Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 680 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
680.1.1
τὸ δὲ τοῦ φθόνου, τὸ δὲ τῆς λοιδορίας, καὶ ἁπλῶς οὕτω καθεξῆς ἕκαστον πάθος ἰδίους τελωνάρχας ἔχει καὶ δικολό γους. ὑφ' ὧν κρατούμενος ἐθεώρουν τοὺς ὁδηγοῦντάς με νεανίσκους βαστάζοντας ὡς ἐν βαλαντίῳ τινὶ τὰς καλάς μου πράξεις. ἀφ' οὗ λαμβάνοντες καὶ ἀντισταθμίζοντες τοῖς πονηροῖς ἔργοις μου, οἷς προσέφερον ἀκριβολογοῦντες οἱ πονηροὶ ζυγοστάται καὶ τῆς ἀεροπορίας ὁδοστάται, μόλις ἀπε λυόμεθα. ἐκδαπανηθέντων οὖν πάντων μου τῶν ἀγαθῶν ἔργων, καὶ πρὸς τὴν πύλην ἤδη τοῦ οὐρανοῦ φθασάντων ἡμῶν, ἐν ᾗ τὸ τελώνιον τῆς πορνείας ἦν, συσχεθεὶς ὑπὸ τῶν ζοφερῶν ἐκείνων Αἰθιόπων, προσέφερον πᾶσάν μου πορνείαν καὶ σωματικὴν ἁμαρτίαν, ἣν ἀπὸ δεκαετοῦς μου χρόνου τῆς ἡλικίας διεπραξάμην ὁ ἄθλιος. ἀπολογουμένων δὲ τῶν νεανίσκων ἐκείνων ὑπὲρ ἐμοῦ καὶ λεγόντων, ὅτι τὰ ἐν τῇ πόλει ἁμαρτήματα συγκεχώρηται μετανοήσας, ἀλλά, φησὶν οἱ δεινοὶ κατήγοροι, μετανοήσας ἔπεσε πάλιν εἰς μοι χείαν ἔξω τῆς πόλεως καὶ οὕτως ἀπέθανεν. ὅπερ ἀκού σαντες οἱ ἄγγελοι ἀνεχώρησαν ἀφέντες με ὡς ἀναπολόγητον καὶ μηδὲν ἔργον ἀγαθὸν ἔχοντα, καὶ ἁρπάσαντές με χαί ροντες οἱ Αἰθίοπες ἐκεῖνοι καὶ τύπτοντες κατήγαγον εἰς τὴν γῆν αὖθις, καὶ ταύτης διχασθείσης κατῆλθον διά τινων στενωπῶν καὶ σκοτεινῶν δυσωδεστάτων τε πάνυ καὶ φρικω 681 δεστάτων καταδύσεων μέχρι τῶν καταχθονίων ἐν τοῖς δεσμω τηρίοις τοῦ ᾅδου, ἔνθα εἰσὶν αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν ἀποκεκλεισμέναι εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος οὐδὲ ὁρᾶν ζωὴν βρο τῶν, ὡς γέγραπται, ἀλλ' ὀδύνη καὶ θλίψις αἰώνιος καὶ ἀπαραμύθητος καὶ στεναγμὸς ἀσίγητος. ἕκαστος γὰρ τῶν ἐκεῖσε μνημονεύων τὰς πονηρὰς αὐτοῦ πράξεις καὶ ἐννοῶν πῶς ἀπολογήσεται τῷ ἀδεκάστῳ κριτῇ καὶ πῶς τὴν ἀπέ ραντον κόλασιν ὑποστήσεται, δεινῶς τῷ συνειδότι προβασα νίζεται, καὶ πρὸς τούτοις ἀναλογιζόμενος τὸν ἀπὸ θεοῦ χωρισμὸν καὶ τῆς δόξης τῶν ἁγίων αὐτοῦ καὶ τὴν μετὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων καταδίκην, ἄπαυστα καὶ ἀπαρηγόρητα λυπεῖται καὶ στενάζει. μεθ' ὧν γέ τοι κἀγὼ συγκατακλεισθεὶς καὶ πενθῶν ὁρῶ τοὺς δύο νεανίσκους ἐκεί νους ἐλθόντας κἀκεῖσε