Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 781 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
781.1.1
ηθες, τὸ δὲ ὡς πορρωτάτω καὶ παλαιὸν τυγχάνον, καθὰ τῶν πρεσβυτέρων ἐξιστοροῦσί τινες, οἳ τὰ ἐκείνου καὶ τῶν ἐκείνου πατέρων ἐκ πολλοῦ παραδοθέντα ἴσασιν, οὐδὲ ἐν τεῦθεν καθαρῶς ποθεν ἐκπεφυκέναι, εἴπερ ἐκ τῆς Ἀσσυρίων φυλῆς κακίστην παραφυάδα ἐκδῦναι, ἐξ ὧν τὸ πατρῷον ἐπεφήμιζεν αἷμα. κατῆχθαι γὰρ ἐκ τῶν Σεναχειρὶμ παί δων, ὃς δὴ τῶν Ἀσσυρίων ἦρξέ ποτε καὶ ὑπὸ τῶν φύντων καιρίαν τὴν πληγὴν ἐδέδεκτο. καὶ γὰρ οἵγε φονίας δεξιὰς τῷ γεννήτορι ἐπανετείναντο τῷ πατρῴῳ λύθρῳ ἐμμολυνό μενοι, αὐτόχειρές τε τῆς σφαγῆς τοῦ τεκόντος γενόμενοι αὐτίκα πρὸς τοῖς χωρίοις τῶν Ἀρμενίων φυγάδες ὀχούμενοι ἀνασώζονται. τούτου δὴ τοῦ πατροφόνου σπόρου κατὰ τὴν ἡμετέραν γενεὰν πικρῶς τηρηθεὶς καὶ παραβλαστήσας ἀν δροκτόνος καρπὸς οὐκ οἶδ' ὅθεν Ῥωμαίων τοῦτο κατακρι θέντων τὸ δεινὸν ἐκεκλήρωτο· ὃς εἰς τόδε τὸ φῶς, οἷς οἶδεν ὁ ἀνασχόμενος κρίμασιν, προαχθεὶς πονηροῖς καὶ ὀλεθρίοις ἐντρέφεται καὶ συναύξεται ἤθεσί τε καὶ πράξεσιν. ἐκ τῆς Ἀσσυρίων γοῦν λεαίνης καὶ τῆς Ἀρμενίας παρδάλεως ἑτεροθαλὲς σύνθετόν τε καὶ ἀλλόκοτον τίγριδος εἶδος ἐκ νόθου καὶ κιβδήλου ἐξέφυ γονῆς, Ἀρμένιον ἢ Ἀσσύριον εἰδεχθὲς τέρας, καὶ λέων μὲν τὴν προσηγορίαν, λέοντος δὲ τὸ μὲν ἁρπακτικὸν εἰς τὸ ἀσφαλὲς κεκτημένος, τὸ δὲ ἐλευθέριον οὐδαμῶς προϊέμενος, χαμαιλέων δὲ ὥσπερ οὖν τὸ εἶδος οὕτω 782 δὴ καὶ τῆς ψυχῆς τὸ πολύμορφον διὰ τὸ τοῦ γένους ὕπουλόν τε καὶ ὕφαλον, ἐξ ὧν ἐμεγαλαύχει τῆς δυστροπίας καὶ τοῦ δόλου τὸ κεκρυμμένον καὶ ἀνεξαγόρευτον. καὶ γὰρ ἐμηχα νᾶτο λανθάνειν τὸ ἐνδόμυχον τῆς γνώμης σκοτεινὸν καὶ παλίμβολον καὶ πρὸς τὸ βλάπτον ἐπιρρεπές, καί πως ἦν ἐκπεπονημένον αὐτῷ καὶ ἐπιτετηδευμένον μήποτε συμφωνή σειν καρδίαν τοῖς χείλεσιν, ὡς ἕτερα μὲν ἐκμελετᾶν κατὰ νοῦν, ἄλλα δὲ προφέρειν ἐν στόματι. ἐπὶ τοσοῦτον γὰρ ἀφιλοθεΐας καὶ πονηρίας ἐξώκειλεν ὁ βίος αὐτοῦ, ὥστε καὶ δυσφορώτατον καὶ δυσκατάληπτον αὐτοῦ τὴν δαιμονιώδη γνώμην καὶ πονηρίαν τοῖς πᾶσι γίνεσθαι. Ἐπεὶ οὖν τῆς βασιλείου ἀρχῆς μᾶλλον δὲ τυραννίδος θεοῦ συγχωρήσει λαβόμενος κατὰ τῆς ἀμωμήτου πίστεως ὅλον ἐκχέει τὸν θυμὸν καὶ τὸν δόλον, καὶ ἁμιλλᾶται κατὰ πάντα τὸν πρὸ αὐτοῦ δυσσεβῆ Κοπρώνυμον καὶ ὡσαύτως μιαροῖς τισι καὶ παμπονήροις ἀνθρώποις τὸ πᾶν τῆς ζωῆς καταπιστεύει ἀσελγέσι τε καὶ ἐπὶ βίου αἰσχρότησι βεβοη μένοις καὶ κατεφθαρμένοις τὴν ψυχὴν καὶ τὸ σῶμα γόησι καὶ φαρμακοῖς καὶ λαοπλάνοις καὶ πᾶν εἶδος κακίας ἀσκή σασι καὶ ἁπαξαπλῶς τὴν χριστιανῶν ἠρνημένοις θεοσέβειαν, καὶ δὴ τούτοις ἀσπασίως εἰσοικίζεται καὶ περιπτύσσεται καὶ ὑποκύπτει ταῖς ματαίαις αὐτῶν καὶ ψυχοφθόροις διδαχαῖς καὶ μυήσεσιν, καὶ οἷα τῆς ἁμαρτίας ἀνδράποδον ἐξανδρα ποδίζεται καὶ τῷ ἀγκίστρῳ τῆς ἀπάτης καὶ παρανομίας δε λεασθεὶς ὁ παράπαιστος δεινῶς περιπείρεται. τρία γὰρ αὐτῷ 783 προὔθηκαν τὰ ὑπεσχημένα, τῆς ἀκριβοῦς καὶ ὀρθοδόξου πίστεως ἡμῶν τὴν ἄρνησιν, τῶν θείων εἰκόνων τὴν καθαί ρεσιν, τῶν εὐσεβούντων τὴν δίωξιν. καὶ οὕτως εἰς ἄκρον εὐημερίας ἐλάσεις, φησίν, ὡς καὶ ἐπὶ πλεῖστον καὶ μήκιστον χρόνον τὴν παροῦσαν ζωήν, εἰ καί τις ἄλλος, διανύσαι. ταύταις οὖν καὶ ταῖς τοιαύταις ὀλεθρίοις ἀπάταις φενακι σθεὶς ὁ ματαιόφρων καὶ κτηνώδης καὶ καθάπερ ἦν εἰδεχθὴς καὶ δυσέντευκτος καὶ τὴν θέαν αἰσχρότερος (εἰ γὰρ καὶ λεόντειον τοὔνομα πιθήκειον τὸ βλεπόμενον) γίνεται φαυ λότερος τὸν τρόπον, σοβαρώτερος τὸ ἦθος, θηριωδέστερος τὴν γνώμην, ἀτίθασσος τὴν ὁρμήν, ἀκάθεκτος καὶ ἀνυπό στατος καὶ ἀλογιστότερός τε καὶ ἐμβριθέστερος καὶ τυραννι κώτερος. ἀναπτερωθεὶς γὰρ ὁ δείλαιος καὶ ταλαίπωρος τῇ ψευδομαντείᾳ καὶ βουλῇ τῶν ἀλιτηρίων ἐκείνων οὕτως ἐπ ανατείνεται κατὰ Χριστοῦ τὸν πόλεμον. καὶ πρῶτον μὲν κινεῖ κατὰ τῶν ἱερῶν δογμάτων ἡμῶν τὴν θεομάχον γλῶσ σαν, ἔπειτα δὲ ζηλοῖ κἀνταῦθα τὸν δυσσεβέστατον Κων σταντῖνον