Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
780.1.1
πίστεως ἡμῶν, κἂν ἄγγελος ἐξ οὐρανοῦ κατελθὼν βουλη θείη παρατρέψαι ἡμᾶς, οὐκ ἀκουσόμεθα αὐτοῦ, μήτι γε σοῦ, βασιλεῦ. ὁ δὲ τύραννος ἀκούσας ταῦτα καὶ ὑπερζέσας τῷ θυμῷ καὶ λεόντειον ὁ πιθήκειος βρύξας καὶ πάντας μεθ' ὕβρεως ἀπελάσας καὶ τὸν Θεόδωρον ἐξορίσας, εἶθ' οὕτω καὶ τὸν μέγαν Νικηφόρον τῆς πόλεως ἐξεώσας καὶ περιορίσας ἀντιχειροτονεῖ τὸν ἀπὸ σπαθαρίων Θεόδοτον τὸ ἐπίκλην Κασσιτερᾶν καὶ τῆς θυμέλης τὴν προσηγορίαν ἐπειλημμένον. καὶ οὕτως ὁ ἀλιτήριος καὶ θηριότροπος μᾶλλον ἢ θηριώ νυμος ἐπαρθεὶς κατὰ τῆς εὐσεβείας μειζόνως ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθει σφόδρα σφόδρα, μέχρις οὗ τοῦτον ἐνδίκως ἡ θεία δίκη μετῆλθεν. Οὗ τὴν κακίστην γένεσιν καὶ μοχθηρίαν καὶ θεοστυγῆ προαίρεσιν καὶ δυσσέβειαν καὶ μέν γε καὶ τὴν χαλεπὴν τοῦ βίου καταστροφὴν ὁ θεσπέσιος Νικηφόρος διαρρήδην στηλι τεύων φάσκει· παρορᾷ θεός, καὶ ἦρξε καθ' ἡμῶν ἄνθρωπος, οὐκ οἶδα εἰ ἄνθρωπον χρὴ λέγειν, ἀλλὰ μὴ θηρίον καὶ τῶν θηρίων ἀγριώτερόν τε καὶ πικρότερον. τί γὰρ τῆς συμ φορᾶς ταύτης ἐλεεινότερον καὶ τῆς δυστυχίας ἀθλιώτερον; ἡλίκον κακὸν εἰς τὴν βασίλειον ἀρχὴν εἰσεκώμασεν, διφυὴς μὲν τὸ γένος καὶ μιξοβάρβαρος, πολυειδὴς δὲ τὸν τρόπον καὶ ἀνελεύθερος καὶ τὴν γνώμην ἀστάθερος. τὸ μὲν οὖν προσεχῶς αὐτῷ ὑπηργμένον καὶ πολλοῖς γνώριμον ἐκ τῆς Ἀρμενίων ὡρμᾶτο γῆς, ὅθεν εἰπεῖν τὸ δύστροπον καὶ κακό