Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 717 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
717.1.1
ἰδίαν ἐσθῆτα κατὰ τὴν ἐκείνου συμβουλὴν ἐνδύσας καὶ εἰς πενιχρὸν πλοῖον εἰσελθὼν σὺν ὀλίγοις ἀπέπλευσε διὰ τῆς νυκτὸς ἐν Κωνσταντινουπόλει σωθεὶς παραδόξως. τῇ δὲ ἐπαύριον ὁ τὴν βασιλικὴν ἐσθῆτα περιβεβλημένος ἐπιστὰς τῇ βασιλικῇ νηῒ συνάπτει πόλεμον. ὃν οἱ πολέμιοι περι κυκλώσαντες δοκοῦντες αὐτὸν εἶναι τὸν βασιλέα ἰσχυρῶς ἐπολέμουν. ὁ δὲ πολλοὺς ἐξ αὐτῶν ἀνδρείως ἀνελὼν λαβὼν καὶ αὐτὸς καιρίαν πληγὴν ἐτελεύτησεν, πληρώσας τὸ γεγραμ μένον· μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τοῦ φίλου αὐτοῦ. Ὁ δέ γε Κώνστας ἀνελὼν τὸν ἴδιον ἀδελφὸν Θεοδόσιον ἀπῆλθεν ἐν Σικελίᾳ βουλόμενος ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι. σφόδρα γὰρ ἐμισήθη παρὰ τῶν Βυζαντίων οὐ μόνον διὰ τὴν ἀναίρεσιν τοῦ ἀδελφοῦ, ἀλλ' ὅτι καὶ Μαρτῖνον τὸν πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει ἐξώρισεν εἰς Χερσῶνα, καὶ Μαξίμου τοῦ σοφωτάτου καὶ ὁμολογητοῦ τὴν ἱερὰν γλῶσσαν καὶ τὴν δεξιὰν ἀπέτεμε χεῖρα, καὶ μέντοι καὶ πολλοὺς ἑτέρους τῶν ὀρθοδόξων αἰκίαις καὶ ἐξορίαις καὶ δημεύσεσι κατεδίκασε διὰ τὸ μὴ θέλειν αὐτοὺς τῇ τῶν Μονοθελητῶν αἱρέσει αὐτοῦ συνθέσθαι. εἶτα πέμψας ἀγαγεῖν τὴν γυναῖκα καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ Κωνσταντῖνον καὶ Ἡράκλειον καὶ Τιβέριον, οἱ Βυζάντιοι τούτους οὐκ ἀπέστειλαν. ποιήσας οὖν ἐν Σικελίᾳ ἔτη ʹ 718 ἀναιρεῖται λουόμενος ἐν τῷ βαλανείῳ κατὰ κεφαλῆς διὰ τοῦ καδίου λαβὼν καιρίαν πληγὴν ὑπό τινος τῶν παρισταμένων. ὁ δὲ λαὸς ἰδὼν τὸν βασιλέα τελευτήσαντα παρευθὺς ἀνα γορεύουσι βασιλέα Μίζιζόν τινα λεγόμενον. ὅπερ ἀκούσας Κωνσταντῖνος κατέλαβε τὴν Σικελίαν μετὰ πλείστης ναυ μαχίας, καὶ χειρωσάμενος Μίζιζον καὶ τὸν φονέα τοῦ πατρὸς ἀνεῖλε σὺν τοῖς στασιάσασιν, καὶ οὕτως ἐπανελθὼν ἐν Κων σταντινουπόλει ἐδέχθη παρὰ πάντων εὐφημούμενος. Ἐφ' ὧν χρόνων καὶ ὁ ἀρχηγὸς τῶν Παυλικιάνων ἀν εφάνη Κωνσταντῖνος, ὁ καὶ Σιλουανὸν ἑαυτὸν ὀνομάσας. ἔστι δὲ ἡ αἵρεσις αὐτῶν οὕτως. Παυλικιάνοι οἱ καὶ Μα νιχαῖοι μετωνομάσθησαν ἀντὶ Μανιχαίων Παυλικιάνοι ἀπὸ Παύλου τινὸς Σαμωσατέως, υἱοῦ γυναικὸς Μανιχαίας Καλ λινίκης τοὔνομα, ἥτις δύο υἱοὺς ἔσχεν, τοῦτον τὸν Παῦλον καὶ Ἰωάννην. τούτους οὖν τὴν Μανιχαϊκὴν αἵρεσιν διδά ξασα ἐκ τοῦ Σαμωσάτου εἰς Ἀρμενιάκους κήρυκας τῆς αἱρέ σεως αὐτῶν ἀπέστειλεν, οἵτινες ἐλθόντες εἰς κώμην τινὰ τῆς Φαναροίας ἐκεῖσε τὴν ἑαυτῶν αἵρεσιν ἐνέσπειραν. ἔκ τοτε οὖν ἡ μὲν κώμη μετωνομάσθη Ἐπίσπαρις, οἱ δὲ μα 719 θηταὶ αὐτῶν Παυλικιάνοι ἐκλήθησαν. οὗτοι οἱ Παυλικιάνοι μετὰ χρόνους τινὰς τῆς διδαχῆς τοῦδε τοῦ Παύλου [οὐ πολλοὺς] ἕτερον ἔσχον διδάσκαλον Κωνσταντῖνον καλούμενον, ὅστις ἑαυτὸν Σιλουανὸν μετωνόμασεν. τοῦτον οὖν ἔχουσιν ἀρχηγὸν τῶν διδασκάλων αὐτῶν καὶ οὐχὶ τὸν Παῦλον. οὗτος γὰρ αὐτοῖς παρέδωκε τὰς μὲν αἱρέσεις αὐτοῦ οὐκ ἐγγράφως ἀλλὰ ἀγράφως κατὰ παράδοσιν, τὸ εὐαγγέλιον δὲ καὶ τὸν ἀπόστολον ἐγγράφως ἀπαράλλακτα μὲν τῇ γραφῇ καὶ τοῖς λόγοις ὡς καὶ τὰ παρ' ἡμῖν ὄντα αὐτοῖς παραδούς, δια στρέψας δὲ ἕκαστον κεφάλαιον πρὸς τὰς ἑαυτοῦ αἱρέσεις, νομοθετήσας αὐτοῖς καὶ τοῦτο, μὴ δεῖν ἑτέραν βίβλον τὴν οἱανοῦν ἀναγινώσκειν, εἰ μὴ τὸ εὐαγγέλιον καὶ τὸν ἀπόστολον. Μετὰ δὲ Κωνσταντῖνον τὸν καὶ Σιλουανὸν δεύτερον ἔσχον διδάσκαλον Συμεῶνα καλούμενον, μετονομάσαντα δὲ ἑαυτὸν Τῖτον, τρίτον δὲ Ἀρμένιόν τινα τῷ γένει, Γενέσιον μὲν καλούμενον, μετονομάσαντα δὲ ἑαυτὸν Τιμόθεον, τέταρ τον δὲ Ἰωσήφ, μετονομάσαντα δὲ ἑαυτὸν Ἐπαφρόδιτον, καὶ 720 μετὰ τοῦτον Ζαχαρίαν· ἀλλὰ τοῦτον ὡς μισθωτὸν καὶ οὐκ ἀληθῆ ποιμένα ἀποβάλλονται ἔνιοι ἐξ αὐτῶν. ἕκτον τὸν Βαάνην τὸν Ῥυπαρόν, καὶ ἕβδομον ἔσχον τὸν Σέργιον τὸν καὶ Τυχικὸν ἑαυτὸν μετονομάσαντα. Μάνεντα τοίνυν καὶ Παῦλον καὶ Ἰωάννην καὶ ἄλλους, οὓς ἐάν τις εἴπῃ αὐτοῖς, προθύμως ἀναθεματίζουσιν, Κωνσταντῖνον δὲ τὸν καὶ Σιλου ανὸν ἐπικληθέντα καὶ Συμεὼν τὸν καὶ Τῖτον καὶ Γενέσιον τὸν καὶ Τιμόθεον καὶ Ἰωσὴφ τὸν καὶ Ἐπαφρόδιτον καὶ Βαάνην τὸν Ῥυπαρὸν καὶ Σέργιον τὸν καὶ Τυχικὸν ὡς διδασκάλους αὐτῶν οὐδαμῶς ἀναθεματίζουσιν, ἀλλ' ἔχουσιν αὐτοὺς ὥσπερ ἀποστόλους Χριστοῦ. Λέγουσι δὲ καὶ ἓξ ἐκκλησίας ἐν τῇ ὁμολογίᾳ αὐτῶν· τὴν Μακεδονίαν, ἥτις ἐστὶ κάστρον Κολωνείας ἡ Κίβωσσα, ἣν ἐμαθήτευσε Κωνσταντῖνος ὁ καὶ Σιλουανὸς καὶ Συμεὼν ὁ καὶ Τῖτος· τὴν Ἀχαΐαν, ἥτις ἐστὶ κώμη Σαμωσάτου ἡ Μανανάλις, ἣν ἐμαθήτευσε Γενέσιος ὁ καὶ Τιμόθεος· τὴν τῶν Φιλιππησίων, τοὺς μαθητὰς λέγοντες Ἰωσὴφ τοῦ καὶ Ἐπαφροδίτου καὶ Ζαχαρίου τοῦ μισθωτοῦ ποιμένος παρ' αὐτῶν λεγομένου· τὴν τῶν Λαοδικέων, λέγουσι δὲ τοὺς Ἀργαούτας, καὶ τὴν τῶν Ἐφεσίων, τοὺς ἐν Μομψου 721 εστίᾳ, καὶ τὴν τῶν Κολασσαέων, λέγουσι τοὺς Κοινοχωρίτας, ἅσπερ τρεῖς ἐκκλησίας, φησίν, Σέργιος ὁ καὶ Τυχικὸς ἐμα θήτευσεν. τούτους οὖν τοὺς ἑπτὰ αὐτῶν διδασκάλους καὶ τὰς ἓξ ἐκκλησίας ἔχουσιν ἐντίμους, οὓς καὶ σέβονται, πάντας δὲ τοὺς λοιπούς, οὓς ἐὰν εἴπῃ τις αὐτοῖς, καὶ ἀναθεματί ζουσι καὶ ἀποβάλλονται. Ἔχουσι δὲ πρώτην αἵρεσιν τὴν τῶν Μανιχαίων δύο ἀρχὰς ὁμολογοῦντες ὡς κἀκεῖνοι. λέγουσι δὲ οὗτοι ὅτι ἕν ἐστι μόνον τὸ διαχωρίζον ἡμᾶς ἐκ τῶν Ῥωμαίων, ὅτι ἡμεῖς μέν, φησίν, ἕτερον θεὸν λέγομεν ὑπάρχειν τὸν πατέρα τὸν ἐπουράνιον, ὃς ἐν τούτῳ τῷ κόσμῳ οὐκ ἔχει ἐξουσίαν, ἀλλ' ἐν τῷ μέλλοντι, ἕτερον δὲ θεὸν τὸν κοσμοποιητήν, ὅστις ἔχει τοῦδε τοῦ παρόντος κόσμου τὴν ἐξουσίαν. οἱ δὲ Ῥω μαῖοι, φησίν, ἕνα καὶ τὸν αὐτὸν θεὸν ὁμολογοῦσιν εἶναι καὶ πατέρα τὸν αὐτὸν ἐπουράνιον καὶ τοῦ κόσμου παντὸς ποιητήν. καλοῦσι δὲ ἑαυτοὺς μὲν χριστιανούς, ἡμᾶς δὲ Ῥωμαίους. λέγουσι δὲ πρὸς τοὺς ἀγνοοῦντας αὐτοὺς προ θύμως· πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τὸν ἐπουράνιον πατέρα, καὶ ἀνάθεμα, φησίν, τῷ μὴ οὕτω πιστεύοντι, μεμελετημένως λίαν τὴν ἑαυτῶν κακίαν μεθο 722 δεύοντες. οὐ γὰρ προστιθέασιν, ὅτε λέγουσι τὸν πατέρα τὸν ἐπουράνιον, ὅτι τὸν μόνον ἀληθινὸν θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. χρὴ δὲ τὸν προσδιαλεγόμενον