καὶ ὁμοίως ἀθροίσας πονηρόν τε καὶ ἀγυρτῶδες ἐργαστήριον, μᾶλλον δὲ ἰουδαϊκὸν συνέδριον, οὗ καὶ σύνεδρος καὶ πρόεδρος ὁ ἐξάγιστος γενόμενος, ὁρᾶται πάλιν ἐν ναῷ κυρίου τὸ βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης κυρίου καὶ κατὰ τῆς θείας οἰκονομίας μεγαλορημονοῦν καὶ ἀλαζονευόμενον. καὶ οὕτως ὁ δεύτερος Καϊάφας μετὰ τῆς χριστομάχου σπείρας ἐκείνης 784 πολλὰ καὶ μάταια κατὰ τῆς ἀληθείας κενολογήσας καθαιρεῖ πᾶσαν ἱερὰν τῆς ἐκκλησιαστικῆς† ἀναστήλωσιν μίσει τῷ εἰς Χριστὸν καὶ τοὺς αὐτοῦ θεράποντας, ἐπειδὴ βαρὺς ἦν αὐτῷ Χριστὸς καὶ ἐν εἰκόσι βλεπόμενος καὶ ἐπὶ μνήμης φερόμενος καὶ οἱ τούτου φίλοι τε καὶ δοῦλοι. Διὸ δὴ καὶ ἀνοηταίνων κατεφλυάρει πᾶσαν εἰκονικὴν ἀναστήλωσιν ἀπόβλητον εἶναι τῇ θείᾳ γραφῇ καὶ λίαν ἀγνώ ριστον. τί οὖν πρὸς ταῦτα φήσειέ τις; ὅτι σοφία μωροῦ ἀδιεξέταστοι λόγοι, καί· ὁ μωρὸς μωρὰ λαλήσει. ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρχων οὐκ ᾔδει πάντως τὰ χρυσό τευκτα ἐκεῖνα χερουβίμ, ἅπερ ὁ ἱεροφάντης Μωϋσῆς θεοῦ προστεταχότος ἐτεκτήνατο, καὶ ἡ παλαιὰ καὶ ἔννομος σκηνὴ καθύπερθεν τῆς κιβωτοῦ ἔφερεν, ἃ δὴ οὐ παρὰ Ἰουδαίοις μόνον δεδόξαστο, ἀλλὰ καὶ τῆς χάριτος ὁ κήρυξ χερουβὶμ δόξης ἀποκαλεῖ σαφῶς ἤτοι τὰ δεδοξασμένα. ἔτι μὴν καὶ ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία, τῷ θεσπεσίῳ Ἰεζεκιὴλ ὦπται, καὶ εἴ τι τοιοῦτον κατὰ τὰς ἱερὰς βίβλους ἱστόρηται καὶ τετίμηται, ἅπερ οὐ πέφρικεν ὁ βέβηλος ἐν εἰδώλων μοίρᾳ θεῖναι, ὡς ἀθετεῖν μᾶλλον ἢ προσίεσθαι τὰς θεοπνεύστους γραφὰς προελόμενος· ἐξ ὧν λοιπὸν καὶ Ἰουδαίων ἀπιστό τερος καὶ ἀγνωμονέστερος εἰκότως νομισθείη σὺν τοῖς ὁμό φροσιν αὐτοῦ. ἄξια γὰρ ὡς ἀληθῶς τῆς ἑαυτῶν βδελυρίας ἀπιστίας τε καὶ ἀλογίας φρονήσαντες καὶ ἐκφωνήσαντες. καὶ γὰρ τῷ Χριστῷ κἀνταῦθα προφανῶς ἀπομάχονται, ὃς λαβὼν 785 ὀθόνην λαμπρὰν καὶ τὸ ὑπέρλαμπρον καὶ ὑπέρκαλον ἐναπο μαξάμενος θεῖον εἶδος ἐκπέμπει τῷ πιστῶς αἰτήσαντι τῶν Ἐδεσηνῶν ἡγεμόνι Αὐγάρῳ. ἐξ ἐκείνου δὲ καὶ μέχρι τή μερον ἀποστολικῇ παραδόσει καὶ εἰσηγήσει γνώσεώς τε καὶ μνήμης ἕνεκεν, ὧν ὑπὲρ ἡμῶν ἔδρασέ τε καὶ πέπονθε Χριστός, καθὰ δὴ καὶ τὰ ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων δέλτοις ἀνιστόρηται, σεβασμίως ἐκτυποῦμεν καὶ προσκυνοῦ μεν, κἂν οἱ χριστομάχοι διαρρήγνυνται. καὶ μέντοι καὶ πρὸς τούτοις παράδοσις καὶ λόγος ἐχόμενος πειθοῦς μέχρις ἡμῶν κάτεισι τὸν θεῖον εὐαγγελιστὴν Λουκᾶν ἐν εἰκόνι δια γράψαι τὸν κύριον, πρὸς δὲ καὶ τὴν πανάχραντον αὐτοῦ μητέρα, καὶ τὰς ἱεροτυπίας ταύτας διαφυλάσσειν τὴν Ῥω μαίων πόλιν. τί δεῖ λέγειν περί γε τῆς Ἱεροσολυμιτῶν, ὡς ἱστορήσαντες οἱ αὐτόθι γενόμενοι περιαγγέλλουσιν, ὡς πλεῖστα μέχρι τοῦ δεῦρο πιστῶς καὶ εὐλαβῶς ἱερογραφίας ἐκ παλαιοῦ δι' ἀκριβείας ἀναστηλωμένας σεμνῶς περιέποντες προσκυ νοῦσιν; ὡσαύτως δὲ πάλιν ἀναγέγραπται, ὅτι Πέτρος καὶ Παῦλος οἱ κορυφαῖοι τῶν ἀποστόλων τὰ μεγαλεῖα τοῦ θεοῦ κηρύσσοντες ἐν τῇ Ῥώμῃ καὶ ἃ πεποίηκεν ὁ Χριστὸς θαύ ματα πρῶτα τῆς θείας μεταμορφώσεως ἐξεικονίσαντες Ῥω μαίοις παραδεδώκασιν, καθὼς καὶ ὤφθη Μωϋσῇ καὶ Ἡλίᾳ ἐν μέσῳ τοῖς ἁγίοις προφήταις, ἃ δὴ καὶ μέχρι νῦν σώ ζεται. πῶς οὖν ἀντιβλέψουσιν οἱ ἀπειθεῖς καὶ ἀγνώμονες πρὸς τὸ μέχρι τοῦ παρόντος ᾀδόμενον καὶ ὁρώμενον ἐν τῷ ναῷ τῆς θεομήτορος θαῦμα τὸ ἐν τῇ πόλει τῇ καλουμένῃ Λύδδῃ; ὅνπερ ναὸν ἔτι περιούσης κατὰ τὸν τῇδε βίον οἱ ἀπόστολοι ἐδομήσαντο. πολλοὶ γὰρ τεθέανται προσκυνούμενον 786 εὐλαβῶς καὶ τιμώμενον τὸ ἀχειρότευκτον ἐκεῖνο καὶ σεβά σμιον ἀπεικόνισμα πλαξὶ τετυπωμένον λαμπραῖς καὶ διαυγέσι καὶ διὰ βάθους κεχωρηκὸς ὅλον, ὃ δή τινες τῶν δυσμενῶν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀπαχρειοῦν πειραθέντες διέξεσαν μανικῶς. ἀλλὰ διήμαρτον μάλα τῆς ἀνοσίου ἐγχειρήσεως. οὐδὲν γὰρ ἧττον ἐπὶ σχήματος ἕστηκεν ἡ μορφὴ εἶδός τε καὶ στολὴν καὶ τἄλλα τῆς θέας ἀνεξάλειπτα καὶ ἀλώβητα διασώζουσα. ἱστόρηται γὰρ ὑποσχέσει τῆς πανάγνου παρ θένου τῇ πρὸς τοὺς ἀποστόλους αὐτόματον ἀναδοθῆναι τὸ σεβάσμιον τουτὶ χρῆμα. Ὅτι δὲ ἀρχαιοτάτη τούτων ἡ ποίησις καὶ παράδοσις μάρτυς μὲν πρὸς τοῖς ἄλλοις ὁ θεῖος ἀνδριάς, ὃν ἔστησεν ἡ αἱμόρρους γυνὴ τῷ θεραπευτῇ Χριστῷ παρὰ τῷ ἑαυτῆς οἴκῳ στήλην ἐναργεστάτην καὶ ἀπαράγραπτον κήρυκα τοῦ θαύματος ταῖς μετέπειτα γενεαῖς τὸ κατ' αὐτὴν θαυματουρ γηθὲν παράδοξον δημοσιεύουσα. περὶ οὗ καὶ ὁ μέγας παρὰ τοῖς εἰκονομάχοις διδάσκαλος Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ μνημονεύσας τὰ τελούμενα θαύματα παρὰ τῆς ἐκεῖθεν φυομένης ἱερᾶς καὶ θεοβλάστου πόας, καὶ ὡς ἦν ἅπασιν ἀλεξίκακον ἐπικούρημα, ἐπήγαγε φάσκων ὅτι· καὶ τῶν ἀπο στόλων τὰς εἰκόνας Πέτρου καὶ Παύλου καὶ αὐτοῦ δὴ τοῦ Χριστοῦ διὰ χρωμάτων ἐν γραφαῖς σωζομένας ἱστορήσαμεν. μάρτυς δὲ καὶ ἡ ὄψις, διδάσκαλος ἀψευδής, τό τε μήκιστον τοῦ χρόνου σαφῶς δείκνυσι καὶ τῶν σεπτῶν ναῶν ἡ κτίσις, ἔτι καὶ τῶν ἀνέκαθεν ἱερῶν σκευῶν παρὰ τῶν εὐσεβούντων ἡ ποίησις καὶ ἀφιέρωσις ἄπειρος τῷ πλήθει τυγχάνουσα, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐταὶ αἱ πτύχαι τοὺς ἱεροὺς τύπους ἔξωθεν φέρουσι παρὰ χριστιανοῖς τῷ εὐαγγελίῳ συμπροσκυνουμένους, 787 οἵ τε θεῖοι κίονες καὶ αἱ σολίαι καλούμεναι, ἃ τὸ σεβάσμιον τοῦ ἱεροῦ διατειχίζουσι θυσιαστήριον. καὶ γὰρ οὐδενὶ ἑτέρῳ λόγῳ ἢ τοῦ προσκυνεῖσθαι πάντως εἵνεκα ἅμα τῷ συμπαρα κειμένῳ τοῦ σταυροῦ τύπῳ εὐσεβῶς ἀρχῆθεν ἐνταῦθα καθι στόρηνται. Ἀλλ' ὅ γε θηριώνυμος καὶ λεοντότροπος ταῦτα παρα γραψάμενος πάντα ἔσπευδεν ὅτι μάλιστα πᾶσαν θείαν εἰκόνα καταστρέφειν καὶ λήθῃ βαθείᾳ παραπέμπειν. ταύτῃ τοι θεο μαχῶν ἐπὶ δήμου τοιαῦτα κατατολμήσας ὁ ἐμβρόντητος παρ ρησιάζεται λέγων· ὥσπερ οὖν ἐκ τῶν ὄψεων ὑμῶν, ἀδελφοί, τὰς εἰκόνας ἐξωλοθρεύσαμεν, οὕτω δὴ καὶ ἐκ τῶν ψυχῶν ὑμῶν περιαιρήσειν ὑμεῖς ὡς θεοῦ καὶ τοῦ βασιλέως φίλοι καὶ δοῦλοι σπουδάσατε. καὶ γὰρ ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν. κἀντεῦθεν τοίνυν τοὺς εὑρι σκομένους ἔχοντας εἰκόνα Χριστοῦ ἤ τινος ἁγίου καὶ προσκυ νοῦντας δειναῖς τιμωρίαις καὶ κολάσεσι κατεδίκαζεν ὁ ἀλάστωρ καὶ αἱμοβόρος, καὶ οὕτω κρεονομούμενοι καθ' ἑκάστην ἡμέραν καὶ καταθυόμενοι διεφθείροντο πανταχοῦ οἱ θεοσεβεῖς ἄν θρωποι. καὶ ταῦτα μὲν κατὰ τῶν ὀρθοδοξούντων ἀφειδῶς καὶ ἀπανθρώπως διεπράττετο, κατὰ δὲ τῶν ἐν τέλει καὶ τῶν εὐπορωτέρων ἄλλην ἐπίνοιάν τινα πονηρὰν ὁ πονηρὸς καὶ παμμήχανος ἐμηχανήσατο βουλόμενος αὐτοὺς ἐλεεινοὺς καὶ πένητας ἀπεργάσασθαι. τί γὰρ ποιεῖ; αἰτίαις αὐτοὺς ἀφύκτοις 788 καὶ ἐγκλήμασι περιβάλλει προφασιζόμενος προφάσεις ἐν ἁμαρ τίαις, ἵνα τῷ δέει τῶν ἐγκλημάτων πᾶσαν αὐτῶν τὴν οὐσίαν ἀλογήσωσιν ὑπὲρ τῆς οἰκείας σωτηρίας, ἔσθ' ὅτε δὲ καὶ συν εσκίαζε καθ' ὧν τινων ἀνδρικωτέρων ἢ εὐφυεστέρων βασκαί νων τῆς εὐανδρίας καὶ εὐφυΐας αὐτοῖς ὡς νεωτερίσειν ὑπο πτεύων· τινῶν μὲν τοὺς ὀφθαλμοὺς ἐξώρυττεν, ἄλλων δὲ τὰ μέλη ἠκρωτηρίαζεν καὶ ἑτέρους δεσμοῖς κατέχων μεθ' ἡμέρας τινὰς δεινῶς ἀνῄρει. Ἐξ ὧν ὑπῆρχε Μιχαὴλ ὁ τὴν τοῦ ἐκσκουβίτου τάγματος ἀρχὴν διέπων, ὃν εἱρκτῇ καὶ πέδαις εἶχε τηρούμενον, καὶ τὴν γενέθλιον τοῦ σωτῆρος ἡμέραν ἐνστᾶσαν ἐκδεχόμενος διελθεῖν καὶ οὕτως αὐτὸν διαχειρίσασθαι. ἀλλά γε θείᾳ ψήφῳ καὶ δορυφόρων ξίφει κρεουργηθεὶς αὐτὸς ἐνδίκως μέσον τοῦ θείου ναοῦ τὴν πολλοὺς ἁγίους ναοὺς καὶ ψυχὰς καὶ σώματα λίαν ἀτιμάσασαν ψυχὴν ἀπορρήξας, εὐθὺς ἐπι κοσμεῖται τῷ τῆς βασιλείας ὁ δεσμώτης διαδήματι, ὃς ἐν ἐλπίσιν ὢν τῆς ζωῆς τὴν στέρησιν ὑπομεῖναι στεφηφόρος ἀντὶ δεσμοφόρου καθίσταται. οὕτως οὖν καταστρέφει τὸν βέβηλον αὐτοῦ καὶ βαρβαρώδη βίον καὶ τὴν ἀνόσιον καὶ παμπόνηρον ψυχὴν ἀπορρήγνυσιν ἐν τῷ παλατίῳ, ἐν ᾧ οὐδεὶς τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἀνῄρηται. γενόμενος πολυ στόμου μαχαίρας ἔργον πικρὸν καὶ ὀλέθριον τῆς αἰσχίστης 789 καὶ βδελυρᾶς ζωῆς δέχεται τὴν περαίωσιν καὶ δίκην τῶν τετολμημένων