Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 6 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
ΧΡΟΝΙΚΟΝ ΣΥΝΤΟΜΟΝ ΕΚ ΔΙΑΦΟΡΩΝ ΧΡΟΝΟΓΡΑΦΩΝ ΤΕ ΚΑΙ ΕΞ ΗΓΗΤΩΝ ΣΥΛΛΕΓΕΝ ΚΑΙ ΣΥΝΤΕΘΕΝ ΥΠΟ ΓΕΩΡΓΙΟΥ ΑΜΑΡΤΩΛΟΥ ΜΟΝΑΧΟΥ. [Βιβλίον Αʹ.]
6.2.1
Περὶ Ἀδάμ.] Βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἔπλασεν ὁ θεὸς τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. ὁ δὲ Ἀδὰμ ἐγέννησεν υἱοὺς τρεῖς καὶ θυγατέρας δύο, τὸν Κάϊν καὶ τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὴν Ἀζούραν καὶ τὴν Ἀσουάμ. καὶ ὁ μὲν Ἀδὰμ κατὰ κέλευσιν θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπε τοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις. τὸ δὲ αὐτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην ἀδελφὴν αὐτοῦ Ἀζούραν, ὁ δὲ Σὴθ τὴν δευτέραν Ἀσουάμ. καὶ ὁ μὲν Ἄβελπαρθένος τε καὶ δίκαιος ὑπῆρχε καὶ ποιμὴν προβάτων, ἐξ 7 ὧν καὶ θυσίαν τῷ θεῷ προσαγαγὼν καὶ δεχθεὶς ἀναιρεῖται φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. ὁ δὲ Κάϊν γεωρ γὸς τυγχάνων καὶ μετὰ τὴν καταδίκην χειρόνως βιώσας πρῶτος μέτρα καὶ στάθμια καὶ γῆς ὅρους ἐπενόησεν. εἶτα κτίσας ἐν γῇ Ναῒν πόλιν κατέναντι Ἐδὲμ ἐπωνόμασεν αὐτὴν Ἐνὼχ εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ, καὶ εἰς ἓν συνελθεῖν τοὺς οἰκείους ἀναγκάσας εἰς πολέμους ἑαυτὸν ἀπησχόλει. μετὰ δὲ ταῦτα τῆς οἰκίας ἐπ' αὐτὸν πεσούσης ἀπέθανεν. ὁ μὲν οὖν Ἄβελ τὰ πρωτότοκα θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ φίλαυτον ἑαυτὸν συνίστη. ὅθεν καὶ διὰ τῆς ἀγαθῆς αὐτοῦ προαιρέσεως προσεδέχθη. ὁ δὲ Κάϊν ἑαυτῷ μὲν δυσσεβῶς ἀπονέμων τὰ πρωτογεννήματα, θεῷ δὲ τὰ δεύτερα, εἰκότως καὶ ἀπεβλήθη. φησὶ γάρ· καὶ ἐγένετο μεθ' ἡμέρας προσ ήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς. ὥστε διὰ τοῦτο Κάϊν ἐλέγχεται ὅτι μὴ τὰ ἀκροθίνια τῶν γεννημάτων προσ ήνεγκε τῷ θεῷ, ἀλλὰ τὰ μεθ' ἡμέρας καὶ δεύτερα. καὶ ὁ μὲν Κάϊν ἐγέννησε τὸν Ἐνώχ, ὁ δὲ Ἐνὼχ τὸν Γαϊδάδ, ὁ δὲ Γαϊδὰδ τὸν Μαιήλ, ὁ δὲ Μαιὴλ τὸν Μαθουσάλα, καὶ ὁ Μαθουσάλα τὸν Λάμεχ· ὃς καὶ δύο γυναῖκας ἀγόμενος, Ἐλδὰν καὶ Σελλάν, ἐγέννησε τὸν Ἰωβὲλ καὶ τὸν Ἰουβὰλ καὶ 8 τὸν Θωβέλ. καὶ ὁ μὲν Ἰουβὰλ κατέδειξε ψαλτήριον καὶ κιθάραν, ὁ δὲ Θωβὲλ σφυροκοπίαν χαλκοῦ καὶ σιδήρου, καὶ ὁ μὲν κιθαρῳδίας καὶ τραγῳδίας ἐν τοῖς διαβολικοῖς ἐπι τηδεύμασι προσεπενόησεν, ὁ δὲ ξίφη τε καὶ ὅπλα χορηγεῖν εἰς πολέμους ἐμηχανήσατο. τὸ οὖν Κάϊν γένος μέχρι τού των ἀξιωθὲν μνήμης τοῦ ἀριθμοῦ τῶν πατέρων ἀποκρί νεται, ἵνα μηδὲ τοῖς πρώτοις εἴη συνταττόμενος μηδὲ τῶν ἑξῆς ἀφηγούμενος. Τὸ τοίνυν· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει τοιαύτην ἔχει τὴν λύσιν. ἕκαστος μὲν τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται, σὺ δὲ ὁ φόνου κατάρξας καὶ τοῖς ἄλλοις τοῦ ἁμαρτήματος ὑφηγητὴς γενόμενος ἑπτὰ ἐκδικού μενα παραλύσεις, τοῦτ' ἔστιν ἑπταπλασίως τιμωρηθήσῃ καὶ πάμπολλα. σύνηθες γὰρ τῇ γραφῇ τὸν ἀριθμὸν τοῦτον ἐπὶ πολλαπλασίονα κεχρῆσθαι, καὶ ἔστιν ἀδιορίστου πλήθους ση μαντικόν, ὡς τό· ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα. καί· στεῖρα ἔτεκεν ἑπτά. καί· οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν, τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ μυρίους ἐπάγει τοὺς σὺν αἰσθήσει θανάτους. τρέ μων οὖν καὶ στένων ὁ Κάϊν ὥσπερ δαίμονι κάτοχος ἐν ἐπι ληψίᾳ πάντα τὸν ἑξῆς αὐτοῦ διῆγε βίον, τοῦτο πρὸς τὸ μὴ ἀναιρεθῆναι ὑπό τινος ἐκ θεοῦ λαβὼν τὸ σημεῖον. 9 Περὶ οὗ μέντοι καὶ ὁ μέγας Βασίλειός φησιν· ἐκδικού μενα δέ, εἴτε τὰ παρὰ τῷ Κάϊν ἡμαρτημένα λέγοις, εὑρή σεις ἑπτά, εἴτε τὰ παρὰ τοῦ δικαίου κριτοῦ ἐπ' αὐτῷ ὁρι σθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ. δεύτερον δόλος, μεθ' οὗ διε λέχθη τῷ ἀδελφῷ εἰπών· διέλθωμεν εἰς τὸ πεδίον. τρίτον φόνος, προσθήκη τοῦ κακοῦ. τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος. πέμπτον κακόν, ὅτι καὶ πρῶτος φονεὺς πονηρὸν ὑπόδειγμα καταλιπὼν τῷ βίῳ. ἕκτον, ὅτι γονεῦσι πένθος ἐνεποίησεν. ἕβδομον, ὅτι θεὸν ἐψεύσατο. ἐρωτηθεὶς γάρ· ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν· οὐκ οἶδα. καὶ ταῦτα μὲν τοῦ Κάϊν τὰ ἑπτὰ ἁμαρτήματα. αἱ δὲ εἰς κόλασιν αὐτῷ παρὰ τῆς θείας δίκης ἐπενεχθεῖσαι τιμωρίαι εἰσὶν αὗται· πρώτη κόλασις· ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. δευτέρα· ἐργᾷ τὴν γῆν. τρίτη· καὶ οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς. τετάρτη μετὰ τῆς πέμπτης συνεζευγμένη μάστιξ· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. ἕκτη, ἣν αὐτὸς ἀπ εκάλυψεν ὁ Κάϊν εἰπών· εἰ ἐκβάλῃς με νῦν ἀπό σου καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, ἡ βαρυτάτη κόλασις ὁ ἀπὸ θεοῦ χωρισμὸς τοῖς σωφρονοῦσιν. ἑβδόμη τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προ κεκηρύχθαι διὰ τοῦ στεναγμοῦ καὶ τοῦ τρόμου. πᾶς οὖν, 10 φησίν, ὁ νῦν τὸν κατά σου φόνον ἀποτολμήσας κακῶν σε τῶν κατὰ τὸν παρόντα βίον ἀπαλλάξας τὴν κατά σου παραλύει τιμωρίαν. διὸ δή φησιν· καὶ ἔθετο κύριος ὁ θεὸς τῷ Κάϊν σημεῖον τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ὁ δέ γε Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρί ζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνον. καὶ τὸν μὲν πρῶτον πλανήτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ δεύτερον Δία, τὸν δὲ τρίτον Ἄρεα, τὸν δὲ τέταρτον Ἀφροδίτην, τὸν δὲ πέμπτον Ἑρμῆν. μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνᾶν ὁ υἱὸς Ἀρφαξὰδ συνεγράψατο τὴν ἀστρονομίαν εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ὀνομασίαν καὶ τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγλυμμένῃ. οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι προμυηθέντες ἄνωθεν τὴν μέλλουσαν γίνεσθαι φθορὰν τῶν ἀνθρώπων καὶ ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην, ἑτέραν δὲ πλιν θίνην, ἔγραψαν ἐν αὐταῖς τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια πάντα λογισάμενοι ὅτι, εἰ μὲν δι' ὕδατος ὁ κόσμος καταφθαρῇ, ἡ λιθίνη στήλη μένει καὶ τὰ ἐν αὐτῇ γεγλυμμένα, εἰ δὲ διὰ πυρός, ἡ πλινθίνη σώζεται πλεῖον πυρουμένη καὶ τὰ ἐν αὐτῇ γεγραμμένα. ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδον ὄρος ἔμεινε καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος. 11 [βʹ. Περὶ Νεβρώδ.] Μετὰ δὲ ταῦτα γέγονέ τις γίγας τοὔνομα Νεβρὼδ υἱὸς Χοὺς τοῦ Αἰθίοπος ἐκ φυλῆς Χάμ. ὃς κτίσας τὴν Βαβυ λῶνα πόλιν καὶ πρῶτος καταδείξας μαγείαν καὶ κυνηγίαν Περσῶν ἐπρώτευσε, διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρο λογίαν τῇ οὐρανίᾳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα δῆθεν συμβαίνοντα. ἀφ' ὧν Ἕλληνες τὴν γενεθλιαλογίαν μαθόντες ἤρξαντο τοὺς γεννωμένους ὑπὸ τὴν τῶν ἄστρων κίνησιν ἀναφέρειν. οὐκοῦν ἀστρονομία καὶ ἀστρολογία τε καὶ μαγεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο. οἱ γὰρ Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται. οἵ γε τὸν Νεβρὼδ λέγοντες ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ καλοῦσιν Ὠρίωνα. περὶ οὗ φησι Μωϋσῆς ὅτι· γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Χαλάνη ἐν γῇ Σεναάρ, ὅθεν ἐξῆλθε Φυλιστιείμ. [γʹ. Περὶ Κρόνου.] Ἐκ δὲ τῆς φυλῆς τοῦ Σὴμ καὶ τοῦ Ἀσσούρ, ἀφ' οὗ Ἀσσύριοι, τῆς καὶ κρατησάσης τὴν Συρίαν καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ μέρη τῆς ἀνατολῆς ἀνεφάνη καὶ ἄλλος τις ἄνθρωπος γιγαντογενὴς ὀνόματι Κρόνος κατὰ τὴν ἐπωνυ μίαν τοῦ πλανήτου ἀστέρος. γενόμενος δὲ καὶ οὗτος δυ νατὸς πάνυ καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος 12 κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀνθρώπων, καὶ βασιλεύσας πρῶτος Ἀσσυρίας ἔτη νϛʹ ὑπέταξε πᾶσαν τὴν γῆν Περσίδος ἀρξάμενος ἀπὸ τῆς Συρίας. ἔχων δὲ γυ ναῖκα Σεμίραμιν, τὴν καὶ Ῥέαν καλουμένην παρὰ Ἀσσυρίοις, ἔσχεν υἱοὺς δύο καὶ θυγατέρα μίαν, καὶ τὸν μὲν προσηγό ρευσε Δία εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, τὸν δὲ ἐπωνό μασε Νίνον, καὶ τὴν θυγατέρα Ἥραν, ἣν καὶ ἔλαβεν εἰς γυναῖκα Πῆκος ὁ καὶ Ζεὺς τὴν ἰδίαν ἀδελφήν. [δʹ. Περὶ Νίνου.] Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νίνος ὁ υἱὸς αὐτοῦ ἔτη νβʹ. ὅς γε τὴν οἰκείαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς διὰ τὸ καὶ τὸν Δία λαβεῖν τὴν ἑαυτοῦ ἀδελφὴν Ἥραν. ὁ δὲ Νίνος ἐπικρατὴς γενόμενος τῆς Ἀσσυρίας καὶ κτίσας ἐν αὐτῇ πόλιν μεγίστην σφόδρα σφόδρα, πορείας ὁδὸν ἡμερῶν τριῶν, ἣν καὶ καλέσας εἰς ὄνομα αὐτοῦ Νινευὴ πρῶτος ἐν αὐτῇ βασιλεύει. ἐξ οὗ γένους ἐγένετο καὶ Ζωρόαστρος ὁ περιβόητος Περσῶν ἀστρονόμος, ὃς μέλλων τελευτᾶν ηὔχετο ὑπὸ οὐρανίου πυρὸς ἀναλωθῆναι, εἰπὼν τοῖς Πέρσαις· ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων μου ὀστέων λάβετε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν, ἕως φυλάττετε τὰ ὀστᾶ μου. καὶ εὐξάμενος τῷ Ὠρίωνι ὑπὸ 13 ἀερίου πυρὸς ἀνηλώθη. καὶ λαβόντες οἱ Πέρσαι ἐκ τῶν τεφρωθέντων ὀστέων ἔχουσι φυλάττοντες ἕως ἄρτι. [εʹ. Περὶ Θούρα.] Μετὰ δὲ Νίνον ἐβασίλευσεν Ἀσσυρίων Θούρας τις τοὔ νομα ἔτη λʹ, ὃν καὶ μετεκάλεσαν Ἄρεα εἰς ὄνομα τοῦ πλα νήτου ἀστέρος. ᾧ τινι Ἄρεϊ πρώτην στήλην ἀναστήσαντες οἱ Ἀσσύριοι καὶ ὡς θεὸν μέχρι τοῦ νῦν προσκυνοῦντες κα λοῦσι περσιστὶ Βάαλ θεόν, ὅ ἐστιν Ἄρης πολέμων θεός. οὗ καὶ Δανιὴλ μέμνηται ὡς προσκυνουμένου ὑπὸ Περσῶν καὶ λατρευομένου. [ϛʹ. Περὶ Λάμη.] Μετὰ δὲ Ἄρεα ἐβασίλευσε Λάμης ἔτη κʹ. [ζʹ. Περὶ Σαρδαναπάλλου.] Μετὰ δὲ Λάμην ἐβασίλευσε Σαρδανάπαλλος ὁ μέγας ἔτη λεʹ καὶ ἐσφάγη ὑπὸ τοῦ Περσέως. οἱ δέ γε κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας καὶ γαστριμαργίας τε καὶ οἰστρηλασίας ἐπέγραψαν ὡς ἐξ αὐτοῦ δῆθεν ἐν τῷ τάφῳ αὐτοῦ τοιάδε· τόσσ' ἔχω, ὅσ' ἐφύβρισα, ἔφαγόν τε καὶ ἔπιον 14 καὶ μετ' ἔρωτος τερπνοῦ ἐπολιτευσάμην, παθόντα δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται. καὶ γὰρ νῦν σποδός εἰμι Νίνου μεγάλης βασιλεύσας. ἀλλ' οὖν γε ψευδῶς οἱ γεγραφότες ἐπέγραψαν τοῦτο πάντως. οὐ γὰρ ἔχει ὁ τελευτήσας ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ' εἰς τὴν δυσώδη φθορὰν ἐκεῖνα πάντα κεχώρηκεν. ἔχει δὲ μόνον τοῦ παρανόμου βίου τὴν δυσ οδμίαν, ἥτις διηνεκῶς τὴν ἐμπαθῆ καὶ ἀθλίαν ψυχὴ ἀλ γύνει καὶ ἀνιᾷ συνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ μεμνη μένην ὧν παρανόμως καὶ ἀκολάστως ὁ τάλας εἰργάσατο. [ηʹ. Περὶ Περσέως.] Μετὰ δὲ Σαρδανάπαλλον ἐβασίλευσε Περσεὺς ὁ υἱὸς Πήκου τοῦ καὶ Διός, ὅς γε πολεμήσας καὶ νικήσας τοὺς Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ καὶ τὴν ἑαυτοῦ στήλην στήσας ἐκάλεσεν αὐτὴν Εἰκόνιον ἐκ τοῦ ἰδίου ἀπεικονίσμα τος. ὑποτάξας δὲ καὶ τὰς ἄλλας χώρας καὶ πρὸς τὴν Ἰσαυ ρίαν καὶ Κιλικίαν ἐλθὼν καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ, ἐν ᾗ καὶ πόλιν κτίσας ἐπωνόμασεν αὐτὴν Ταρσὸν ἐκ τοῦ οἰκείου ποδός. καὶ ὁρμήσας κατὰ Ἀσσυρίων καὶ Σαρδανάπαλλον φονεύσας ὑπέταξε καὶ ἐβασίλευσεν αὐτῶν ἔτη νγʹ. ὃς καὶ ἐπ' ὀνό ματι