πάλιν· οὓς δυσωπήσας ἐξαγαγεῖν με τῆς φοβερᾶς ἐκείνης φυλακῆς τε καὶ ἀνάγκης, ὅπως μετανοήσω, φησὶ πρός με· μάτην παρακαλεῖς. οὐδεὶς γὰρ ἐξέρχεται τῶν ἐνταῦθα μέχρι τῆς κοινῆς ἀναστάσεως. ἐπι μένοντος δέ μου τῇ παρακλήσει καὶ λέγοντος· ἐλεήσατέ με· οὐ γὰρ ᾔδειν ὅτι ταῦτά μοι συμβήσεται, καὶ διὰ τοῦτο γνησίως ἀπὸ τοῦ νῦν μετανοήσω καὶ γενήσομαι πρὸς ὠφέ λειαν πολλῶν, εἰ πρὸς τὴν ἐπὶ γῆς ζωὴν αὖθις ἐπανήξω, 682 δυσωπηθέντες οἱ [ἅγιοι] ἄγγελοι ἄγουσί με πρὸς τὸ σῶμα. καὶ τὴν μὲν ἰδίαν φύσιν τῆς ψυχῆς ἔβλεπον ὥσπερ μαρ γαρίτην ἀστράπτουσαν, τὸ δὲ σῶμα δυσῶδες καὶ ἠμαυρω μένον. ὅθεν δυσχεραίνοντός μου καὶ λέγοντος τοῦ μὴ εἰσελθεῖν ἐν αὐτῷ διὰ τὴν ζόφωσιν αὐτοῦ, προσηπείλησάν μοι λέγοντες· εἰ μὴ εἰσέρχῃ, πάλιν ἀποστρέφομέν σε πρὸς τὴν καταδίκην. οὐκοῦν εἴσελθε, ἵνα καὶ αὐτὸς σωθῇς καὶ ἄλλους ὠφελήσῃς, ὡς τῷ κυρίῳ ἔδοξεν. καὶ τότε διὰ τοῦ στόματος εἶδον ἐμαυτὸν εἰσελθόντα, καὶ τὸ σῶμα διαναστήσας ἠρξάμην κράζειν· ἐλεήσατε. πάντων δὲ λίαν ὠφεληθέντων καὶ μᾶλλον φοβηθέντων ἐπὶ τῇ φοβερᾷ ταύτῃ διηγήσει, ἕκαστος τὰ ἑαυτοῦ ἐθρήνει πλημμελήματα, τὸν δὲ ἄνθρωπον βλέποντες καταπεπονημένον καὶ πολύδακρυν παρεκάλουν γεύσασθαι τροφῆς. ὁ δὲ παντελῶς οὐχ ὑπήκουσεν, ἀλλὰ ἀποταξάμενος αὐτοῖς διήρχετο τὰς ἐκκλησίας καὶ ῥίπτων ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους ἐβόα μετὰ φωνῆς ἰσχυρᾶς καὶ δακρύων πολλῶν· οὐαὶ οὐαὶ τοῖς ἁμαρτάνουσιν ἀμετανόητα. ποία φοβερὰ κόλασις καὶ ἐξέτασις ἀκριβὴς αὐτοὺς περιμένει. ποιήσας οὖν οὕτως ἡμέρας μʹ νηστεύων καὶ ἀγρυπνῶν καὶ κηρύσσων καὶ πολλοὺς ἐπιστρέφων πρὸς μετάνοιαν ἐτελεύ 683 τησεν ἐν κυρίῳ προγνοὺς τὸν ἑαυτοῦ θάνατον πρὸ ἡμε ρῶν ιβʹ. Συμφωνεῖ δὲ τῷ θαύματι τούτῳ, λέγω δὴ τῷ περὶ τῶν ψυχῶν πρὸς τὴν τῶν οὐρανῶν ἄνοδον μετὰ τὴν ἐνθένδε μεταχώρησιν καὶ ὁ θεομύστης Χρυσόστομος διεξιὼν περὶ τῶν κεκοιμημένων οὕτως· ταῦτα καὶ τὰ τούτων ἀπορρητότερα προθεωροῦντες οἱ τελευτῶντες οἱ μὲν ἐν τῇ κλίνῃ ταράσ σονται φυγεῖν μὲν βουλόμενοι, μὴ δυνάμενοι δέ, οἱ δὲ τοὺς ὀδόντας βρύχουσιν, καὶ ἄλλοι τὰς σιαγόνας κόπτουσιν, καὶ ἕτεροι τοὺς ὀφθαλμοὺς ἐλεεινῶς περιστρέφουσι καὶ τὰς χεῖρας συστέλλουσιν, κατὰ μικρὸν τῆς δυνάμεως τοῦ σώματος λη γούσης, καὶ τῆς γλώσσης δεινῶς φλεγομένης. ὁρῶσι γὰρ τότε