εἰσπράττεται παράδοξον καὶ ἐξαίσιον ἐν τόποις, οὓς καὶ ζῶν ὁ ἐξάγιστος καὶ τρισάθλιος κακῶς ἐβεβήλωσεν, καὶ σφαγιαζόμενος αἰσχρῶς τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων ὁ πολλῶν αἱμάτων χριστιανῶν ἐμφορηθεὶς ἔχρανεν. μετὰ δὲ ταῦτα ῥακίοις εὐτελέσι καὶ τραχέσι περιβληθὲν καὶ ἀκα τίῳ μικρῷ εἰς τοῦτο εὐτρεπισθέντι ἐμβάλλεται τὸ παμμίαρον καὶ ἀκάθαρτον αὐτοῦ σῶμα καὶ κατὰ τὴν καλουμένην Πρώτην ἐκφέρεται νῆσον καὶ κατορύττεται, οὐκ οἶδα ἀνθ' ὅτου ταύτην κατακριθεῖσαν τὴν συμφορὰν τοσοῦτον κακὸν ὑποδέξασθαι. Προσεκτέον δὲ ὡς, εἴ γε ἰσχύν τινα εἶχεν ὁ λόγος τῶν δυσμενῶν τούτων καὶ δυσωνύμων, καὶ ἀληθείας ἔναυσμά τι ἐν τοῖς παρ' αὐτοῖς δογματιζομένοις ἀμυδρῶς πως ἐφέρετο, κἀν ταῖς ἄλλαις ἱεραρχίαις ὑπῆρξέ που πάντως πεφυλαγμένα καὶ γινωσκόμενα, νῦν δὲ οὐδαμόθεν ἐπιγνῶναι τοῦτο πάρ εστιν. ὁμοῦ τε γὰρ ἑῴα καὶ ἑσπερία λῆξις τὸ εὐαγγελικὸν δὴ τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα, καὶ οὔποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα χριστιανοί, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς χριστιανῶν θεοσεβείας ἀλλό τριον παραφυὲν καταλαμβάνεται θεοστυγὲς δόγμα οὐδὲ ὅσον εἰς μνήμην ἀφῖχθαι τῶν πονηρῶν καὶ μυσαρῶν συνταγμά των, ἀλλ' ἢ μόνον κατὰ τὴν δούλην ταύτην καὶ ἠνδραπο δισμένην καὶ τὰ θεῖα κατ' ἐξουσίαν παίζουσαν, ἐν ᾗ τὸ ἐμπαθὲς καὶ πρόσυλον τῶν περὶ γῆν στρεφομένων καὶ ἰλυ σπωμένων γήϊνον καὶ ἀλαζονικὸν καὶ ὑπερήφανον πρυτα νεύει φρόνημα, ἔνθα τὸ φίλαρχον, τὸ φίλαυτον, τὸ φιλή δονον, τὸ φιλόδοξον ἢ κενόδοξον, ἡ πάντων καταθυμίων ἀπόλαυσις, τὸ πάντων ἐθέλειν ἄρχειν καὶ μηδὲ πρὸς αὐτοῦ 790 θεοῦ ἄρχεσθαι, καὶ ἡ τῆς ἀνθρωπίνης δόξης, ἢ αἰσχύνης μᾶλλον εἰπεῖν, κτῆσις καὶ προσποίησις. ἐντεῦθεν ἡ κατὰ τοῦ θεοῦ καὶ τῶν ἁγίων ὕβρις καὶ τῆς ἐκκλησίας ὁ διωγμός, ἐντεῦθεν κατακυριευόμενον ἢ τυραννούμενον τὸ ὑπήκοον τοῖς ἐκεῖθεν δόγμασι καὶ θελήμασιν ὑποκύπτειν ἐκβιάζεται, ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευται καὶ ἐσχεδίασται ὅπλον, σχή ματι μὲν τοῦ σωματοφυλακεῖν ἠθροισμένον, ταῖς ἀληθείαις δὲ τοῦ ἐκπορθεῖν τὴν ἐκκλησίαν Χριστοῦ καὶ ληΐζειν ἐπι νενοημένον προφάσει τοῦ συμπεριγράφεσθαι τὴν Χριστοῦ θεότητα ἐν τῇ εἰκόνι παραληροῦντες, ὡς εἴ τις καὶ τὸ ἡλιακὸν δὴ τοῦτο δισκοειδὲς σῶμα γεγραμμένον ἔν τινι τόπῳ, καθὼς ἔν τισιν ὁρᾶται γινόμενον, ὑποδείξειεν, ἐδογμά τισαν ἂν καὶ τὴν τοῦ φωτὸς οὐσίαν καὶ αὐγὴν συγγράφε σθαι καὶ περιγράφεσθαι ἢ πάντως ἐκ τοῦ ἡλίου τὸ φῶς ἀποτέμνεσθαι· ἢ πάλιν ἀκτῖνα ἡλίου εἴ που δένδρῳ προσ βάλλουσαν ἴδοιεν, τμηθείη δὲ τὸ δένδρον, συνεκκοπήσεσθαι καὶ τὴν ἀκτῖνα παραφρόνως ἐνομίσθη. καὶ μέντοι καὶ ἐπὶ πυρὸς καὶ ἄλλων τινῶν διανοηθήσονται, ἵνα ἐνδίκως παρὰ παίδων παιζόντων παιχθήσωνται φρονοῦντες ἀσυνετώτερα. εἰ γὰρ ἐπὶ τῶν εἰρημένων οὔτε γίνεσθαι οὔτε ὁρᾶσθαι πέ φυκεν οὔτε μὴν λέγεσθαι χώραν ἕξει, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀπορρήτου καὶ θείας φύσεως ἢ ἐπὶ τῆς ἀφράστου καὶ ἀνερ μηνεύτου Χριστοῦ οἰκονομίας ταῦτα λέγειν ἢ ἐννοεῖν ἀδύ νατα καὶ ἀνεπιχείρητα. οὐδὲ γὰρ σαρκούμενος ἢ πάσχων 791 ὑπὲρ ἡμῶν σώματι τούτων τι πέπονθεν, ἐπεὶ οὕτω γε καί, εἰ ἄνθρωπος τῶν καθ' ἡμᾶς εἰκονίζοιτο σώματι, ἀνάγκη καὶ τὴν ψυχὴν συνεικονίζεσθαι ἢ πάντως τεθνήξεσθαι χωρι ζόμενον. τί γὰρ ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος; ὅθεν ἐν τούτοις φαίνονται προδήλως οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαίνοντες· οὐ γὰρ ἴσασιν ὅσον γραπτοῦ καὶ περιγραπτοῦ τοῦ τε γράφειν καὶ περιγράφειν τὸ ἰδιάζον καὶ διηλλαγμένον, καὶ διὰ τοῦτο φενακιζόμενοι ματαιο λογοῦσιν. ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσται; ἢ πῶς ὁ τοῦ σώματος ὅρος καὶ λόγος σωθήσεται, εἰ μὴ ταῦτα ἔχοι; ὁ τοίνυν μὴ δο ξάζων γράφεσθαι ἢ περιγράφεσθαι τὸν Χριστὸν σώματι ἢ ὅ τι ἔστι σῶμα οὐκ ἔγνω, ἐξ οὗ μηδὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς σῶμα καὶ ψυχὴν σώζεσθαι παρῄτηται. ὁ γοῦν ὁμο λογῶν σῶμα τὸν Χριστὸν ἀνειληφέναι ὁποῖον τὸ ἡμέτερον, τοῦτο δὲ γραπτὸν καὶ περιγραπτόν, ἐξ ἀνάγκης κἀκεῖνο γραπτὸν καὶ περιγραπτὸν εἶναι συνομολογήσειεν. εἰ δὲ τὸ δεύτερον οὐ δώσει, οὐδὲ τὸ πρῶτον ἄρα, ὃ πάντη ἄλογον καὶ καταγέλαστον. οὐ περιγράφομεν οὖν ἡμεῖς, ἀλλὰ γρά φομεν. κἂν κενολογοῦσιν οἱ ἄθλιοι καὶ ἄλλως ἀτοπώτερον. ὃν γάρ φασιν ἀπερίγραπτον, οὐκ οἶδ' ὅπως ὑπ' εὐηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι τερατεύονται. εἰ δὲ δὴ μὴ χρῆναι τὸν Χριστὸν εἰκονίζεσθαι πάλιν κενολογήσωσιν, ἡ τῶν διδασκάλων αὐτῶν χάρυβδις αὐτοῖς μέγα περικέχηνεν, Μάνεντος, Οὐαλεντίνου τε καὶ Μαρκίωνος. δοκήσει γὰρ καὶ φαντασίᾳ τὸν θεῖον λόγον σεσωματῶσθαι δοξάζοντες οὐδὲν ἧττον τῇ προτέρᾳ τοῦ ψεύδους βλασφημίᾳ περιπαρή 792 σονται, οἵ γε πρὸς πᾶσαν τὴν οἰκουμένην παραταττόμενοι δυσσεβῶς οὐ κατερυθριῶσιν. καὶ ταῦτα τίνες; οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, τὰ ἀχάριστα κτίσματα κατὰ τὴν θεολόγον γλῶσσαν. [μβʹ. Περὶ Μιχαὴλ τοῦ Ἀμορραίου.] Μετὰ δὲ Λέοντα ἐβασίλευσε Μιχαὴλ ὁ Ἀμορραῖος ἔτη ηʹ μῆνας θʹ καὶ ἀπέθανεν ἐκ δυσουρίας καὶ τῆς τῶν νε φρῶν σφοδροτάτης ἀλγηδόνος τε καὶ ἀρρωστίας. ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρ κταῖς καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνει ρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσωνύμου καὶ δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ ἀμφιβλήστρῳ περιπαρεὶς τῆς δεινῆς αἱρέσεως ἰχθύος δίκην τοῖς τῶν δογμάτων σαθροῖς καὶ ἀσεβέσιν ἐναπέθανεν ἐξ ἀκροτάτης ἀβελτηρίας τε καὶ ἀλογίας. ἀμύητος γὰρ σφόδρα καὶ ἀπαίδευτος ἐτύγχανεν, ἀμαθίαν [γὰρ] ἐκ πατρῴας ἀλογίας καὶ ἀπειροκαλίας ὥσπερ ἱκανὴν οὐσίαν κληρωσάμενος, ὅθεν ἐπὶ λαοῦ δημηγορήσας φησίν· οἱ μὲν οὖν πρὸ ἡμῶν ἐρευνη σάμενοι τῶν ἐκκλησιαστικῶν δογμάτων αὐτοὶ καὶ τὸν περὶ αὐτῶν εἰσπραχθήσονται λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν. ἡμεῖς δὲ ἐν ᾧ τὴν ἐκκλησίαν εὕρομεν βαδίζουσαν ἐν τούτῳ 793 καὶ διαφυλάττειν προκρίνομεν. τοῦτο δὲ ἐπακριβοῦντες δια βεβαιοῦμεν ὡς μὴ θαρρεῖν τινα κατὰ εἰκόνων ἢ ὑπὲρ εἰκόνων παρρησίᾳ κινεῖν τὴν γλῶτταν, ἀλλ' ἐκποδὼν ἔστω καὶ οἰχέσθω καὶ ἡ Κωνσταντίνου σύνοδος καὶ ἡ Ταρασίου καὶ ἡ νῦν ἐπὶ Λέοντος κροτηθεῖσα περὶ τῶν τοιούτων ζητη μάτων, καὶ σιγὴ βαθεῖα τῆς τῶν εἰκόνων μνήμης γινέσθω. Ἐφ' οὗ Θωμᾶς ὁ ἀντάρτης ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας ἤδη καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον προσυλλεξά μενος καὶ ἐπισυρόμενος ἐπὶ τὸ Βυζάντιον ἐκίνησε τῆς βασι λείας πανούργως καὶ παρ' ἀξίαν ἐφιέμενος. ἐκ γὰρ τῆς Ῥωμαίων γῆς ὁρμώμενος δυσγενής τε καὶ ἀφανὴς πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο Κωνσταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης, κἀντεῦθέν γέ τοι πολλοὺς τῶν βαρβάρων καὶ Χριστιανῶν ἀπατήσας καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπῄει τῇ Κωνσταντινου πόλει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθάπερ τι θηρίον ἀλλόκοτον καὶ πολύμορφον ποικίλον τε καὶ πολυκέφαλον τὰ πολυειδῆ γένη τῶν ἐθνῶν συναθροίσας καὶ ἀνειλημμένος. καὶ οἷά τις ἄλλος Σεναχειρὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ ἐξοπλισάμενος ἐμεγαλαύχει τῷ πλήθει τῶν ἑπομένων καὶ κατηλαζονεύετο, μὴ πάμπαν ὡς ἔοικεν ἐννοήσας κατὰ πολ λὴν ἀβελτηρίαν, ὡς οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύ ναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. καί· κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθε τεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει. εἰ γὰρ καὶ τὰ μά 794 λιστα ἡ πόλις οὐκ εἶχεν Ἐζεκίαν εὐσεβῆ καὶ ἐνάρετον βα σιλέα, ἀλλ' οὔ τί που διὰ τὴν τοῦ κρατοῦντος ἐκ πολλῆς ἀγνωσίας καὶ ἀπροσεξίας πεφενακισμένην καὶ διεφθαρμένην