. ὁ δὲ τὰς πύλας ἀποκλείσας τῆς πόλεως, εἰς ἣν κατέφυγεν, ἐκ τοῦ τείχους παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐν τολῶν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλὰ καὶ μᾶλλον ὑβρίζοντος καὶ ὀνειδίζοντος καὶ ὀλοθρεύσειν αὐτὸν ἀπειλοῦντος, ἐν τείνας Ἰακὼβ τόξον κατέβαλε τὸν Ἡσαῦ κατὰ τοῦ δεξιοῦ μαζοῦ πλήξας. οὗπερ τελευτήσαντος ὑπεξῆλθον οἱ υἱοὶ Ἰα κὼβ αὐτίκα καὶ σχεδὸν πάντας ἀνεῖλον. καὶ τότε ἐπληρώθη ἡ τοῦ Ἰσαὰκ πρόρρησις λέγουσα πρὸς τὸν Ἡσαῦ· ἐὰν καθέλῃς τὸν ζυγὸν τοῦ ἀδελφοῦ σου ἀπὸ τοῦ τραχήλου σου πλημμελήσεις πλημμέλειαν θανάτου. [κδʹ. Περὶ Λευΐ.] Λευῒ δὲ γενόμενος ἐτῶν μεʹ ἐγέννησε τὸν Καὰθ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ϟʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ρλʹ. [κεʹ. Περὶ Καάθ.] Καὰθ δὲ γενόμενος ἐτῶν ξηʹ ἐγέννησε τὸν Ἄβραμ καὶ 115 μετὰ τοῦτο ἔζησεν ἔτη οʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ρλʹ. [κϛʹ. Περὶ Ἄβραμ.] Ἄβραμ δὲ γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἀαρὼν καὶ τὸν Μωϋσῆν καὶ μετὰ τοῦτο ἔζησεν ἔτη νʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ρλζʹ. Ἐν δὲ τῷ ὀγδοηκοστῷ ἔτει τοῦ Μωσέως ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ παρῴκησαν ἔτη σιεʹ. πῶς οὖν φησιν ὁ θεὸς πρὸς τὸν Ἁβραὰμ ὅτι· πάροικον ἔσται τὸ σπέρμα σου ἔτη υʹ; ἀλλὰ δῆλον ὅτι ἀπὸ τῆς ἀναβάσεως Ἁβραὰμ ἐκ Χαρρὰν δεῖ τὴν τοῦ λαοῦ παροικίαν ἀριθμεῖν. οὐ γὰρ ἐν Αἰγύπτῳ μόνῃ γέγονεν ἡ παροίκησις, ἀλλὰ καὶ ἐν γῇ Χαναάν, καθὼς μαρτυρεῖ Μωϋσῆς λέγων· ἡ δὲ παρ οίκησις τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν Αἰγύπτῳ ἦν ἔτη υλʹ. καί ἐστι τοῦ μὲν Ἁβραὰμ ἀπὸ τῆς ἐκ Χαρρὰν ἀναβά σεως μέχρι τῆς Ἰσαὰκ γενέσεως ἔτη κεʹ, τοῦ δὲ Ἰσαὰκ μέχρις Ἰακὼβ ἔτη ξʹ, τοῦ δὲ Ἰακὼβ μέχρι Λευῒ ἔτη πζʹ, τοῦ δὲ Λευῒ μέχρι Καὰθ ἔτη μεʹ, τοῦ δὲ Καὰθ μέχρις Ἄβραμ ἔτη ξγʹ, τοῦ δὲ Ἄβραμ τὰ μέχρι Μωϋσέως ἔτη οʹ, τοῦ δὲ Μωϋσέως τὰ μέχρι τῆς ἐξόδου ἔτη πʹ. καὶ οὕτως ἐξελθὼν ὁ Ἰσραὴλ ἐπιφερόμενος τὰ ὀστᾶ Ἰωσὴφ ἐποίησεν ἐν τῇ ἐρήμῳ ἔτη μʹ. φησὶ γάρ· πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