Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
690.1.1
στησόμεθα πάντες, καὶ ἢ εἰς τὴν αἰώνιον ζωήν τε καὶ ἀνά παυσιν, ἢ εἰς τὴν ἀπέραντον φλόγα τοῦ πυρὸς ἀπαχθησό μεθα. ὅπερ ὁ θεὸς βουλόμενος ὑποδεῖξαι διά τινος τύπου σωματικοῦ παρεσκεύασεν ἐν τῇ τοῦ Μωϋσέως τελευτῇ φανῆ ναι τὸν ἀρχάγγελον Μιχαὴλ διακρινόμενον περὶ τοῦ σώματος αὐτοῦ καὶ τὸν πονηρὸν ἀντιπράττοντα δαίμονα, καὶ τούτῳ τὸν Μιχαὴλ ἀγαθὸν ἄγγελον ὄντα προσυπαντῆσαι καὶ ἀπο σοβῆσαι καὶ μὴ ἐξουσιαστικῶς ἐπιτιμῆσαι, ἀλλὰ τῷ κυρίῳ τῶν ὅλων παραχωρῆσαι τῆς κατ' ἐκείνου κρίσεως, ὅπως διὰ τούτων μάθωμεν ὡς ἔστι τις ἀγωνία ταῖς ψυχαῖς μετὰ τὴν ἔξοδον, καὶ ὅτι χρὴ διὰ τῶν ἀγαθῶν ἔργων ἑτοιμάζεσθαι πρὸς τὸ τῆς ἀγγελικῆς ἡμᾶς ἐπιτυχεῖν συμμαχίας, τῶν δαι μόνων καθ' ἡμῶν ἐπιτριζόντων φθονερὸν καὶ πικρὸν εἰς ἅπαν. Λέγει γοῦν καὶ ὁ μέγας ὁμολογητὴς Μάξιμος πρὸς Ἰωάννην κουβικουλάριον· τίς γάρ, ἀγαπητέ, τῶν κατ' ἐμὲ ῥύποις ἁμαρτημάτων κατεστιγμένος οὐ φοβεῖται τὴν τῶν ἁγίων ἀγγέλων ἐπιστασίαν, ὑφ' ὧν κατὰ θείαν ψῆφον τῆς παρούσης ζωῆς τὸ πέρας δεχόμενος βίᾳ τοῦ σώματος μετ' ὀργῆς ἐξωθεῖται καὶ μὴ βουλόμενος; τίς κεκηλιδωμένην ἑαυτῷ συνεπιστάμενος τὴν συνείδησιν οὐ δέδοικε τὴν ὠμο τάτην τῶν πονηρῶν δαιμόνων καὶ βαρβαρώδη ὑπάντησιν, ἑκάστου τούτων κατὰ τὸν ἀέρα μετὰ τὴν ἔξοδον πρὸς ἑαυ τὸν ἀφειδῶς τὴν ἀθλίαν ψυχὴν ἕλκοντος καὶ τῷ ἐλέγχῳ τῶν αὐτῇ πεπραγμένων καταισχύνοντος καὶ πάσης ἐμποιοῦντος 691 αὐτῇ τῆς ἐπὶ τοῖς μέλλουσιν ἀγαθῆς ἐλπίδος ἐλεεινὴν ἀπό γνωσιν; μετὰ δὲ τὴν γινομένην κατὰ τὸν ἀέρα πρὸς τὰ πνευματικὰ τῆς πονηρίας διάγνωσίν τε καὶ λογοθέτησιν ἡ πρὸς τὸν ᾅδην κατάπτωσις διαδέχεται καὶ παροίκησις, ἐν ᾧ σκότῳ βαθεῖ καὶ βαρυτάτῃ σιγῇ τροφὴν ἔχουσιν αἱ ἐκεῖσε καταδεδικασμέναι ψυχαὶ τοὺς δριμυτάτους στεναγμοὺς καὶ τὰ πικρότατα δάκρυα καὶ τὴν ἐπὶ τοῖς δεινοῖς κατήφειαν, ἐκδεχόμεναι διὰ παντὸς οὐδὲν ἄλλο ἢ μόνην τὴν ἐπὶ τῇ θείᾳ ψήφῳ δικαίαν ἀνταπόδοσιν. ταύτην οὖν συνίστησιν αὐτοῖς τὴν ἄπαυστον λύπην καὶ ὀδύνην ἡ τῆς ἀναστάσεως ἐλπίς, ἡ τῆς φοβερᾶς Χριστοῦ παρουσίας ἡμέρα, ἡ φρικω δεστάτη παράστασις καὶ περὶ τῶν βεβιωμένων πάντων ἀπο λογία, καθ' ἣν οἱ μὲν ἐκ δεξιῶν τοῦ κριτοῦ σταθέντες λή ψονται τῶν ἀπορρήτων ἀγαθῶν τὰς ἐπαγγελίας, οἱ δὲ τὴν ἀριστερὰν στάσιν λαχόντες τὸ πῦρ τὸ αἰώνιον καὶ τὸ ἐξώ τερον σκότος καὶ τὸν ἀκοίμητον σκώληκα τόν τε βρυγμὸν τῶν ὀδόντων καὶ τὸ διηνεκὲς δάκρυον καὶ τὴν ἀπέραντον αἰσχύνην τε καὶ κόλασιν. Ταῦτα δὴ ταῦτα προεννοοῦσαι καὶ διαλογιζόμεναι εἰκό τως πενθοῦσι καὶ ἀποδύρονται ὡς κατακεκριμέναι καὶ ἀνα πολόγητοι καὶ μηδὲ τοῦ σοφοῦ τὴν διδασκαλίαν ἀκούσαντες λέγοντος· πάντα, ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὅση σοι δύναμις ποίησον, ὅτι οὔκ ἐστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ. ἐπείπερ οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ 692 τίς ἐξομολογήσεταί σοι; καὶ γὰρ οὔκ ἐστιν ἐκεῖ ὁ μνημο νεύων τοῦ θεοῦ καὶ μετ' εὐφροσύνης λέγων· ἐμνήσθην τοῦ θεοῦ καὶ ηὐφράνθην, οὔτε ὁ ἐξομολογούμενος καὶ σωζό μενος, διότι ἀπέκλεισε κύριος κατ' αὐτῶν πᾶσαν ὠφέλιμον ἐξομολόγησιν καὶ διόρθωσιν. Ὅθεν καὶ ὁ μακάριος Νεῖλος παρεγγυᾷ φάσκων· μνή σθητι δὲ καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως, καὶ λογίζου, πῶς ἄρα εἰσὶν ἐκεῖ νῦν αἱ ψυχαί, ἢ ἐν ποίᾳ πικροτάτῃ σιωπῇ, ἢ ἐν ποίῳ δεινοτάτῳ στεναγμῷ, ἡλίκῳ φόβῳ ἢ ἀγωνίᾳ ἢ τίνι προσδοκίᾳ τὴν ἄπαυστον ὀδύνην ἐκδεχόμεναι καὶ τὸ ψυχικὸν ἔχουσαι καὶ ἀπέραντον ἐκεῖνο δάκρυον. Οὐ μὴν δὲ ἀλλὰ καὶ Γρηγόριος ὁ κλεινὸς πάπας Ῥώ μης ἐν τῷ πρὸς Πέτρον διαλόγῳ φησίν· εἰ γὰρ τὰς τῶν ἁγίων ψυχὰς ἐν οὐρανῷ πιστεύομεν εἶναι, πάντως καὶ τὰς τῶν ἁμαρτωλῶν ἐν τῷ ᾅδῃ τυγχάνειν ἀδιστάκτως ὁμολογή σομεν. καὶ καθάπερ τοὺς ἁγίους ἡ μακαριότης ἐν οὐρανοῖς εὐφραίνει καὶ θυμηδίας ἀποπληροῖ διηνεκοῦς, οὕτω πιστεύειν χρὴ ὅτι τοὺς ἁμαρτωλοὺς ἐν ᾅδῃ λύπη καὶ στενοχωρία τε καὶ ὀδύνη συνέχει διὰ παντὸς ὥσπερ καμίνου φλὸξ τὰς ψυχὰς αὐτῶν φλογίζουσα καὶ ἀποτηγανίζουσα οἷα δὴ καὶ τὸν κατὰ τὸν Λάζαρον πλούσιον. 