αὐτοῦ Πέρσας ἐκάλεσεν αὐτοὺς ἀφελόμενος ἀπὸ Ἀσσυ ρίων τήν τε βασιλείαν καὶ τὴν προσηγορίαν. ἐδίδαξε δὲ αὐτοὺς καὶ τὴν μυσαρὰν τελετὴν καὶ μαγείαν τῆς λεγομένης Μηδούσης, ἐξ ἧς καὶ τὴν χώραν αὐτῶν ὠνόμασε Μηδείαν 15 ἀπὸ τοῦ μιαροῦ μαθήματος. ἐφ' οὗ καὶ πῦρ ἐκ τοῦ οὐρα νοῦ κατῆλθεν ἐν Περσίδι, καὶ θαυμάσας, ἐξ οὗ καὶ ἀνάψας καὶ κτίσας ἱερὸν ἔθηκεν αὐτὸ ἐν αὐτῷ καλέσας τὸν ναὸν πυρὸς ἀθανάτου. καταστήσας δὲ ἄνδρας εὐλαβεῖς διακονεῖν αὐτῷ καὶ φυλάττειν ἄσβεστον ἐκάλεσεν αὐτοὺς μάγους. ὅπερ ἕως ἄρτι ἐν πολλῇ τιμῇ ἔχοντες οἱ Πέρσαι πυρσολατροῦσι κατὰ τὴν παράδοσιν τοῦ βασιλέως αὐτῶν Περσέως. οὐκοῦν πρώτη μέν ἐστιν ἡ τῶν Ἀσσυρίων εἴτ' οὖν Βαβυλωνίων βασιλεία, δευτέρα δὲ ἡ τῶν Περσῶν, ὁμωνύμως Βαβυλώνιοι καὶ Ἀσσύριοι καὶ οὗτοι κληθέντες. [θʹ. Περὶ Σώστρου.] Μετὰ δὲ Περσέα καὶ τοὺς μετὰ ταῦτα χρόνους καὶ βασιλεῖς ἐβασίλευσεν Αἰγυπτίων πρῶτος ἐκ φυλῆς Χὰμ ἄν θρωπός τις πανοῦργος ὀνόματι Σώστρης ἔτη κʹ. ὃς καὶ πολεμήσας Ἀσσυρίους ὑπέταξεν αὐτοὺς καὶ τοὺς Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος, ὡσαύτως καὶ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην καὶ τὴν Σκυθίαν ἐκπολεμήσας ὑπέταξεν. ἐφ' οὗ ἦν Ἑρμῆς ὁ τρισμέγιστος, ἀνὴρ Αἰγύπτιος καὶ θαυμαστὸς παρ' Ἕλλησιν ἐν σοφίᾳ. [ιʹ. Περὶ Φαραώ.] Μετὰ δὲ Σώστρην ἐβασίλευσε τῆς Αἰγύπτου Φαραὼ ὁ καὶ Ναραχὼ καλούμενος ἔτη νʹ. ἀφ' οὗ πάντες οἱ Αἰγυ 16 πτίων βασιλεῖς Φαραὼ προσηγορεύθησαν. ἐν δέ γε τοῖς προειρημένοις τοῦ Πήκου Διὸς χρόνοις ἀναφαίνεταί τις ἐπὶ τὰ δυτικὰ μέρη ἐκ φυλῆς Ἰάφεθ ἐν τῇ χώρᾳ τῶν Ἀργείων τοὔνομα Ἴναχος, ὃς καὶ πρῶτος ἐν ἐκείνῃ τῇ χώρᾳ ἐβασί λευσεν, ἐν ᾗ καὶ πόλιν εἰς ὄνομα τῆς Σελήνης κτίσας ἐκά λεσεν αὐτὴν Ἰόπολιν. Λιβύη δὲ ἡ θυγάτηρ τοῦ Πήκου Διὸς συναφθεῖσά τινι ὀνόματι Ποσειδῶνι ἔτεκε τὸν Βῆλον καὶ τὸν Ἀγήνορα. καὶ ὁ μὲν Βῆλος ἀπελθὼν εἰς Αἴγυπτον καὶ λαβὼν γυναῖκα ὀνόματι Σίδα καὶ γεννήσας υἱὸν ἐκά λεσεν αὐτὸν Αἴγυπτον, ἐξ οὗ καὶ ἡ Αἴγυπτος τὴν ἐπωνυ μίαν εἴληφεν, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσεν. ὁ δὲ Ἀγήνωρ ἐπὶ τὴν Φοινίκην ἐλθὼν καὶ γυναῖκα λαβὼν τοὔνομα Τύρω καὶ κτίσας πόλιν εἰς ὄνομα αὐτῆς, εἰς ἣν καὶ ἐβασίλευσεν, ἐγέννησε δὲ υἱοὺς τρεῖς καὶ θυγατέρα μίαν, τὸν Φοίνικα καὶ τὸν Σύρον καὶ τὸν Κίλικα καὶ τὴν Εὐρώπην, ἣν Ταῦρος ὁ Κρήτης βασιλεὺς δορυάλωτον εἰληφὼς καὶ πρὸς τὴν Θρᾴ κην τὴν ἰδίαν χώραν ἀπαγαγὼν παρθένον οὖσαν καὶ εὐ πρεπῆ ἔσχε γυναῖκα, προσαγορεύσας ἐκεῖνα τὰ μέρη εἰς ὄνομα αὐτῆς Εὐρώπια. μέλλων δὲ τελευτᾶν Ἀγήνωρ διετάξατο πᾶ σαν ἣν ὑπέταξε γῆν μερίσασθαι τοὺς τρεῖς υἱοὺς αὐτοῦ. καὶ ὁ μὲν Φοίνιξ λαβὼν τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν ἐκάλεσεν αὐτὴν Φοινίκην, ὁ δὲ Σύρος τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν ὠνόμασε Συρίαν, ἀφ' οὗ Σύροι μετωνομάσθη 17 σαν οἱ πρώην Ἰουδαῖοι καὶ Παλαιστῖνοι καλούμενοι, καὶ Συρία ἡ Ἰουδαία κέκληται, ὁ δὲ Κίλιξ τὸ ἐπελθὸν αὐτῷ κλῖμα ἐκάλεσε Κιλικίαν, εἰς τὸ ἴδιον ὄνομα ἕκαστος τὰς χώρας προσαγορεύσαντες. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος καὶ τῆς κογχύλης ἐφευ ρετής. ἐωριζόμενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην. καὶ τοῦ ποιμένος νομίζοντος αἱμάσσειν τὸν κύνα, λαβὼν πόκον ἐρίου ἀπὸ τῶν προβάτων, καὶ ἐκμάξαντος τὸ κατα φερόμενον ἐκ τοῦ στόματος τοῦ κυνός, καὶ βαφέντος τοῦ πόκου, προσέσχεν ὁ Ἡρακλῆς μὴ εἶναι αὐτὸ αἷμα, ἀλλὰ βάμματος πρόξενον. ὃ καὶ θαυμάσας ὡς μέγα δῶρον τοῦτο προσήγαγε τῷ βασιλεῖ Φοίνικι, ὃς καὶ μᾶλλον ἐκπλαγεὶς ἐκέλευσεν ἀπὸ κογχύλης ἔριον βαφῆναι καὶ γενέσθαι αὐτῷ περιβόλαιον, καὶ οὕτω πρῶτος φορέσας ἐκ πορφύρας ἱμά τιον, πάντες ἐθαύμασαν τὴν ξένην ταύτην ἐσθῆτα, ἣν καὶ ἐθέσπισεν ὁ Φοίνιξ μηδένα τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τολμᾶν φορεῖν, εἰ μήτι αὐτὸν καὶ τοὺς μετ' αὐτὸν βασιλεύ σοντας τῆς Φοινίκης πρὸς τὸ γνωρίζεσθαι τὸν βασιλέα τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει ἐκ τῆς τοιαύτης ἐσθῆτος. πρώην γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι βάπτειν χροιὰς ἱματίων, ὅθεν οὐδὲ ῥᾳδίως ὁ βασιλεὺς ὑπὸ τῶν ὑπηκόων ἐγνωρίζετο. 18 [ιαʹ. Περὶ Πέλοπος.] Μετὰ δὲ τοὺς χρόνους ἐκείνους καὶ βασιλέας ἐβασίλευσε τῆς Ἑλλάδος Πέλωψ ὁ Λυδός, ὃς καὶ κτίσας πόλιν ἐκεῖσε προσηγόρευσεν αὐτὴν Πελοπόνησον, ἀφ' ἧς καὶ Πελοπονή σιοι κέκληνται οἱ Ἑλλαδικοί. [ιβʹ. Περὶ Κύρου.] Ἐβασίλευσαν τοίνυν Ἀσσυρίων Κρόνος καὶ Νίνος καὶ Σαρδανάπαλλος καὶ οἱ καθεξῆς ἕως Μαροδάχ. εἶτα Να βουχοδονόσωρ, μετὰ δὲ Ναβουχοδονόσωρ καὶ Οὐλεμαροδὰχ καὶ Βαλτάσαρ υἱὸν αὐτοῦ καὶ Δαρεῖον ἐβασίλευσε Περσῶν Κῦρος ὁ Πέρσης ἔτη λβʹ καὶ ἐσφάγη ἐν Περσίδι. ἐφ' οὗ καὶ Κροῖσος Λυδῶν βασιλεὺς ἐπαρθεὶς διὰ τὸ ὑποτάξαι τὰς πλησίον αὐτοῦ καὶ τὰς πόρρωθεν τοπαρχίας δηλοῖ Κύρῳ, ἢ παραχωρῆσαι αὐτῷ τὴν βασιλείαν Περσῶν ἢ δέξασθαι τὴν παρουσίαν αὐτοῦ ἐν πολέμῳ. ὁ δὲ Κῦρος ἀκούσας ταῦτα καὶ πάνυ φοβηθεὶς καὶ θυμωθεὶς καὶ τοὺς ἀπεσταλμένους παραλογισάμενος καὶ ἀποπεμψάμενος ἠβουλήθη φυγεῖν ἐπὶ τὴν Ἰνδικὴν χώραν. ὅπερ μαθοῦσα ἡ γυνὴ αὐτοῦ λέγει πρὸς αὐτόν· τί οὕτως ἀθυμεῖς καὶ ἀπορεῖς καὶ ἀβουλήτως τοῦτο πρᾶξαι θέλεις; ὁ δέ φησιν· καὶ τίς μοι εἰς τοῦτο βουλευσάμενος ἑτέρως ὠφελήσειεν; καὶ ἀποκριθεῖσα εἶπεν 19 αὐτῷ· ἐπὶ Δαρείου τοῦ πρώτου μου ἀνδρὸς ἦν τις Ἑβραῖος προφήτης ὀνόματι Δανιὴλ ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ὃν ἐν πολλῇ τιμῇ Δα ρεῖος ἔχων καὶ βουλευτὴν μεγάλως ηὐδοκίμει· ὅστις γεγηρα