ὀρθόδοξον αἰτεῖν τὸν Μανιχαῖον τοῦ εἰπεῖν τὸ σύμβολον τῆς πίστεως ὅ ἐστιν· πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρα τῶν τε πάντων καὶ ἀοράτων καὶ τὰ ἑξῆς. ἔπειτα δὲ βλασ φημοῦσι μὲν εἰς τὴν παναγίαν θεοτόκον ἄμετρα, ἐὰν δὲ βιασθῶσι παρ' ἡμῶν ὁμολογῆσαι αὐτήν, ἀλληγορικῶς λέ γουσιν· πιστεύω εἰς τὴν παναγίαν θεοτόκον, ἐν ᾗ εἰσῆλθε καὶ ἐξῆλθεν ὁ κύριος, λέγουσι δὲ τὴν ἄνω Ἱερουσαλήμ, ἐν ᾗ πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός, καθώς φησιν ὁ ἀπόστολος, καὶ οὐ λέγουσι κατὰ ἀλήθειαν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον οὐδὲ ἐξ αὐτῆς σαρκωθῆναι τὸν κύριον. βλασφημοῦσι δὲ καὶ εἰς τὰ θεῖα μυστήρια τῆς ἁγίας κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντες, ὅτι τὰ ῥήματα αὐτοῦ ὁ κύριος διδοὺς τοῖς ἀποστόλοις ἔλεγεν· λάβετε, φάγετε καὶ πίετε, οὐκ ἄρτον καὶ οἶνον, καὶ οὐ χρή, φησίν, προσάγεσθαι ἄρτον καὶ οἶνον. βλασφημοῦσι δὲ καὶ εἰς τὸν τίμιον σταυρὸν λέγοντες, 723 ὅτι σταυρὸς ὁ Χριστός ἐστιν, οὐ χρὴ δὲ προσκυνεῖσθαι τὸ ξύλον ὡς κατηραμένον ὄργανον. τοὺς δὲ προφήτας καὶ τοὺς λοιποὺς ἁγίους ἀποβάλλονται, ἔτι δὲ καὶ τὸν ἅγιον Πέτρον τὸν μέγαν πρωτοαπόστολον πλέον πάντων καὶ δυσφημοῦσι καὶ ἀποστρέφονται, ἐξ αὐτῶν μηδένα τινὰ ἐν μέρει τῶν σωζομένων εἶναι λέγοντες, καθολικὴν ἐκκλησίαν τὰ ἑαυτῶν συνέδρια πρὸς ἡμᾶς ἐν τῇ ἀλληγορίᾳ αὐτῶν λέγοντες, πρὸς ἑαυτοὺς γὰρ ἐκεῖνοι προσευχὰς αὐτὰ λέγουσιν, βάπτισμα δὲ τὰ ῥήματα τοῦ εὐαγγελίου, καθώς φησιν ὁ κύριος· ἐγώ εἰμι τὸ ὕδωρ τὸ ζῶν. Ταῦτα πάντα καὶ πλείω τούτων, ὅτε φωραθῶσιν, ἀλλη γοροῦσιν. ἀλλὰ χρὴ νουνεχῶς καὶ διωρισμένως αὐτοῖς εἰς πάντα διαλέγεσθαι. καὶ γὰρ καὶ τὸ ψεῦδος προχείρως ἔχουσιν ὡς νόμον οἰκεῖον, πάντοτε μέν, μάλιστα δέ, ὅταν βιασθῶσιν, διαψευδόμενοι καὶ λέγοντες καθὼς ἐὰν προσταχθῶσιν ἢ προ τραπῶσι καὶ ἀνέγκλητοι ὄντες παρ' ἑαυτοῖς. οὕτω γὰρ αὐτοῖς ὁ Μάνης παρέδωκεν ὅτι· οὔκ εἰμι ἐγὼ ἄσπλαγχος, φησίν,

Intertext edge

Open linked passage

Note