693 Ὅτι δέ γε τελευτῶν ἕκαστος αἴσθησίν τινα καὶ πληρο φορίαν ἀπεντεῦθεν ἤδη λαμβάνει τῶν μελλόντων ὑπὲρ ὧν ἔπραξεν, φησὶν ὁ ἀποστολικὸς Διονύσιος ἐν τοῖς περὶ τῶν ἱερῶς κεκοιμημένων· ὅταν ἐπὶ τὸ πέρας ἔλθωσι τοῦ τῇδε βίου, τὴν εἰς ἀφθαρσίαν αὐτῶν ὁδὸν ὡς ἐγγυτέραν ἤδη γεγυμνασμένην ἐμφανέστερον ὁρῶσι καὶ τὰς δωρεὰς τῆς θεαρχίας ὑμνοῦσι καὶ θείας ἡδονῆς ἀποπληροῦνται τὴν ἐπὶ τὰ χείρω τροπὴν οὐκέτι δεδοικότες, ἀλλ' εὖ εἰδότες ὅτι τὰ κτηθέντα καλὰ βεβαίως καὶ αἰωνίως ἕξουσιν. οἱ δὲ μολυ σμῶν ἀνάπλεοι καὶ ἀνιέρων κηλίδων, εἴπερ ἱερᾶς τινος τετυ χήκασι μυήσεως, αὐτοὶ δὲ ταύτην ἐκ τοῦ οἰκείου νοὸς ὀλε θρίως ἀπορραπίσαντες ἐπὶ τὰς φθοροποιοὺς ηὐτομόλησαν ἐπιθυμίας, ὅταν ἐπὶ τὸ τέλος ἔρχωνται τῆς ἐνθάδε ζωῆς, οὐκέτι ὁμοίως αὐτοῖς εὐκαταφρόνητος φανεῖται τῶν θείων λογίων ἡ θεσμοθεσία, τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωήν, ἧς ἀνοήτως ἀποπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλήτως ἀποσχίζονται τοῦ τῇδε βίου πρὸς μηδεμίαν ἱερὰν ἐλπίδα χειραγωγούμενοι διὰ τὴν χειρίστην ζωήν. τού των δὲ οὐδενὸς γινομένων κατὰ τὰς κοιμήσεις τῶν ἱερῶν ἀνδρῶν, ἀφ' ὧν ὁ πρὸς τὸ πέρας ἐρχόμενος τῶν οἰκείων ἀγώνων εὐφροσύνης ἱερᾶς ἀποπληροῦται καὶ σὺν ἡδονῇ πολλῇ πρὸς τὴν ὁδὸν ἐπιβαίνει τῆς ἱερᾶς παλιγγενεσίας. Ὅπερ οὖν καὶ ὁ θεῖος Διάδοχος δηλῶν φάσκει· ἐὰν οὖν 694 μὴ πρεπόντως μετανοήσωμεν καὶ περὶ τῶν ἁμαρτιῶν ἡμῶν πάντων ἐξομολογησώμεθα, δειλίαν τινὰ ἄδηλον ἐν τῷ καιρῷ τῆς ἐξόδου ἐν ἑαυτοῖς εὑρήσομεν. χρὴ δὲ ἡμᾶς εὔχεσθαι τοὺς ἀγαπῶντας τὸν κύριον ἐκτὸς παντὸς εὑρίσκεσθαι τότε φόβου· ὁ γὰρ ἐν φόβῳ εὑρισκόμενος εὔδηλον ὅτι πρὸς τοὺς ταρταρίους ἄρχοντας ἀπελεύσεται. ἡ δὲ ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ ἀγαλλιωμένη ψυχὴ ἐν τῇ ὥρᾳ τῆς ἀναλύσεως ἐπάνω τῶν σκοτεινῶν πάντων πράξεων εὑρισκομένη πρὸς τοὺς ἀγγέλους τῆς εἰρήνης ἐπείγεται μετὰ χαρᾶς καὶ φέρεται. Καί γε Νεῖλος αὖθις ὁ ἱερός φησιν· ὄντως φοβερὸν τὸ τοῦ θανάτου μυστήριον, ὅτε τῶν ἀπαιτούντων τὴν ψυχὴν ἐπιστασία φοβερὰ συνέχει φρίττουσαν αὐτὴν πρὸς τὴν ἔξο δον καὶ δείματα καὶ σχήματα φοβερώτατα, ὅτε δαίμονες ὀνειδίζοντες τὴν ἁμαρτίαν καὶ πρὸς ἑαυτοὺς ἕλκουσιν ἀπει λοῦντες εἰς ἀμειδῆ καὶ σκυθρωπὰ χωρία, ὡς πρὸ τῆς βασά νου τὴν κατάπληξιν ἱκανὴν εἶναι πρὸς κόλασιν, ὅτε συνεί δησις ἐπιστρέφουσα πρὸς τὰ πεπλημμελημένα τρέμει τὴν πρὸς ἀξίαν τῶν ἡμαρτημένων περιμένουσα κόλασιν. ἔνθεν γὰρ ἱδρῶτι κεῖται τὸ σῶμα διάβροχον σημεῖα δεικνύον τοῦ ἔνδον καμάτου καὶ τῆς ἀδήλου ταραχῆς τὰ ὁρώμενα παρέ χεται πρόδηλα τεκμήρια. ἐντεῦθεν καθάπερ οἱ τῶν πικρῶν γευόμενοι φαρμάκων ἀποστύφουσι τῇ ἀηδίᾳ τὸ πρόσωπον, 695 τῆς ψυχῆς πρὸς ἣν ἔσχεν ἐκ τῶν ὀφθέντων ἐκεῖ χαλεπῶν διάθεσιν τυπωσάσης τὸν χαρακτῆρα τῆς ὄψεως καὶ τῷ σχή ματι τοῦ φαινομένου τὴν ἑαυτῆς φανερωσάσης κεκρυμμένην ἀνίαν. Οὕτω γε μὴν καὶ ὁ Χρυσόστομος ἔφη πάλιν· οὐκ ἴστε πῶς ἐν τῇ τελευταίᾳ ἡμέρᾳ συστρέφει ψυχὴν ἁμαρτήματα, πῶς κάτωθεν τὴν καρδίαν ἀνακινεῖ; ὅθεν καὶ δείματα πολ λῶν ἔστιν ἀκούειν τότε διηγουμένων καὶ ὄψεις φοβεράς, ὧν οὐδὲ τὴν θεωρίαν λοιπὸν φέροντες οἱ ἀπιόντες καὶ τὴν κλίνην αὐτὴν μετὰ πολλῆς τῆς ῥύμης τινάσσουσι καὶ φοβε ρὸν ἐνορῶσι τοῖς παροῦσιν, τῆς ψυχῆς ἔνδον ἑαυτῆς ὠθού σης καὶ μὴ θελούσης ἀπορραγῆναι τοῦ σώματος. εἰ γὰρ ἀνθρώπους φοβεροὺς ἐνορῶντες δεδιττόμεθα, ἀγγέλους ἀπει ληφόρους καὶ δυνάμεις ἀποτόμους τῶν παραπεμπομένων βλέποντες τί οὐ πεισόμεθα, ἑλκομένης ἡμῶν ἀπὸ τοῦ σώ ματος καὶ χωριζομένης τῆς ψυχῆς καὶ πολλὰ ἀποδυρομένης εἰκῆ καὶ μάτην. Καὶ μέντοι καὶ ὁ μέγας Βασίλειος παραινεῖ λέγων· μὴ τοίνυν ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας, ἵνα μὴ ἐμπέσῃς εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα μὲν ἀπολείπωσί σε αἱ τοῦ ζῆν ἀφορμαί, ἀπορία δὲ πάντοθεν καὶ θλίψις ἀπαραμύθη 696 τος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων, ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάξεις μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις, καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανές, ὁ δὲ ἀκούων οὐκ ἔστιν, πᾶν δὲ τὸ λαλούμενον παρά σου ὡς παραφροσύνη κατα φρονεῖται. μηδεὶς οὖν ἐξαπατάτω σε κενοῖς λόγοις καὶ ματαίοις. ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται. ἥξει ἄγγελος κατη φὴς ἀπάγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος. ὢ πόσα σπαράξεις σεαυτόν. ὢ πόσα στε νάξεις ἄπρακτα μετανοῶν ἐπὶ τοῖς κακῶς βουλευθεῖσι καὶ πραχθεῖσιν. οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε· αἶ με μὴ ἀπορρίψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας· αἶ με τὰς κηλίδας μὴ ἀποπλύνασθαι. ὢ τῶν πονηρῶν βου λευμάτων καὶ συναλλαγμάτων. διὰ γὰρ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν αἰωνίως βασανίζομαι, διὰ σαρκὸς ἡδονὴν καὶ πύρωσιν τῷ πυρὶ παραδίδομαι. δικαία ὄντως ἡ κρίσις τοῦ θεοῦ. ἐκαλούμην καὶ οὐχ ὑπήκουον, διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. ταῦτα καὶ τὰ τοιαῦτα πάντως ἐρεῖς ἀποκλαιό μενος σεαυτόν, ἐὰν προαναρπασθῇς τῆς μετανοίας. 697 Οὐκοῦν ἐλέησον σεαυτὸν καὶ λάβε δὴ εἰς ἔννοιαν τὴν ἐσχάτην ἐκείνην καὶ φρικωδεστάτην ἡμέραν τῆς ἐξόδου καὶ συνοχὴν καὶ πνιγμὸν καὶ ψυχορραγίας ὥραν καὶ ἀπόφασιν θεοῦ κατεπείγουσαν καὶ ἀγγέλους ἐπισπεύδοντας καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἰλιγγιῶσαν καὶ τρέμου σαν σφόδρα. καὶ ἀποροῦσαν καὶ ἀνόνητα μετανοοῦσαν, ὅταν ὄφελος οὐδέν. [κδʹ. Περὶ Κώνσταντος.] Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσε Κώνστας υἱὸς αὐτοῦ ἔτη κζʹ. ἐφ' οὗ μέγας ἄνεμος καὶ ῥαγδαῖος πνεύσας πολλὰ μὲν δένδρα καὶ παμμεγέθη πρόρριζον ἀνέσπασεν, πολλοὺς δὲ καὶ στύλους κιονιτῶν μοναχῶν κατέβαλεν. καὶ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης Μουχούμεδ ἐκ μιᾶς φυλῆς γενικωτάτης Ἰσμαὴλ υἱοῦ Ἁβραὰμ καταγόμενος ἀνεφύη. Νίζαρος γὰρ ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος πατὴρ αὐτῶν 698 ἀναγορεύεται πάντων. οὗτος οὖν γεννᾷ υἱοὺς δύο Μού δαρον καὶ Ῥαβίαν, ὁ δὲ Μούδαρος τίκτει Κούσαρον καὶ Κάϊσον καὶ Θεμίμην καὶ Ἄσαδον καὶ ἄλλους τινὰς ἀνωνύμους, οἳ τὴν Μαδιανῖτιν ἔρημον κληρωσάμενοι ἐκτηνο τρόφουν ἐν σκηναῖς κατοικοῦντες. εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων οὐκ ἐκ τῆς φυλῆς αὐτῶν, ἀλλὰ τοῦ Ἰεκτάν, οἱ λε γόμενοι Ὁμηρῖται, τοῦτ' ἔστιν Ἀμμανῖται. ἀπόρου δὲ ὄντος τοῦ προμνημονευθέντος Μουχούμεδ συνέβη μισθωτεῦσαι αὐτὸν γυναικὶ πλουσίᾳ καὶ συγγενίδι αὐτοῦ καλουμένῃ Χαδιγᾷ πρὸς τὸ καμηλεύειν καὶ πραγματεύεσθαι μετὰ τῶν ὁμοφύλων αὐτοῦ ἐν Αἰγύπτῳ καὶ Παλαιστίνῃ. εἶτα κατὰ μικρὸν παρρησιασάμενος καὶ ὑπελθὼν τῇ γυναικὶ χήρᾳ οὔσῃ λαμβάνει αὐτὴν εἰς γυναῖκα. καὶ δὴ ἐπιχωριάζων ἐν Πα λαιστίνῃ καὶ συναναστρεφόμενος Ἰουδαίοις τε καὶ Χριστια νοῖς ἐθηρᾶτο λόγους καὶ γραφικάς τινας ῥήσεις. εἶχε δὲ τὸ πάθος τῆς ἐπιληψίας. ἡ οὖν γυνὴ αὐτοῦ διὰ τοῦτο ἐλυπεῖτο σφόδρα ὡς περιφανὴς καὶ πλουσία καὶ τοιούτῳ ἀνδρὶ συναφθεῖσα οὐ μόνον ἀπόρῳ, ἀλλὰ καὶ ἐπιληπτικῷ. ἣν τροπωσάμενος ἔφασκεν ὅτι· φοβερὰν ὀπτασίαν ἀγγέλου θεωρῶ Γαβριὴλ ὀνόματι, καὶ μὴ ὑποφέρων αὐτοῦ τὴν 699 θεωρίαν ὀλιγωρῶ καὶ πίπτω. ἐπιστεύθη δὲ συμψευδομαρ τυροῦντος αὐτῷ Ἀρειανοῦ τινος μοναχοῦ ψευδωνύμου δι' αἰσχροκέρδειαν τοῦ καὶ τελείως ἀπατήσαντος αὐτόν. καὶ οὕτως ἡ γυνὴ πλανηθεῖσα καὶ ἄλλαις γυναιξὶ συντυχοῦσα ὁμοφύλοις αὐτῆς ἐκήρυξε προφήτην αὐτὸν εἶναι. προῆλθε δὲ τὸ ψεῦδος τῆς ἀπάτης καὶ εἰς ἄνδρα φύλαρχον τοὔνομα Βουβάχαρ. ἡ οὖν γυνὴ θανοῦσα τοῦτον διάδοχον καὶ κληρονόμον κατέλιπεν. ἐκ τούτου οὖν ἐγένετο περιφανὴς ἄγαν ὡς περιούσιος, καὶ κατέσχεν ἡ πονηρὰ πλάνη καὶ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Ἐθρίβου. Οὗτος ὁ θεομισὴς καὶ παλαμναῖος περιτυχὼν Ἑβραίοις 700 καὶ Χριστιανοῖς δῆθεν Ἀρειανοῖς καὶ Νεστοριανοῖς καὶ πανταχόθεν ἐρανισάμενος, ἐξ Ἰουδαίων μὲν μοναρχίαν, ἐξ Ἀρειανῶν δὲ λόγον καὶ πνεῦμα κτιστά, ἀπὸ δὲ Νεστοριανῶν ἀνθρωπολατρείαν, ἑαυτῷ θρησκείαν περιποιεῖται, καὶ προ φάσει θεογνωσίας εἰσποιησάμενος τὸ ἔθνος ἐδίδαξεν αὐτοὺς περιτέμνεσθαι καὶ ἄνδρας καὶ γυναῖκας, καὶ ἕνα μόνον προσκυνεῖν θεόν, τὸν δὲ Χριστὸν τιμᾶν ὡς λόγον τοῦ θεοῦ μέν, οὐχ υἱὸν δέ, ἀλλ' ὡς ἐκ πνεύματος ἁγίου γεγενημένον, λόγον δὲ καὶ πνεῦμα προφορικὸν καὶ εἰς ἀέρα χεόμενον ὑπονοεῖν, οὐκ ἐνυπόστατα οὐδὲ τῷ γεννήτορι ὁμοούσια, τὴν δὲ ἁγίαν παρθένον Μαρίαν μὴ λέγειν θεοτόκον, ἀλλὰ τὴν Ἀαρὼν καὶ Μωσέως ἀδελφὴν ὑπολαμβάνειν εἶναι, μήτε δὲ βαπτίζεσθαι μήτε σαββατίζειν αὐτοὺς ἐδίδαξεν, μήτε τοῖς νομικοῖς ἢ εὐαγγελικοῖς ἔθεσιν ἐπακολουθεῖν, ἀλλὰ βδελύτ τεσθαι τὸν σταυρὸν καὶ τὴν σκιὰν ἐσταυρῶσθαι τοῦ Χριστοῦ ὁμολογεῖν. παρηγγυήσατο δὲ αὐτοῖς καθόλου τῶν τῷ νόμῳ ἀπηγορευμένων μετασχεῖν πλὴν ὑείων κρεῶν, οἶνον