Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
674.1.1
θάνατον δειλιάσας ἔδωκε τοῖς πένησι χρυσίου λίτρας λʹ, καὶ παρὰ προσδοκίαν ὑγιάνας καὶ μεταμεληθεὶς ἐκ διαβολικῆς ἀπάτης θαρρεῖ τοῦτο φίλῳ αὐτοῦ γνησίῳ καὶ πλουσίῳ. ὁ δὲ λέγει αὐτῷ· μηδαμῶς, ὦ ἄνθρωπε, παραδέξῃ τὸν πονηρὸν λογισμὸν τοῦτον καὶ λυπήσῃς θεὸν τὸν ἐλεήσαντά σε διὰ τὴν ἐλεημοσύνην σου καὶ ἀναστήσαντα, καὶ θάνατον αἰφνί διον ἐπάξει σοι, καὶ ἀπέλθῃς ἀμετανόητος. τοῦ δὲ μὴ πει θομένου, ἀλλὰ καὶ μᾶλλον ἀποδυσπετοῦντος, ἔφη πρὸς αὐ τὸν ὁ φίλος· ἐπεὶ συμβουλεύοντός μου τὰ πρὸς σωτηρίαν σου οὐ καταδέχεσαι, εἴπω σοι ἑτέραν βουλήν. ὁ δέ φησιν· ποίαν ταύτην; καὶ ὁ ἀληθῶς ἐλεήμων ἀπεκρίνατο· δεῦρο εἰς τὴν ἐκκλησίαν καὶ εἰπέ· οὔκ εἰμι ἐγώ, κύριε, ὁ ποιήσας τὴν ἐλεημοσύνην ἐκείνην, ἀλλ' οὗτός ἐστιν, καὶ παρέξω σοι τὰς λʹ λίτρας εὐθέως. ὁ δὲ ταλαίπωρος ἐκεῖνος ἄνθρωπος συνθέμενος τοῦτο καὶ πρὸς τὴν ἐκκλησίαν ἀπελθὼν τὸ χρυ σίον ἐν χερσὶ λαβὼν καὶ τὸ συμφωνηθὲν λαλήσας ἐν τῷ ἐξέρχεσθαι αὐτὸν πεσὼν παρὰ τὴν πύλην τῆς ἐκκλησίας ἀπέθανεν. πάντων οὖν τῶν εὑρεθέντων φόβῳ καὶ τρόμῳ συσχεθέντων, τὸν δικαιοκρίτην καὶ ἀπαραλόγιστον θεὸν ὑμνο λόγησαν. τῶν δὲ κληρικῶν προτρεπομένων τὸν κύριον τῶν νομισμάτων τοῦ λαβεῖν τὰ ἴδια, παρῃτήσατο καὶ εἶπεν· μή 675 μοι γένοιτο τοῦτο κἂν εἰς ἔννοιαν λαβεῖν. ἐξότε γὰρ ὠνό μασα ταῦτα δῶρα κυρίῳ τῷ θεῷ, αὐτοῦ εἰσιν, καὶ εἰς τὰ ἄνω βρέβια ἐγράφησαν, καὶ οὐκ ἔχω αὐτῶν ἐξουσίαν. ὅπερ Ἀνανίας καὶ Σαπφείρα ἀγνοήσαντες καὶ ἐκ τῶν ἀφιερω θέντων κυρίῳ πάλιν ὡς ἐξ οἰκείων λαβόντες αἰφνίδιον θάνατον ὥσπερ καὶ οὗτος ὑπέστησαν. θεὸς γὰρ οὐ μυκτη ρίζεται. οἱ δὲ ἀκούσαντες ταῦτα μεγάλως ὠφελήθησαν κατα νοήσαντες τοῦ ἀνδρὸς τὸ σταθερὸν καὶ βέβαιον καὶ πρὸς τὴν πίστιν ἀσάλευτον. ἐκρίθησαν οὖν αἱ λʹ λίτραι δια δοθῆναι πτωχοῖς. Εἰκότως