κὼς ἄρτι εἰς τὴν Ἰνδικὴν ἰδιάζει χώραν. οὗ καὶ αὐτὸς ἐπακούσας τῆς βουλῆς καλῶς ποιήσεις. καὶ τοῦτο Κῦρος ἀκούσας ἔπεμψεν εὐθὺς τοὺς μεγιστάνας αὐτοῦ πρὸς αὐτόν, ἵνα μετὰ τιμῆς αὐτὸν ἀγάγωσιν. φιλεῖ γὰρ ἐν ἀνάγκαις πολλάκις τὰ γύναια σπουδαιοτέροις κεχρῆσθαι τῶν ἀνδρῶν μηχανήμασι καὶ ταῖς πρὸς θεὸν καταφυγαῖς γνησιώτερον ἅπτεσθαι καὶ θερμότερον. ὁ δὲ Κροῖσος μετὰ τὴν ἐπάνοδον τῶν ὑπ' αὐτοῦ πρὸς Κῦρον ἀποσταλέντων ἔπεμψεν εἰς τὸ μαντεῖον ἄνδρας πιστοὺς ἐρωτῆσαι διὰ τοῦ μιερέως τὴν Πυθίαν, εἰ ἐξελθὼν κατὰ Κύρου νικήσει τοῦτον. καὶ εἰσ ελθὼν ὁ μιερεὺς καὶ εὐξάμενος ἔλαβε χρησμὸν παρὰ τῆς Πυθίας οὕτως· Κροῖσος Ἅλυν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει, ὅνπερ καὶ γράψας ἐν χάρτῃ δέδωκε τοῖς ἀποσταλεῖσι πρὸς Κροῖσον. τοῦ δὲ θείου Δανιὴλ ἐλθόντος πρὸς Κῦρον, εἶπεν αὐτῷ Κῦρος· λέγε μοι, σοφώτατε, εἰ νικῶ Κροῖσον τὸν ἅρπαγα καὶ ὑπερήφανον. καί φησι Δανιήλ· θάρσει, ὅτι νικᾷς τὸν Κροῖσον καὶ λαμβάνεις αὐτὸν αἰχμάλωτον. περὶ σοῦ γὰρ εἶπεν Ἡσαΐας ὁ προφήτης· οὕτω λέγει κύριος τῷ χριστῷ Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπ ακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρ 20 ρήξω. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλω σίαν τοῦ λαοῦ μου ἐπιστρέψει, εἶπε κύριος Σαβαώθ. ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἔπεσε πρὸς τοὺς πόδας Δανιὴλ φά σκων· ζῇ κύριος ὁ θεός σου. ἐγὼ ἀπολύσω τὸν Ἰσραὴλ ἐκ τῆς γῆς μου, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ. καὶ ὁπλισάμενος παρετάξατο Κροίσῳ. ὁ οὖν Κροῖσος ἀκού σας τοῦ χρησμοῦ τὴν ἀπόκρισιν ὥρμησε κατὰ Κύρου μετὰ πολλῆς δυνάμεως, καὶ διαβὰς τὸν Ἅλυν ποταμὸν καὶ συμ βαλὼν τῷ Κύρῳ χειμῶνος ὄντος μεγάλου ἡττήθη. ἠβουλήθη δὲ φυγεῖν μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ τοῦ ποταμοῦ πλημ μυροῦντος οὐκ ἠδυνήθη περᾶσαι. τούτου ἕνεκεν ἐλήφθη αἰχμάλωτος, καὶ ἀπώλετο τὰ πλήθη αὐτοῦ χιλιάδες υʹ, τοὺς δὲ περιλειφθέντας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος. τὸν δὲ Κροῖσον ἀναρτήσας ἐπὶ ξύλου δεδεμένον καὶ θριαμ βεύσας αὐτὸν τῷ στρατῷ αὐτοῦ καταγαγὼν καὶ ἀπαγαγὼν ἐν Περσίδι θανάτῳ παρέδωκε τὸν τὰ ἀλλότρια καὶ ὑπὲρ δύναμιν ἐφιέμενον καὶ ἑαυτὸν καὶ τὰ ἴδια προσαπολέσαντα διὰ πολλὴν ἀπληστίαν, τοὺς δὲ υἱοὺς Ἰσραὴλ πάντας εὐθέως μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν Ἱερουσαλήμ. καὶ οὕτω τῶν Λυ δῶν κατελύθη ἡ βασιλεία ὑπὸ Κύρου διαρκέσασα ἔτεσι σλβʹ. [ιγʹ. Περὶ Καμβύσου.] Μετὰ δὲ Κῦρον ἐβασίλευσε Δαρεῖος υἱὸς αὐτοῦ ὁ καὶ Καμβύσης ἔτη ηʹ. 21
6.3.1