δὲ παντά πασιν μὴ χρᾶσθαι. τοιοῦτόν τι μυθευσάμενος ἑαυτὸν κλει δοῦχόν φησι γεγενῆσθαι τοῦ παραδείσου, διόπερ κατὰ τὴν ἡμέραν τῆς κρίσεως μετὰ τὸ παραστῆναι τὸν Μωϋσέα σὺν τοῖς Ἰσραηλίταις καὶ ὡς παραβάτας τοῦ νόμου τῇ κολάσει τοῦ πυρὸς παραδοθῆναι, αὖθίς τε τὸν Ἰησοῦν παραστῆναι καὶ ἀρνήσασθαι ἔμπροσθεν τοῦ θεοῦ ὅτι· οὐκ ἐλάλησα 701 ἑαυτὸν εἶναι υἱὸν θεοῦ· τοὺς δὲ Χριστιανοὺς ὡς τοι οῦτον τολμήσαντας προστρῖψαι τῷ Χριστῷ ὄνομα καὶ θεὸν αὐτὸν καὶ υἱὸν θεοῦ καὶ λόγον σεσαρκωμένον καὶ σταυρω θέντα δογματίσαντας τῇ τοῦ πυρὸς γεέννῃ παραδοθῆναι, εἶτα ἑαυτόν φησιν ὑπὸ θεοῦ κεκλῆσθαι μάλα θεοσεβῆ καὶ τοῦ παντὸς αὐτῶν ἔθνους αἰτίῳ θεοσεβείας ὑπάρξαντι ἐπαι νεῖσθαι καὶ τούτου χάριν τοῦ παραδείσου κλειδοῦχον χρημα τίσαι. καί γε μετὰ τὸ ὑπ' αὐτοῦ τὸν παράδεισον ἀνεῳχθῆναι συνεισελθεῖν αὐτῷ πάντως καὶ ἀναντιρρήτως οʹ χιλιάδας φησὶ τοὺς δυναμένους ἀφορμῆσαι πρὸς τοῦτο, τοὺς δὲ λοιποὺς κριθήσεσθαι φάσκει, καὶ τοὺς μὲν δικαίους ἀναμφιβόλως τῆς τρυφῆς ἀπολαῦσαι, τοὺς δὲ εὑρισκομένους ἁμαρτωλοὺς πιττάκια ἐν τοῖς τραχήλοις περιέχοντας δεδεμένα εἰς τὸν παράδεισον καὶ αὐτοὺς εἰσελθεῖν, καὶ τούτους ἐπονομάζεσθαι ἀπελευθέρους τοῦ θεοῦ καὶ τοῦ Μουχούμεδ. εἶναι δὲ τρεῖς ποταμοὺς ἐν τῷ παραδείσῳ φησίν, ἕνα μέλιτος καὶ ἄλλον γάλακτος καὶ ἕτερον οἴνου πρὸς τὸ ἐπ' ἐξουσίας ἔχειν ἕκα στον ὅθεν βούλεται μετέχειν καὶ ἐμπιπλᾶσθαι. τὰς δὲ γυ ναῖκας αὐτοῖς συνεῖναι καὶ φιλοκαλεῖν αὐτῶν τὰς κόμας καὶ παντοίως θεραπεύειν αὐτῶν τὰ φιλήδονα σώματά φησιν ὁ σαρκόφρων καὶ ἐμπαθὴς καὶ δοῦλος τῆς ἁμαρτίας. τοὺς δὲ Ἰουδαίους καὶ Χριστιανοὺς ξύλα τοῦ πυρὸς γενομένους ὑπολειφθῆναι, τοὺς Σαμαρείτας ἔφη πρὸς τὸ τὰ ἐκφόρια 702 καὶ τὴν κόπρον αὐτῶν τοῦ παραδείσου ἀποβάλλειν, ὅπως ἂν μὴ ἐποζέσειεν ὁ παράδεισος, ἕκαστον δὲ ὡς ἂν ἐνταῦθα βιώσειεν εἴτε ἐν πλούτῳ εἴτε ἐν πενίᾳ καὶ ἀδοξίᾳ τὸν αὐτὸν ἐκεῖσε τρόπον διάγειν. οὗτος οὖν ὁ θεοστυγὴς καὶ ἐμβρόν τητος πρὸς τούτοις παντὸς ἀγαθοῦ καὶ πονηροῦ τὸν θεὸν αἴτιον ὑπάρχειν ἐτερατολόγησε καὶ τοὺς λῃστὰς καὶ φαρμα κοὺς καὶ ὅσους ἐὰν ἀπηγορευμέναις ἁλόντας πράξεσιν ἀναι ρουμένους ἴδοιεν, οὕτω φασὶν ἔγραψεν ὁ θεὸς καὶ προώρισε γενέσθαι καὶ οὕτως ἀποθανεῖν αὐτοὺς ἠβουλήθη. Ἀγάσαιτο δ' ἄν τις μάλα δὴ οὖν εἰκότως τὴν τοσαύτην καὶ τηλικαύτην ἰσχύν τε καὶ διαρκῆ τῆς ἀπάτης τοῦ θεο μάχου καὶ ματαιόφρονος, μᾶλλον δὲ ἐσχάτην παράνοιάν τε καὶ κτηνωδίαν τῶν μέχρι νῦν τῇ τούτου πλάνῃ δεδουλω μένων καὶ ὡς ἰσχυρὰν θρησκείαν καὶ θείαν ταύτην ἀφρόνως ἡγουμένων. πρὸς γὰρ τὴν ὄντως ἀληθῆ τε καὶ ἱερὰν καὶ θεοβράβευτον πίστιν ἐναργῶς ἀποτυφλώττουσιν οἱ ἐσκο τισμένοι καὶ ἀσύνετοι, πρὸς δὲ τὴν ψευδώνυμον λατρείαν καὶ πλαστολογίαν τοῦ φένακος προσέχουσιν οἱ δείλαιοι καὶ βαρυκάρδιοι, καὶ πρὸς μὲν τοὺς ὕθλους καὶ λήρους καὶ βεβήλους κενοφωνίας οἱ χαιρεσίκακοι καταθέλγονται, πρὸς δὲ τοὺς θεοπαρόχους καὶ σωτηριώδεις λόγους οὐδὲ τὴν ἀκοὴν ὑποθεῖναι τὸ παράπαν ἀνέχονται. τὸν γὰρ ὄντως ὄντα θεὸν τὸν διὰ νόμου καὶ προφητῶν ἐκδήλως κηρυττό 703 μενόν τε καὶ πιστευόμενον ἀπωθούμενοι καὶ καταψηφι ζόμενοι τὸν ἀντίθεον καὶ μεμηνότα καὶ φανερῶς ὑπὸ τῶν ἐρινύων ἐνεργούμενον καὶ φθεγγόμενον οἱ κακόφρονες καὶ λυσσώδεις ἐρασμίως καὶ γεγηθότως προσίενται. Ποία γὰρ θεόπνευστος γραφὴ περὶ τοῦ δυσσεβοῦς καὶ παραπαίοντος Μουχούμεδ προδιεστείλατο; ἢ ποῖος θεσπέσιος αὐτὸν προφήτης ὡς διδάσκαλον εὐσεβείας προανήγγειλεν; οὐκοῦν εἰπάτωσαν οἱ ἀμέτοχοι πάσης ἱερᾶς ἐπιπνοίας καὶ μυήσεως, πῶς τοὺς ἀπὸ Ἀδὰμ καὶ μέχρι τῆς Χριστοῦ παρ ουσίας προφήτας ἀσμένως δῆθεν ἀποδεχόμενοι τὸν μὲν ὑπ' αὐτῶν διαρρήδην προαναφωνούμενον Χριστὸν καὶ θεὸν ἐξ αρνοῦνται, τὸν δὲ κάκιστον καὶ μοχθηρὸν καὶ μηδὲ τὸ σύνολον πρὸς αὐτῶν ὀνομαζόμενον ἢ προσημαινόμενον ὡς θεομύστην καὶ ἐξοχώτατον καὶ ἀληθεστάτης πίστεως διδά σκαλον ἀποδέχονται καὶ ὡς εὐεργέτην ἐκθειάζουσιν οἱ ἀνό σιοι καὶ δυσώνυμοι ἢ μᾶλλον εἰπεῖν ἀνώνυμοι. ἀνακρινέ τωσαν δὲ οἱ ἀδιάκριτοι καὶ μανιώδεις καὶ τὰ ὑπ' αὐτοῦ δυσσεβῶς καὶ μανιωδῶς ῥηθέντα ληρήματα, καὶ λεγέτωσαν, ποίαν συμφωνίαν ἔχουσι πρὸς τὰ θεοπαράδοτα λόγια. ὁ μὲν γὰρ θεῖος λόγος ἀναφανδὸν ἐκδιδάσκει καὶ διαπρυσίως χρησμῳδεῖ σαφέστατα τὸν θεὸν ἀναίτιον ὑπάρχειν παντὸς κακοῦ, καὶ τὸν ἄνθρωπον αὐτεξούσιον