γνώμην τε καὶ πίστιν περιεῖδεν ὁ τοῦ παντὸς πρύτανις καὶ φιλάνθρωπος κύριος πολιορκούμενον τὸν λαὸν αὐτοῦ, ἀλλ' εἵνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων ἔφη καὶ τότε που πάντως· νῦν ἀναστήσομαι καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης, οὐ δι' ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου, καθὼς εἴρηκε τηνικαῦτα πρὸ τῆς ἐνσάρκου οἰκονομίας, ἀλλὰ δι' ἐμὲ καὶ διὰ τὸν ἐκ σπέρματος φύντα Δαυὶδ υἱόν μου καὶ διὰ τὴν νέαν Ἱερουσαλήμ, ἣν ἐξελεξάμην. καὶ γὰρ καὶ ἐπὶ τοῦ δυσσεβοῦς Ἀχαάβ, τοῦ Σύρου πολλὰς μυριάδας κατ' αὐτοῦ συνειληχότος καὶ βρεν θυομένου καὶ λέγοντος· εἰ ἐκποιήσει Σαμάρεια ταῖς δραξὶ παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου, διέλυσε ῥᾳδίως εὐθὺς τοῦ τρισαθλίου βασιλέως ὁ φιλοικτίρμων θεὸς τὸ δέος φάσκων· ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. ὅπερ καὶ γέγονεν. καὶ δὴ παραυτίκα δέδειχε καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις τὴν ἰδίαν ἰσχὺν καὶ τὸν ἱεροψάλτην ἀληθεύοντα· κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. τῆς γὰρ συμπλοκῆς γεγενημένης δυοκαίδεκα τῶν ἀντιπάλων μυριάδας ὁ Ἰσραὴλ κατηκόντισεν. ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν, ὡς θεήλατος ἡ πληγή, τῶν διαπεφευγότων εἴς τινα πόλιν καταπεσὸν τὸ τεῖχος κατ έχωσε χιλιάδας κζʹ. Τὴν τοίνυν βαρβαρικὴν ὀφρὺν καὶ ἀλαζονείαν τοῦ τε Ἀσσυρίου καὶ τοῦ Σύρου χρησάμενος καὶ Θωμᾶς ὁ μαται 795 όφρων καὶ τὴν Κωνσταντινούπολιν μᾶλλον δὲ Θεούπολιν ἐφ' ἕνα χρόνον ἐκπορθήσας καὶ τὴν Θρᾴκην δῃώσας καὶ λαφυραγωγήσας μετρίως καὶ οὐχ ὡς ὀνειροπολῶν ἀπεκαρα δόκει, ἀλλ' ὡς ἡ θεία προμήθεια συνεχώρει διὰ τὰς ἁμαρ τίας ἡμῶν, οὐδὲν πλέον ἤνυσεν ὧν προσεδόκησεν. καὶ γοῦν οὐ μόνον εἰς ἐναντίωσιν αὐτῷ περιέστη καὶ περιετράπη τε καὶ ἀπέσβη τὸ σπουδαζόμενον, ἀλλά γε καὶ ὅπερ ἔχειν ἐδόκει καὶ κατεφαντάζετο κλέος τε καὶ σθένος ἀπεγυμνώθη μικροῦ δεῖν καὶ διόλωλεν. οἱ γάρ τοι πολῖται γενναίως τε καὶ σφοδρῶς ἀντιπαραταττόμενοι τῇ ῥοπῇ καὶ συμμαχίᾳ τοῦ κρείττονος, καὶ μετὰ τοιαύτης ἐλπίδος τειχομαχοῦντες καὶ ναυμαχοῦντες καὶ μέντοι καὶ πεζομαχοῦντες ἀνδρικῶς καὶ καρτερῶς, ἅπαν αὐτοῦ σχεδὸν τὸ σαθρὸν φρύαγμα κατέλυσαν. τὰ γὰρ ὀχυρώματα, ἐφ' ἃ πεποιθὼς ἀνοήτως ἄγαν ἐναβρύ νετο καὶ κατεθρασύνετο, λέγω δὴ τὰς πλείστας ναῦς, πυρ πολήσαντες καὶ τοὺς λογάδας τῶν πολεμίων καὶ στρατοπεδάρ χας τροπωσάμενοι, σκοτοδινία πολλὴ καὶ ἀμηχανία περιέσχε τὸν εὐρίπιστον καὶ κουφότατον, ναὶ μὴν καὶ τὰς πολυμηχά νους καὶ πολυτρόπως ἐξευρημένας ἑλεπόλεις αὐτοῦ πάσας ἀκαταμαχήτους οὔσας καὶ δυσαλώτους, ὡς ᾤετο, διέφθειραν καὶ κατέλυσαν εὐπετῶς ἄρδην. καὶ οὕτως ὁ μὲν οἶκος Δαυίδ, ἤτοι Χριστοῦ πόλις, ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαούλ, τῶν πολεμίων τὸ στῖφος, ἐπορεύετο καὶ ἠσθένει τῷ ὄντι, καὶ θεὸς ἐδοξάζετο, καὶ ἦν ἰδεῖν ἐναργῶς ὄντως ἐπ' αὐτῷ πληρούμενον καὶ τὸ θάτερον ἱερὸν λόγιον· καθεῖλες 796 πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. διήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν, ἐγε νήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ, ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. ἔνθεν οὖν λοιπὸν οἱ μὲν τῆς πόλεως ἔψαλλον· οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. ὁ δὲ θεῖος λόγος αὖθις παρεγγυώμενος καὶ προευαγγελιζόμενος αὐτοῖς εὖ μάλα τὴν ἀθρόαν καὶ ταχίστην κατάπτωσιν τοῦ ἐχθροῦ αὐτῶν ἀπεφήνατο μονονουχὶ λέγων· τέκνα, μακροθυμήσατε τὴν παρὰ θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξε γάρ σε ὁ ἐχθρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ. θαρ σεῖτε, τέκνα, καὶ βοήσατε πρὸς τὸν θεόν· ἔσται γὰρ ὑμῖν ὑπὸ τοῦ ἐπαγαγόντος μνεία. ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτη ρίας ὑμῶν. Ἐπεὶ οὖν ἀποκαμὼν ὁ τάλας καὶ πεπλανημένος ἀνόητα πολεμῶν καὶ ματαιοπονῶν καὶ μάλα δὴ ἀπογνοὺς ὡς τοῦ σκοποῦ διαμαρτήσας ἐκ διαμέτρου, καὶ τῶν πραγμάτων αὐτῷ κατόπιν προδήλως φερομένων ἡμέρᾳ καὶ ἡμέρᾳ, καὶ πρὸς τούτοις μαθών, ὡς ὁ βασιλεὺς Μιχαὴλ τοὺς Βουλγάρους εἰς συμμαχίαν κατ' αὐτοῦ προσεκαλέσατο, παραχρῆμα τὴν πόλιν 797 ἐάσας κατ' αὐτῶν θᾶττον ᾤχετο. οὓς δὴ καὶ μαχησάμενος καὶ πολλοὺς αὐτῶν διαφθείρας εἰς Ἀρκαδιούπολιν ἑαυτὸν ἀσφαλίζεται δῆθεν τὴν κατὰ πρόσβασιν ἀσθένειαν αὐτοῦ καὶ ἐλάττωσιν ὑφορώμενος. ὅθεν οἱ περὶ αὐτὸν αἰσθόμενοι σαφέστερον τήν τε δεινὴν οἰκείαν ἀπάτην καὶ τῆς κενῆς ἐλπίδος ἀποτυχίαν καὶ τὴν ἐκείνου πλησιάζουσαν πανωλε θρίαν ἤρξαντο κατὰ μικρὸν ὑποχωρεῖν καὶ ὑπορρέειν καὶ καταλιμπάνειν αὐτὸν ὡς μάταιον καὶ λαοπλάνον. ὁ δὲ Μιχαὴλ ταῦτα μεμαθηκὼς αὐτίκα τῆς πόλεως ὑπεξελθὼν μετὰ πλεί στης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησεν, καὶ δὴ περικαθίσας βραχύν τινα καιρὸν καὶ τοῦτον ἀμογητὶ χειρωσάμενος, οὗ καὶ τὸν τράχηλον κατὰ τὴν ἀρχαίαν συνήθειαν πεπατηκὼς καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας καὶ οὕτως ἀνα σκολοπίσας κατέπαυσε τὸν ἐν τρισὶν ἔτεσι δι' αὐτοῦ κατ άρξαντα καὶ διαρκέσαντα χαλεπὸν καὶ δύσοιστον ἐμφύλιον πόλεμον. [μγʹ. Περὶ Θεοφίλου.] Μετὰ δὲ Μιχαὴλ ἐβασίλευσε Θεόφιλος υἱὸς αὐτοῦ ὁ νέος Βαλτάσαρ καὶ θεομισὴς καὶ τῶν ἁγίων ὑβριστὴς καὶ καθαι ρέτης καὶ βέβηλος ἔτη ιβʹ μῆνας γʹ, καὶ ἀπέθανε δυσεντερι κῶς. ἐφ' οὗ καὶ πρὸς τὴν πατρίδα καὶ πόλιν τοῦ ἀλιτη ρίου καὶ τυράννου μετὰ πολλῆς δυνάμεως οἱ Σαρακηνοὶ παραγενόμενοι καρτερῶς ὠχυρωμένην εὗρον καὶ κατησφα λισμένην πάνυ καὶ ὑπὸ στρατηγῶν ὀκτὼ μετὰ τῶν λογάδων αὐτῶν καὶ στρατευμάτων φρουρουμένην. καὶ ταύτην δι' ἡμε ρῶν ιεʹ τοῦ Αὐγούστου μηνὸς ἐκπορθήσαντες καὶ δορυάλω τον εἰληφότες, ᾐχμαλωτίσθη καὶ ἀνῃρέθη χριστιανῶν πλῆθος 798 ἄπειρον, καὶ ἡ πόλις ἐκαύθη καὶ κατερυπώθη. ἀλλὰ μὴν καὶ πλήθη πλοίων αὐτῶν ἐξελθόντα τὰς Κυκλάδας νήσους ἠρήμωσαν καὶ τὴν Κρήτην καὶ τὴν Σικελίαν παρέλαβον. καὶ ψῦχος δὲ πολὺ γέγονεν ἀγριώτατον καὶ δριμύτατον, καὶ λιμὸς ἰσχυρὸς καὶ ἀέρος αὐχμοὶ καὶ δυσκρασίαι καὶ ἀνω μαλίαι καὶ σεισμοὶ φοβεροὶ καὶ ἐπάλληλοι, τὴν ἄμετρον ἀπελέγχουσαι τοῦ κρατοῦντος μοχθηρίαν καὶ κακουργίαν. εἰς τοσαύτην γὰρ ἀφιλοθεΐαν καὶ ἀπόνοιαν ἐξώκειλε καὶ τὴν τοῦ Κοπρωνύμου καὶ τῶν θηριωνύμων χαλεπὴν καὶ μυσαρω τάτην αἵρεσιν διαδεξάμενος καὶ ἀναδεξάμενός τε καὶ ἀνα καινίσας, ὡς μηδὲν ἧττον ὀφθῆναι τῆς ἐκείνων δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενα κισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων ἀπάτῃ καὶ παρα πληξίᾳ τε καὶ οἰστρηλασίᾳ τὸν ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὁρμώμενον πάλαι διωγμὸν καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας ὡσαύτως ἐπανετείνατο, συμμύστην καὶ σύμμαχόν τε καὶ συνίστορα τῆς αἱρέσεως ἔχων ὁ δεύτερος Νεκταναβὼ τὸν προρρηθέντα Ἰαννῆν φατριάρχην, μᾶλλον δὲ μαντιάρχην καὶ δαιμονιάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαὰμ ἐν τοῖς καθ' ἡμᾶς χρόνοις κακῶς ἀναφανέντα λεκανομάντιν καὶ πάσης θεοστυγοῦς πράξεως καὶ τερατείας 799 δεινὸν ὑποφήτην, ὑφ' οὗ καὶ τὰ γράμματα παιδευθεὶς καὶ ὑπονοθευθεὶς ὁ εὐρίπιστος καὶ δείλαιος ὑπηρέτης δόκιμος ἐχθίστων πραγμάτων καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν. οὓς ἂν ἐνδίκως ὁ θεῖος λόγος ἐπαράσεται σχετλια στικῶς φάσκων· οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύ θησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. οὗτοί εἰσι γογγυσταὶ καὶ μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι ἐν ταῖς ἀπάταις αὐτῶν. Ἐφαρμόσειε δ' ἂν αὐτῷ μάλα εἰκότως καὶ τὰ κατὰ τοῦ ὁμοτρόπου αὐτοῦ Ἰουλιανοῦ παρὰ τῇ θεολόγῳ στηλιτευόμενα γλώσσῃ· σφόδρα γὰρ ἐμφερὴς ἀναπέφηνε καὶ εἰς μηδὲν ἀπε οικὼς τῆς ἐκείνου κακουργίας καὶ δυστροπίας. ἔφη γοῦν· πῶς μὴ δακρύσω τὸν ἄθλιον; πῶς μὴ πλέον μὲν τῶν δε διωγμένων τοὺς προσδραμόντας, πλέον δὲ τῶν