Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 752 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
752.1.1
πανάχραντον θεοτόκον καὶ τοὺς ἁγίους πάντας ὁ ἐναγὴς καὶ δύσθεος ἐκτρεπόμενος τὴν παρ' Ἕλλησι τιμωμένην Ἀφροδίτην καὶ τὸν Διόνυσον ἐθρήσκευεν ὁ νέος Ἰουλιανὸς καὶ ἀνθρωπο θυσίας αὐτοῖς ἀνέφερε πέρα τῆς πόλεως, ἔνθα τῆς ἁγίας ἦν ὁ ναὸς μάρτυρος Μαύρας, ὅνπερ ὁ μισάγιος ἐκδαφίσας καὶ φονευτήριον ποιήσας Μαῦραν ὠνόμασε τὸν τόπον, ἐν ᾧ καὶ τὰς πρὸς τοὺς δαίμονας τελετὰς νύκτωρ ποιούμενος παῖδα κατέσφαττεν. καὶ μαρτυρεῖ τὸ πρὸς θυσίαν σφαγι ασθὲν τοῦ Σουφλαμίου παιδάριον, ὅπερ ὁ δαιμονιώδης ἐν παραβύστῳ θύσας, ἔκδηλον ὁ θεὸς τοῖς πολλοῖς τοῦτο πε ποίηκεν. Τῶν δέ γε Σαρακηνῶν κατ' ἀλλήλων μαχομένων ἀκούσας ἐκστρατεύει πρὸς τὰ μέρη τῆς Συρίας καὶ διὰ τὴν τοιαύτην πρόφασίν τε καὶ ἄδειαν προσλαβόμενος λόγῳ τοὺς συγγενεῖς αὐτοῦ Ἀρμενίους καὶ Σύρους αἱρετικοὺς εἰς τὸ Βυζάντιον μετῴκισεν, ὧν οἱ πλείους οἰκοῦντες ἐν τῇ Θρᾴκῃ μέχρι νῦν Θεοπασχῖται κατὰ Πέτρον εἰσὶ τὸν δείλαιον. Αὐτίκα γοῦν ἤρξατο ἀθρόως τε καὶ ἀοράτως γίνεσθαι σημεῖα ἔν τε τοῖς τῶν ἀνθρώπων ἱματίοις καὶ εἰς τὰ τῶν ἐκκλησιῶν ἱερὰ ἐνδύματα, σταυροί τινες ἐλαιώδεις πλεῖστοι. καὶ οὕτω κατέλαβεν ἡ θεομηνία τοῦ βουβῶνος, λοιμικὴ 753 νόσος, οὐ μόνον τοὺς ἐν τῇ πόλει, ἀλλὰ καὶ τοὺς ἐν τοῖς περιχώροις αὐτῆς δεινῶς ὀλοθρεύουσα. καὶ πρὸς τούτοις ἐγίνοντο καὶ φαντασίαι τινὲς εἰς πολλοὺς τῶν ἀνθρώπων καὶ δείματά τινα ἐξαίσια. γινόμενοι γὰρ ἐν ἐκστάσει ἐνό μιζον ξένοις τισὶ καὶ βριαρέοις προσώποις ὁδεύειν, οἳ καὶ τοὺς ἀπαντῶντας ὡς φίλους δῆθεν προσαγορεύοντες διελέ γοντο. καὶ ταῦτα μὲν ἐν τῷ χειμῶνι γέγονεν. ἐν δὲ τῷ ἐαρινῷ καιρῷ μειζόνως ἐπέτεινεν ἡ νόσος, καὶ τῷ θερινῷ τοσοῦτον ἐξεκαύθη, ὥστε καὶ ὁλοκλήρους οἴκους τέλεον κλει σθῆναι, ὅθεν ἐκ πολλῆς περιστάσεως εἰς ἄλογά τε καὶ ἁμάξας ἐπιστοιβάζοντες αὐτοὺς ἐξεκόμιζον. ἐν δὲ τῷ πληρωθῆναι τὰ ἐνάστεια πάντα καὶ τὰ προάστεια μνήματα, ἔτι μὴν καὶ λάκκους ὀρυχθῆναι καὶ ἀμπελῶνας κατασκαφῆναι συνέβη καὶ ἔνδον τῶν παλαιῶν τειχῶν κήπους εἰς τὴν τοιαύτην προσ χωρῆσαι ταφὴν τῶν ἀνθρώπων. σὺν πᾶσι δὲ τούτοις ἔφθασεν ἡ ὀργὴ καὶ εἰς τὸν ἀνίερον Ἀναστάσιον τὸν φατριάρχην, καὶ οἰκτίστῳ πάθει τῷ λεγομένῳ χορδαψῷ καταλύει τὸν βίον. 754 Ὁ δέ γε τύραννος βασιλεὺς τὴν πόλιν ἐάσας τὴν Νικο μήδειαν καταλαμβάνει καὶ ἐκεῖσε διέτριβε μέχρι πολλοῦ. ἐπανελθὼν δὲ σύνοδον συναθροίζει κατὰ τῶν ἁγίων εἰκόνων ἐν Βλαχέρναις, ἐν ᾗ πολλὰ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ κενολογήσαντες οἱ ἱερεῖς τῆς αἰσχύνης καὶ τὰς μιαρὰς χεῖρας εἰς ὕψος ἄραντες καὶ ἀλαλάξαντες ἔρρηξαν τὴν ἐλεεινὴν φωνὴν ἐκείνην λέγοντες· σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ὅτι σύ, βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰδώλων. ὢ τῆς ἐσχάτης καὶ τολμηρᾶς αὐθαδείας καὶ ἀπο νοίας καὶ βλασφημίας τῶν χριστομάχων καὶ ἱεροκαπήλων καὶ τῆς ἀκολάστου γλώσσης αὐτῶν καὶ γνώμης ἀγνώμονος. εἰ γὰρ ὁ τῆς ἀσεβείας πρόμαχος οὗτος αἴτιος τῆς εἰδώλων καθαιρέσεως, μάτην ἄρα γέγονεν ἡ ἐνανθρώπησις Χριστοῦ, κενὴ δὲ καὶ ἡ τῶν ἀποστόλων διδασκαλία. φυσηθεὶς οὖν ὁ δείλαιος ἐπὶ τῇ ἀπηχεστάτῃ φωνῇ ταύτῃ προσέθετο καὶ 755 ἕτερον παρανομίας εἶδος. ἀνελθὼν γὰρ ἀθέσμως καὶ ἀνιέρως ἐν τῷ ἄμβωνι χειροκρατῶν Κωνσταντῖνον ἐπίσκοπον τοῦ Συλ λαίου γενόμενον ἐξεφώνησε μετὰ κραυγῆς μεγάλης· Κωνσταν τίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη, ποιήσας αὐτὸν δῆθεν πατριάρχην ὁ πεφενακισμένος καὶ ματαιόφρων ἐξ ὑπο βολῆς τῶν ἀνιέρων καὶ χριστεμπόρων. περὶ ὧν δικαίως ἂν λέξειεν ὁ μὲν Ἰεζεκιήλ· τάδε λέγει κύριος· οἱ ἱερεῖς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου. ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαροῦ οὐ διέκρινον. ὁ δὲ μέγας Δανιὴλ ἐμβριθέστερον στηλιτεύσειε φάσκων· ἐξῆλθεν ἀνομία ἐκ πρεσβυτέρων κρι τῶν, οἳ ἐδόκουν τὸν λαὸν κυβερνᾶν. ὄντως γὰρ ἀληθῶς οὗτοι συνέλαβον πόνον καὶ ἔτεκον ἀνομίαν, ἐπειδὴ τὰ τῇ ἱερωσύνῃ καὶ τοῖς θείοις κανόσιν ἀνακείμενα λαϊκοῖς χαρι ζόμενοι ἐπέτρεπον ἐπιτελεῖν. καὶ θαυμαστόν γε οὐδέν. εἰ γὰρ τὸν υἱὸν τοῦ θεοῦ καταπατῆσαι διὰ τῆς πρὸς τὴν ἱερὰν αὐτοῦ εἰκόνα ὕβρεως καὶ καθαιρέσεως οὐ πεφρίκασιν, πῶς ἂν τῆς ἱερωσύνης αὐτοῦ ἐφείσαντο; τίς οὖν οὐκ ἐκπλαγείη καὶ φρίξειεν ἀκούων καὶ βλέπων τὸν ἀσπιδοφόρον ἱεροθέτην καὶ τὸν πολέμοις ἐσχολακότα καὶ φόνοις ἱεροτελεστήν. ἀλλ' 756 οὐ πολὺ τὸ ἐν μέσῳ καὶ ἄξια τῆς χειροτονίας αὐτοῦ εἰς τὸν χειροτονηθέντα ὑπ' αὐτοῦ διεπράξατο ἔργα. μαθὼν γὰρ ἀκριβῶς ὁ ἀλάστωρ, ὅτι κρατήσας ὁ πατριάρχης αὐτοῦ τὰ τίμια ξύλα πολλοὺς ἐπληροφόρησε λέγων· μὰ τὸν προσηλω θέντα εἰς ταῦτα κύριον, οὕτω μοι εἶπεν ὁ βασιλεύς, ὅτι· οὐκ ἔστι θεὸς ὁ Χριστός, διὰ τοῦτο οὐδὲ τὴν Μαρίαν ἔχω θεοτόκον, ἐξεμάνη σφόδρα κατ' αὐτοῦ ὡς τὸ μυστήριον τῆς βλασφημίας αὐτοῦ θριαμβεύσαντος, καὶ ἐπιθεὶς αὐτῷ πολλὰς πληγὰς ἐθριάμβευσεν αὐτὸν ἐπὶ λαοῦ καὶ ἱπποδρομίας ἐμ παιζόμενον, ἐμπτυόμενον, συρόμενον. εἶτα ἀσφαλισάμενος αὐτὸν ἔν τινι τόπῳ ἀποστέλλει πρὸς αὐτὸν πατρικίους καί φησιν· τί λέγεις ἄρτι περὶ τῆς πίστεως ἡμῶν καὶ τῆς συν όδου ἧς ἐποιήσαμεν; ὁ δὲ ματαιωθεὶς ταῖς φρεσὶ καὶ οἰό μενος αὐτὸν πάλιν ἐξευμενίσασθαι ἀποκριθεὶς εἶπεν· καλῶς πιστεύεις καὶ καλῶς τὴν σύνοδον ἐποίησας. οἱ δὲ ἐπιγελά σαντες τῇ αὐτοῦ ἀνοίᾳ εἶπον· ἡμεῖς τοῦτο καὶ μόνον ἠθέ λομεν ἀκοῦσαι παρὰ τοῦ μιαροῦ σου στόματος. ἀπὸ δὲ τοῦ νῦν ἄπελθε εἰς τὸ ἀνάθεμα καὶ εἰς τὸ σκότος. παραχρῆμα 757 δὲ ἐξαγαγόντες αὐτὸν ἀπεκεφάλισαν, καὶ τὴν μὲν κεφαλὴν αὐτοῦ ἐν τῷ Φόρῳ ἐκρέμασαν, τὸ δὲ σῶμα σύραντες ἔρριψαν εἰς τὰ Πελαγίου, ἔνθα πρώην μὲν ὑπῆρχεν ὁ τοῦ ἁγίου μάρτυρος Πελαγίου ναός, ὃν ὁ θεομισὴς καταλύσας καὶ τάφον καταδίκων ποιήσας ἐκάλεσε τὰ Πελαγίου. οὕτως οὖν τὸν ὑπ' αὐτοῦ χειροτονηθέντα καὶ δοξασθέντα φατριάρχην τιμήσας ἀντιχειροτονεῖ πάλιν τὸν εὐνοῦχον Νικήταν καὶ Σκλάβον. Οὕτω δὲ καὶ Πέτρον τὸν ἱερὸν στυλίτην μὴ πεισθέντα τοῖς πονηροῖς αὐτοῦ δόγμασι πολλὰ βασανίσας εἰς τὰ Πελα γίου συρόμενον ζῶντα ῥιφῆναι προσέταξεν. ὡσαύτως μὲν οὖν καὶ τὸν θεῖον Στέφανον ἐν τῇ ἀκρωρείᾳ τοῦ ὄρους Αὐξεντίου τοῦ θεοφόρου ποιήσαντα ἔτη μʹ ἐν οἰκίσκῳ μικρῷ πολλὰ τιμωρήσας ἐπέτρεψε συρέντα ῥιφῆναι εἰς τὰ Πελαγίου ὡς οὐ μόνον ἀντιπίπτοντα καὶ μαχόμενον αὐτοῦ τῇ κακο δοξίᾳ, ἀλλὰ καὶ πολλοὺς μεταφέροντα πρὸς τὸν μονήρη βίον καὶ καταφρονεῖν πείθοντα βασιλικῶν ἀξιωμάτων καὶ χρη μάτων. καὶ ἦν ἰδεῖν κατὰ πᾶσαν πόλιν καὶ χώραν θρῆνος ἐπὶ θρῆνον καὶ οὐαὶ ἐπὶ οὐαὶ παρὰ τῶν εὐσεβούντων, παρὰ δὲ τῶν ἀσεβούντων ἱερὰ πατούμενα καὶ σκεύη μεταποιούμενα ἐκκλησίας τε ἀνορυττομένας καὶ θείας εἰκόνας κατασπωμένας. 758 πολλῶν τοίνυν ἀρχόντων καὶ στρατιωτῶν διαβληθέντων εἰκόνας προσκυνεῖν διαφόροις τιμωρίαις καὶ πικροτάταις αἰκίαις τού τους ὁ τρισάθλιος καὶ τῆς ἀληθείας ἐχθρὸς παραδοὺς κατὰ Βουλγάρων ἐστράτευσεν, καὶ ἐξοπλίσας ἐκ τῶν θεμάτων χε λάνδια δισχίλια ἑξακόσια ἐπὶ Ἀχελὸν ἀπέστειλεν. ἐν δὲ ταῖς ἀκταῖς προσορμισθέντα, καὶ τοῦ βορρᾶ βιαίως πνεύσαντος, ἅπαντα μικροῦ δεῖν συνετρίβησαν, καὶ ἐπνίγη λαὸς ἀνα ρίθμητος. ὅπερ μαθόντες οἱ Βούλγαροι πόλεμον πρὸς αὐτὸν συνάπτουσι καὶ τὰ πλήθη αὐτοῦ δεινῶς συγκόψαντες, ὑπ έστρεψε μετ' αἰσχύνης μεγάλης καὶ ἥττης. Ἐφ' ὧν χρόνων γέγονε ψύχος μέγα καὶ πικρότατον, ὥστε καὶ τὴν ἀρκτῴαν τοῦ Πόντου παράλιον ἐπὶ μίλια ρʹ ἀπο λιθωθῆναι τὸ πέλαγος ἐκ τοῦ κρύους καὶ ἐπὶ πήχεις λʹ τὸ βάθος. οὗπερ ἐπιχιονισθέντος, ηὐξήθη ἐπ' ἄλλας κʹ πήχεις, ὥστε συμμορφωθῆναι τὴν θάλασσαν τῇ ξηρᾷ καὶ πεζοπο ρεῖσθαι ὕπερθεν τοῦ κρύους ὑπὸ ἀγρίων τε καὶ ἡμέρων ζώων. τῷ δὲ Φευρουαρίῳ μηνὶ κατὰ θεοῦ κέλευσιν τοῦ 759 τοιούτου πάγους εἰς πλεῖστα καὶ ὀροφανῆ τμήματα διαιρε θέντος, καὶ τῇ τῶν ἀνέμων βίᾳ ἐπὶ Δαφνουσίαν καὶ τὸ Ἱερὸν κατενεχθέντων, οὕτω διὰ τοῦ Στενοῦ ἐπὶ τὴν πόλιν ἔφθασαν κἀκεῖθεν μέχρι τῶν νήσων καὶ Ἀβύδου πᾶσαν τὴν παράλιον ἐπλήρωσαν ἔχοντα καὶ ζῶα διάφορα προσπεπηγμένα ἥμερά τε καὶ ἄγρια. διὸ πᾶς ὁ βουλόμενος ἀπὸ Σοφιανῶν εἰς τὸν ἅγιον Μάμαντα καὶ εἰς τὴν πόλιν, ἀφ' ἧς πάλιν εἰς Χρυσόπολιν, ὡς διὰ ξηρᾶς ἐβάδιζεν. ἐκ δὲ τῶν μεγάλων ἐκείνων τμημάτων δύο προσραγέντων, τὸ μὲν τῇ σκάλᾳ τῆς Χρυσοπόλεως, τὸ δὲ τῷ τείχει τῆς πόλεως, ἡ μὲν συνετρίβη, τὸ δὲ μεγάλως ἐκ τῶν θεμελίων ἐδονήθη μετὰ τῶν ἔνδοθεν πλησίον οἰκημάτων. ὅπερ οὖν τμῆμα διαιρεθὲν εἰς τρία καὶ ἀπὸ τῶν Μαγγάνων ἕως τοῦ Βοοσφορίου τὴν πόλιν δια ζῶσαν ὑπερεῖχε πολὺ τῷ ὕψει τὰ τείχη. ταῦτα θεωροῦντες οἱ τῆς πόλεως καὶ διαποροῦντες ἐθρήνουν ἀπαρηγόρητα. Ἐν οἷς καὶ πλάνη γέγονε περὶ τοῦ πάσχα, καὶ παρηλ λαγμένως τῆς ἀκριβείας τῶν ὀρθοδόξων οἱ παράπαιστοι πασχάσαντες ὕστερον ἐπιγνόντες τὴν ἑαυτῶν πλάνην ᾐσχύ νοντο. καὶ τῷ Ἀπριλλίῳ μηνὶ δρόμος ἀστέρων γέγονεν ἐν τῷ ἀέρι, καὶ κατεσπῶντο πρὸς τὴν γῆν, ὡς τοὺς ὁρῶντας νομίζειν εἶναι συντέλειαν. αὐτίκα δὲ καὶ αὐχμὸς ἐγένετο πολὺς καὶ λιμὸς μέγας, ὡς ξηρανθῆναι πηγὰς καὶ ποταμούς, καὶ πραθῆναι τὸν μόδιον τῆς κριθῆς ἐν τῇ πόλει νομισμά 760 των ιβʹ. ἐν δὲ τῇ Συρίᾳ γέγονε σεισμὸς μέγιστος καὶ πολλὴ πτῶσις, ὥστε αἱ μὲν τῶν πόλεων ὁλοκλήρως ἠδαφίσθησαν, αἱ δὲ ἐξ ἡμισείας, ἕτεραι δὲ ἀπὸ τῶν ὀρείων εἰς τὰ ὑπο κείμενα πεδία σὺν τῶν τειχῶν καὶ τῶν οἰκημάτων ἄρδην μετέστησαν ἀβλαβεῖς ὡς ἀπὸ μιλίων βʹ. ἡ δὲ γῆ τῆς Με σοποταμίας ἐπὶ μίλια γʹ σχισθεῖσα καὶ ἑτέραν ἀναβράσασα λευκὴν καὶ ἀμμώδη γῆν, ἀνῆλθε παραδόξως ἐκ μέσου ταύ της ἡμίονος ἀνθρωπίνῃ φωνῇ φθεγγομένη καὶ προμηνύουσα ἐπιδρομὴν ἔθνους· ὅπερ καὶ γέγονε μετ' ὀλίγον. Ὁ δὲ τύραννος καὶ ἀλάστωρ ἐξελθὼν μετὰ ταῦτα πάλιν κατὰ Βουλγάρων καὶ δεινῶς κατὰ τῶν σκελῶν ἀνθρακωθεὶς καὶ πυρετῷ λάβρῳ καὶ διακαεῖ συσχεθεὶς κατὰ τὴν Ἀρκα διούπολιν ἀνέστρεψεν ἐγκλίνιος, καὶ ἐλθὼν ἐν Συλιμβρίᾳ καὶ ἐμπλοΐσας μέχρι τοῦ Στρογγύλου καστελλίου θνήσκει ψυχῇ καὶ σώματι βοῶν καὶ λέγων ὅτι· ζῶν πυρὶ ἀσβέστῳ παρεδό θην διὰ τὴν Μαρίαν· ἀλλ' ἀπὸ τοῦ νῦν ὑμνείσθω καὶ τι μάσθω. Περὶ οὗ καὶ ὁ θεῖος Νικηφόρος Κωνσταντινουπόλεως 761 τοιάδε φησίν· ἐπειδὴ δέ τινα παρὰ τοῖς χριστομάχοις περι θρυλλεῖται, ἅπερ αὐτοῖς ὁ τοῦ ψεύδους πατὴρ ἐμπνεύσειεν, φέρε καὶ ταῦτα διασκεψώμεθα. καταψεύδονται γὰρ διὰ τὴν εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν αὐτοῦ ὕβριν χρόνους μηκί στους καὶ παρατεταμένην ζωὴν καὶ βίον εὐπαθῆ μεμετρῆσθαι τῷ Μαμωνᾷ, καὶ εὐημερίας εἰς ἄκρον ἐλάσαι, νίκας τε κατὰ βαρβάρων αὐτῷ καὶ ἀνδραγαθήματα ὡς πλεῖστα ἐπιγράφον τες, ἃ τοῖς σώφροσιν οὐδὲ εἰς ἀκρόασιν ἔρχεσθαι δίκαιον. ὡς δ' ἂν τῶν ἁπλουστέρων ἢ ἀμαθεστέρων τινὰς τοῖς ἐκ τῆς ἀπάτης ἀναπλασμοῖς μὴ βλάπτοιεν, τούτων διευθύνον τες ἕκαστα κενοῖς λόγοις ἑαυτοὺς φενακίζοντας ἀποφήνωμεν τοὺς ματαιόφρονας. ὅτι μὲν γὰρ ὁ βίος ἐκείνου πάναισχρος γέγονε βδελυκτός τε θεῷ καὶ ἀγγέλοις καὶ ἀνθρώποις τοῖς εὐσεβέσιν ὑπῆρχεν οὐκ ἀσυμφανές. καὶ γὰρ εἰς τὰ σαρκὸς πάθη κατασυρόμενος καὶ τοῖς ἀπηγορευμένοις βαρβάροις καὶ Ἕλλησι σῶμα καὶ ψυχὴν ὁ δείλαιος ἐμμολυνόμενος τὴν τῶν ἀλόγων ζώων παρήλασε κτηνωδίαν. καὶ ταῦτα οὐκ ὀλί γιστοι τῶν ὑπηρετησαμένων αὐτῷ μέχρι δεῦρο περιόντες ἀπαγγελλέτωσαν, μεθ' ὧν καὶ τἄλλα δή, ἃ περὶ τὸ σῶμα αὐτῷ ἀπήντει. πόνοις γὰρ καὶ ἀλγηδόσιν ἀρρήτοις, οἷα εἰκὸς τοὺς ἡλκωμένους πάσχειν, βαλλόμενος πονηρῶς ἄγαν 762 καὶ ἀνηκέστως διέκειτο, καί τινα τῶν μελῶν ὑπὸ τῆς ἑλκώ σεως καὶ διαβρώσεως ἀπερρυηκότων αὐτῷ ἐλεεινῶς ἀπη χρείωτο. συνεχέστατα δὲ ὑπὸ τῶν ἐρινύων ἐκδειματούμενος πικρῶς τε καὶ ἀΰπνως πολλάκις τὸν νυκτερινὸν χρόνον διή νυεν. παρείσθω τὰ νῦν λέγειν τὸ τῆς διαίτης ἀηδές τε καὶ αἴσχιστον· ὅπερ γὰρ ἂν προσάραιτο βρώσεως οὐ τέλεον κατα ποθὲν παρὰ τοὺς ἐμέτους ἔφθανεν ἐκκρινόμενον. τὸ δὲ περὶ τοὺς ὑπηρετουμένους ἰταμὸν καὶ θηριῶδες τοῦ τρόπου καὶ τῆς ὑπηρεσίας τὸ δυσαχθέστατον ποῖα ἄν τις εἴποι τὰ φέ ροντα σώματα; μάστιξι γὰρ ἑκάστης ἡμέρας πολλαῖς κατα ξαίνων αὐτῶν τὰ νῶτα καὶ τὰς ὄψεις παίων πὺξ καὶ λὰξ ἐναλλόμενος οὐδὲν τῶν σαρκοβόρων θηρίων φιλανθρωπότε ρον ἔπραττεν, ἐκτομὰς δὲ μελῶν καὶ ὀφθαλμῶν πηρώσεις καὶ τἄλλα ὅσα δεινὰ κολαστήρια καὶ σφαγὰς ἀδίκους ἀν δρῶν ἀθώων καὶ τοὺς διὰ πυρὸς πικροτάτους θανάτους, μάλιστα δὲ κατὰ τῶν ὀρθοδοξούντων, ἐπιδεικνύμενος, τί χρὴ καὶ λέγειν; οἱ γὰρ τῆς μανίας αὐτοῦ καὶ δυσσεβείας ὑπ ασπισταὶ καὶ δορυφόροι ῥῖνας μὲν ὡς πλείστας ἀνθρώπων ὁσίων ἀποτέμνοντες, ὥσπερ τὴν τοῦ προδρόμου πάλαι κεφα λὴν Ἡρώδῃ προσέφερον, οὕτω καὶ τῷ ἐφ' ἡμῶν Ἡρώδῃ οἷον δῶρον ἡδὺ καὶ ἐπέραστον ἐκόμιζον ἐπὶ πίνακος. ὀφθαλ μῶν γὰρ ἐξορύξεις καὶ γενειάδος ἐμπυρισμοὺς καὶ αἱμάτων ἐκχύσεις μαρτυροῦσιν οἱ μέχρι νῦν τὰ σύμβολα περιφέρον τες, θανάτους δὲ βιαίους τῶν τοιούτων καὶ ἐξαισίους ὁ τῆς θαλάσσης βυθὸς ἐπίσταται, καὶ οἱ λίθοι κράζουσιν. ἃς δὲ 763 περιπλάττουσιν αὐτῷ νίκας οἱ ἐμβρόντητοι καὶ λυσσώδεις ὁμόφρονες αὐτοῦ, ἵνα μιᾶς τῶν κρατίστων αὐτῶν ἐπιμνη σθῶμεν, τοιαῦταί εἰσιν. ἐπειδὴ παρεσκεύαστο πρὸς τὸ ἐν δυσμαῖς ᾠκισμένον Σκυθικὸν ἔθνος ἀμύνασθαι, συναθροίζει πᾶν τὸ ὑπ' αὐτὸν στράτευμα, εἰς χεῖράς τε τοῖς πολεμίοις ἰὼν ὁποῖον αὐτῷ τὸ τοῦ πολέμου τέλος κατώρθωτο μαρτυρεῖ τὰ φαινόμενα. μέχρι γὰρ καὶ τήμερον τὰ κατὰ τὴν Ἀχελὸν καλουμένην πόλιν κοῖλα καὶ πεδιάσιμα χωρία, ἃ τῶν ἀνῃρη μένων ἐδέξαντο τὰ κῶλα, σαφῶς ὑποδεικνύουσιν. ἔργον γὰρ τῆς Σκυθικῆς μαχαίρας ἅπαν σχεδὸν τὸ στράτευμα τῶν Ῥω μαίων γέγονεν. εἰ δέ τι μικρὸν καὶ οὐ πάνυ ἀξιόλογον ἔδρασεν, τοῦτό ἐστιν. τοὺς γὰρ πρὸς ἀνατολὰς οἰκοῦντας βαρβάρους ἀκηκοὼς περὶ τοὺς οἰκείους ἡγεμόνας διαστασιά ζοντας καὶ πρὸς τὸν ἐμφύλιον πόλεμον ἀσχολουμένους, λῃ στρικώτερόν πως μᾶλλον ἢ στρατηγικώτερον ὡς λήσων ἐπιὼν τοῖς τῆς Ἀρμενίας καὶ Συρίας χωρίοις τῶν ἐκείνη φρουρίων αἴρει ὁμολογίᾳ τῶν προσοικούντων καὶ ἐπὶ τὴν Θρᾴκην αὐτοὺς μετήγαγεν. τοιαῦτα μὲν οὖν τὰ ἐκείνου ἀνδραγα θήματα καὶ τὰ κατ' ἐχθρῶν σχεδιαζόμενα τρόπαια, τοιαῦτα δὲ καὶ τὰ κατὰ τῆς ἀληθείας καὶ εὐσεβείας νεανιεύματα. 764 ἀπηναισχύντησε γὰρ κατά τε τοῦ θεοῦ μανεὶς καὶ κατὰ τῶν ἱερῶν ἀνδρῶν τῶν ὥσπερ αὐτῷ ἀναθήματα προσηκόντων. καὶ τὸ ἀγγελικὸν δὴ τοῦτο καὶ ἀποστολικὸν τοῦ μοναστικοῦ βίου σχῆμα βδελυττόμενος ὁ θεομισής τε καὶ βέβηλος ἐπώ νυμον τῆς θεοσεβείας τὸ ἀμνημόνευτον αὐτοῖς ἐπέγραψεν ὄνομα. βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια, καὶ ὅσιος ἀκά θαρτος παρὰ κακούργοις. οἷα δὲ εἰς αὐτοὺς τυραννίδι ἐπιὼν ὁ τύραννος ἔδρασεν, τίς ἄν, ὡς ἔφην, ἀξίως διηγή σεται; τάς τε γὰρ πρὸς θεὸν ἐπηγγελμένας αὐτοῖς ὁμολογίας καὶ συνθήκας ἀθετεῖν ἐκβιαζόμενος καὶ τὸ ἱερὸν σχῆμα ἀπορ ρίψαντας τὸ τῶν λαϊκῶν ὁ παράνομος ἐνομοθέτησε μεταμ φιέννυσθαι, τὰ δὲ εἰς δόξαν θεοῦ ἱδρυμένα μοναστήρια στρατιωτῶν οἰκητήρια καὶ ἱπποστάσια καὶ κοπρῶνας ὁ κο πρόνους καὶ κοπρώνυμος πεποίηκεν. εἶτα πρὸς τῷ τέλει τῶν κακῶν καὶ τοῦ θεοστυγοῦς αὐτοῦ βίου γενόμενος καὶ πυρετῶν ὀξύτησι καὶ φλογώσεσι καταπιμπράμενος τῆς ἐκ δεξομένης αὐτὸν γεέννης προδήλως τὴν φλόγα προθεώμενος κατωπτρίζετο καὶ τοῦ ἀκοιμήτου σκώληκος τὰ δήγματα σύν τονόν τε καὶ γεγωνότερον ἐμβοῶν ἐνδελεχέστατα· τῆς γεέννης 765 ταῦτα προαύλια καὶ προοίμια. τοιαύταις οὖν καὶ τοσαύταις εὐπαθείαις ἐναναπαυσάμενος, ὑφ' ὧν δὴ καὶ Διοκλητιανόν τε καὶ Μαξιμιανὸν συντελεσθέντας ἀκούομεν, οὕτω κακῶς καὶ ἀθλίως ἀπολλύμενος καταστρέφει τὸν αἴσχιστόν τε καὶ κάκιστον βίον ὁ ἄσπονδος τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ πάντων ἐχθρὸς καὶ πολέμιος δυσμενέστατος. [λεʹ. Περὶ Λέοντος τοῦ ἐκ τῆς Χαζάρας.] Μετὰ δὲ Κωνσταντῖνον τὸν Κοπρώνυμον ἐβασίλευσε Λέων ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ ἔτη εʹ. ὃς ἔδοξε μὲν πρὸς ὀλίγον χρόνον εὐσεβὴς εἶναι, μετὰ δὲ ταῦτα παρετράπη. τολμήσας γὰρ φορέσαι τὸ στέμμα τῆς μεγάλης ἐκκλησίας ἀπηνθρακώθη δεινῶς ἡ κεφαλὴ αὐτοῦ, καὶ οὕτω πυρετῷ σφοδροτάτῳ συνεχόμενος καὶ φθειρόμενος ἐτελεύτησε τῆς ἱεροσυλίας τὰ ἐπίχειρα κομισάμενος. Ἐφ' οὗ ἀνθρώπῳ τινὶ ὁδεύοντι μόνῳ κύων ἠκολούθει, λῃστὴς δὲ ἐνόδιος τὸν ἄνθρωπον ἀποκτείνας ἀπέδρα, τοῦ κυνὸς ἀπομείναντος ἐν τῷ τόπῳ καὶ φυλάσσοντος τὸ σῶμα τοῦ δεσπότου αὐτοῦ. ἕτερος δέ τις ἄνθρωπος κατὰ τὴν ὁδὸν ἐλθὼν καὶ τὸ σῶμα ἰδὼν καὶ σπλαγχνισθεὶς ὀρύξας 766 ἔθαψεν αὐτὸ τῇ γῇ. τοῦτο ἰδὼν ὁ κύων καὶ ἀποδεξάμενος ἠκολούθει τῷ θάψαντι εὐνοϊκὴν δουλείαν αὐτῷ ἀποπληρῶν. ἦν δὲ τὸ ἐπιτήδευμα τοῦ ἀνθρώπου κάπηλος. πάντας οὖν τοὺς εἰσιόντας καὶ ἐξιόντας εἰς τὸ ἐργαστήριον ἔσαινεν ὁ κύων, χρόνῳ δέ ποτε συνέβη καὶ τὸν φονέα πιόμενον εἰς τὸ καπηλεῖον ἐλθεῖν· ὃν ἐπιγνοὺς ὁ κύων ὑλάκτει καὶ ἐπεπήδα εἰς τὸ πρόσωπον αὐτοῦ καὶ εἰσελθεῖν οὐκ εἴα τὸν ἄνθρωπον. τοῦτο δὲ πολλάκις γινόμενον εἰς ὑποψίαν πολ λοὺς θείου τινὸς κινήματος ἤγαγεν. διὸ καὶ συσχεθεὶς εἰς κρίσιν παρεδόθη, καὶ τὸ πραχθὲν ὁμολογήσας μετὰ πάσης ἀληθείας ἀνῃρέθη. [λ ʹ. Περὶ Κωνσταντίνου υἱοῦ Εἰρήνης.] Μετὰ δὲ Λέοντα ἐβασίλευσε Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτη ιζʹ. ἐφ' οὗ τὸ τῆς εὐσεβείας δόγμα ἔλαβεν ἀρχὴν παρ ρησιάζεσθαι, καὶ ὁ λόγος τοῦ θεοῦ πλατύνεσθαι, καὶ τὰ μοναστήρια μετὰ πάσης ἀδείας ἀνοικοδομεῖσθαι. ἐν δὲ τοῖς μακροῖς τείχεσι τῆς Θρᾴκης ἄνθρωπός τις ὀρύσσων εὗρε λάρνακα γεγραμμένην· Χριστὸς μέλλει γεννᾶσθαι ἐκ Μαρίας τῆς παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων, ὦ ἥλιε, πάλιν με ὄψει. καὶ μέντοι καὶ τῆς πανευφήμου μάρτυρος Εὐφημίας τὸ λεί ψανον προβυθισθὲν ἐν τῇ θαλάσσῃ σὺν τῇ λάρνακι ὑπὸ τοῦ τυράννου καὶ μισαγίου εὑρέθη ἐν τῇ Λέσβῳ νήσῳ διὰ νυκτερινῆς ὄψεως, καὶ ἀνακομισθὲν μετὰ τῆς προσηκούσης 767 τιμῆς ἀπετέθη πάλιν ἐν τῷ ἰδίῳ τεμένει, ὅπερ αὐτὸς μὲν ὁ κοπρώνυμος καὶ κοπρόνους ἀρμαμέντον καὶ κοπροθέσιον ἐποίησεν, ὁ δὲ Κωνσταντῖνος ἅμα τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ ἀνακαθάραντες αὖθις τοῦτο καθιέρωσαν. Μετὰ δὲ ταῦτα ἐξοπλισάμενος Ἀαρὼν ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς κατὰ τῆς πόλεως ἦλθεν ἐν μεγάλῃ δυνάμει καὶ περιεκάθισεν ἐν Χρυσοπόλει. ὁ δὲ βασιλεὺς πέμψας λαὸν καὶ τὴν Βάνην κρατήσας, εἰρήνην Ἀαρὼν αἰτεῖται μεταξὺ Ῥωμαίων τε καὶ Σαρακηνῶν γενέσθαι. συναρπασθέντες οὖν ἐπὶ τούτῳ Σταυράκιος ὁ λογοθέτης καὶ Πέτρος ὁ μάγιστρος καὶ Ἀντώνιος ὁ δομέστικος καὶ τέκνα τῶν πρωτευόντων καὶ ἄνευ λόγου πρὸς αὐτὸν ἐξελθόντες ἐκρατήθησαν ὑπ' αὐτοῦ. διόπερ ἀναγκασθέντες οἱ τῆς πόλεως καὶ δῶρα πλεῖστα δόντες, ἀνεχώρησεν εἰρήνην μετὰ τῶν χριστιανῶν ποιήσας. καὶ δὴ βαθείας εἰρήνης γενομένης, ἐξῆλθεν ὁ βασιλεὺς σὺν τῇ μητρὶ πρὸς τὰ μέρη τῆς Θρᾴκης μετ' ὀργάνων καὶ μουσικῶν καὶ λαοῦ πλείστου· οἳ καὶ τὴν Βερώην καὶ Ἀχελὸν κτίσαντες ὑπέστρεψαν μετὰ πολλῆς χαρᾶς καὶ εὐφροσύνης. Ὁ δέ γε πατριάρχης Παῦλος ὁ Κύπριος ἀρρωστήσας καὶ τὴν ἐνθένδε μεταχώρησιν αὐτοῦ προγνοὺς ἐκ θείας ἀπο καλύψεως καὶ τὸν θρόνον καταλιπὼν καὶ πρὸς τὴν μονὴν τῶν Φλώρου ἀπελθὼν καὶ μονάσας, ἀπέρχεται πρὸς αὐτὸν ὁ βασιλεὺς σὺν τῇ μητρὶ αὐτοῦ μαθεῖν βουλόμενοι τῆς ὑπο χωρήσεως τὴν αἰτίαν. ὁ δὲ μετὰ πολλῶν δακρύων ἔφη· 768 εἴθε μηδ' ὅλως ἐκάθισα ἐν τῷ θρόνῳ τῆς ἐκκλησίας ταύτης ἀπεσχισμένης ὑπαρχούσης ἐκ τῶν λοιπῶν ἁγίων θρόνων καὶ ἀναθεματιζομένης. ταῦτα ἀκούσαντες οἱ βασιλεῖς μετὰ σκυ θρωπότητος ἀνεχώρησαν, ἀποστέλλουσι δὲ πρὸς αὐτὸν τοὺς πατρικίους ἀκοῦσαι τὰ παρ' αὐτοῦ λεγόμενα. πρὸς οὓς μετὰ παρρησίας ἐν τῷ τέλει τῆς διδασκαλίας εἶπεν· ἐὰν οὖν μὴ σύνοδος οἰκουμενικὴ γένηται, καὶ τὸ σφάλμα διορθωθῇ τῆς πίστεως ὑμῶν, οὐκ ἔχετε σωτηρίαν. οἱ δὲ πρὸς αὐτόν· καὶ ἵνα τί καθυπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσ κυνεῖν εἰκόνας; καὶ διὰ τοῦτο γάρ, φησίν, ἐγὼ θρηνῶ καὶ πρὸς τὴν μετάνοιαν κατέφυγον δεόμενος, ἵνα μὴ ὡς ἱερέα με κολάσῃ ὁ θεὸς καὶ ποιμένα σιγήσαντα μέχρι νῦν καὶ μὴ κηρύξαντα τὴν ἀλήθειαν τῷ φόβῳ τῆς μανίας ὑμῶν καὶ μιαιφονίας. ταῦτα δὲ οὗτοι ἀκούσαντες ἀπῆλθον ἔχοντες ἐν ἑαυτοῖς πολλὴν ἀπορίαν τε καὶ συζήτησιν. ἐν τούτοις οὖν πᾶσι τὸν τῆς ἀληθείας ἀναπτύσσων λόγον καὶ τὴν μυσαρὰν διαπτύων αἵρεσιν ἐκοιμήθη ἐν εἰρήνῃ τε καὶ ὀρθο δοξίᾳ μέγα πένθος καταλιπὼν τοῖς τε βασιλεῦσι καὶ τοῖς εὐσεβέσιν ἀνθρώποις τῆς πόλεως. ἦν γὰρ σεβάσμιος ἀνὴρ πάνυ καὶ αἰδέσιμος καὶ πάσῃ ἀρετῇ κεκοσμημένος, ὅθεν καὶ πολλὴν πίστιν εἰς αὐτὸν ἐκέκτηντο πάντες. ἀντ' αὐτοῦ δὲ χειροτονηθέντος Ταρασίου τοῦ ἀπὸ ἀσηκρητῶν, καὶ διὰ βασιλικῆς παρακλήσεως ἀπὸ Ῥώμης καὶ τῶν λοιπῶν ἁγίων θρόνων καὶ τῶν ὑπὸ τὴν βασιλεύουσαν πόλιν πάντων ἐπι σκόπων ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐπισυναχθέντων καὶ τὰς θείας γραφὰς ἀρξαμένων ὑπαναγινώσκειν καὶ ἀντι 769 βάλλειν εἰς ὑπήκοον τῶν βασιλέων καὶ τοῦ λαοῦ παντός, ἐστασίασαν κατ' αὐτῶν οἱ τοῦ Κοπρωνύμου σχολάριοι καὶ μαθηταὶ καὶ γυμνώσαντες αὐτῶν τὰ ξίφη τὸν σύλλογον διέλυσαν. οὓς οἱ βασιλεῖς αὐτίκα τῆς πόλεως ὑπεξαγαγόντες ἀόπλους προφάσει εὐωχίας εἰς τὰ Μαλάγινα πρὸς τὰς ἰδίας χώρας ἀτίμως ἐξήλασαν, τὸν δὲ θεῖον Ταράσιον σὺν τοῖς προρρηθεῖσιν ἐπισκόποις ἐν τῇ Νικαέων πόλει ἀποστέλλουσιν. καὶ γενομένης τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου, ἀπέλαβε πάλιν ἡ ἐκκλησία τὸν ἀρχαῖον αὐτῆς κόσμον. Ἑβδόμη σύνοδος γέγονεν ἐν Νικαίᾳ τῆς Βιθυνίας συν ελθοῦσα τὸ δεύτερον τνʹ πατέρων ἔτει τῆς Κωνσταντίνου καὶ Εἰρήνης τῆς αὐτοῦ μητρὸς βασιλείας ηʹ. ταύτης ἡγοῦντο Πέτρος πρεσβύτερος τοῦ ἁγίου ἀποστόλου Πέτρου καὶ Πέτρος πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Σάβα τὸν τόπον ἐπέχοντες Ἀδριανοῦ πάπα Ῥώμης, Ταράσιος Κωνσταντινουπόλεως, Ἰωάννης, Γεώργιος καὶ Θωμᾶς μοναχοὶ πρεσβύτεροι καὶ τοποτηρηταὶ τῶν ἀποστολικῶν θρόνων τῆς ἀνατολικῆς διοικήσεως, τοῦ τε Πολιτιανοῦ Ἀλεξανδρείας καὶ Θεοδωρήτου Ἀντιοχείας καὶ Ἡλία Ἱεροσολύμων, κατὰ τῆς πρῴην ἀθέσμως 770 συναθροισθείσης παρὰ Κωνσταντίνου τοῦ τηνικαῦτα βασι λεύσαντος καὶ ἀθέως ὀνομασθείσης ἑβδόμης συνόδου ἐφ' ὕβρει καὶ καταστροφῇ τῶν σεβασμίων εἰκόνων καὶ κενολογησάσης ὅτι ὡς θεοῖς ταύταις οἱ χριστιανοὶ προσεκύνησαν, ἀναθεμα τίσασα δὲ τοὺς ταύτης ἐξάρχους Θεοδόσιον τὸν Ἐφέσου, Σισίνιον Πέργης τὸ ἐπίκλην Παστιλλᾶν, Βασίλειον Ἀντιοχείας Πισιδίας τὸν λεγόμενον Τρικάκκαβον, τὴν τῶν σεπτῶν εἰκόνων ἀρχῆθεν παραδεδομένην τῇ ἐκκλησίᾳ τιμὴν ἀνανεώ σασα ὥρισε παραπλησίως ταύτας τῷ σταυρῷ προσκυνεῖσθαι. Μετὰ δὲ ταῦτα τοῦ βασιλέως Κωνσταντίνου μισήσαντος τὴν ἑαυτοῦ γυναῖκα Μαρίαν καὶ τὴν Θεοδότην λαβόντος, ἀπέσχισε