εἶναι τῆς ἑαυτοῦ σω τηρίας καὶ ἀπωλείας, ὁ δὲ τρισάθλιος καὶ τρισκατάρατος καὶ 704 τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων ἄσπονδος ἐχθρὸς ἐκ σκαιο τέρου καὶ λαοπλάνου δαίμονος ἐνηχούμενος καὶ ἐνεργού μενος καὶ μέντοι ἐξ ἀκολάστου γλώσσης καὶ γνώμης ἀγνώ μονος φθεγγόμενος παντὸς ἀγαθοῦ καὶ πονηροῦ τὸν θεὸν αἴτιον τολμηρῶς τερατεύεται, καὶ πᾶν ὅπερ ἂν ἐπέλθῃ τῷ ἀνθρώπῳ, κἄν τε ἐξ ἐπηρείας τοῦ πονηροῦ κἄν τε ἐξ οἰκείας ῥᾳθυμίας καὶ ἀδιακρισίας, τῆς θείας τοῦτο προνοίας τυγ χάνειν ὁ ἀλιτήριος ἀποφαίνεται. καὶ ὁ μὲν περιφρονεῖν πλούτου καὶ ταπεινοφρονεῖν καὶ τὸν ἐνήδονον βίον ἀπο σείεσθαι καὶ μὴ ἀνταποδοῦναι κακὸν ἀντὶ κακοῦ παρακε λεύεται, ὁ δὲ πλουτεῖν καὶ ὑψηλοφρονεῖν καὶ πᾶσαν ἡδονὴν ἐκ περιουσίας ἀσπάζεσθαι καὶ ἀντεπεξιέναι σφόδρα τοῖς ἀντιπίπτουσιν ὡς ψυχικὸν σωτήριον καὶ τοῦ παραδείσου πρόξενον. Ἀλλ' ὢ τῆς ἀπονοίας καὶ παραπληξίας καὶ χλεύης τοῦ γόητος καὶ παλαμναίου καὶ τῆς παραφροσύνης καὶ ἀπωλείας τῶν παρ' αὐτοῦ δεινῶς ἐξανδραποδισθέντων καὶ μέχρι δεῦρο παρασυρομένων καὶ ἀπατωμένων. οὐδὲ γὰρ συνιοῦσι πάμ παν οἱ ἄγαν μοχθηροὶ καὶ θηριώδεις καὶ λίαν ἀσύνετοι, εἰς οἷον χαλεπὸν καὶ ζοφερὸν χάος καὶ σατανικὴν χάρυβδιν κατηκοντίσθησαν καὶ τέλεον κατεπόθησαν, καὶ εἰς οἵους ἀφύκτους καὶ ἀδιεξοδεύτους λαβυρίνθους καὶ δυσβάτους 705 ἀτραποὺς καὶ ψυχοφθόρους φενακισθέντες ἐλεεινῶς ἐξεκυ λίσθησαν καὶ συνεσχέθησαν ὑποφθαρέντες εἰς τέλος. διὸ τοίνυν καὶ θαυμάζειν λίαν ἔπεισί μοι τὴν τοσαύτην ἀλογίαν καὶ ἀναισθησίαν αὐτῶν, καίπερ οἰομένους ἐντρεχεστάτους ἑαυτοὺς εἶναι καὶ λογιωτάτους, πῶς οὐ κατανοοῦσι τῆς κενῆς ἀπάτης αὐτῶν τὸν ὄλισθον. ἔδει γὰρ ἔδει τοὺς ὄντως ἄφρονας καὶ βοσκηματώδεις ἐπιγνῶναι κἂν τὸν περὶ τῆς ἀναστάσεως αὐτῶν πρόδηλον καὶ μυσαρὸν βρόχον, ὅτι περ, εἰ διὰ βρώσεως καὶ πόσεως αἰσθητῆς τε καὶ φθαρτῆς ἕξουσι τηνικαῦτα τὴν ζωήν, ἀνάγκη πάλιν καὶ φθορᾷ δου λεύειν καὶ θνήσκειν κατὰ τὸν τῆς ἀκολουθίας λόγον. ἀμή χανον γὰρ τὸν φθαρτῆς βρώσεως καὶ πόσεως ἐν μετουσίᾳ τυγχάνοντα ἄφθαρτον καθόλου καὶ ἀθάνατον διαμεῖναι. καὶ πότε λοιπὸν καὶ ποῦ τὴν ἀποκαραδοκουμένην ζωὴν αἰώνιον καὶ ἀκήρατον τοῖς πιστοῖς κατὰ τὰς θείας γραφὰς οἱ θνητοὶ ψυχῇ καὶ σώματι τεύξονται; Καὶ πρὸς τούτοις ἴστωσαν οἱ ἀλόγιστοι καὶ τάλανες, ὡς οὐδέπω μέχρι καὶ τήμερον τῆς παλαιᾶς αὐτῶν καὶ ἀθέου πλάνης ἀπηλλάγησαν, ἀλλ' ἐν προσχήματι θεοσεβείας εἰδωλο λατροῦσι λεληθότως καὶ τὸν ἐγκεκρυμμένον τῇ θρησκείᾳ αὐτῶν δόλον τοῦ ἀρχεκάκου δαίμονος οὐδ' ὅλως οἱ ἀνού στατοι καὶ ἀπόπληκτοι ἐπιγινώσκουσιν. πάλαι μὲν γὰρ 706 εἰδωλολατροῦντες καὶ τῇ παρ' Ἕλλησιν Ἀφροδίτῃ λεγομένῃ, τοῦτ' ἔστι τῇ ἡδονῇ, προσκυνοῦντες καὶ τὸν ἀστέρα, ταύτης γὰρ εἶναι τὸν ἑωσφόρον μυθολογοῦσιν, ἣν δὴ καὶ Κουβὰρ τῇ ἑαυτῶν κακεμφάτῳ ἐπονομάσαντες γλώσσῃ, ὅπερ ἐστὶ μεγάλη, διέμειναν ἕως ἄρτι τὴν Ἀφροδίτην θεὸν ὀνομά ζοντες. ἵνα δὲ μὴ δόξωμέν τισι ψευδολογεῖν, σαφηνίσωμεν τὸ μέγα αὐτῶν μυστήριον. ἔχει δὲ ἡ λέξις τῆς μυσαρᾶς αὐτῶν καὶ παμβεβήλου προσευχῆς οὕτως· Ἀλλά, Ἀλλά, Οὐά, Κουβάρ, Ἀλλά. καὶ τὸ μὲν Ἀλλά, Ἀλλὰ ἑρμηνεύεται ὁ θεόςὁ θεός, τὸ δὲ Οὐὰ μείζων, τὸ δὲ Κουβὰρ μεγάλη ἤτοι σε λήνη καὶ Ἀφροδίτη. ὅπερ ἐστὶν οὕτως· ὁ θεὸς ὁ θεὸς μεί ζων καὶ ἡ μεγάλη, εἴτ' οὖν σελήνη καὶ Ἀφροδίτη, θεός. καὶ τοῦτο σαφηνίζει ἡ ἐπαγωγὴ τοῦ τελευταίου Ἀλλά. ἅπερ πάντα ἐπικεκρυμμένως τῇ ἰδιότητι τῆς ἑαυτῶν γλώσσης λαλοῦσιν οὕτω φύσεως ἐχούσης· ἃ καὶ φανερῶς δημοσιεύειν οὐ θέλουσιν εἰς λογικοὺς ἀνθρώπους καὶ ἐχέφρονας διὰ τὸ τῆς καταγνώσεως πρόδηλον. ἀλλὰ τοὺς μὲν χοιρώδεις τού τους καὶ τελματώδεις καὶ μηδὲν περαιτέρω τῆς ἡδονῆς καὶ ῥᾳστώνης εἰδότας ἀφέμενος ὁ λόγος ὡς ἀνεπαισθήτως καὶ ἀνηκέστως νοσοῦντας πρὸς τὰ ἑξῆς τῆς ἱστορίας χωρείτω. Μετὰ δὲ τὸν θάνατον τοῦ θεηλάτου Μουχούμεδ ἐφάνη 707 κατὰ μεσημβρίαν ἀστὴρ ὁ λεγόμενος δοκίτης προμηνύων τὴν τῶν Ἀράβων τούτων ἐπικράτησιν, καὶ ἔμεινεν ἡμέρας λʹ διατείνων ἀπὸ μεσημβρίας ἕως ἄρκτου ξιφοειδῶς. ἐν ᾧ χρόνῳ ἐπιστρατεύσαντες οἱ Ἄραβες οὗτοι πάλαι μὲν λεγό μενοι, νῦν δὲ Σαρακηνοί, καὶ τὴν Ἀραβίαν καταλιπόντες ἦλθον ἐπὶ τὰ μέρη τῆς Δαμασκοῦ πλῆθος ἄπειρον. ὅπερ μαθόντες Βάνης καὶ Βασιλίσκος οἱ στρατηγοὶ τῆς ἀνατολῆς κατ' αὐτῶν ἐξώρμησαν. εἶτα συμβολῆς γεναμένης, ἡττῶνται