Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
724.1.1
ὡς ὁ Χριστὸς ὁ εἰπών· ὅστις με ἀρνήσηται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγώ. ἀλλ' ἐγὼ λέγω· τοῦ ἀρνουμένου με ἔμπροσθεν τῶν ἀνθρώπων καὶ τῷ ψεύδει τὴν οἰκείαν σωτηρίαν ποριζομένου ὡς μὴ ἀρνουμένου με μετὰ χαρᾶς προσδέχομαι καὶ τὴν ἀνάκλησιν καὶ τὸ ψεῦδος ὡς τὴν πρὸς ἐμὲ ὁμολογίαν ἀνευθύνως. Ὁμοίως μέντοι καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς λοιποὺς ἱερεῖς τοὺς παρ' ἡμῖν ἀποβάλλονται. ἐκεῖνοι δὲ καὶ τοὺς ἱερεῖς αὐτῶν συνεκδήμους λέγουσι καὶ νοταρίους ἀδιαφό ρους πᾶσιν αὐτοῖς ὄντας καὶ τοῖς σχήμασι καὶ ταῖς διαί ταις καὶ πάσῃ τῇ τοῦ λοιποῦ βίου κατασκευῇ. ἔχουσι δὲ πάντα τὰ τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου ῥητὰ διά στροφα πρὸς τὰ παρ' ἡμῖν ὄντα ἐναντία, παρ' αὐτῶν δὲ συντεθέντα ὡς δῆθεν ἁρμόζοντα ταῖς οἰκείαις αὐτῶν αἱρέ σεσιν. ὡς γὰρ εἴρηται τῇ γραφῇ καὶ τοῖς λόγοις οὕτως εἰσὶν ὡς καὶ τὰ παρ' ἡμῖν ἀπαράλλακτα, τὰ δὲ νοήματα διαστρέ φουσιν, καθὼς περὶ τούτων σαφέστερον ἐν τοῖς διὰ πλάτους μοι λέλεκται. προσκυνοῦσι δὲ τὸ παρ' ἡμῖν εὐαγγέλιον ὅτε τύχοι οὐκ ἐν τῷ σταυρῷ, ἀλλ' ἐν τῷ βιβλίῳ λέγοντες ὅτι· λόγοι τοῦ Χριστοῦ εἰσι καὶ διὰ τοῦτο αὐτοὺς προσκυνοῦμεν. ἐν ἀσθενείᾳ δὲ καὶ πόνῳ τινὲς ἐξ αὐτῶν ὅτε περιπέσωσιν, τὸν 725 σταυρὸν ἐπιτιθέασιν ἑαυτοῖς, καὶ ὑγείας τυγχάνοντες πάλιν αὐτὸν συγκλῶσι καὶ εἰς πῦρ βάλλουσι πρὸς τὸ κατακαῦσαι, ἢ καταπατοῦσιν αὐτόν. τινὲς δὲ ἐξ αὐτῶν καὶ τὰ παιδία ἑαυτῶν βαπτίζουσιν ὑπὸ τῶν ἡμετέρων πρεσβυτέρων αἰχμα λώτων ὄντων παρ' αὐτοῖς, ἕτεροι δὲ εἰσερχόμενοι ἐν τῇ ἐκ κλησίᾳ τῇ ἡμετέρᾳ τῶν ὀρθοδόξων λεληθότως τῶν θείων μυστηρίων μεταλαμβάνουσι πρὸς πλείονα ἐξαπάτην τῶν ἁπλου στέρων. ταῖς τοιαύταις μεθοδείαις καὶ ὑποκρίσεσι χρώμενοι, πάσῃ δὲ ἀκολασίᾳ τε καὶ μιασμῷ ἑκατέρας ἀνθρώπων φύ σεως ἀδιαφόρως καὶ ἀδεῶς χρῶνται. τινὰς δὲ ἐξ αὐτῶν πρὸς τοὺς γονεῖς καὶ μόνον ἑαυτῶν διαφέρεσθαι λέγουσιν. [κεʹ. Περὶ Κωνσταντίνου τοῦ Πωγωνάτου.] Μετὰ δὲ Κώνσταν ἐβασίλευσε Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτη ιζʹ καὶ ἀπέθανε δυσεντερικῶς. ἐφ' οὗ γέγονεν ἡ ἕκτη σύνοδος τῶν ροʹ πατέρων ἐν Κωνσταντινουπόλει. ἡ δὲ ἕκτη σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει συνελθόντων ροʹ 726 ἁγίων πατέρων ἔτει τῆς βασιλείας Κωνσταντίνου τοῦ πατρὸς Ἰουστινιανοῦ ιγʹ. ἧς ἡγοῦντο Θεόδωρος καὶ Γεώργιος πρεσβύ τεροι καὶ Ἰωάννης διάκονος τοποτηρηταὶ Ἀγάθωνος πάπα Ῥώμης, Γεώργιος Κωνσταντινουπόλεως, Θεοφάνης Ἀντιοχείας ὑπ' αὐτῆς χειροτονηθεὶς τῆς συνόδου διὰ τὸ τὸν προηγη σάμενον Μακάριον καθαιρεθῆναι τότε ὡς ἀντενεχθέντα τοῖς ὑπ' αὐτῶν ὀρθοδόξως δογματιζομένοις, τῆς δὲ διοικήσεως Ἀλεξανδρείας Πέτρος μοναχός, τῆς δὲ Ἱεροσολύμων ὁ δεῖνα, διὰ τὸ τοὺς θρόνους χηρεύειν πατριαρχῶν κατασχεθέντας τηνικαῦτα ὑπὸ τοῦ Σαρακηνῶν ἔθνους, κατὰ Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὀνωρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, Σεργίου τε καὶ Πύρου καὶ Παύλου καὶ Πέτρου Κωνσταν τινουπόλεως γεγονότων ἐπισκόπων, ἔτι δὲ καὶ κατὰ τῶν ἀνα καινισάντων τὴν αἵρεσιν τούτων ἐν ταύτῃ τῇ ἁγίᾳ συνόδῳ αἱρετικῶν, τοῦτ' ἔστι Μακαρίου τοῦ ὀνομασθέντος Ἀντιοχείας προέδρου, Στεφάνου τοῦ τούτου μαθητοῦ, ἔτι δὲ καὶ Πολυ χρονίου τοῦ νηπιόφρονος γέροντος λεγόντων ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ σωτῆρος ἡμῶν Χριστοῦ καὶ θεοῦ. οὓς ἀναθεματίσασα ἐξεφώνησε δύο θελήματα φυσικὰ ἤγουν θελήσεις καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ ἑνὸς δείκνυσθαι Χριστοῦ τοῦ θεοῦ ἡμῶν. Ὡσαύτως καὶ περὶ τῶν ἱερῶν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν οἰκονομίας συμβόλων ἐξέθετο οὕτως· ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου 727 δεικνύμενος ἐγχαράσσεται, ὃς εἰς τύπον παρελήφθη τῆς χά ριτος τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου καὶ προφητῶν προϋπεμ φαίνων ἀμνὸν Χριστὸν τὸν θεὸν ἡμῶν. τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προ χαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρω ματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρί ζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Ἐφ' ὧν