τῆς κοινωνίας Ταρασίου Πλάτων ὁ τῶν Σακκου δίου ἡγούμενος ὡς ἐπιτρέψαντος κουρευθῆναι τὴν Μαρίαν καὶ τὸν ἡγούμενον τῶν Καθαρῶν Ἰωσὴφ στεφανῶσαι τοῦτον μετὰ Θεοδότης κελεύσαντος, καὶ τὸν αὐτὸν Κωνσταντῖνον εἰς κοινωνίαν δεξάμενον. κἀντεῦθεν ὁ βασιλεὺς τὸν μὲν Πλά τωνα ἐν τῷ παλατίῳ καθεῖρξεν, τοὺς δὲ λοιποὺς μοναχοὺς αὐτοῦ σὺν τοῖς ἀνεψιοῖς αὐτοῦ μαστιγώσας ἐξώρισεν ἐν Θεσσαλονίκῃ. οὓς ἡ μήτηρ αὐτοῦ ὑπερασπιζομένη ὡς τὴν παρανομίαν ἐλέγχοντας ἐκίνησεν αὐτὸν κατ' αὐτῆς εἰς μῖσος. μαθὼν δὲ ὅτι καὶ ὁ λαὸς ἄχθεται κατ' αὐτοῦ καὶ δυσχε ραίνει μᾶλλον, ἐξέπλευσεν εἰς Πύλας βουλόμενος πρὸς τὸ 771 θέμα τῶν ἀνατολικῶν γενέσθαι. οἱ δὲ συνόντες αὐτῷ μεγι στάνες ὑφορώμενοι τὴν ἐπανάστασιν τοῦ λαοῦ καὶ τὴν τῆς πόλεως σύγχυσιν πείθουσιν αὐτὸν διὰ παρακλήσεως ὑπο στρέψαι πάλιν ἐν τῇ πόλει. καὶ δὴ παραγενόμενον ἐν τῷ παλατίῳ, καὶ τῆς μητρὸς αὐτοῦ μὴ παρούσης μήτε μὴν γινωσκούσης τὴν βουλὴν αὐτῶν, ἐκτυφλοῦσιν αὐτόν, καὶ μετὰ χρόνον τινὰ τέθνηκεν. [λζʹ. Περὶ Εἰρήνης.] Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν Εἰρήνη ἡ μήτηρ αὐτοῦ μόνη ἔτη εʹ. ἐφ' ἧς νεωτερισταί τινες, φρουρουμένων τῶν υἱῶν τοῦ θεομάχου καὶ κοπρωνύμου ἐν τῷ παλατίῳ τῶν Θεραπείας Κωνσταντίνου καὶ Νικηφόρου, πείθουσι προσφυγεῖν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ λόγον ἀπαθείας αἰτῆσαι. καὶ τῇ προφάσει ταύτῃ ὡς βασιλεῖς αὐτοὺς εὐφημήσαντες καὶ λαὸν πολὺν συγκινήσαντες, ἐξάγει τούτους Εἰρήνη τῆς ἐκκλησίας καὶ μηδενὸς αὐτοῖς προσχόντος ἐξώρισεν εἰς Ἀθή νας. οὓς δὴ κἀκεῖσέ τινες ἀναγορεῦσαι βουληθέντες, ἐξετύ φλωσε καὶ τὸ πονηρὸν τοῦ θεοστυγοῦς ἐξέκοψε σπέρμα τοῦ μηκέτι βασιλεύειν καὶ τυραννεῖν καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ διώκειν. εἶτα πρὸς τὸ παλάτιον ἀπελθούσης αὐτῆς τῶν Ἐλευθερίου, Νικηφόρος ὁ πατρίκιος καὶ γενικὸς λογοθέτης ἔρχεται σὺν τοῖς ὁμόφροσιν αὐτοῦ νυκτὸς εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου, καὶ ὡς δῆθεν παρὰ τῆς βασιλίσσης πεμφθεὶς εἰσέρχεται μετὰ λαμπάδων καὶ ὅπλων εἰς τὸ πα 772 λάτιον, κἀκεῖθεν εὐθὺς ἀποστείλας καθ' ὅλην τὴν πόλιν, ἐξευφήμησαν αὐτὸν βασιλέα. πρωΐας δὲ γενομένης, ἡ μὲν ἐν τῷ παλατίῳ κατεκλείσθη, ὁ δὲ βασιλεὺς ἐπὶ πάντων ἀνη γορεύθη διὰ Ταρασίου πατριάρχου. [ληʹ. Περὶ Νικηφόρου.] Μετὰ δὲ Εἰρήνην ἐβασίλευσε Νικηφόρος ἔτη ηʹ ἥμισυ. ὃς Εἰρήνην αὐτίκα περιορίσας ἐν τῇ Λέσβῳ νήσῳ, Βαρδά νης ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν τὸ ἐπίκλην Τοῦρκος ἀνηγορεύθη βασιλεὺς ὑπὸ τῶν περατικῶν θεμάτων. ὅς γε πολλὰ τοῦτο παραιτησάμενος καὶ διαδράσαι μὴ ἰσχύ σας, ἀλλὰ βίᾳ κατελθὼν ἐν Χρυσοπόλει καὶ περιπολήσας ἡμέρας νʹ καὶ μὴ δεχθεὶς ὑπὸ τῆς πόλεως ὑπέστρεψε πρὸς τὰ Μαλάγινα. καὶ δὴ φοβηθεὶς τὸν θεὸν καὶ λογισάμενος μήπως δι' αὐτοῦ γένηται σφαγὴ χριστιανῶν λαβὼν παρὰ Νικηφόρου λόγον ἀπαθείας ἀπῆλθε νυκτὸς λάθρα τοῦ λαοῦ πρὸς τὴν μονὴν Ἡρακλείου καὶ παραχρῆμα γέγονε μοναχός. ἐρχομένου δὲ αὐτοῦ διὰ τοῦ σταλέντος βασιλικοῦ χελανδίου ἐν τῇ Πρώτῃ νήσῳ εἰς τὸ μοναστήριον αὐτοῦ, ὃ ἦν αὐτὸς προκατασκευάσας, Λυκάονές τινες ἄνδρες ἢ μᾶλλον εἰπεῖν λυκάνθρωποι ἐκτυφλοῦσιν αὐτὸν παρὰ γνώμην τοῦ βασι λέως. διὸ καὶ λύπῃ πολλῇ συσχεθεὶς πάντας μεθ' ὅρκων ἐπληροφόρει ἀναίτιον αὐτὸν εἶναι τοῦ τοιούτου τολμήματος. τεκμήριον δὲ ἐπὶ τοῖς λεγομένοις· καὶ γὰρ οὐδὲ φαίνεται χριστιανὸν πώποτε φονεύσας ἢ μέλος αὐτοῦ παντάπασιν ἀκρω τηριάσας εὐσεβὴς ὑπάρχων ἄγαν καὶ χριστιανόφιλος πάνυ. Ἐφ' οὗ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας ὁ τῶν Σαρακη 773 νῶν φύλαρχος κατ' αὐτοῦ παρεγένετο ἐν τῷ Ἀμωρίῳ μετὰ δυνάμεως πολλῆς. ἐξῆλθε δὲ καὶ Νικηφόρος ἐν ὄχλῳ βαρεῖ πρὸς τὸ Δορύλαιον δηλοποιῶν τῷ πρωτοσυμβούλῳ ταῦτα· ἵνα τί ἐπιχαίρεις ταῖς ἀδικίαις καὶ ταῖς αἱματεκχυσίαις τῶν ἀνθρώπων μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαίνεις ὅρους ἀρχαίους καὶ πατρῴους; ποῖος γάρ σοι προφήτης ἢ διδάσκαλος θεῖος ταῦτα ποιεῖν ἐδίδαξεν; οὐχὶ Μουχούμεδ ὁ προφήτης σου παρήγγειλε χριστιανὸν ὡς ἀδελφὸν ἔχειν καὶ λέγειν; μὴ γὰρ ὁ πάντων δημιουργὸς καὶ προνοητὴς [ἀμφοτέρων] αἵμασιν ἀνθρώπων ἀδίκως ἐκχυνομένων χαίρει, μὴ γένοιτο. ἢ ἀργυρίου καὶ χρυσίου καὶ τῶν λοιπῶν ὑστε ρούμενος ἐξῆλθες ἀδικήσων τοὺς μὴ ἀδικήσαντάς σε; καίτοι γε τὰ κάλλιστα καὶ δυσπόριστα καὶ ἡμῖν ἐπέραστα κατα κόρως ἔχων ἐκ τῆς ἱερᾶς γῆς καὶ πλουσιωτάτης. εἰ δέ τι τῶν ἡμετέρων ἐνδεῶς ἔχεις, αὐτίκα παρέχομεν