λίαν οἱ χριστιανοί. ἀνέμου γὰρ πνεύσαντος κατὰ Ῥωμαίων βιαίου νότου, καὶ μὴ δυνάμενοι τοῖς ἐχθροῖς ἀντωπῆσαι διὰ τὸν πολὺν κονιορτὸν δεινῶς τρέπονται καὶ βαλόντες ἑαυτοὺς εἰς τὰς στενόδους τοῦ ποταμοῦ Ἱερμουχθᾶ διεφθά ρησαν ἐκεῖ χιλιάδες μʹ. καὶ οὕτω νικήσαντες οἱ Σαρακηνοὶ κατὰ κράτος καὶ λαμπρῶς ἐπὶ τὴν Δαμασκὸν ἐλθόντες, ἣν καὶ δοριάλωτον λαβόντες ὡσαύτως καὶ τὰς χώρας πάσας τῆς Φοινίκης οἰκίζονται ἐν αὐταῖς οἱ ἐναγεῖς καὶ βέβηλοι διὰ τὰ ἄδηλα κρίματα τοῦ θεοῦ. Περὶ ἧς ἁγίας γῆς ὁ θεσπέσιος ἔλεγε Μωϋσῆς πρὸς 708 τὸν Ἰσραήλ· ἰδοὺ κύριος ὁ θεός σου εἰσαγάγει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν, ἧς χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσ σων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ τῶν ὀρέων, γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι καὶ συκαῖ καὶ ῥοαὶ καὶ φοί νικες, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, γῆ, ἐφ' ἧς οὐ μετὰ πτωχείας φαγῇ τὸν ἄρτον σου καὶ οὐ δεηθήσῃ ἐπ' αὐτῆς οὐδέν, γῆ, ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσῃ χαλκόν, γῆ ῥέουσα γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν, γῆ, ἣν κύριος ὁ θεός σου ἐπισκο πεῖται αὐτὴν διὰ παντός, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ' αὐτῆς ἀπ' ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ. καὶ γὰρ ὄντως εὐλογημένη γῆ ἐστι καὶ καρποφόρος ἄγαν ὑπὲρ πᾶσαν τὴν γῆν καὶ τῷ παραδείσῳ τοῦ θεοῦ παρεικαζο μένη. ἐπάρας, γάρ φησιν, Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ εἶδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζο μένη ὡς ὁ παράδεισος κυρίου καὶ ὡς γῆ Αἰγύπτου, καὶ ἐξελέξατο αὐτήν. Προσμαρτυρεῖ δὲ τούτοις καὶ ὁ σοφώτατος Ἀριστοτέλης λέγων· καὶ γὰρ πολυάνθρωπός ἐστιν ἡ γῆ τῆς ἐπαγγελίας καὶ σύνδενδρος καὶ παντοίοις καρποῖς εὐθηνοῦσα, ἀμπέλων τε καὶ ἀκροδρύων καὶ φοινίκων πλῆθος ἄπλετον καὶ κτήνη πάμπολλα καὶ διάφορα, καὶ δαψιλὴς ἡ τούτων νομὴ δι' ὅλου τοῦ χρόνου γίνεται διὰ τὴν πολλὴν εὐκρασίαν τῆς γῆς καὶ πιότητα, πολὺ δὲ πλῆθος καὶ τῶν ἀρωμάτων καὶ λίθων 709 πολυτελῶν καὶ χρυσοῦ παρακομιζομένου διὰ τῶν Ἀράβων εἰς τὸν τόπον. Ὡσαύτως οὖν καὶ Ἰώσηπος ἔφη· πάμφορος γὰρ οὖσα δι' εὔκρατον ἀέρα καὶ πολλὴν πιότητα χειμῶνος ὥρᾳ ἐκ φέρει κάρυα καὶ ἐν καύματι φοίνικας καὶ πλεῖστον γεωργεῖ ἔλαιον, καὶ σταφυλὴν μὲν καὶ σῦκα διὰ μηνῶν ιʹ ἐσθίουσιν οἱ ἐκεῖσε, τοὺς δὲ λοιποὺς καρποὺς δὶς τοῦ ἐνιαυτοῦ τρυ γῶσιν. Τὸ δὲ μέγεθος τῶν βοτρύων τῆς σταφυλῆς ἐκείνης ἐδή λωσεν ἡ γραφὴ λέγουσα περὶ τῶν κατασκόπων ὧν ἀπέστειλε Μωϋσῆς ὅτι· ἦλθον ἕως φάραγγος βότρυος καὶ κόψαντες ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἦραν αὐτὸν ἐπ' ἀναφορεῦσιν. ἐν ξύλῳ γὰρ ἐσχηματισμένῳ πλαγίως μέσον κρεμασθεὶς καὶ ἐπ' ὤμων ἀνδρῶν βʹ βασταζόμενος πᾶσιν ἐδήλου τῆς ἁγίας γῆς ἐκείνης τὴν εὐκαρπίαν. δι' ἧς Ἀλέ ξανδρος ὁ μέγας διαπορευόμενος καὶ ξύλα καρποφόρα, ἐν οἷς καὶ πήγανον θεασάμενος τὸ ὕψος καὶ πάχος ἐφάμιλλον συκῆς, ἐθαύμασε σφόδρα τῆς γῆς τὴν εὐκαρπίαν τε καὶ πιότητα. καὶ γοῦν ἐν τῇ Παλαιστίνῃ πηγή ἐστι παντοίων παθῶν ἀνθρώπων τε καὶ ἀλόγων ἰάσεις παρέχουσα, ἐν ᾗ λόγος τὸν κύριον ἐξ ὁδοιπορίας τοὺς πόδας νίψασθαι. καὶ δένδρον ἵσταται πάσης ἀρρωστίας ἀλεξίκακον, ἐν ᾧ τόπῳ φασίν, ἡνίκα Ἰωσὴφ τὸν Χριστὸν λαβὼν μετὰ τῆς πανα γίας θεοτόκου Μαρίας καὶ πρὸς τὴν Αἴγυπτον ποιούμενος τὴν πορείαν, εἰς γῆν ἐκλίθη τὸ δένδρον καὶ προσεκύνησεν. 710 ὅπερ μέχρι νῦν τὸ σχῆμα σώζει τῆς προσκυνήσεως. πρὸς δὲ τὴν ἀρκτῴαν τῆς φάραγγος ῥίζα γίνεται φλογοειδὴς ὀνόματι βατταρίτης, ἀφ' ἧς περὶ τὴν ἑσπέραν ἐξαστράπτον φῶς, οὐδεὶς ἀνθρώπων θίγειν αὐτῆς δύναται διὰ τὸ παραχρῆμα θανατοῖν αὐτόν, εἰ τῆς ῥίζης ἐκείνης περιάψει τὴν χεῖρα. κυκλόθεν οὖν περιορύξαντες καὶ κύνα δεσμήσαντες, ἀνασπᾷ τὴν ῥίζαν ὁ κύων ἐπακολουθεῖν τῷ ἀνθρώπῳ βουλόμενος καὶ παραυτίκα ἀποθνήσκει. τὴν δὲ ῥίζαν περιάπτοντες δαι μονιζομένοις ἀπολύουσιν, τοῦ δαίμονος ἐξ αὐτῶν φυγαδευο μένου. Καὶ ἄλλη δέ τις πόλις ἐστὶ τῆς Γαλιλαίας παράλιος ἀπὸ σταδίων δύο ποταμὸν ἔχουσα καὶ νησοειδῆ τόπον ἐν αὐτῷ, πήχεις ἔχων τὸ περίμετρον ρʹ, ἐν ᾧ γίνεται φυσικὸν πρᾶγμα θαύματος ἄξιον. οἱ γὰρ ἄνεμοι τὴν ἔξωθεν ἀργὴν ψάμμον εἰς αὐτὸν κατασύραντες, εὐθέως ὁ τόπος ταύτην εἰς ὕελον μεταβάλλει, καὶ ἐπειδὰν ἱκανὰ πλοῖα περιστάντα καὶ τὴν ὑαλῖτιν ἐκείνην ψάμμον ἐκφορήσωσιν, πάλιν οἱ ἄνεμοι κατα πνεύσαντες γεμίζουσι τὸν τόπον. ἀλλὰ μὴν καὶ ὀποβάλσαμον γεωργεῖ πλεῖστον καὶ ἕτερά τινα πάμπολλα δυσπόριστα καὶ ἀνθρώποις ἐπέραστα. κἀντεῦθεν τοίνυν ὡς ἐξαίρετον καὶ διαφέρουσαν ἀσυγκρίτως πάσης τῆς γῆς εἰκότως ἔδωκεν αὐτὴν ὁ θεὸς τῷ ἠγαπημένῳ καὶ πρωτοτόκῳ υἱῷ αὐτοῦ 711 Ἰσραὴλ εἰς κληρονομίαν τε καὶ ἀπόλαυσιν. εἰσήγαγεν, γάρ φησιν, αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Τοιγαροῦν ἐν τῇ ἁγίᾳ ταύτῃ καὶ μακαρίᾳ καὶ ἀγαθῇ γῇ τῆς ἐπαγγελίας πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λόγος τοῖς προφήταις ὁραθεὶς ἐπὶ χερουβικοῦ ἐπηρμένου θρόνου καὶ χρηματίσας καὶ μέντοι διαφόρως τε καὶ θεο πρεπῶς τὰς θεοφανείας ποιησάμενος, ὡς ἔλεγεν· ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην, ἐπ' ἐσχάτων αὖθις ἐπὶ τῆς αὐτῆς ἱερᾶς γῆς ὤφθη σαρκοφόρος καὶ τοῖς ἀνθρώποις συνανεστράφη κατὰ τὴν θείαν πρόρρησιν πλη ρώσας καὶ τό· μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. ἐν ᾗ καὶ τὸ σωτήριον πάθος ὑπομείνας τὴν παγκόσμιον εἰργάσατο σωτηρίαν ἐν μέσῳ αὐτῆς, ὡς καί τινες τῶν ἐξη γητῶν ὀμφαλὸν τῆς γῆς αὐτὴν προσηγορεύκασιν. καὶ μέντοι γε καὶ Χριστὸς αὐτὸς καρδίαν αὐτὴν ἐκάλεσε φάσκων· ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους γʹ ἡμέρας καὶ γʹ νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς γʹ ἡμέρας καὶ γʹ νύκτας. Ὅθεν δὴ καὶ ὁ θεῖος Χρυσόστομος εἰς τὸ φάσκον ῥητόν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, φησίν· καὶ γὰρ 712 ἐπὶ τῆς παλαιᾶς ἐκεῖθεν ἡ τοῦ θεοῦ γέγονεν εὐπρέπεια, οἷον ὁ βωμός, τὰ ἅγια τῶν ἁγίων, ἡ λατρεία πᾶσα καὶ ἡ πολι τεία τῆς παλαιᾶς νομοθεσίας, καὶ ἱερέων πληθὺς καὶ θυσίαι καὶ ὁλοκαυτώσεις καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμῳδίαι, καὶ πάντα τὰ ἐκεῖθεν καὶ τῶν μελλόντων προδιεγέγραπτο. ἐπειδὴ δὲ καὶ ἡ ἀλήθεια παραγέγονεν, ἐκεῖθεν τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖ θεν ὁ σταυρὸς ἔλαμψεν, ἐκεῖθεν τὰ μυρία κατορθώματα. διὰ δὴ τοῦτο καὶ περὶ τῆς Χριστοῦ δευτέρας νομοθεσίας ὁ μέγας Ἡσαΐας· ἐκ Σιών, φησίν, ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Σιὼν γὰρ ἐνταῦθα ὁλόκληρον λέγει τὸ χωρίον καὶ τὴν παρακειμένην αὐτῷ μητρόπολιν τῶν Ἰουδαίων. ἐκεῖθεν οὖν ὥσπερ ἐκ βαλβῖδός τινος εὔδρομοι ἵπποι καὶ εὐσταλεῖς οἱ ἀπόστολοι εἰς τὴν οἰκουμένην ἅπασαν ἐξεπέμφθησαν, ἐκεῖθεν τὰ σημεῖα ποιεῖν ἤρξαντο. ἐκεῖ γέγονε τὸ σωτήριον πάθος καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς ἡμετέρας σωτηρίας, ἐκεῖ τὰ ἀπόρρητα δόγ ματα κηρύττεσθαι τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖ πρῶτον ἀπεκα λύφθη πατήρ, καὶ ἐγνωρίσθη μονογενής, καὶ ἐδόθη τοσαύτη πνεύματος χάρις, καὶ τὸν περὶ τῶν ἀσωμάτων ἐκεῖ λόγον ἐγύμναζον καὶ δωρεῶν καὶ δυνάμεων καὶ τῶν μελλόντων ἀγαθῶν τὰς ἐπαγγελίας, ἅπερ ἅπαντα ὡραιότητα αὐτοῦ λέγει. κάλλη γὰρ θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ φιλανθρωπία καὶ ἡ εἰς πάντας εὐεργεσία. Ἐκεῖ τοίνυν καὶ τὸ πταῖσμα καὶ πτῶμα τοῦ Ἀδὰμ θερα πεύσας καὶ τὴν ταχίστην ὥσπερ καὶ ὑπόπτερον συνέλευσιν τῶν ἁγίων καὶ ὑπάντησιν ἐν τῇ δευτέρᾳ παρουσίᾳ αὐτοῦ προϋπεμφαίνων ἔλεγεν· ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. 713 Εἰκὸς δὲ μηδὲ τὸν Νῶε τοῦ ἀρχηγοῦ πάντων ἀνθρώ πων τὸν τάφον ἀγνοῆσαι, ὡς μετὰ τὸν κατακλυσμὸν ἀπ' αὐτοῦ διαδοθῆναι τὴν φήμην. διόπερ ὁ κύριος τὰς ἀρχὰς τοῦ ἀνθρωπίνου θανάτου διερευνήσας εἰς τὸν λεγόμενον κρανίου τόπον τὸ πάθος ἐδέξατο, ἵνα ἐν ᾧ τόπῳ ἡ φθορὰ τῶν ἀνθρώπων τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν καὶ ἡ ζωὴ καὶ τὸ θεόκριτον κήρυγμα τῆς βασιλείας τῶν οὐρανῶν ἄρξηται. Ὡσαύτως δὲ καὶ ὁ θεορήμων Ἀθανάσιος εἰς τὸ πάθος Χριστοῦ λέγει· διόπερ οὐκ ἀλλαχόσε πάσχει Χριστὸς οὔτε μὴν εἰς ἄλλον σταυροῦται τόπον ἢ εἰς τὸν κρανίου τόπον, ἐν ᾧ δὴ καὶ Ἑβραίων οἱ διδάσκαλοί φασι τοῦ Ἀδὰμ εἶναι τὸν τάφον· ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν κατάραν τεθάφθαι διαβεβαιοῦνται. διὰ τοῦτο θαυμάζω τοῦ τόπου τὴν οἰκειό τητα. ἔδει γὰρ τὸν κύριον ἀνανεῶσαι θέλοντα τὸν πρῶτον ἄνθρωπον ἐν ἐκείνῳ παθεῖν τῷ τόπῳ. καὶ ἐπειδήπερ ἤκουσεν Ἀδάμ· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ταύτῃ τοι πάλιν ἐκεῖ τέθειται, ἵνα, ἐν ᾧ τόπῳ τὴν κατάραν ἔλαβεν, ἐκεῖ καὶ τὴν λύσιν ταύτης δέξηται. 