χρόνων ἦλθον οἱ Σαρακηνοὶ ἐν στόλῳ μεγάλῳ κατὰ τῆς Κωνσταντινουπόλεως, καὶ προσορμίσαντες κατὰ τὴν παράλιον τοῦ Ἑβδόμου, ἀντιπαρατάσσεται αὐτοῖς Κωνσταν τῖνος, ὑφ' ὧν πλεῖσται ναυμαχίαι καθ' ἑκάστην ἡμέραν ἐγίνοντο ἀπὸ ἐαρινοῦ καιροῦ μέχρι τοῦ φθινοπώρου. τοῦ δὲ χειμῶνος ἐπιγινομένου διαπεραιωθεὶς ὁ τῶν Σαρακηνῶν στόλος ἐχείμαζεν ἐν Κυζίκῳ, καὶ πάλιν ἔαρος ἀρχομένου ἐκεῖθεν ἀναχθεὶς ὁμοίως τοῦ διὰ θαλάσσης εἴχετο πολέμου. ἑπτὰ οὖν ἔτεσι τοῦ πολέμου διαρκέσαντος οὐδὲν πλέον 728 ὁ τῶν Σαρακηνῶν ἤνυσε στόλος, ἀλλὰ πολλοὺς καὶ ἀνα ριθμήτους μαχίμους ἄνδρας ἀποβαλὼν ὑπέστρεψε πρὸς τὰ ἴδια. ἐν δὲ τοῖς μέρεσι τοῦ Συλλαίου γενόμενος καὶ ὑπὸ σκληρῶν καὶ ῥαγδαίων ἀνέμων καὶ θαλασσίου κλύδωνος κατασχεθεὶς ἄρδην ἀπώλετο. Μετὰ δὲ ταῦτα οἱ τοῦ θέματος τῶν ἀνατολικῶν ἐλθόντες ἐν Χρυσοπόλει ἔκραζον λέγοντες· εἰς τριάδα πιστεύομεν, τοὺς τρεῖς ἀναγορεύσωμεν καὶ στέψωμεν. ἐφ' οἷς θυμωθεὶς Κων σταντῖνος διότι μόνος ἦν ἐστεμμένος, οἱ δὲ δύο αὐτοῦ ἀδελ φοὶ οὐδεμίαν ἀξίαν εἶχον, ἀποστέλλει πρὸς αὐτοὺς πατρίκιον ὡς δῆθεν ἀποδεχόμενος τοῦτο, καὶ προσκαλούμενος αὐτῶν τὰ πρωτεῖα βουλεύσασθαι μετὰ τῆς συγκλήτου, καὶ δὴ εἰσ ελθόντων ἐν τῇ πόλει, τούτους μὲν ἀνεσκολόπισεν, τοὺς δὲ ἀδελφοὺς αὐτοῦ ἐρινοτόμησεν. Καθ' ὃν χρόνον τὸ τῶν Βουλγάρων ἔθνος ἀπὸ τοῖς ἀρκτῴοις περατικοῖς μέρεσι τοῦ Εὐξείνου πόντου ἐκ τῆς λεγομένης Μαιώτιδος λίμνης ἐπῆλθε τῇ Θρᾴκῃ μετὰ πολλῆς πτωχείας καὶ ἀπορίας. ὅπερ μαθὼν Κωνσταντῖνος καὶ σφόδρα 729 λυπηθεὶς ἐξώρμησε κατ' αὐτῶν μετὰ πλείστης ναυμαχίας τε καὶ πεζομαχίας, καὶ διὰ μὲν τῆς ἠπείρου τοῦ ποταμοῦ Δα νούβη τὰ πεζικὰ παρατάξας, διὰ δὲ τῆς πλησιαζούσης ἀκτῆς τὰς ναῦς προσορμίσας, οἱ Βούλγαροι λίαν φοβηθέντες εἰς ὀχύρωμα δυσάλωτον ἑαυτοὺς ἠσφαλίσαντο. τοῦ δὲ βασιλέως ὀξυπαθήσαντος ἐν ποδαλγίᾳ καὶ ἐπὶ Μεσέμβρειαν ἐκβια σθέντος ὑποστρέψαι χάριν βαλανείου μετὰ δρομώνων εʹ, κατ έλιπε τὸν λαὸν καὶ τοὺς στρατηγοὺς κελεύσας παρακαθέ ζεσθαι καὶ πολεμεῖν τὸ ἔθνος. ὁ δὲ λαὸς τὸν βασιλέα φεύγειν νομίσας εἰς τροπὴν ἔδωκε μηδενὸς διώκοντος. οἱ δὲ Βούλ γαροι θεασάμενοι καὶ τοῦ ὀχυρώματος ὑπεξελθόντες ἐπεδί ωξαν ὀπίσω αὐτῶν, καὶ πολλοὺς ἀνελόντες καὶ λαφυραγω γήσαντες [τὰ αὐτῶν] ἐκράτησαν ἔκτοτε καὶ κατεκυρίευσαν τὴν τῶν χριστιανῶν χώραν. ὅθεν ἀναγκασθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ' αὐτῶν πάκτα δοὺς ἐπ' αἰσχύνῃ τῶν Ῥωμαίων ὡς ληϊζομένους πᾶσαν τὴν Θρᾴκην καὶ τὰ ἐπέκεινα ταύτης. [κ ʹ. Περὶ Ἰουστινιανοῦ.] Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν Ἰουστινιανὸς υἱὸς αὐτοῦ ἔτη ιʹ. οὗ ἐπιστρατεύσαντος ἐπὶ τὰ δυτικὰ μέρη πολλὰ τῶν Σκλάβων πλήθη τὰ μὲν πολέμῳ, τὰ δὲ λόγῳ παραλαβὼν ὑπέστρεψεν. ἀφ' ὧν ἐπιλεξάμενος καὶ στρατεύσας χιλιάδας λʹ 730 λαὸν περιούσιον αὐτοὺς ἐπωνόμασεν, οὓς δὴ καὶ καθοπλίσας καὶ ἰδιοποιησάμενος καὶ τῇ τούτων ἀνδρείᾳ καὶ συμμαχίᾳ πεποιθὼς γράφει τοῖς Σαρακηνοῖς ὡς μὴ ἐμμένειν αὐτὸν τῇ ἐγγράφως συμφωνηθείσῃ μεταξὺ Ῥωμαίων καὶ Σαρακηνῶν εἰρήνῃ, καὶ λαβὼν τὸν περιούσιον ἐκεῖνον λαόν, μᾶλλον δὲ ἀνόσιον, καὶ τὰ λοιπὰ στρατεύματα πρὸς τὴν Σεβαστόπολιν ἀπῆρεν· ἐν ᾗ καὶ οἱ Σαρακηνοὶ παραγενόμενοι καὶ προμαρτυ ρόμενοι αὐτῷ τὰ μεθ' ὅρκων συμφωνηθέντα μὴ διαστρέψαι, ἐπεί τοί γε κριτὴς ὁ θεὸς καὶ ἔκδικος γενήσεται περὶ τού των, οὐ κατεδέξατο παντελῶς τὰ τῆς εἰρήνης ὁ βασιλεύς, ἀλλὰ πρὸς μάχην παρετάσσετο. καὶ δὴ παραυτίκα λύσαντες οἱ Σαρακηνοὶ τὸν τῆς εἰρήνης ἔγγραφον χάρτην καὶ ἐπὶ δό ρατος ἀναρτήσαντες ὥρμησαν κατὰ Ῥωμαίων, καὶ συμβολῆς γενομένης ηὐτομόλησαν ἐκ τῶν Σκλάβων ἐκείνων πρὸς τοὺς Σαρακηνοὺς χιλιάδες
724.2.1