φιλοστοργίας τρόπῳ. μὴ τοίνυν ὡς ἄθεοι καὶ ἀθάνατοι κατ' ἀλλήλων ἀντιστρατευόμεθα καὶ τὸν κατὰ τῶν ἀνθρώπων δαιμόνων πόλεμον ἐκ φθόνου καὶ μισανθρωπίας ἐκμιμούμεθα, γινώ σκοντες ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ πρὸς κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ταῦτα ὁ βασιλεὺς Νικηφόρος ἀποστείλας μετὰ δώρων τινῶν, ὁ Σαρακηνὸς ἀγαθυνθεὶς καὶ ἀνταμείψας δῶρα πλεῖστα 774 καὶ θαυμάσια μετ' εἰρήνης ὑπέστρεψε τὴν Νικηφόρου σύνεσιν καὶ φρόνησιν ὑπερθαυμάσας. Τῆς δὲ Εἰρήνης τελευτησάσης ἐν τῇ ἐξορίᾳ, μετεκόμισε τὸ σῶμα αὐτῆς Νικηφόρος ὁ βασιλεὺς ἐν τῇ μονῇ, ἣν αὐτὴ ᾠκοδόμησεν ἐν τῇ Πριγκήπῳ νήσῳ. σφόδρα γὰρ εὐσεβὴς καὶ φιλάρετος οὖσα πολλὰ μὲν ξενοδοχεῖα καὶ γηροκομεῖα καὶ μοναστήρια κατεσκεύασε καὶ φόρων κουφισμοὺς καὶ ἄλλα τινὰ πλεῖστα καὶ διάφορα καὶ ἀναρίθμητα κατορθώματα πεποίηκεν εἰς παραμυθίαν καὶ ἀνάπαυσιν τῶν πενομένων. Ταρασίου δὲ τοῦ πατριάρχου τελευτήσαντος, καὶ Νικη φόρου τοῦ ἀπὸ ἀσηκρητῶν χειροτονηθέντος, Θεόδωρος ὁ ἡγού μενος τῶν Στουδίου καὶ Ἰωσὴφ ὁ ἀδελφὸς αὐτοῦ καὶ Θεσ σαλονίκης ἐπίσκοπος ἅμα Πλάτωνι τῷ ἐγκλειστῷ καὶ τοῖς λοιποῖς αὐτῶν μοναχοῖς τῆς κοινωνίας ἀπέστησαν Νικηφόρου διὰ Ἰωσὴφ τὸν στεφανώσαντα παρανόμως Κωνσταντῖνον καὶ ὑπ' αὐτοῦ δεχθέντος εἰς ἱερωσύνην. ὁ δὲ βασιλεὺς κατ' αὐτῶν σύνοδον ἐπισκόπων συγκροτήσας εἰς ἐξορίαν αὐτοὺς ἐξέπεμψεν. εἶτα κατὰ Βουλγάρων ἐπιστρατεύσας ἐνίκησεν αὐτοὺς κατὰ κράτος, ὥστε καὶ τὴν λεγομένην αὐλὴν τοῦ ἀρχηγοῦ αὐτῶν Κρούμνου πυρπολῆσαι. ἐκείνου δὲ δηλώ σαντος παρακλήσεως λόγους· ἱκανούσθω σοι, ὦ βασιλεῦ καὶ τῆς νίκης ἐπώνυμε, ἕως τούτου. ἰδοὺ γὰρ λίαν νενίκηκας 775 ἡμᾶς, οὐ προσήκατο παντελῶς τῆς εἰρήνης τὰ ῥήματα διὰ πολλὴν ἀπληστίαν. ἐφ' οἷς χαλεπήνας ὁ βάρβαρος τὰς τῆς χώρας εἰσόδους καὶ ἐξόδους περιπεφραγμένας ὀχυρώμασι ξυλίνοις πέμψας κατησφαλίσατο, καὶ μεθ' ἡμέρας βʹ συν αθροίσας λαὸν ἄπειρον καὶ κατὰ τῆς τοῦ βασιλέως σκηνῆς ἐπελθὼν ἀναιρεῖ τοῦτον καὶ πάντας τοὺς σὺν αὐτῷ μεγι στάνας καὶ ἄρχοντας τῶν θεμάτων καὶ στρατόπεδον ἀνα ρίθμητον. τὴν δὲ Νικηφόρου κεφαλὴν ἐκκόψας καὶ ἐπὶ ξύλου κρεμάσας ἡμέρας τινάς, εἶθ' οὕτω γυμνώσας τὸ ὀστοῦν καὶ περιαργυρώσας ἔξωθεν ἐκέλευσε πίνειν εἰς αὐτὴν τοὺς ἄρχοντας τῶν Βουλγάρων ἐγκαυχώμενος κατὰ τοῦ ἀπληστευ θέντος καὶ τὴν εἰρήνην μὴ θελήσαντος. ὅθεν ἡ γραφὴ προασφαλιζομένη τὸν τοιοῦτον φάσκει· μὴ ἀπληστεύου, ὅτι δι' ἀπληστίαν πολλοὶ ἐτελεύτησαν. ὁ δὲ προσέχων ζωὴν προσθήσει. καί· πολλοὺς ἀπώλεσε τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν. πόσοι γὰρ τοῦ πλείονος ἐπιθυμοῦντες τοῦ παντὸς ἐξέπεσον, καὶ τὰ περιττὰ συναγαγόντες ἀπώλεσαν εἰκότως καὶ τὰ ὀλίγα καὶ ἀναγκαῖα, καὶ τοὺς νενομισμένους ὅρους ὑπερβάντες καὶ τῶν μετρίων ἐγυμνώθησαν. ὅθεν οὖν χρὴ περικόπτειν ἐμφρόνως τὰ περιττά, ἵνα καλῶς ἐν τοῖς ἀναγκαίοις πλουτῶμεν. οὐ γὰρ τὸ πλοῦτον ἔχειν, ἀλλὰ τὸ μὴ δεῖσθαι πλούτου πλοῦτός ἐστι μέγιστος. τὸν δέ γε τρόπον τῆς τοῦ βασιλέως σφαγῆς οὐδεὶς τῶν περισωθέντων σαφῶς διηγήσατο. πλὴν ἔφασάν τινες τῶν ἀκριβεστέρων, ὅτι πε σόντα χριστιανοὶ τοῦτον ἐπέτρωσαν ὡς αἴτιον τῆς τούτων πανωλεθρίας. ὁ δὲ υἱὸς αὐτοῦ Σταυράκιος πληγωθεὶς και ρίως κατὰ τοῦ δεξιοῦ μηροῦ καὶ μόγις ἐξελθὼν τῆς μάχης φορείῳ τὴν πόλιν κατέλαβεν. 776 [λθʹ. Περὶ Σταυρακίου.] Μετὰ δὲ Νικηφόρον ἐβασίλευσε Σταυράκιος υἱὸς αὐτοῦ ἔτος αʹ μῆνας
752.2.1
ὃς ἐν τῷ παλατίῳ κείμενος διὰ τὴν πληγὴν τοῦ μηροῦ καὶ ἀνορθοῦσθαι μὴ δυνάμενος ἀπρόϊτος ἦν καὶ ἀφανὴς τοῖς ἔξω τοῦ παλατίου. κἀντεῦθεν Μιχαὴλ ὁ γαμβρὸς αὐτοῦ καὶ κουροπαλάτης ἐξαίφνης ἀναγορεύεται βασιλεὺς ἐν τῷ ἱππικῷ παρὰ τῆς συγκλήτου καὶ τῶν ταγμά των ὡς ἤδη ἀπεγνωσμένου τοῦ Σταυρακίου διὰ τὴν χρόνιον ἀρρωστίαν. ὅπερ μαθὼν Σταυράκιος καὶ τὸ μοναδικὸν αὐτίκα σχῆμα σὺν τῇ γυναικὶ αὐτοῦ Θεοφανῷ περιθέμενος εἰς τὰ Βρακὰ λεγόμενον μοναστήριον ἐτελεύτησεν. [μʹ. Περὶ Μιχαὴλ τοῦ κουροπαλάτου.] Μετὰ δὲ Σταυράκιον ἐβασίλευσε Μιχαὴλ γαμβρὸς αὐτοῦ ἔτος αʹ μῆνας θʹ. ὃς εἰς πάντα μὲν χρηστὸς ἦν καὶ ἐπι εικής, εἰς δὲ τὴν τῶν πραγμάτων διοίκησιν ἀκυβέρνητος παντελῶς ὑπῆρχε καὶ δεδουλωμένος ματαίων ἀνθρώπων βου λαῖς καὶ ἀπειροπολέμων. ὅθεν ἐπιστρατεύσας κατὰ Βουλ γάρων καὶ μετὰ μεγάλης ἥττης ὑποστρέψας, ἀναγορεύεται Λέων ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν ὑπὸ τοῦ λαοῦ καὶ τῶν ἀρχόντων ἐν τῷ τριβουναλίῳ. καὶ δὴ τοῦτο Μιχαὴλ ἀκούσας καὶ τὸ μοναδικὸν σχῆμα σὺν γυναικὶ καὶ τέκνοις ἀμφιασάμενος καὶ λόγον ἀπαθείας αἰτησάμενος εἰς τὸ πλησίον τῆς πόλεως νησίον περιορίζεται, ἐν ᾧ καὶ ἐτε λεύτησεν. 