Περὶ Ἀρταξέρξου τοῦ Μνήμονος.] Μετὰ δὲ Καμβύσην ἐβασίλευσεν Ἀρταξέρξης ὁ Μνήμων λεγόμενος ἔτη κʹ. ἐφ' οὗ ἦν τις ἐν Ἰταλίᾳ ἰθύνων ἐπαρχίαν μίαν ὀνόματι Πάλας, ὃς κτίσας οἶκον μέγαν πάνυ, οἷον οὐκ εἶχεν ἡ περίχωρος ἐκείνη, ἐκάλεσεν αὐτὸν Παλάτιον. ἐξ οὗ τὸ βασιλικὸν κατοικητήριον παλάτιον προσαγορεύεται. [ιεʹ. Περὶ Ῥώμου καὶ Ῥήμου.] Μετὰ δὲ ταῦτα ἐβασίλευσε Ῥῶμος ὁ κτίσας τὴν Ῥώμην καὶ Ῥῆμος ὁ ἀδελφὸς αὐτοῦ. οἵτινες ἀνενέωσαν καὶ προσῳ κοδόμησαν τὸ λεγόμενον Παλάτιον τὸν βασιλικὸν τοῦ Πα λατίου οἶκον, καὶ ναὸν μέγιστον τῷ Διῒ κτίσαντες ἐπωνό μασαν αὐτὸν Καπετώλιον Ῥώμης, ὅ ἐστι ῥωμαϊστὶ κεφαλὴ τῆς πόλεως. ἐν δὲ τῷ βασιλεύειν εἰς ἔχθραν ἐλθόντες, καὶ φονεύσας Ῥῶμος τὸν Ῥῆμον ἐβασίλευσε μόνος. εἶτα πληρώσας τὰ τείχη καὶ κοσμήσας τὴν πόλιν καὶ τῷ Ἄρεϊ ναὸν κτίσας καὶ ἐν τῷ Μαρτίῳ μηνὶ τοῦτον ἐγκαινίσας ἐκάλεσε καὶ τὸν μῆνα Μάρτιον τὸν πρὶν λεγόμενον Πρίμον, ὅ ἐστιν Ἄρεως, ἥνπερ ἑορτὴν οἱ Ῥωμαῖοι κατ' ἔτος ἐπιτελοῦντες ὀνομάζουσι τὴν ἡμέραν τῆς πανηγύρεως Μάρτις ἐν Κάμπῳ. ἔκτισε δὲ καὶ ἱππικὸν θέλων διασκεδάσαι τὸ πλῆθος τοῦ δήμου τῶν Ῥωμαίων, ὅτι στασιάζοντες ἐπήρχοντο αὐτῷ διὰ τὸν φόνον τοῦ ἀδελφοῦ. καὶ ἐπετέλεσε πρῶτος ἱπποδρόμιον ἐν Ῥώμῃ εἰς ἑορτήν, φησίν, τοῦ Ἡλίου καὶ εἰς τιμὴν τῶν τεσσάρων στοιχείων, γῆς, ἀέρος, πυρός τε καὶ ὕδατος, καὶ 22 προσηγόρευσε τὸ μὲν πράσινον, τὸ δὲ λευκόν, τὸ δὲ ῥούσιον, τὸ δὲ βένετον, ὑποθέμενος αὐτοῖς ὡς εὐτυχῶς οἱ τῶν Περ σῶν βασιλεῖς φέρονται πρὸς τοὺς πολέμους τιμῶντες τὰ τέσ σαρα ταῦτα στοιχεῖα. καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες εἰς τὰ μέρη ταῦτα διαμερισθέντες καὶ ἀντιποιούμενοι ἑκάστου στοιχείου καὶ ἐν τούτοις ἀσχολούμενοι καὶ ἁμιλλώμενοι, ἐδόκει μικρὸν τὸν στασιασμὸν παῦσαι. ἀλλ' ὅμως, εἰ καὶ ταῦτα Ῥῶμος ἐπενόησεν, οὐκ ἐπαύσατο πᾶσα ἡ πόλις Ῥώμη σειομένη καὶ οἱ δῆμοι αὐτῆς κατ' αὐτοῦ στασιάζειν ἐξότε τὸν ἴδιον ἀδελφὸν ἀνεῖλεν. ὅθεν ἀπορήσας καὶ εἰς τὸ μαντεῖον ἀπελθὼν καὶ ἐπερωτήσας, δι' ἣν αἰτίαν ὁ διηνεκὴς γίνεται σεισμός, ἐρρήθη αὐτῷ παρὰ τῆς Πυθίας οὕτως· εἰ μὴ συγ καθίσῃ σοι ὁ ἀδελφός σου ἐν τῷ βασιλικῷ θρόνῳ, οὐ μὴ παύσῃ τοῦ σείεσθαι ἡ πόλις ἐν ταῖς ἡμέραις σου, οὔτε ὁ δῆμος ἡσυχάσει τοῦ στασιάζειν. καὶ ποιήσας χρυσοῦν στηθάριον ἐκτύπωμα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ θεὶς ἐν τῷ θρόνῳ, ἔνθα ἐκάθητο πλησίον ὁ ἀδελφὸς αὐτοῦ ζῶν, ἔπαυ σεν ὁ σεισμὸς αὐτίκα καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή. καὶ οὕτως ἐβασίλευσεν, συγκαθημένου αὐτῷ τοῦ χρυσοῦ ἐκτυπώ ματος τοῦ ἀδελφοῦ αὐτοῦ Ῥήμου, καὶ εἴ τι δ' ἂν ἐκέλευσε θεσπίζων ἔλεγεν ὡς ἀφ' ἑαυτοῦ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ· ἐκελεύσαμεν, ἐθεσπίσαμεν. Ὁ αὐτὸς οὖν Ῥῶμος καὶ τὰ λεγόμενα Βρουμάλια ἐπε νόησε διὰ τοιαύτην αἰτίαν. φασὶ γὰρ αὐτὸν καὶ τὸν ἀδελ

Intertext edge

Open linked passage

Note