καὶ οὕτω τῶν Ῥωμαίων δεινῶς τραπέντων καὶ ἀναριθμήτων σφαγέντων, ἡ δικαιοκρισία καὶ νίκη πρὸς τοὺς ἐναντίους ἐχώρησε διδάσκουσα μὴ παρα βαίνειν θεῖον ὅρκον πώποτε, κἂν πρὸς ἐναντίους καὶ ἀπί στους γένηται. πεφευγότος δὲ τοῦ βασιλέως καὶ ἐν τῷ παρα θαλασσίῳ τοῦ Λευκάτου μετ' αἰσχύνης πολλῆς καὶ ἥττης ἐλθόντος, ἀνεῖλε τὰς περιλειφθείσας δέκα χιλιάδας τῶν Σκλάβων σὺν γυναιξὶ καὶ τέκνοις. ὅθεν ἐπὶ πλεῖον ἔκτοτε θρασυνθέντες οἱ Σαρακηνοὶ σφοδρότερον διελυμαίνοντο τὴν 731 Ῥωμανίαν ἔχοντες μεθ' ἑαυτῶν καὶ τὰς κʹ χιλιάδας τῶν προσφυγόντων Σκλάβων. ὁ δέ γε βασιλεὺς εἰσελθὼν ἐν τῇ πόλει καὶ ἀμεριμνήσας ἐξεβιάζετο Καλλίνικον τὸν πατριάρχην εὐχὴν ποιῆσαι, ἵνα καταλύσῃ τὴν πλησίον οὖσαν τοῦ παλα τίου ἐκκλησίαν τῆς θεοτόκου τῶν Μητροπολίτου λεγομένην, θέλων ἐν τῷ τόπῳ στῆσαι φιάλην καὶ βάθρα κτίσαι τοῦ δήμου τῶν Βενέτων, ὅπως ἐκεῖ τὸν βασιλέα δέχωνται. πρὸς ὃν ὁ πατριάρχης ἔλεγεν ὅτι· εὐχὴν μὲν ἐπὶ συστάσει ἔχομεν, ἐπὶ δὲ καταλύσει ἐκκλησίας οὐδαμῶς παρελάβομεν. ἐπεὶ οὖν κατηνάγκασεν αὐτὸν ὁ βασιλεὺς καὶ φονικῇ βίᾳ τὴν εὐχὴν ἠπαίτει, μόγις ποτὲ ἔφη ὁ πατριάρχης· δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὅπερ ἀκούσας ὅ τε βασιλεὺς καὶ ὁ ἀγυρτώδης ὄχλος καὶ τὸ ἀμὴν ἐπιβοήσαντες κατέλυσαν παραχρῆμα τὴν ἐκ κλησίαν. καὶ ποιήσας τὴν φιάλην ἔκτισεν ἑτέραν ἐκκλησίαν εἰς τὸ Πετρὶν καὶ προσηγόρευσεν αὐτὴν τῶν Μητροπολίτου. καθ' ὃν χρόνον στασιάσας Λεόντιος ὁ πατρίκιος ἀναγορεύεται νυκτὸς ὑπὸ τοῦ δήμου τῶν Βενέτων βασιλεύς. ἡμέρας δὲ γενομένης ἐξαγαγὼν Ἰουστινιανὸν εἰς τὸ ἱππικὸν καὶ ῥινοτο μήσας ἅμα καὶ γλωσσοτομήσας αὐτὸν ἐξώρισεν εἰς Χερσῶνα. [κζʹ. Περὶ Λεοντίου.] Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Λεόντιος ἔτη γʹ. ἐφ' 732 οὗ ἐπιστρατευσάντων τῶν Σαρακηνῶν κατὰ τῆς Ἀφρικῆς, τὸν Ῥωμαϊκὸν στόλον κατ' αὐτῶν ἀπέστειλεν. τῶν δὲ πολε μησάντων καὶ νικησάντων αὐτοὺς κατὰ κράτος, ἀνηγόρευσαν ἑαυτοῖς βασιλέα Ἀψίμαρόν τινα καλούμενον. ὃς καὶ κατα λαβὼν ἅμα τῷ συνόντι αὐτῷ λαῷ τε καὶ στόλῳ τὴν πόλιν εἰσῆλθε κατὰ προδοσίαν διὰ τῆς τῶν Βλαχερνῶν πόρτης, καὶ τὸν Λεόντιον χειρωσάμενος καὶ ῥινοτομήσας αὐτὸν ἐν τῇ μονῇ τῆς Δαλμάτου περιώρισεν. [κηʹ. Περὶ Ἀψιμάρου.] Μετὰ δὲ Λεόντιον ἐβασίλευσεν Ἀψίμαρος ὁ καὶ Τιβέριος ἔτη ζʹ. διώνυμος γὰρ ἦν ὡς Ἰακὼβ καὶ Ἰσραήλ, ὡς Ἰοθὼρκαὶ Ῥαγουήλ, ὡς Σίμων καὶ Πέτρος, ὡς Θωμᾶς καὶ Δίδυμος, ὡς Θαδδαῖος καὶ Λεββαῖος. τοῦ δὲ Ἰουστινιανοῦ ἐκ Χερ σῶνος φυγόντος καὶ πρὸς τὸν ἄρχοντα Βουλγαρίας ἐλθόντος, ἀφ' οὗ καὶ λαὸν ἄπειρον εἰληφότος διὰ πολλῶν ὑποσχέσεων καὶ πρὸς τὴν πόλιν ἐλθόντος, εἰσῆλθε σὺν ὀλίγοις ὁμοφύλοις διὰ τοῦ ἀγωγοῦ κατὰ προδοσίαν. ὅπερ μαθὼν Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φεύγει. [κθʹ. Περὶ Ἰουστινιανοῦ τὸ δεύτερον.] Μετὰ δὲ Ἀψίμαρον ἐβασίλευσε πάλιν Ἰουστινιανὸς ὁ ῥινογλωσσότμητος ἔτη ζʹ. ὃς τὸν μὲν Ἀψίμαρον κατασχὼν καὶ 733 κατὰ πᾶσαν τὴν πόλιν θριαμβεύσας ἀνεῖλεν, τὸν δὲ πατρι άρχην Καλλίνικον ἐκτυφλώσας ἐξώρισεν ἐν Ῥώμῃ, ἀνθ' οὗ προβάλλεται Κυριακόν, τὸν ἐν τῇ νήσῳ Ἀμάστρης ἐγκλειστὸν ὄντα, ὡς προαγορεύσαντα αὐτῷ τὴν τῆς δευτέρας βασιλείας ἀποκατάστασιν. οὐ μὴν δὲ ἀλλὰ καὶ κατὰ πάντων ἐκμανεὶς καὶ λυσσήσας ἀναρίθμητον πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ στρατιωτικοῦ συλλόγου διέφθειρεν. τοὺς μὲν γὰρ προφανῶς ἔσφαζεν, τοὺς δὲ νυκτὸς ἐσάκιζεν, καὶ τοὺς μὲν πρὸς ἀριστό δειπνα κλητορεύων φαρμάκῳ δεινῶς τῆς παρούσης ζωῆς ἐχώ ριζεν, τοὺς δὲ πρὸς ἐξορίαν δῆθεν ἐκπέμπων ἐφούρκιζεν. ὅθεν τοσοῦτον δέος κατεῖχε τὴν πόλιν ὡς καί τινας αὐτο μολῆσαι πρὸς βαρβάρους. καὶ μέντοι καὶ Χερσωνίτας μνησι κακῶν ἀπὸ τῆς ἐξορίας αὐτοῦ στόλον ἐξώπλισε κατ' αὐτῶν καὶ ἀπέστειλεν. οἱ δὲ τὸν μὲν Ἰουστινιανὸν καθύβρισαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον ὑπὸ Ἀψιμάρου δι' ὑπόνοιαν βασι λείας Φιλιππικὸν υἱὸν Νικηφόρου τοῦ πατρικίου βασιλέα θᾶττον ἀνηγόρευσαν. ὅπερ γνοὺς ὁ τύραννος Ἰουστινιανὸς καὶ ἐπὶ πλεῖον θυμωθεὶς ἅμα καὶ φοβηθεὶς ἀνῆλθε μέχρι Σινώπης ἀκριβέστερον περὶ τούτου μαθησόμενος. τοῦ δὲ Φιλιππικοῦ τὴν πόλιν σὺν τῷ στόλῳ καταλαβόντος, Ἰουστινιανὸς πρὸς τὸν Δαματρὺν ἀπέδρα καταλειφθεὶς ὑπὸ πάντων. ὃν αὐτίκα Φιλιππικὸς χειρωσάμενος αἰσχρῶς ἀνεῖλεν. 734 [λʹ. Περὶ Φιλιππικοῦ.] Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Φιλιππικὸς ὁ καὶ Βαρ δάνης ἔτη βʹ. καὶ εἰσελθόντες ἀπὸ τῆς Θρᾴκης ἐπίβουλοί τινες ἐξ ἐπιτροπῆς Θεοδώρου καὶ Γεωργίου τῶν πατρικίων ἐκτυφλοῦσιν αὐτὸν ἐν τῷ παλατίῳ μερενδίζοντα. [λαʹ. Περὶ Ἀρτεμίου.] Μετὰ δὲ Φιλιππικὸν ἐβασίλευσεν Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη βʹ. ὃς Θεόδωρον καὶ Γεώργιον τοὺς πατρικίους ἐκτυφλώσας ἐξώρισεν ἐν Θεσσαλονίκῃ. καὶ στασιάσας ὁ ἐν τῷ Ἀδραμυτίῳ λαὸς ἀναγορεύουσι βασιλέα Θεοδόσιόν τινα ἐκλήπτορα τῶν ἐκεῖσε δημοσίων φόρων. ὅπερ μαθὼν Ἀρτέ μιος ἐν Νικαίᾳ τῇ πόλει κατέφυγεν. ὁ δὲ Θεοδόσιος τὴν πόλιν καταλαβὼν ἐν ὄχλῳ βαρεῖ διὰ τῆς τῶν Βλαχερνῶν πόρτης κατὰ προδοσίαν εἰσῆλθεν. [λβʹ. Περὶ Θεοδοσίου.] Μετὰ δὲ Ἀρτέμιον ἐβασίλευσε Θεοδόσιος ἔτη βʹ. ὃς τὸν Ἀρτέμιον σχῆμα περιθέμενος μοναδικὸν ἐξώρισεν ἐν Θεσσα λονίκῃ μηδὲν περαιτέρω τοῦτον παραβλάψας. ἐφ' ὧν χρόνων ἐπιστρατεύσας Μάσαλμας ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς κατὰ Ῥωμαίων καὶ πρὸς τὰ μέρη τοῦ Ἀμωρίου γενόμενος γράφει 735 πρὸς Λέοντα στρατηγὸν τῶν ἀνατολικῶν· ἡ βασιλεία τῶν Ῥωμαίων σή ἐστιν. ἐλθὲ οὖν καὶ λαλήσωμεν τὰ πρὸς εἰρή νην, καὶ ποιῶ πάντα ὅσα θέλεις. ὁ δὲ πρὸς αὐτὸν ἀπο στείλας ὑπάτους καὶ λόγους εἰρήνης ποιησάμενος καὶ ὑπὸ πάντων ὡς βασιλεὺς εὐφημισθεὶς ἐπὶ τὴν Νικομήδειαν ἔρχεται μετὰ πολυοχλίας. ἐν ᾗ τὸν τοῦ Θεοδοσίου υἱὸν περιτυχὼν καὶ χειρωσάμενος μετὰ τῆς βασιλικῆς ὑπηρεσίας πάσης καὶ τῶν ἐν τέλει ἐπισήμων ἀνδρῶν τοῦ παλατίου καταλαμβάνει τὴν Χρυσόπολιν. ὁ δὲ Θεοδόσιος λόγον ἀπα θείας παρ' αὐτοῦ λαβὼν παρεχώρησεν αὐτῷ τὴν βασιλείαν σὺν τῷ υἱῷ κληρικὸς γενόμενος. [λγʹ. Περὶ Λέοντος τοῦ Ἰσαύρου.] Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Λέων ὁ Ἴσαυρος ὁ καὶ Κόνων ἔτη κεʹ. Θεοδοσίου γὰρ τῷ γένει Ἀδραμυτινοῦ τὰ βασιλικὰ σκῆπτρα ἐγκεχειρισμένου, καὶ Ἰαζὰτ τοῦ τῆς Ἀράβων ἡγεμονεύοντος ἐξουσίας, δύο τινὲς θεομάχοι Ἑβραίων παῖδες οἱ ἀεὶ πάντοτε τραχηλιῶντες κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ φρυαττόμενοι τερατείαις καὶ βωμολοχίαις καὶ δαιμονιώδεσιν οἰωνίσμασι σχολάζοντες ὡς δῆθεν ἀστρολογι 736 κήν τινα μεταδιώκοντες ἐπιστήμην καταλαμβάνουσι τὴν τῶν Ἀράβων βασιλικὴν αὐλήν, καὶ δὴ καταμηνύονται τῷ προρ ρηθέντι Ἰαζὰτ καὶ τούτῳ χρησμῳδίας πολυευζωίας καὶ πολυ χρονίου διαμονῆς μυοῦνται, εἴ γε ἄρα τὴν τῶν Χριστιανῶν καταρράξαι διακόσμησιν δυνηθείη τόν τε τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θεανδρικὸν χαρακτῆρα καὶ τῆς αὐτὸν τεκού σης θεομήτορος ἐκ τῶν ἐκκλησιαστικῶν περιβόλων ἀπαλεῖψαι. καὶ δὴ ὁ φιλόζωος ἐκεῖνος καὶ χοιρόβιος ἄνθρωπος ὑπή κουσε τῇ συμβουλῇ τῶν ἀπατεώνων καὶ πάσας τὰς τῆς ἑῴας ἐκκλησίας διεσάλευσεν ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ. ἀλλ' ἠπατήθη ὁ δείλαιος. οὔπω γὰρ ἐνιαυτοῦ πληρωθέντος, καὶ τοῦτον ἡ θεία δίκη μετεχειρίσατο, ὁ δὲ υἱὸς αὐτοῦ διαδεξά μενος τὴν ἡγεμονίαν αὐτοῦ τούτους ἠβουλήθη ὡς ψευδο μάντας ἀποκτεῖναι. οἵτινες φοβηθέντες ᾤχοντο ἀνακάμ ψαντες πάλιν ἐν τοῖς Ἰσαυρικοῖς μεθορίοις. εἶτα εἰς πηγήν τινά που ἀναψυχόντων αὐτῶν, ἰδοὺ νεανίσκος τις τοὔνομα Λέων καλὸς τῷ εἴδει, ὡραῖος τῷ προσώπῳ, εὐμήκης τῷ σώ ματι, βάναυσος τὴν τέχνην ἐξ αὐτῆς τὴν ζωὴν ποριζόμενος, καὶ δὴ ἐκ τοῦ ὑποζυγίου τὸν φόρτον περιελόμενος ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ. ὥρα ἦν ὡσεὶ ἕκτη. εἶτα οἱ τῶν ἐγγαστριμύθων μύσται μυοῦνται αὐτῷ τοῦ κατάρξαι αὐτὸν τῆς Ῥωμαϊκῆς βασιλείας τῶν σκήπτρων. καὶ δὴ τοῦ Λέοντος ἀναβαλλομένου καὶ διαποροῦντος πρὸς τὸ ἀκρότατον τῆς ἑαυτοῦ εὐτελείας ἀφορῶντος, ὅρκοις πληροφορεῖται ὑπὸ τῶν μισοχρίστων ὅτι ταῦτα οὕτω δεῖ γενέσθαι. καὶ δὴ αἰτοῦνται αὐτὸν ὁρκωμοσίους λόγους πληροφορηθῆναι παρ' αὐτοῦ, ἵν', εἰ ἄρα γε εἰς πέρας τοῦτο ἄγοιτο, πᾶν εἴ τι οὖν αἰτηθείη 737 παρ' αὐτῶν ἀνυπερθέτως δοθῆναι αὐτοῖς παρ' αὐτοῦ. ἦν δὲ πλησίον ναὸς τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου. καὶ εὐθὺς ἑτοιμότατα εἰσελθὼν ὁ βάναυσος Λέων καὶ περικρατὴς γενόμενος τῶν ἱερῶν καγκέλλων τοῦ θυσιαστηρίου δέδωκεν ἐγγυητὴν τὸν μεγαλομάρτυρα τοῦ Χριστοῦ, ἑστώτων τῶν Ἰουδαίων ἐν τοῖς πυλῶσι τοῦ ναοῦ καὶ δεχομένων τὸν ὅρκον παρ' αὐτοῦ. καὶ αὖθις ᾤχετο ἕκαστος εἰς τὰ ἴδια. ἦν δέ τις τῶν ἀνατολικῶν στρατηγίας τὴν ἡγεμονίαν περιέπων πα τρίκιος τοὔνομα Σισίννιος στρατολογίαις τὴν χώραν περι πολεύων. ἐν οἷς καὶ Λέων ὁ βάναυσος στρατολογηθεὶς ἐν ὀλίγῳ χρόνῳ εἰς προκοπὴν μεγάλην ἀναβιβάζεται σπαθαρικῷ ἀξιώματι προχειρισθεὶς ὑπὸ τοῦ αὐτοῦ βασιλέως Θεοδοσίου. καὶ δὴ ὑπ' αὐτοῦ εἰς τὰ ἑσπέρια μέρη ἐκπεμφθεὶς εἰς Καμπανίαν καὶ Ἀμάλφην καὶ Νεάπολιν, τηνικαῦτα βαρβαρισάντων, καταλαβὼν δὲ τὰ ἐκεῖσε ἐν πλωτηρσίοις δρόμωσι τὸν ἀριθμὸν ρκʹ καὶ τροπαιοφόρῳ νίκῃ τὴν εἰρήνην βρα βεύσας καταλαμβάνει τὰ βασίλεια, καὶ αὖθις ὑπὸ τῶν στρα τιωτῶν ἀναγορεύεται βασιλεύς. καὶ δὴ Θεοδόσιος ὁ πραό τατος βασιλεὺς προϋπαντᾷ αὐτῷ καὶ ἄρας τὸ στέφος ἐκ τῆς ἑαυτοῦ κεφαλῆς περιτίθησι τῷ Λέοντι. περιβοήτου δὲ ἐπ' εὐφημίαις γενομένου τοῦ Λέοντος, ἰδοὺ οἱ φαρμακοὶ Ἰου δαῖοι δρομαῖοι εἰσελαύνουσιν εἰς τὰ βασίλεια, εἶτα ὑπὸ τοῦ νέου ἄνακτος δεξιολαβηθέντες τὴν ὀφειλὴν ἀποτιννύουσιν ἀσυγχώρητα. τοῦ δὲ ἑτοίμως ταύτην ἐπαγγελλομένου ἀπο διδόναι, ἀποκριθέντες εἶπον οἱ θεομάχοι· τοῦτο αἰτούμεθα 738 παρά σου, κράτιστε βασιλεῦ, ἵνα τὸν χαρακτῆρα τοῦ Ναζωραίου Χριστοῦ καὶ τῆς μητρὸς αὐτοῦ Μαρίας ἐκ πάσης ἐκκλησιαστι κῆς ἱστορίας ἀπαλείψῃς. καὶ τοῦτο ποιῶν μέλλεις βασιλεύειν ἄχρι χρόνων ἑκατὸν ἐν τῇ γενεᾷ σου. ὁ δὲ εὐήθης καὶ ἀστήρι κτος τῇ πίστει ὥσπερ ὑπὸ ὄφεων τοῖς δυσὶ μυκτῆρσι πιεζόμενος ἑτοιμότατα τὸ αἰτηθὲν ἐπιτελεῖν ἐπαγγέλλεται. ὢ τῆς ἀνοίας, ὢ τῆς φρενοβλαβείας. ὁ χριστιανικώτατος βασιλεὺς Ἑβραίοις ὑπόσπονδος ὤφθη, ὁ τὰ σκῆπτρα τῆς βασιλικῆς δυναστείας ὑπὸ θεοῦ ἐγκεχειρισμένος ὑπὸ θεομάχων ἀνδρῶν τερατεύεται. Ἐκμανεὶς οὖν κατὰ τῆς ὀρθῆς τε καὶ ἀρχαιοτάτης πί στεως μεταστειλάμενος τὸν ἀοίδιμον Γερμανὸν τὸν πατριάρχην ἤρξατο προστρίβεσθαι αὐτῷ καὶ μέμφεσθαι πάντας τοὺς πρὸ αὐτοῦ βασιλεῖς καὶ ἀρχιερεῖς καὶ πάντας τοὺς Χριστιανοὺς ὡς εἰδωλολατρήσαντας ἐπὶ τῇ προσκυνήσει τῶν ἁγίων εἰκόνων. ὁ δὲ μέγας ἔφη Γερμανός· ἄκουσον, ὦ βασιλεῦ. τοῦ μὲν κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ σαρκὸς ἐπιφανέντος καὶ τοῖς ἀνθρώποις συναναστραφέντος καὶ πᾶσιν ὁραθέντος (πάν τες γάρ, φησίν, εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν), πᾶσα εἰδωλολατρεία ἐκποδῶν γέγονε καὶ πᾶν ἄγαλμα εἰδωλι κὸν ἐξηφάνισται. καθὼς καὶ προαναφωνῶν Ζαχαρίας ὁ προ 739 φήτης ἔφη· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος Σαβαώθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι αὐτῶν ἔσται μνεία. ἀπὸ δὲ τῆς αὐτοῦ πρὸς ἡμᾶς συναναστροφῆς καὶ τῶν ἀποστόλων αὐτοῦ διδασκαλίας ἕως τοῦ νῦν παρῆλθον ἔτη ψλ ʹ, καὶ οἱ ἐν τοσούτοις ἔτεσι διαπρέψαντες πατέρες καὶ διδάσκαλοι τῆς ἐκκλησίας ὀρθό δοξοι οὐδὲν τοιοῦτον περὶ τῶν ἁγίων εἰκόνων ἐνενόησαν ἢ ἐλάλησαν. ἐξ ἀρχῆθεν γὰρ μετὰ τὴν τοῦ Χριστοῦ εἰς οὐρανοὺς ἀνάληψιν ἡ εἰκονικὴ ὅρασις ἀνετυπώθη. παρά τε γὰρ τῆς αἱμόρρου εἰς τὴν ἐπ' αὐτὴν γεγονυῖαν θαυμα τουργίαν ἡ τοῦ Χριστοῦ εἰκὼν ἐστηλογραφήθη. περὶ ἧς εἰκόνος Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ ἐν βιβλίῳ ἑβδόμῳ οὕτως ἔφη· ἐπειδὴ τῆσδε τῆς πόλεως τῆς Φιλίππου Καισαρείας, ἣν Πανεάδα Φοίνικες προσαγορεύουσιν, εἰς μνή μην ἦλθον, οὐκ ἄξιον ἡγησάμην παρελθεῖν διήγησιν καὶ τοῖς μεθ' ἡμᾶς μνημονεύεσθαι ἀξίαν. τὴν γὰρ αἱμορροοῦ σαν, ἣν ἐκ τῶν ἱερῶν εὐαγγελίων πρὸς τοῦ σωτῆρος ἡμῶν τοῦ πάθους ἀπαλλαγὴν εὕρασθαι μεμαθήκαμεν, ἐνθένδε ἔλεγον ὁρμᾶσθαι τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δεί κνυσθαι καὶ τῆς ὑπὸ τοῦ σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. ἑστάναι γὰρ ἐφ' ὑψηλοῦ 740 λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκ τύπωμα χάλκεον ἐπὶ γόνυ κεκλιμένον καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν ἱκετευούσῃ ἐοικός, τούτου δὲ ἄντικρυς ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα διπλοΐδα κοσμίως περιβεβλημένον καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον, οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῆς στήλης αὐτῆς ξένον τι βοτάνης εἶδος φύειν, ὃ μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιὸν ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνειν. τοῦτον δὲ τὸν ἀνδριάντα εἰκόνα τοῦ Ἰησοῦ φέρειν ἔλεγον, ἔμεινε δὲ καὶ εἰς ἡμᾶς, ὡς καὶ ὄψει παραλαβεῖν ἐπιδημή σαντας αὐτοὺς τῇ πόλει. καὶ θαυμαστὸν οὐδὲν τοὺς πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας πρὸς τοῦ σωτῆρος ἡμῶν ταῦτα πεποιηκέναι, ὅτε καὶ τῶν ἀποστόλων αὐτοῦ τὰς εἰκόνας Πέτρου καὶ Παύλου καὶ αὐτοῦ δὴ τοῦ Χριστοῦ διὰ χρω μάτων ἐν γραφαῖς σωζομένους ἱστορήσαμεν. Πάλιν οὖν ὁ θεοφόρος Γερμανὸς πρὸς τὸν ἀνήμερον ἔφη λύκον· ἔστι δὲ καὶ ἐν Ἐδέσῃ τῇ πόλει ἡ ἀχειροποίητος εἰκὼν τοῦ Χριστοῦ παράδοξα ἐργαζομένη θαύματα, ἣν αὐτὸς ὁ κύριος ἐν σουδαρίῳ τῆς οἰκείας μορφῆς τὸ εἶδος ἐναπο μαξάμενος διὰ Θαδδαίου τοῦ ἀποστόλου σώζουσαν τὸν χα ρακτῆρα τῆς ἀνθρωπίνης μορφῆς αὐτοῦ Αὐγάρῳ τοπάρχῃ τῆς Ἐδεσηνῶν πόλεως ἀπέστειλε καὶ τὴν νόσον αὐτοῦ ἰάσατο. 