τοὺς μὲν θείους ἀγγέλους φοβερῶς τε καὶ ὀξέως τὴν ψυχὴν ἀπαιτοῦντας, τοὺς δὲ πονηροὺς δαίμονας παριστα μένους καὶ λογοθετοῦντας καὶ κατηγοροῦντας εὐτόνως καὶ ἁρπάσαι πρὸς ἑαυτοὺς ἐπιχειροῦντας, εἶτα καὶ τὸν κλέπτην αἰφνίδιον εἰσελθόντα καὶ τὴν ψυχὴν τοῦ σώματος ἀπορρή ξαντα, πορεύεται μετὰ σκυθρωπότητος πολλῆς εἰς τόπους ξένους καὶ πάμπαν ἀγνοουμένους. πολλῶν οὖν ἡμῖν, ἀδελ φοί, τότε δεῖ τῶν εὐχῶν, πολλῶν τῶν βοηθῶν, πολλῶν τῶν ἀγαθῶν ἔργων, πολλῆς ἡμῖν τότε χρεία τῆς τῶν ἀγέλων προστασίας, πολλῆς ἡμῖν τότε τῆς ἐν τῇ τοῦ ἀέρος ἀναβάσει χειραγωγίας καὶ συμμαχίας. εἰ γὰρ εἰς μακρὰν χώραν καὶ ξένην πόλιν ἐνταῦθα πορευόμενοι δεόμεθα τοῦ χειραγω γοῦντος καὶ ὁδηγοῦντος, πόσων ἡμῖν δεῖ τῶν βοηθῶν 684 μᾶλλον καὶ χειραγωγῶν τοῦ διασῶσαι καὶ περᾶσαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς ὁδοστάτας τοῦ ἀέρος καὶ δικολό γους, οὓς τελώνας καὶ φορολόγους ἡ θεία γραφὴ προσαγο ρεύει. διὸ δὴ προφθάσωμεν πρὸ τοῦ φθασθῆναι καὶ δρά μωμεν πρὸ τοῦ καταληφθῆναι. ὁ γὰρ βίος βραχύς, ἡ δὲ κρίσις μακρά, τὸ δὲ τέλος ἐγγύς, καὶ ὁ φόβος πολύς, καὶ ὁ λύων οὐδείς. ἐννόησον γὰρ πῶς εἰσιν αἱ ἐν ᾅδου ψυχαί, διότι κατεφρόνησαν τοῦ φόβου καὶ τῆς ἐντολῆς τοῦ θεοῦ, μικρᾶς ἀνέσεως παρακαλοῦσαι τυχεῖν καὶ μὴ τυγχάνουσαι, ἀλλ' εἰς τὰ καταχθόνια τῆς γῆς θρηνοῦσαι τὰς ῥᾳθυμίας καὶ τὰς τρυφὰς καὶ τὰς πορνείας αὐτῶν καὶ τὰς λοιπὰς κακουργίας ἀνόνητα μετανοοῦσιν ἐφ' οἷς κακῶς διεπράξαντο καὶ πενθοῦσιν ἀπαρηγόρητα. διά τοι τοῦτο μάλιστα πάντες μακαρίζομεν τοὺς δικαίους καὶ τοὺς νηπίους ἀποθνήσκοντας, ἐπειδὴ τὸ παρ' ἡμῖν τοῦ θανάτου ποτήριον ἐπικίνδυνον παρ' ἐκείνοις ἐστὶ σωτήριον, καὶ τὸ παρὰ πᾶσι φρικτὸν παρ' ἐκείνοις ἐπαινετόν, καὶ ὅπερ ἡμεῖς ἔχομεν εἰς ἐκεῖθεν ἀρχὴν τιμωρίας παρ' ἐκείνοις ἐστὶν ἀρχὴ σωτηρίας, μονονουχὶ λέ γοντες· ἡμᾶς ἄγγελοι εἰρηνικῶς διεχώρισαν ἐκ τοῦ σώματος, ἡμεῖς ἀλύπως καὶ ἀνεμποδίστως παρήλθομεν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ ἀέρος ἀγαθοὺς ὁδηγοὺς ἔχοντες. οὐ γὰρ εὗρον ἐν ἡμῖν ἅπερ ἐζήτουν καὶ ἤλπιζον. εἶδον ἀμίαντον καὶ καθαρὸν τὸ σῶμα καὶ ᾐσχύνθησαν, εἶδον ἄφθορον καὶ λαμπρὰν τὴν ψυχὴν καὶ ἐνετράπησαν, εἶδον τὴν γλῶσσαν ἄσπιλον καὶ ἄδολον καὶ ἐφιμώθησαν. παρήλθομεν καὶ εὐ τελίσαμεν αὐτούς. διέβημεν