οὖν ἔλεγεν ὁ μέγας Ἀθανάσιος, ὅτι πᾶν ὅπερ ἐπαγγελλόμεθα τῷ θεῷ οὐκέτι λοιπὸν ἡμῶν ἐστιν, ἀλλὰ τοῦ θεοῦ. διὸ τοίνυν, ἐὰν ἐκ τούτων ὑποσύρωμεν, οὐχ ὡς τὰ ἑαυτῶν ἐσμεν λαβόντες, ἀλλ' ὡς τὰ τοῦ θεοῦ ἱεροσυλοῦντες κριθησόμεθα. ἐπὶ μικρῷ γὰρ καὶ μείζονι πταίσματι ἡ παρά βασις κρίνεται. καὶ γοῦν οἱ προπάτορες ξύλου γεύσει θανάτῳ καὶ φθορᾷ κατεδικάσθησαν, καὶ ὁ ἐν σαββάτῳ ξύλα συλλέξας λιθοβολεῖται. ἡ δὲ ἐπαγγελία οὐκ ἄχρι μόνον χρημάτων, 676 ἀλλὰ καὶ μέχρι λόγου φθάνει καὶ προαιρέσεως. οὐδὲ γάρ, εἴ τίς ἐστι πένης οὗτος καὶ προαιρέσεως ἐστέρηται. ἀμέλει τὸ μέγα καὶ θεῖον ὄντως μυστήριον ἡμῶν οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόσχεσιν, ἀλλ' ἐπὶ προαιρέσει τελείᾳ καὶ τῇ κατὰ θεὸν πίστει. πάντες γὰρ ἐπηγγειλάμεθα, καὶ πάντες ἐπαγ γελίας ἐσμὲν ὑπεύθυνοι. ἀνάγκη τοίνυν ἀποδιδόναι τὴν μὲν παρθένον τὴν παρθενίαν ὁποίαν καὶ ἐπηγγείλατο, τὸν δὲ ἐγκρατῆ τὴν ἐγκράτειαν, τοὺς δὲ ἐν γάμῳ τὴν σωφροσύ νην καὶ τὴν πρὸς ἀλλήλους τιμήν τε καὶ ἀγάπην, καὶ τέλος πάντας τὴν εἰς θεὸν πίστιν καὶ εὐλάβειαν καὶ δικαιοσύνην καὶ ἀνδρείαν. Καὶ ἐν Ἀλεξανδρείᾳ δὲ ἐγένετό τι τοιοῦτον. ἐπίσκοπός τις εὐλαβὴς πάνυ πλησίον ἔχων φιλόσοφόν τινα Εὐάγριον καλούμενον, ἑταῖρον μὲν αὐτοῦ γενόμενον ἐν τοῖς παιδευτη ρίοις, Ἕλληνα δὲ τὴν θρησκείαν, ὃν ὁ ἐπίσκοπος μεταθεῖναι βουλόμενος ἐκ τῆς εἰδωλομανίας πρὸς τὴν πίστιν τοῦ Χρι στοῦ συνεχῶς προσεκαλεῖτο καὶ διελέγετο. τοῦ δὲ μὴ πειθο μένου, ἀλλὰ καὶ σφόδρα δυσχεραίνοντος, εἰπεῖν λέγεται ἐν μιᾷ πρὸς τὸν ἐπίσκοπον· ὄντως, κῦρι ὁ ἐπίσκοπος, μετὰ πάντων καὶ τοῦτο ἀπαρέσκει μοι, ὃ λέγετε οἱ Χριστιανοί, ὅτι συντέλεια τοῦ κόσμου γίνεται καὶ τῶν σωμάτων ἀνά 677 στασις καὶ ἀνταπόδοσις τῶν βεβιωμένων, καὶ ὅτι ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ καὶ ἑκατονταπλασίονα μετὰ ζωῆς αἰωνίου ἀπολήψεται. ἅπερ ἅπαντά μοι χλεύη καὶ μῦθος τὰ λεγό μενα φαίνεται. καὶ τοῦ ἐπισκόπου διαβεβαιουμένου μηδὲν ψεῦδος ἢ χλεύην ἐν τοῖς τῶν χριστιανῶν εἶναι δόγμασιν, ἀνεχώρει Εὐάγριος πολλὴν συζήτησιν ἐν ἑαυτῷ ἔχων. μετὰ δέ τινα χρόνον, θεοῦ συνεργοῦντος τῇ τοῦ ἐπισκόπου διδα σκαλίᾳ, πιστεύσας ὁ φιλόσοφος ἐβαπτίσθη. ὃς αὐτίκα παρα σχὼν τῷ ἐπισκόπῳ χρυσοῦ λίτρας τʹ (ἦν γὰρ πλούσιος σφόδρα) λέγει· δέξαι ταῦτα, ὦ ἐπίσκοπε, καὶ διαδοὺς πτω χοῖς ποίησόν μοι ἰδιόχειρον, ὅτι λήψομαι αὐτὰ ἐκεῖ παρὰ τοῦ θεοῦ. τοῦ δὲ ταῦτα δεξαμένου προθύμως καὶ τὸ γράμμα ποιήσαντος, διένειμε πάντα τοῖς πένησιν. ἐπιζήσας οὖν χρόνους τινὰς ὁ φιλόσοφος ἐν εὐσεβείᾳ καὶ ἀρεταῖς μεγάλαις παρήγγειλε τοῖς ἑαυτοῦ τέκνοις τελευτῶν ἐνθεῖναι τὸν χάρ την ἐν τῇ χειρὶ αὐτοῦ καὶ οὕτω ταφῆναι. καὶ τούτου γενο μένου, μετὰ τρίτην ἡμέραν ἐπιφαίνεται κατ' ὄναρ ὁ φιλό σοφος τῷ ἐπισκόπῳ λέγων· ἐλθὲ εἰς τὸν τάφον μου, ὦ ἐπίσκοπε, καὶ λάβε τὸ ἰδιόχειρόν σου. ἀπέλαβα γὰρ τὸ χρέος ἑκατονταπλασίονα καὶ οὐδένα λόγον ἔχω πρός σε, ἀλλὰ πρὸς τελείαν πληροφορίαν σου ἰδιοχείρως ἐν αὐτῷ καθυπ έγραψα. τοῦ δὲ ἐπισκόπου ἀγνοοῦντος ὅτι συνετάφη τῷ φιλοσόφῳ τὸ ἰδιόχειρον, πρωῒ μεταστέλλεται τοὺς υἱοὺς τοῦ φιλοσόφου, καὶ τοῦτο μαθὼν ἀπέρχεται πρὸς τὸν τάφον 678 μετὰ τῶν κληρικῶν τῆς πόλεως, καὶ τοῦτον ἀνοίξαντες εὑ ρίσκουσι τὸν φιλόσοφον καθήμενον καὶ τὴν χεῖρα μετὰ τοῦ γράμματος προτείνοντα. τῶν δὲ κληρικῶν βουλομένων τὸν χάρτην λαβεῖν, οὐδεὶς τοῦτον ἴσχυσεν ἀποσπάσαι τῆς χειρὸς αὐτοῦ, ἕως ἂν ἦλθεν ἡ χεὶρ τοῦ ἐπισκόπου, καὶ παραχρῆμα τὸν χάρτην ἐπιδοὺς ἀνέπεσε πάλιν. ὅνπερ ἀνοίξας ἐπὶ πάν των ὁ ἐπίσκοπος εὗρε νεωστὶ ὑπογεγραμμένον τῇ χειρὶ τοῦ φιλοσόφου οὕτως· ἐγὼ Εὐάγριος φιλόσοφος σοὶ τῷ ὁσιωτάτῳ ἐπισκόπῳ κυρίῳ μου χαίρειν. ἴσθι, πάτερ, ὡς ἔλαβον τὸ χρέος