714 Καὶ μέντοι γε καὶ ὁ μέγας Ἐφραῒμ ἐν τοῖς κατὰ Καϊα νῶν φησιν· καὶ ὁ Κάϊν στένειν καὶ τρέμειν ἐκρίθη ὑπὸ τῆς συνειδήσεως περιεχόμενος, ὑποστήσεται δὲ τοῦτο ἐπὶ τῆς αἰωνίου κολάσεως. τὸ γάρ· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς δηλοῖ πάντως, ὅτι ἐπὶ τῆς γῆς ταύτης ὁ τόπος τῆς κρίσεως εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος κατὰ τὰς ἱερὰς γραφάς. οὐχ ἡ γῆ διὰ τὴν κρίσιν, οὐδὲ ἡ κρίσις διὰ τὴν γῆν· οὐ γὰρ ἡ γῆ ἥμαρτεν, ἀλλ' ὁ ἄνθρωπος. ἡ γῆ τῆς τοῦ θεοῦ δίκης γίνεται ἀμυντήριον ὡς τῶν κριτῶν τὸ βῆμα καὶ τῶν δημίων ὁ σίδηρος, καὶ δύναται, φησίν, ἐν προσ καίροις αἰώνιος γενέσθαι κρίσις. καὶ ἡ σὰρξ τῶν ἀνθρώ πων νῦν θνητή ἐστιν, ἀλλὰ τότε γενήσεται ἀθάνατος, καὶ ὁ παράδεισος δι' αἰσθητῶν συνεστὼς αἰώνιον ἔχει τὴν ἀπό λαυσιν. οὐκ ἐν παραβολῇ εἴρηται περὶ τοῦ παραδείσου, οὐκ ἐν σχήματι ἐφυτεύθη τῷ πράγματι ἀνύπαρκτος ὤν. Παῦλος αὐτὸν μετὰ πεντακισχίλια ἔτη ἐθεάσατο. ἐκεῖ ἀπεδήμησε καὶ ἤκουσε τὰ τῆς ἐκκλησίας μυστήρια, ἀνέβη καὶ εἰς τρίτον οὐρανὸν καὶ ἤκουσε τὰ τοῦ μέλλοντος ἀΐδια δόγματα. οὐρα νὸν καὶ γῆν τὴν αὐτὴν χάριν ὁ θεὸς ἐνέδυσε καὶ τὸν παρά δεισον ἐν ἀϊδίοις ἐπαγγελίαις συστησάμενος. σοὶ μὲν τῷ ἀπί στῳ δοκεῖ τὸ αἰσθητὸν πρόσκαιρον, ἐμοὶ δὲ τῷ πιστῷ καὶ τὸ πρόσκαιρον αἰώνιον. οὐ νοεῖς τὴν δύναμιν, ἐπειδὴ οὐ πι στεύεις τῇ χάριτι, οὐ χωρεῖς τὴν κατάληψιν, ὅτι οὐ γινώσκεις 715 βουλὴν θεότητος. ἀπαιτεῖς με λόγον, πῶς τὸ πρόσκαιρον αἰώ νιον. ἀπαίτησον καὶ Παῦλον, διὰ τί εἶπεν εἶναι διήγησιν, ἣν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. εἰ δὲ λόγος ἀνέφικτος, πολλῷ μᾶλλον ἡ τοῦ θεοῦ δύναμις ἀνεκδιήγητος. καὶ ὁ παράδεισος τοίνυν αἰσθητός, ἀλλ' οὐ πρόσκαιρος, [καὶ ἡ ἐν αὐτῷ ἐπ αγγελία ἐν ξύλοις, ἀλλ' οὐ προσκαίροις], καὶ δὴ καὶ ἡ μητρό πολις Ἱερουσαλὴμ φθαρτὴ νῦν καὶ πρόσκαιρος, ἀλλ' εἰς κατ οικητήριον ἐξελέχθη τοῦ ἀφθάρτου φύσει καὶ αἰωνίου θεοῦ, ἥτις γε πάντως μικρὸν ὕστερον ἄφθαρτος καὶ θεοφώτιστος ἐν τῇ παλιγγενεσίᾳ γενήσεται καὶ δικαίων ἐνδιαίτημα κατὰ τὴν βροντόφωνον τοῦ υἱοῦ τῆς βροντῆς Ἰωάννου φωνὴν ἐν τῇ ἀποκαλύψει· Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ὄντως θεόδμητος καὶ θεοφρούρητος καὶ θεοκόσμητος καὶ θεοπόθητος. ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. ἣν δὴ καὶ ὡς ἔνδοξον καὶ θεοῦ πόλιν σεμνύνων ἐπάγει φάσκων· δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. καί· καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν, ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν. ὁ θεὸς ἐθεμε λίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Ταύτην δὴ τὴν ἁγίαν καὶ ἐπιθυμητὴν γῆν καὶ παγγέ ραστον καὶ πανεπέραστον, ἐξ ἧς ὁ πρῶτος ἄνθρωπος γέγονε 716 καὶ οἱ προφῆται πάντες καὶ ἀπόστολοι ἀνεφύησαν, καὶ μέντοι καὶ αὐτὴ ἡ πάντων οὐρανίων καὶ ἐπιγείων κτισμάτων ὑπερ τέρα θεομήτωρ βεβλάστηκε καὶ τὸν τοῦ παντὸς κύριον καὶ δεσπότην ἀπέτεκε καὶ τῆς τοῦ κόσμου σωτηρίας γέγονε πρό ξενος, καὶ τὸ θεῖον ὄρος Σιὼν καὶ περιβόητον καὶ τὴν ἱερὰν μητρόπολιν τοῦ βασιλέως τοῦ μεγάλου καὶ σωτῆρος ἡμῶν Ἱερουσαλὴμ κατέσχον οἱ ἄγαν πονηροὶ καὶ ἀκάθαρτοι Σαρα κηνοί. ἐπεὶ οὖν περικρατεῖς γενόμενοι τῆς ἁγίας γῆς ἐκεί νης καὶ σφόδρα σφόδρα πλεονάσαντες καὶ ὑπερισχύσαντες, ἐξώπλισε πλοῖα πολλὰ Μαυΐας ὁ τούτων ἀρχηγὸς κατὰ τῆς Κωνσταντινουπόλεως καὶ ἦλθεν εἰς τὸν λεγόμενον Φοίνικα τῆς Λυκίας, ἔνθα Κώνστας ὁ βασιλεὺς ἦν μετὰ τοῦ Ῥω μαϊκοῦ στόλου. μέλλοντος δὲ τοῦ βασιλέως τῇ ἐπιούσῃ ναυ μαχεῖν, θεωρεῖ κατ' ὄναρ ἑαυτὸν ὑπάρχειν ἐν Θεσσαλονίκῃ. καὶ τοῦτο παραυτίκα γνωστικῷ τινι διηγησάμενος, ἔφη πρὸς αὐτόν· ὦ βασιλεῦ, κακὸν τὸ ἐνύπνιον. τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ θὲς ἄλλῳ τὴν νίκην προσημαίνει, τοῦτ' ἔστι σοῦ ἡττηθέντος ἡ νίκη πρὸς τὸν ἐχθρόν σου τεθήσεται. ἡμέρας οὖν γενομένης, καὶ ἀλλήλοις συμβαλόντες, ἡττᾶται ὁ βασιλεὺς καὶ συγκιρνᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥω μαίων. ἐπιβουλῆς δὲ μηνυθείσης τῷ βασιλεῖ, ἀνακοινοῦται ταύτην γνησίῳ τινὶ τῶν ὑπηκόων ἑαυτοῦ φίλῳ, ᾧ καὶ τὴν