777 [μαʹ. Περὶ Λέοντος τοῦ Ἀρμένη.] Μετὰ δὲ Μιχαὴλ ἐβασίλευσε Λέων ὁ Ἀρμένης καὶ παρα βάτης ὕστερον ἀναφανεὶς ἔτη ζʹ μῆνας εʹ. μετὰ γὰρ δύο χρόνους ἀποστατήσας πρὸς τὴν ἀσέβειαν ὥσπερ καὶ Σαοὺλ ἐξώκειλεν. καὶ γὰρ κἀκεῖνος δύο ἔτη βασιλεύσας ἐννόμως, εἶτα παρατραπεὶς καὶ τῆς θείας χάριτος γυμνωθεὶς καὶ πονηρῷ πνεύματι παραδοθεὶς κατὰ τοῦ εὐεργέτου Δαυὶδ ἐξωπλίσθη καὶ τὰς τῶν ἱερέων εἰργάσατο μιαιφονίας· ὡσ αύτως καὶ ὁ δύστηνος οὗτος καὶ ἀντίθεος μετὰ δύο ἔτη κατὰ τῆς εὐσεβείας μανεὶς καὶ λυσσήσας καὶ τὸν στέψαντα αὐτὸν θεῖον Νικηφόρον ἐξορίσας καὶ Θεόδοτον πατριάρχην δῆθεν ἀντιχειροτονήσας, ἄλογον ἄνδρα, μᾶλλον δὲ ἀνδρά ποδον καὶ ἀφωνότερον τῶν ἰχθύων καὶ μηδὲν πλέον τῆς ἀσεβείας ἐπιστάμενον, διωγμὸν ἄσπονδον κατὰ τῆς ἐκκλησίας ἀνερρίπισεν. εἰ οὖν χρὴ Παῦλον ἐπὶ φαύλων θαυμάζειν μετάθεσιν, τοῦτον δὴ μᾶλλον καὶ τοὺς ἀμφ' αὐτὸν ἢ Γα λάτας θαυμάσεται λίαν οὕτω ταχέως μετατιθεμένους ἀπὸ τοῦ καλέσαντος αὐτοὺς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγ γέλιον, ὃ οὐκ ἔστιν ἄλλο εἰ μὴ πρὸς τὸ παροργίσαι τὸν θεὸν καὶ τὴν θείαν ὀργὴν ἐπισπάσασθαι. καὶ γοῦν ὤφθη τηνικαῦτα κομήτης ἐν σχήματι δύο λαμπρῶν σεληνῶν ἑνω θέντων καὶ πάλιν διαιρεθέντων εἰς διάφορα σχήματα, ὡς καὶ εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυπωθῆναι, ὅπερ τὴν ἀκέφαλον κεφαλὴν τῶν μετὰ ταῦτα στασιασάντων κατὰ τῶν χριστιανῶν καὶ τὸν μάταιον Θωμᾶν κεφαλὴν καὶ ἀρχηγὸν 778 τῆς ἐκ τῶν ἄλλων χριστιανῶν διαιρέσεως ἐσχηκότων προ εμήνυεν. καὶ μέντοι καὶ σεισμοὶ φοβεροί τε καὶ ἐπάλληλοι καὶ λιμοὶ καὶ αὐχμοὶ καὶ ἀέρος φλογώσεις γεγόνασιν, καὶ στάσεις ἐμφύλιοι κατὰ πᾶσαν χώραν καὶ πόλιν ἐκ τῶν ἡμε ρῶν ἀρξάμενοι τοῦ θεοστυγοῦς καὶ ἀλάστορος, μέχρι πολλοῦ τὸ δεινὸν τῆς ἐμφυλίου συμφορᾶς ἐπικρατῆσαι συμβέβηκε νόσημα. Τοίνυν ἐκμιμούμενος τὸν πάλαι τῆς μυσαρᾶς ταύτης αἱρέσεως ἀρχηγὸν ὁμώνυμον αὐτοῦ καὶ ὁμότροπον ἤρξατο τῆς αὐτῆς ἔχεσθαι δυστροπίας, εἶτα συμμάχους καὶ συμ μύστας κατὰ τῆς εὐσεβείας ἐκζητήσας εὗρεν Ἰωάννην τὸν λεγόμενον Γραμματικόν, μᾶλλον δὲ Ἰαννῆν ἄλλον ἢ Σίμωνα ἐπί τε λεκανομαντείαις καὶ φαρμακείαις καὶ αἰσχρουργίαις διαβεβοημένον, καὶ ἑτέρους τινὰς Ἰαννίτας καὶ Ἰαμβρίτας καὶ Σιμωνίτας ὁμόφρονας καὶ πάσης κακίας πεπληρωμένους. οὓς δὴ καὶ παρ' ἑαυτῷ κατέχων ἐν τῷ παλατίῳ προσκαλεῖται Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ προύχοντας ἐπισκόπους τε καὶ διδασκάλους ἐνώπιον τῆς συγκλήτου καί φησιν· ἰστέον ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυνεῖσθαι τὰς εἰκόνας, οὓς εἰ βούλεσθε παρα στῆναι καὶ διαλεχθῆναι περὶ τούτων ἐκδηλότερον τὸ ἀληθὲς φανήσεται. πρὸς ὃν ὁ θεῖος Νικηφόρος οὐδὲν ἀπεκρίνατο, ἔφη δὲ πρὸς τοὺς παρισταμένους μεγιστάνας· εἴπατέ μοι, τὸ μὴ ὂν δύναται πεσεῖν· τῶν δὲ τῇ ἀσαφείᾳ τῆς πεύσεως 779 ἀπορηθέντων καὶ μηδὲν ἀποκριθέντων, ἤρετο πάλιν ὁ πατρι άρχης· ἔπεσον ἐπὶ Λέοντος καὶ Κωνσταντίνου τῶν Ἰσαύρων αἱ ἅγιαι εἰκόνες ἢ οὔ; τῶν δὲ κατανευσάντων καὶ τὸ ναὶ προσειπόντων· οὐκοῦν ἵσταντο πάντως, ἔφη, καὶ ἦσαν, καὶ ἀρχαϊκὸν αὐτῶν τὸ ἀναστήλωμα. τὸ γὰρ μὴ ὂν μηδὲ ἱστά μενον πῶς εἶναι δύναται ἢ πεσεῖν; εἶτα καὶ τῶν ἄλλων ἐπισκόπων τοιαῦτά τινα προτεινάντων εἰς ἀνατροπὴν τῆς αἱρέσεως ὁ ἱερὸς Εὐθύμιος Σάρδης παρρησιασάμενος λέγει· πρόσεχε, βασιλεῦ, τοῖς δι' ἐπιτομῆς ῥηθησομένοις. ἀφ' οὗ Χριστὸς ἦλθεν ἐπὶ τῆς γῆς μέχρι νῦν ὀκτακόσια παρῆλθον ἔτη καὶ πανταχοῦ σκιαγραφεῖται Χριστὸς καὶ ἐν εἰκόνι προσκυνεῖται. ποῖος οὖν αὐθάδης τολμήσειε τὴν τοσούτων χρόνων ἀποστολικήν τε καὶ πατρικὴν παράδοσιν ἀθετῆσαι ἢ μετασαλεῦσαι; μάλιστα τοῦ ἀποστόλου λέγοντος· ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς ἡμῶν. κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. μεθ' ὃν ἀπεκρίθη καὶ Θεόδωρος ὁ ζηλωτὴς καὶ θερμὸς τῆς ὀρθοδοξίας πρόμαχος καὶ τῶν Στουδίου ἡγούμενος λέγων· μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησιαστικήν. εἴρηκε γὰρ ὁ ἀπόστολος· καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους. οὐκ εἶπε βασιλεῖς. σοὶ μὲν γὰρ ἡ πολιτικὴ κατάστασις ἐπιστεύθη καὶ τὸ στρατόπεδον. τούτων φρόντιζε καὶ τὴν ἐκκλησίαν ἔασον ποιμέσι καὶ διδασκάλοις κατὰ τὸν θεῖον λόγον. εἰ δὲ μὴ βούλει τούτοις προσέχειν εἵνεκα τῆς

Intertext edge

Open linked passage

Note