δι' αὐτῶν καὶ κατεψάλλομεν αὐτῶν φάσκοντες· εὐλογητὸς κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς 685 εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν. ὅθεν οὖν καὶ οἱ προσαπαντῶντες ἔχαιρον ἄγγελοι, δίκαιοι κατησπάζοντο, ὅσιοι συνετέρποντο λέγοντες· καλῶς ἦλθον οἱ φίλοι τοῦ Χριστοῦ καὶ τῶν αἰωνίων ἀγα θῶν κληρονόμοι. Καὶ μέντοι καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἐν τῷ ἐπιταφίῳ τοῦ ἀδελφοῦ Καισαρίου φάσκει· πείθομαι σοφῶν λόγοις, ὅτι πᾶσα ψυχὴ καλή τε καὶ θεοφιλής, ἐπει δὰν τοῦ συνδεδεμένου λυθεῖσα σώματος ἐνθένδε ἀπαλλαγῇ, εὐθὺς ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὴν κα λοῦ γενομένη, ἅτε τοῦ ἐπισκοτοῦντος ἀνακαθαρθέντος ἢ ἀποτεθέντος, ἢ οὐκ οἶδ' ὅτι καὶ λέγειν χρή, θαυμασίαν τινὰ ἡδονὴν ἥδεται καὶ ἀγάλλεται καὶ ἵλεως χωρεῖ πρὸς τὸν ἑαυ τῆς δεσπότην ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀποφυγοῦσα καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας, ὑφ' ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, καὶ οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκειμένην μακαριότητα. Ὁμοίως δὲ καὶ ὁ μέγας Ἀθανάσιος ἐν τῷ βίῳ τοῦ ἁγίου Ἀντωνίου λέγει· μέλλων γάρ ποτε ἐσθίειν ὁ θεοφόρος Ἀντώνιος ἀναστὰς εἰς προσευχὴν περὶ ὥραν θʹ ᾔσθετο ἑαυτὸν ἁρπαγέντα τῇ διανοίᾳ, καὶ παραδόξως ἑστὼς ἔβλεπεν ἑαυτὸν ὥσπερ ἔξωθεν ἑαυτοῦ γενόμενον καὶ ὡς εἰς τὸν ἀέρα ποδη γούμενον ὑπό τινων, εἶτα πικροὺς καὶ δεινούς τινας ἑστῶτας 686 ἐν τῷ ἀέρι καὶ θέλοντας αὐτὸν κωλύειν ὥστε μὴ διαβῆναι. τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. βουλομένων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γενέσεως αὐτοῦ, οὐ συνεχώρουν οἱ τὸν Ἀν τώνιον ὁδηγοῦντες, τὰ μὲν ἀπὸ τῆς γενέσεως, λέγοντες, ὁ κύριος ἀπήλειψεν, ἀφ' οὗ δὲ γέγονε μοναχὸς καὶ τῷ θεῷ συνέθετο ποιεῖσθαι τὸν λόγον ἔξεστιν. καὶ δὴ τότε κατη γορούντων αὐτοῦ καὶ μὴ ἐλεγχόντων, ἐλεύθερος γέγονεν ἡ ὁδὸς αὐτῷ καὶ ἀκώλυτος. καὶ παραυτίκα εἶδεν ἑαυτὸν ὥσπερ ἐρχόμενον εἰς ἑαυτόν, καὶ τοῦ μὲν φαγεῖν ἐπελάθετο, ἔμενε δὲ τὸ λοιπὸν τῆς ἡμέρας καὶ δι' ὅλης τῆς νυκτὸς εὐχόμενος καὶ στενάζων. ἐθαύμαζε γὰρ λογιζόμενος πρὸς ποίους ἡμῖν ἐστιν ἡ πάλη καὶ διὰ πόσων πόνων ἔχει τις διαβῆναι τὸν