ἑκατονταπλασίονα καὶ οὐδένα πρός σε λόγον ἔχω περὶ τούτου. πάντων οὖν τῶν ἀκουσάντων ἀναγινωσκομένου τοῦ χάρτου καταπλαγέντων σφόδρα καὶ ἐπὶ τρεῖς ὥρας τὸ κύριε ἐλέησον κραζόντων καὶ τὸ δόξα τῷ θεῷ ἡμῶν Ἰησοῦ Χριστῷ, ἐκέλευσεν ὁ ἐπίσκοπος τὸ ἰδιόχειρον ἐν τῷ σκευοφυλακίῳ τηρεῖσθαι. Καὶ ἐν Καρταγένῃ δὲ τῇ πόλει τῆς Ἀφρικῆς ὑπῆρχε στρα τιώτης ἄσωτος λίαν, ὃς ἐκ λοιμικῆς νόσου τῆς πόλεως δια φθειρομένης ἐλθὼν εἰς κατάνυξιν καὶ τὴν πόλιν καταλείψας ἰδίασε μετὰ τῆς γυναικὸς αὐτοῦ ἐν προαστείῳ· ἐν ᾧ πάλιν ἐκ διαβολικῆς ἐνεργείας παραπεσὼν εἰς τὴν γυναῖκα τοῦ γεωργοῦ καὶ οὕτως ἄφνω τελευτήσας θάπτεται πλησίον τοῦ 679 προαστείου ἐν μοναστηρίῳ. τῇ οὖν ἐπαύριον τῶν μοναχῶν ψαλλόντων τὴν τρίτην ὥραν, φωνὴ γέγονεν ἐκ βάθους τοῦ τάφου, ἐλεήσατε, λέγουσα, δοῦλοι τοῦ θεοῦ, ἐλεήσατε. οἱ δὲ τοῦτον εὐθὺς ἀνοίξαντες εὗρον καθεζόμενον τὸν στρα τιώτην καὶ κράζοντα, καὶ θᾶττον αὐτὸν ἀνελκύσαντες καὶ τὰ δεσμὰ διαλύσαντες ἠρώτησαν τὴν αἰτίαν τοῦ τοιούτου θαύματος. ὁ δὲ παρακαλέσας αὐτοὺς ἀπενεγκεῖν αὐτὸν πρὸς τὸν ἐπίσκοπον Θαλάσσιον διηγήσατο αὐτῷ μετὰ πολλῶν δα κρύων ἐπὶ πάντων οὕτως· ἐγὼ ὁ ταπεινὸς καὶ ταλαίπωρος, ὦ πάτερ, ἐν ἁμαρτίαις τελευτῶν ἐθεώρουν τινὰς Αἰθίοπας ἑστῶτας πλησίον μου, ὧν καὶ αὐτὴ ἡ θεωρία μόνη χαλε πωτέρα πάσης ὑπάρχει κολάσεως, οὕστινας ὁρῶσα ἡ ἁμαρ τωλὸς ψυχὴ ταράττεται σφόδρα πρὸς ἑαυτὴν καὶ συστέλλεται. παρισταμένων δέ μοι τῶν τοιούτων φοβερῶν Αἰθιόπων, θεωρῶ νεανίσκους δύο λευχειμονοῦντας καὶ εὐειδεῖς ἄγαν, οἵτινες τὴν ψυχήν μου παραλαβόντες καὶ ἀπὸ τῆς γῆς αὐτίκα πρὸς οὐρανοὺς ἀνιπτάμενοι καὶ ἀναφερόμενοι, εὑρίσκομεν τελώνια τελώνια φυλάττοντα μετὰ πολλῆς ἀκριβείας τὴν ἄνοδον καὶ διακωλύοντα τὰς ἀνερχομένας ψυχὰς καὶ λογοθετοῦντα καθ' ἕκαστον τελώνιον τὴν οἰκείαν ἁμαρτίαν, τὸ μὲν τοῦ ψεύδους,