741 καὶ μέντοι καὶ ἡ παρὰ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Λουκᾶ ἱστορηθεῖσα τῆς πανάγνου καὶ θεομήτορος ἔτι ζώσης αὐτῆς ἁγία εἰκὼν καὶ πεμφθεῖσα ἐν Ῥώμῃ πρὸς Θεόφιλον, πρὸς ὃν καὶ τὸ εὐαγγέλιον καὶ τὰς πράξεις τῶν ἀποστόλων ἀπ έστειλεν. ἥτις καὶ ἕως τοῦ νῦν θαυματουργεῖ. διὸ δὴ καὶ αἱ ἓξ οἰκουμενικαὶ σύνοδοι ταύτας εὑροῦσαι προσκυνουμένας καὶ τιμωμένας ἀπεδέξαντο καὶ οὐδὲν περὶ αὐτῶν ἐλάλησαν ἐναντίον. πλὴν οὖν τὴν μὲν καθαίρεσιν τῶν ἱερῶν εἰκόνων ἀκούομεν μέλλειν ἔσεσθαι, ἀλλ' οὐκ ἐπὶ τῆς σῆς βασιλείας. τοῦ δὲ καταναγκάσαντος αὐτὸν ἐπὶ ποίας εἰπεῖν βασιλείας καὶ ἀκούσας· ἐπὶ Κόνωνος, ἀποκριθεὶς εἶπεν· ὄντως ἐγώ εἰμι καὶ οὕτω παιδιόθεν ἐκλήθην. καὶ ὁ μέγας Γερμανὸς ὑπολαβὼν ἔφη· μὴ γένοιτο, δέσποτα, διὰ τῆς σῆς βασιλείας πραχθῆναι τὸ κακὸν τοῦτο καὶ θεοστυγές. ἀντιχρίστου γάρ ἐστι πρόδρομος ὁ τοῦτο πληρῶν καὶ τῆς ἐν σαρκὶ τοῦ θεοῦ λόγου ἐπιδημίας ἀνατροπεὺς καὶ ἀντίδικος. ὁ δὲ θεομάχος τύραννος ταῦτα ἀκούσας καὶ ὡς λέων βρύξας αὐτίκα καὶ σφόδρα χαλεπήνας ἀτίμως τὸν δίκαιον ἐξήλασεν εἰδωλο λάτρην ἀποκαλέσας, καὶ ταῖς ἰδίαις χερσὶ ῥαπίσας τῶν βασι λείων ἐξελαύνει. 742 Φασὶ δέ τινες καὶ τοῦτο πιστότατοι ἄνδρες, ὅτι πρὸς τῇ Βασιλικῇ καλουμένῃ κινστέρνῃ τῇ οὔσῃ πλησίον τῶν Χαλκο πρατείων παλάτιον ἦν σεμνόν, ἐν ᾧ ὑπῆρχε κατὰ τύπον ἀρ χαῖον οἰκουμενικὸς διδάσκαλος ἔχων μεθ' ἑαυτοῦ ἑτέρους μαθητὰς αὐτοῦ καὶ συλλήπτορας προύχοντας ἄνδρας τὸν ἀριθμὸν ιβʹ πᾶσαν ἐπιστήμην μετερχομένους καὶ τὰ ἐκκλη σιαστικὰ κρατύνοντας δόγματα, βασιλικὰς διαίτας καὶ βίβλους ὡσαύτως ἔχοντας, ὧν οἱ βασιλεῖς ἄνευ βουλὴν ἢ γνώμην οὐκ ἐθέσπιζον. τούτους ὁ ἀγριώτατος θὴρ καὶ δυσώνυμος βάναυσος προσκαλεσάμενος ἐπειρᾶτο πείθειν συνθέσθαι αὐτοῦ τῇ ἀθεΐᾳ. τῶν δὲ τοῦτο μὴ καταδεξαμένων, ἀλλὰ καὶ μᾶλλον ἐλεγξάντων αὐτοῦ τὴν ἀσέβειαν, προσέταξε συρομένους αὐτοὺς ἀτίμως ἐν τῷ αὐτῷ τόπῳ τοῦ διδασκαλείου αὐτῶν ἐγκλει σθῆναι. τούτου δὲ γενομένου τῇ νυκτὶ πάλιν ἀποστείλας ὁ ἀνήμερος δράκων νυκτεπάρχους τινὰς καὶ ἀπηνεῖς ἄνδρας προσέταξε συναχθῆναι πλῆθος ξύλων καὶ τούτων ὑπαφθέν των κατακαῆναι τοὺς ἄνδρας σὺν τῶν οἰκημάτων καὶ τῶν βιβλίων καὶ τῶν λοιπῶν αὐτοῖς ὑπαρχόντων. οὗ γενομένου πάντες ἄρδην κατεφλέχθησαν. ἔκτοτε οὖν ἡ τῶν ἐπιστημῶν γνῶσις ἐν Ῥωμανίᾳ ἐσπάνισε τῇ τῶν βασιλευόντων γνωσι μάχων ἀπονοίᾳ μειουμένη ἕως τῶν ἡμερῶν Μιχαὴλ καὶ Θεοδώρας τῶν εὐσεβῶν καὶ πιστῶν βασιλέων. 743 Ἐν τούτοις ἐξουσιαστικῶς ἅμα καὶ δυσσεβῶς τῆς αἱρέ σεως ἀπάρχεται καὶ τὴν ἐπὶ τῆς Χαλκῆς πύλης τοῦ παλα τίου εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατεάξας καὶ σιλέντιον ἀσεβείας κατὰ τῶν ἁγίων εἰκόνων ποιήσας προσ καλεῖται πάλιν τὸν τίμιον Γερμανὸν οἰόμενος πείθειν αὐτὸν ὑπογράψαι κατὰ τῶν ἱερῶν εἰκόνων. ὁ δὲ μηδ' ὅλως εἴξας τῇ θωπείᾳ ἢ τῇ ἀπειλῇ τοῦ ἀλάστορος θεὶς τὸ ὠμόφορον ἀπετάξατο τὴν ἱερωσύνην καὶ οὕτως ἐξῆλθεν ἐκ μέσου αὐτῶν. ὁ δὲ θεομάχος ἀντ' αὐτοῦ χειροτονεῖ Ἀναστάσιον πρεσβύ τερον τῆς μεγάλης ἐκκλησίας συνθέμενον κατὰ τὴν ἀσεβῆ αὐτοῦ βουλὴν πάντα ποιεῖν. πᾶσαν δὲ εἰκονικὴν ἀνατύ 744 πωσιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ τῆς θεομήτορος καὶ πάντων τῶν ἁγίων κατέστρεψε καὶ κατέκαυσε καὶ διωγμὸν μέγαν ἐγείρας πολλοὺς ἱερεῖς καὶ μονάζοντας καὶ λαϊκοὺς διαφόροις τιμωρίαις καὶ θανάτοις ὑπέβαλεν. διὰ ταῦτα οὖν καὶ ὁ τῆς μεγάλης Ῥώμης πρόεδρος Γρηγόριος τὴν τῆς αὐτοῦ βασιλείας ὑποταγὴν ἐκτιναξάμενος τὸ αἱρε τικὸν αἶσχος ἀποδιδράσκει σπονδὰς εἰρηνικὰς εἰς τὴν τῶν Φράγγων ὑποταγὴν εἰσδεξάμενος σὺν πάσῃ τῇ Ἰταλίᾳ, καὶ τοὺς φόρους εὐθὺς κωλύσας τὸν Ἀναστάσιον καὶ τοὺς σὺν αὐτῷ ἀνεθεμάτισεν. Ἐφ' ὧν χρόνων σεισμὸς ἐγένετο μέγας καὶ φοβερώτατος, καὶ ἐπτώθησαν ἐκκλησίαι πολλαὶ καὶ οἶκοι τά τε χερσαῖα τῆς πόλεως τείχη καὶ φρούρια πολλὰ καὶ χωρία τῆς Θρᾴκης. καὶ τέθνηκε λαὸς ἀναρίθμητος, καὶ ἡ γῆ ἐσείετο ἐπὶ χρόνους δύο, ὥστε καὶ τὴν θάλασσαν τῶν ἰδίων ὅρων ἔν τισι τόποις ὑποχωρῆσαι. ἐν τούτοις ὁ παμμίαρος καὶ ἀλάστωρ Λέων ὁ βάναυσος ὡς ἄνθρωπος ἀποθνήσκει δυσεντερικῶς καὶ ὡς εἷς τῶν ἀρχόντων πέπτωκεν. Ὁ οὖν Μάσαλμας, καθὼς ἀνωτέρω εἴρηται, τὴν Ἄβυδον 745 καταλαβὼν καὶ ἀντιπεράσας λαὸν ἄπειρον καὶ πρὸς τὴν πόλιν ἐξορμήσας γράφει πρὸς Σουλεϊμᾶν τὸν πρωτοσύμβουλον ἐλθεῖν ἐν τάχει μετὰ τοῦ στόλου. καὶ τῇ μὲν ιεʹ τοῦ Αὐγούστου μηνὸς παρακαθίσας τὴν πόλιν καὶ τὸ χερσαῖον τεῖχος περι χαρακώσας ἐλυμαίνετο σφόδρα τὰ Θρᾳκῷα μέρη, τῇ δὲ αʹ τοῦ Σεπτεμβρίου μηνὸς ἀνέβαλεν ὁ Σουλεϊμᾶν ἔχων παμ μεγέθεις ναῦς καὶ πολεμικὰς τειχήρεις καὶ δρόμωνας μεγά λους πάνυ χιλίους ὀκτακοσίους. ὁ δὲ βασιλεὺς τὰς ἐμπυ ρίους ναῦς κατ' αὐτῶν ἐκπέμψας πυριαλώτους ἐποίησε τὰς πλείστας καὶ φοβερὰς ναῦς ἐκείνας. αὐτίκα γοῦν αἱ μὲν εἰς τὰ παράλια τείχη πυρπολούμεναι προσαπερρίφησαν, αἱ δὲ εἰς τὸν βυθὸν αὔτανδροι συνωθούμεναι κατεποντίσθησαν, ἕτεραι δὲ μέχρι τῆς Ὀξείας νήσου καὶ Πλατείας ἀπηνέχθησαν καταφλεγόμεναι. κἀντεῦθεν τοίνυν οἱ μὲν τῆς πόλεως θάρσος ἔλαβον, οἱ δὲ πολέμιοι κατέπτηξαν μεγάλως καὶ ἐξελύθησαν. τῷ δὲ ἐαρινῷ καιρῷ λοιμικὴ νόσος εἰς αὐτοὺς ἐνσκήψασα μετὰ λιμοῦ πλῆθος ἀναρίθμητον ἐξ αὐτῶν διέφθειρεν. ἐξ ὧν οἱ περιλειφθέντες πόλεμον ἐν τῇ Θρᾴκῃ μετὰ Βουλγάρων συνάψαντες ἀνῃρέθησαν χιλιάδες κβʹ. τῇ δὲ ιεʹ τοῦ Αὐγού στου μηνὸς ἐκ τῆς πόλεως ἀπάραντες, καὶ ἀνέμου σφοδρο τάτου πνεύσαντος, οἱ μὲν ἐν Προικονήσῳ καὶ ταῖς ἄλλαις 746 ἀκταῖς ἀπώλοντο, οἱ δὲ ἐξαβυδίσαντες, ἀθρόως ἐπελθὸν νέφος χαλάζης πλῆρες καὶ τετριγὸς ὀλέθριον μετὰ ῥαγδαίου ἀνέμου, ὑποβρύχιοι πάντες ἐγένοντο. διεσώθησαν δὲ παραδόξως ἐκ τῶν# 22αωʹ πέντε μόνα πλοῖα, ἃ καὶ ἀπήγγειλαν εἰς τὰ ἴδια τὴν τῶν Ῥωμαίων νίκην τε καὶ σωτηρίαν καὶ τὴν ἑαυτῶν ἧτταν καὶ πανωλεθρίαν. Ἐφ' ὧν χρόνων ὑπῆρχεν ἐν Κωνσταντινουπόλει ἄνθρω πός τις διαβόητος καὶ περιφανὴς ἄγαν πλούσιός τε σφόδρα καὶ φιλόπτωχος ἄκρως, εἶχε δὲ καὶ ἐξ ἐνεργείας τοῦ πονηροῦ τὸ πάθος τῆς πορνείας. εἰς γῆρας οὖν ἐλθὼν καὶ μήτε τῆς πολλῆς καὶ καθ' ὑπερβολὴν ἐλεημοσύνης παύσας, μήτε μὴν ἐκ τῆς πορνείας διὰ τὴν χρόνιον καὶ κακίστην συνήθειαν ἐκκόψας ἐτελεύτησεν αἰφνίδιον. ζητήσεως δὲ γενομένης περὶ αὐτοῦ παρά τε τοῦ πατριάρχου Γερμανοῦ καὶ τῶν ἐπισήμων ἐπισκόπων, καὶ τῶν μὲν λεγόντων· ἐσώθη διὰ τὸ γεγράφθαι· λύτρον ψυχῆς ὁ ἴδιος πλοῦτος, ἐξ ἰδίων γὰρ καὶ δικαίων πόνων καὶ οὐκ ἐξ ἀλλοτρίων καὶ ἀδίκων ἐποίει τὴν ἐλεη μοσύνην· τῶν δὲ μὴ παραδεχομένων, ἀλλ' ἀντιλεγόντων ὡς ἄμωμον εἶναι χρὴ τὸν δοῦλον τοῦ θεοῦ καὶ τέλειον, γέ 747 γραπται γάρ· ἐάν τις ὅλον τὸν νόμον πληρώσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος, καί· ἐν ᾧ εὕρω σε κρινῶ σε, φησὶν ὁ θεόςἐκηρύχθη νηστεία καὶ προσευχὴ ὑπὸ τοῦ πατριάρχου, καὶ ἐδήλωσεν εἰς ὅλα τὰ μοναστήρια καὶ ἡσυχαστήρια δεηθῆναι τοῦ θεοῦ τοῦ γνωρίσαι αὐτοῖς διά τινος ἀποκαλύψεως τὰ περὶ τοῦ ἀνθρώπου τούτου. οὗπερ γενομένου, ἀπεκάλυψεν ὁ θεὸς ἐγκλειστῷ τινι μεγάλῳ καὶ θεοφόρῳ, πῶς καὶ ποῦ τυγχάνει ὁ ἄνθρωπος. καὶ δὴ μετα στειλάμενος αὐτίκα τὸν πατριάρχην διηγήσατο αὐτῷ μετὰ πολλῶν δακρύων ἐνώπιον παντὸς τοῦ λαοῦ λέγων οὕτως· θεωρῆσαί με† τῇ νυκτὶ ταύτῃ προσευχομένῳ κατὰ θείαν ἔκστασιν τόπον τινὰ ἐκ δεξιῶν μὲν ἔχοντα παράδεισον ἀνεξ ήγητον κάλλος περικείμενον, ἐξ εὐωνύμων δὲ κάμινον, ἧς ἡ φλὸξ μέχρι τῶν νεφελῶν ἀνέβαινεν, καὶ τὸν τελευτήσαντα πλούσιον τοῦτον μεταξὺ τοῦ παραδείσου καὶ τῆς φοβερᾶς ἱστάμενον καμίνου καὶ πολλὰ στενάζοντα καὶ πυκνὰ πρὸς τὸν παράδεισον ἀποβλέποντα. ἐν τῷ οὖν στενάζειν αὐτὸν καὶ ὀδύρεσθαι ὁρῶ τινα λαμπροφόρον ἐπιστάντα καὶ λέγοντα πρὸς αὐτόν· τί μάτην στενάζεις, ἄνθρωπε; ἰδοὺ γὰρ διὰ τῆς ἐλεημοσύνης σου ἐλυτρώθης τῆς γεέννης, διὰ δὲ τοῦ μὴ 748 ἀποστῆναί σε τῆς ἀκαθάρτου καὶ βδελυρᾶς πορνείας ἐστε ρήθης τοῦ παραδείσου. καὶ ταῦτα ὅ τε πατριάρχης καὶ οἱ σὺν αὐτῷ πάντες ἀκούσαντες φόβῳ μεγάλῳ συσχεθέντες πρὸς ἀλλήλους ἔλεγον· δικαίως οὖν καὶ ἀξίως ὁ ἀπόστολος ἔγραφεν· φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄν θρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. καὶ γὰρ ὁ θεὸς ἐν τῷ νόμῳ παρ εγγυᾷ φάσκων· γίνεσθε ἅγιοι ὅτι ἐγὼ ἅγιός εἰμι. καί· οὐ πορνεύσεις, οὐ μοιχεύσεις. καί· οὐκ ἔσται πορνεία ἀπὸ θυ γατέρων Ἰσραὴλ καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ. ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες ὅτι, κἂν πορνεύωμεν, ποιοῦμεν ἐλεημοσύνην καὶ σωζόμεθα. ὁ γὰρ ὄντως ἐλεήμων ἑαυτὸν ὀφείλει πρῶτον ἐλεῆσαι καὶ τὸν ἁγιασμὸν τοῦ σώματος κατορ θῶσαι, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον. οὐκοῦν οὐδὲν ὠφελήσει τὸ ἀργύριον διδόμενον ἐκ χειρὸς ῥυπαρᾶς καὶ ψυχῆς ἀμετανοήτου καὶ μεμολυσμένης καὶ διεφθαρμένης ὑπὸ τῶν ἀκαθάρτων ἔργων. Ἐγένετο δὲ καὶ ἐν τῇ μεγάλῃ Ῥώμῃ τι τοιοῦτον· μοναχός τις ἀφορισθεὶς ὑπὸ Γρηγορίου τοῦ πάπα ὡς παρὰ γνώμην τοῦ ἡγουμένου αὐτοῦ καὶ παρὰ τὸν θεσμὸν τοῦ μοναστηρίου 749 τοῦ αὐτοῦ Γρηγορίου ποιήσαντά τι μετ' ὀλίγας ἡμέρας ἐτε λεύτησεν. ὅπερ ἀκούσας ὁ πάπας μεγάλως ἐλυπήθη, ὅτι ἀπῆλθεν ὁ ἀδελφὸς ἐξαίφνης δεδεμένος, καὶ γράψας ἐν χάρτῃ εὐχὴν λύουσαν τὸν τεθνεῶτα ἐκ τοῦ ἀφορισμοῦ ἔδωκέ τινι διακόνῳ εἰπών· ἄπελθε ἐπὶ τὸν τάφον τοῦ ἀδελφοῦ καὶ ἀνάγνωσον αὐτήν. καὶ τούτου γενομένου, θεωρεῖ ὁ ἡγού μενος κατ' ὄναρ τὸν ἀδελφὸν καὶ λέγει αὐτῷ· λύπην ἔχομεν, ἀδελφέ, περί σου, ὅτι δεδεμένος ἐτελεύτησας. εἰπὲ οὖν ἡμῖν πῶς ὑπάρχεις. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὄντως, πάτερ, εἰς φυλακὴν ἤμην ἕως τῆς χθὲς ἡμέρας. σήμερον δὲ διὰ τοῦ θεοῦ ἀπελύθην. ὅπερ ἐξηγησάμενος ὁ ἡγούμενος τῷ πάπᾳ, ἐγνώσθη πᾶσιν ὅτι, καθ' ἣν ὥραν ὁ διάκονος ἀνέγνω τὴν εὐχὴν ἐπὶ τοῦ τάφου, τότε καὶ τοῦ δεσμοῦ ὁ ἀδελφὸς ἐλύθη. καὶ πάντες οἱ ἀκούσαντες ἔδωκαν δόξαν τῷ θεῷ τῷ δόντι τοιαύτην ἐξουσίαν τοῖς ἑαυτοῦ δούλοις. Διὰ δὴ τοῦτό φησι καὶ ὁ μέγας Χρυσόστομος· ἡμεῖς μὲν οὖν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν τὰ δεσμὰ περι βάλλομεν. εἰ δέ τις καταφρονοίη τούτων, ἐπιστήσεται ὁ τοῦ 750 θανάτου καὶ τῆς κρίσεως καιρὸς διδάσκων αὐτὸν ὡς ἀψευ δὴς ὁ λόγος τοῦ κυρίου καὶ ὁ νόμος τῆς αὐτοῦ ἐκκλησίας. ὅθεν λοιπὸν ἐγὼ μὲν ἀνεύθυνός εἰμι, τὸ γὰρ ἐμαυτοῦ πε ποίηκα, ἐκεῖνος δὲ τὸν θεῖον ζυγὸν ἀπορρίψας καὶ τὰ ἱερὰ δεσμὰ διαρρήξας, ὁ λόγος αὐτῷ ἔσται πρὸς τὸν ἐμοὶ κελεύ σαντα δῆσαι. οὐδὲ γάρ, εἰ βασιλέως προκαθημένου τῶν παρεστώτων δορυφόρων τις ἐπετράπη δῆσαί τινα τῶν ὑπη κόων καὶ τὰ δεσμὰ περιβαλεῖν, ἐκεῖνος δὲ οὐ μόνον ἀπώσατο τοῦτον, ἀλλὰ καὶ τὰ δεσμὰ διαρρήξειεν, ὁ δορυφόρος ἐστὶν ὁ τὴν ὕβριν πεπονθώς, ἀλλ' ὁ κελεύσας βασιλεύς. καὶ μάλα εἰκότως. τὰ γὰρ εἰς τοὺς διδασκάλους γινόμενα προσοικει ούμενος ὁ πάντων βασιλεύς τε καὶ κύριος αὐτὸς ὡς τετιμη μένος ἢ ὑβρισμένος διακείσεται. [λδʹ. Περὶ Κωνσταντίνου τοῦ Κοπρωνύμου.] Μετὰ δὲ Λέοντα ἐβασίλευσε Κωνσταντῖνος ὁ Κοπρώνυμος υἱὸς αὐτοῦ ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος ποικιλότροπος πάρδαλις, ἐκ σπέρματος ὄφεως ἀσπὶς δεινὴ καὶ ὄφις πετό μενος, ὁ ἐκ Δὰν ἀντίχριστος. οὗτος τὴν πατρῴαν βασιλείαν τε καὶ δυσσέβειαν διαδεξάμενος πλείω καὶ μᾶλλον ἐκ θεοῦ καὶ τῆς θεομήτορος καὶ πάντων αὐτοῦ τῶν ἁγίων διΐσταται, κἀντεῦθεν λοιπὸν μαγείαις καὶ ἀσελγείαις καὶ δαιμόνων ἐπι κλήσεσι καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι χαίρων καὶ σχο 751 λάζων ἐξαίρετον ὄργανον καὶ λίαν ἐπιτήδειον τοῦ πατρὸς αὐτοῦ καὶ διδασκάλου γέγονε διαβόλου. καὶ γὰρ εἰς τοσαύτην ἀπόνοιαν καὶ παραπληξίαν ἐξώκειλεν, ὡς καὶ θεσμὸν ἐπὶ λαοῦ καθολικὸν ἐκθέσθαι, μὴ λέγεσθαί τινα τῶν θεραπόντων κυρίου τὸ παράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν. οὐδὲν γὰρ ἰσχύουσιν. εἶτα προσθεὶς ὁ ἀνόσιος καὶ παμβέ βηλος λέγει· μηδὲ τῆς Μαρίας ἐπικαλείσθω τις πρεσβείαν, οὐ γὰρ δύναται βοηθεῖν τινι, μηδ' αὖ πάλιν θεοτόκον αὐτὴν ὀνομαζέσθω. καὶ δὴ λαβὼν ἐν χειρὶ βαλάντιον πλῆρες χρυ σίου καὶ ὑποδείξας αὐτὸ πᾶσιν ἤρετο· τίνος ἄξιόν ἐστιν; τῶν δὲ πολλοῦ εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο· τίνος ἐστὶν ἄξιον; καὶ λέγουσιν· οὐδενός. οὕτως, ἔφη, καὶ ἡ Μαρία (οὐ γὰρ θεοτόκον ὁ ἄθεος ἠξίου λέγειν) ἕως μὲν εἶχε τὸν Χριστὸν ἐν ἑαυτῇ τετιμημένη ὑπῆρχεν, ἀφ' οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχεν. φεῦ τῆς τολμηρᾶς δυσφημίας τοῦ σαρακηνοπίστου καὶ ἰου δαιόφρονος. οὐ γὰρ ἦν χριστιανός, μὴ γένοιτο, ἀλλὰ Παυ λικιάνος ἤ, τό γε ἀληθέστερον εἰπεῖν καὶ οἰκειότερον, εἰδωλο λάτρης καὶ δαιμόνων ὑπηρέτης καὶ ἀνθρωποθύτης. τὴν γὰρ