ἀέρα, καὶ ἐμνημόνευεν, ὅτι τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ ἀπό στολος· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος. ἐν τούτῳ γὰρ ὁ ἐχθρὸς ἔχει τὴν ἐξουσίαν ἐν τῷ μάχεσθαι καὶ πει ρᾶσθαι διακωλύειν τοὺς διερχομένους. ὅθεν μάλιστα καὶ παρῄνει λέγων· ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, ὅπως μηδὲν ἔχων ὁ ἐχθρὸς λέγειν περὶ ἡμῶν φαῦλον καταισχυνθῇ. Διὸ τοίνυν ἀνενδότως ἐπιμένωμεν τῇ ἀσκήσει γινώσκον 687 τες ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ διὰ τὸν παρελ θόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν καθ' ἡμῶν ὁ θεὸς ἀγανακτήσει μᾶλλον. οὕτω γὰρ ἐν τῷ Ἰεζεκιὴλ ἠκούσαμεν. οὕτω καὶ Ἰούδας ἀπώλεσε διὰ νύκτα μίαν ὅλου τοῦ παρελθόντος χρόνου τὸν κάματον. οὐδὲ γὰρ ὁ ἐχθρὸς ἡμῶν ἀμελεῖ τῆς καθ' ἡμῶν φροντίζων ἀπωλείας πάντοτε, κἂν ἀμελοῦντας ἡμᾶς εὑρήσει, σφοδροτέρως ἐπιτίθεται. εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ ἀποστολικὸν μελετᾶν ἀεὶ ῥητόν· καθ' ἡμέραν ἀποθνήσκω. ἂν γὰρ καὶ ἡμεῖς ὡς ἀπο θνήσκοντες καθ' ἡμέραν οὕτω ζῶμεν, οὐχ ἁμαρτήσομεν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ἵνα καθ' ἡμέραν ἐγειρόμενοι μὴ νομίζωμεν φθάνειν ἕως ἑσπέρας καὶ πάλιν κοιμᾶσθαι μέλλοντες μὴ ἐγείρεσθαι. Μετὰ δέ γε ταῦτα διαλέξεως αὐτῷ ποτε γενομένης πρός τινα περὶ τῆς διαγωγῆς τῆς ψυχῆς, καὶ ποῖος μετὰ τὴν ἐντεῦθεν ἀναχώρησιν ἔσται αὐτῇ τόπος, τῇ ἑξῆς νυκτὶ καλεῖ τις αὐτὸν ἄνωθεν λέγων· ἔξελθε, Ἀντώνιε, καὶ βλέπε. καὶ δὴ ἐξελθὼν καὶ ἀναβλέψας εἶδέ τινα μακρὸν τῷ εἴδει καὶ φοβερὸν ἑστῶτα καὶ φθάνοντα μέχρι τῶν νεφελῶν, ἀναβαί νοντας δέ τινας ὥσπερ ἐπτερωμένους, κἀκεῖνον ἐκτείνοντα τὰς χεῖρας, καὶ τοὺς μὲν κωλυομένους παρ' αὐτοῦ, τοὺς δὲ ὑπεριπταμένους καὶ ἀμερίμνως λοιπὸν ἀναγομένους. καὶ 688 ἐπὶ μὲν τοὺς τοιούτους ἔτριζε τοὺς ὀδόντας ὁ μακρὸς ἐκεῖ νος, ἐπὶ δὲ τοῖς ἀποπίπτουσιν ἔχαιρεν. καὶ ἐγένετο φωνὴ λέγουσα· νόει τὸ βλεπόμενον, Ἀντώνιε. καὶ διανοιχθείσης αὐτοῦ τῆς διανοίας, ἔγνω τῶν ψυχῶν εἶναι τὴν πάροδον, καὶ τὸν ἑστῶτα μακρὸν τὸν ἐχθρὸν τοῦ γένους ἡμῶν διά βολον, καὶ τοὺς μὲν ὑπευθύνους αὐτῷ κρατουμένους καὶ κωλυομένους διελθεῖν, τοὺς δὲ ἀνευθύνους μὴ δυνάμενον κατέχειν. Διὰ δὴ τοῦτο καὶ ὁ μέγας καὶ πολύαθλος Εὐστράτιος μέλλων καίπερ διὰ μαρτυρίου τελειοῦσθαι προσηύξατο λέγων· μεγαλύνων μεγαλυνῶ σε, κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπεί νωσίν μου καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν καὶ ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. καὶ νῦν σκεπα σάτω με ἡ χείρ σου, καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπο ρεύεσθαι αὐτὴν ἐκ τοῦ σώματος τούτου, μήποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου βούλησις συναντήσῃ αὐτῇ καὶ παρεμποδίσῃ ἐν σκότει διὰ τὰς ἐν ἀγνοίᾳ ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας. ἵλεώς μοι γενοῦ, δέσποτα, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ἐζοφωμένην ὄψιν τῶν πονηρῶν δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν ἄγγελοί σου φαιδροὶ καὶ φω τεινοί. δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. ἐν τῷ κρίνεσθαί 689 με μὴ καταλάβῃ με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπάσαι με ὡς τὸν ἁμαρτωλὸν εἰς βυθὸν ᾅδου. Τοιγάρτοι καὶ ὁ μέγας Κύριλλος ἐν τῇ καθολικῇ ἐπι στολῇ ταῦτα παραδηλῶν ἔφη· ὁ δὲ ἀρχάγγελος Μιχαήλ, ὅτε τῷ διαβόλῳ, φησίν, διακρινόμενος διελέγετο περὶ τοῦ Μω σέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ' εἶπεν· ἐπιτιμήσαι σοι κύριος. βουλόμενος γὰρ παρα στῆσαι τὴν ἐν τῷ ἀφανεῖ τοῦ διαβόλου κατὰ τῶν ἀνθρω πίνων ψυχῶν τυραννίδα, ἣν ἔσχεν ἐκ τῆς παραβάσεως Ἀδάμ, συνεχώρησεν αὐτῷ καὶ περὶ τὴν ταφὴν τοῦ σώματος Μω ϋσέως ἀντιστῆναι, ἵνα μάθωμεν, ὅτι πρὸς τοὺς τόπους τῆς ἀναπαύσεως ὁ διάβολος μετὰ τῶν σὺν αὐτῷ πονηρῶν καὶ ἀποστατικῶν δυνάμεων εἴργει πορεύεσθαι τὰς ψυχὰς τῆς ἄνω πορείας. διὸ καὶ ἄγγελοι παραλαμβάνουσιν αὐτὰς ἐξιούσας ἀπὸ τοῦ σώματος. Οὕτω δὲ καὶ Μαρτύριος Ἀντιοχείας ἐν τῇ αὐτῇ ἐπι στολῇ φησιν· ἐπειδὴ γὰρ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος χωριζομένης μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν εὐθὺς προσαπαν τῶσιν αὐτῇ καὶ ἀγγελικαὶ δυνάμεις ἀγαθαὶ καὶ δαιμόνων στῖφος πονηροτάτων, ἵνα πρὸς τὴν ποιότητα τῶν ἔργων, ὧν ἔπραξεν, πονηρῶν τε καὶ ἀγαθῶν ἐπὶ τοὺς ἀξίους τόπους ἢ οὗτοι ἢ ἐκεῖνοι ταύτην ἀποκομίσωσι φυλαχθησο μένην ἕως τῆς τελευταίας ἡμέρας, καθ' ἣν εἰς κρίσιν παρα

Intertext edge

Open linked passage

Note