αὐτομολη σάντων εἰς τὴν κακίαν θρηνήσω τὸν συναρπάσαντα; μᾶλλον δὲ τοῖς μὲν οὐδὲν δεινὸν τὸ ὑπὲρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μακαριστότατον οὐκ ἐκεῖθεν μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐντεῦθεν εὐδοξίαν καὶ παρρησίαν, ἣν διὰ τῶν κιν δύνων ἑαυτοῖς ἐχαρίσαντο, τοῖς δὲ προοίμιον τῶν ἀπειλου μένων, ἅπερ ἤδη πεπόνθασιν. καὶ βέλτιον ἦν αὐτοῖς, εἰ ἐνταῦθα μακρότερον ἐκολάσθησαν, ἢ τοῖς ἐκεῖ δικαιωτηρίοις ἐταμιεύθησαν. καὶ γὰρ ὥσπερ τὸν χαμαιλέοντα λόγος παν τοῖον γίνεσθαι ῥᾳδίως καὶ πάσας μεταβάλλειν χροιὰς πλὴν μιᾶς τῆς λευκότητος, οὕτω κἀκεῖνος πάντα ἦν καὶ ἐγίνετο χριστιανοῖς πλὴν ἡμερότητος, καὶ ἦν λίαν ἀπάνθρωπον αὐτῷ 800 τὸ φιλάνθρωπον καὶ τὸ πιθανὸν βίαιον, καὶ ἀπολογία τῆς ἀγριότητος ἡ χρηστότης. ὅθεν λεκτέον πρὸς αὐτόν· εὐηθέ στατε καὶ ἀπαιδευτότατε τὰ μεγάλα, σὺ κατὰ τοσούτου κλήρου καὶ τῆς οἰκουμένης ἀντέστης; σὺ κατὰ τῆς Χριστοῦ θυσίας τοῖς σοῖς μιάσμασιν; σὺ κατὰ τοῦ τὸν κόσμον καθήραντος αἵματος τοῖς σοῖς μιαροῖς αἵμασιν; σὺ μετὰ Ἡρώδην διώ κτης καὶ μετὰ Ἰούδαν προδότης, πλὴν ὅσον οὐκ ἀγχόνῃ τὴν μετάνοιαν ἔδειξας ὥσπερ ἐκεῖνος, καὶ χριστοκτόνος μετὰ Πιλάτον καὶ μετὰ Ἰουδαίους μισόθεος, ὁ τῶν ἁγίων ὑβριστής. Ἱεροβοὰμ εἰπεῖν οἰκειότερον ἢ Ἀχαὰβ τὸν Ἰσραηλίτηντοὺς παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχο δονόσωρ τὸν Ἀσσύριον, ἢ πάντα ταῦτα συνελόντες ἕνα καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακίας εἰς ἑαυτὸν φαίνεται συλλεξάμενος, Ἱεροβοὰμ τὴν ἀποστασίαν, Ἀχαὰβ τὴν μιαιφονίαν, Φαραὼ τὴν σκληρότητα, Ναβουχο δονόσωρ τὴν ἱεροσυλίαν, πάντων ὁμοῦ τὴν ἀσέβειαν. ποῦ εἰσιν οἱ θυσίαι καὶ τελεταὶ καὶ μυστήρια; ποῦ σφάγια φα νερά τε καὶ ἀφανῆ; ποῦ τερατεία προγνώσεως καὶ σημεῖα ἐγγαστριμύθων; ποῦ αἱ κατὰ χριστιανῶν μαντεῖαι καὶ ἀπει λαί; οἴχεται πάντα, διέψευσται, διερρύηκεν, ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ κομπάσματα. ἔπεσε Βήλ, συνετρίβη Δαγών· οὐκέτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν. καὶ νῦν ταῦτα μικρὰ τοῖς ἀθλίοις ἴσως. ἔσται δὲ καιρός, ἡνίκα ὄψομαι τοὺς 801 ἐμοὺς ὑβριστὰς καὶ τὸν μέγαν τούτων καθηγητὴν ἀποκλαιο μένους τὴν ἑαυτῶν κακίαν, ὅτε πᾶσα κρίνεται καὶ βασα νίζεται κακία καὶ πονηρία. [μδʹ. Περὶ Μιχαὴλ καὶ Θεοδώρας.] Μετὰ δὲ Θεόφιλον ἐβασίλευσε Μιχαὴλ υἱὸς αὐτοῦ ἔτη κεʹ. σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ κατέσχεν ἔτη ιδʹ καὶ μόνος αὐτοκρατόρησεν ἔτη ιαʹ μῆνας γʹ. ἐν τῇ οὖν αὐτοκρατορίᾳ αὐτοῦ Ἀποδήναρ ὁ Σαρακηνῶν φύλαρχος ἐκ πολλῶν χρόνων ἑτοιμαζόμενος ἐν δυνάμει βαρείᾳ δρομώνων τετρακοσίων φο βερῶν καὶ καταπλήκτων ἤρχετο κατὰ τῆς θεοφρουρήτου Κων σταντινουπόλεως. ἀλλὰ τοῦτον ἡ θεία δίκη προφθάσασα διώ λεσεν, πάντων τῶν πλοίων αὐτοῦ αὐτάνδρων συντριβέντων ἐν ἀκρωτηρίῳ τῶν Κιβυρραιωτῶν λεγομένῳ Χελιδόνια, δια σωθέντων εἰς Συρίαν ζʹ καὶ μόνον ἐξ αὐτῶν. ὅς γε τὴν μὲν πατρῴαν βασιλείαν σὺν τῇ μητρὶ Θεοδώρᾳ διαδεξάμενος τὴν θεοστυγῆ παρεισφρήσασαν τῇ ἐκκλησίᾳ καὶ δεινῶς ἐπι κωμάσασαν νέαν θρησκείαν εὖ μάλα γνησίως ἀποσεισάμενος τὴν ἔκπαλαι θεοφιλῆ καὶ θεοβράβευτον ἱεράν τε καὶ ὀρθοτάτην πίστιν ἀνεκήρυξεν. εἰ γὰρ καὶ νήπιος ἐτύγχανεν, ἀλλ' ὁ ἐκ 802 στόματος νηπίων καὶ θηλαζόντων καταρτίσας αἶνον αὐτὸς καὶ τοῦτον παρεσκεύασε τὴν ἀλήθειαν τοῦ θείου δόγματος ἀνυμνῆσαι καὶ φανερῶσαι πρὸς δόξαν τοῦ δι' ἄκραν εὐσπλαγχνίαν καὶ φιλανθρωπίαν σαρκωθέντος θεοῦ λόγου καὶ τοῖς ἀνθρώποις ἐπὶ γῆς ὀφθέντος καὶ συναναστραφέντος κατὰ τὴν ἱερὰν χρησμολογίαν. σύνοδον γὰρ ὁσίων πατέρων καὶ θεηγόρων ἐν Κωνσταντινουπόλει συναθροίσας, ὑφ' ὧν ἡ τῶν κακῶν καὶ δυσωνύμων κάκιστος αἵρεσις τῶν εἰκονομάχων ἀκριβῶς ἐλεγχθεῖσα καὶ τὰ βδελυρὰ ταύτης ληρήματα διαρρήδην ἀνατραπέντα, φαιδρὸς ὁ τῆς ὀρθοδοξίας λόγος ἐξανέτειλεν ὥσπερ ἔκ τινων μυχάτων καὶ δυσδιεξοδεύτων λαβυρίνθων καὶ σκοτεινῶν βαράθρων τῆς ἐξαγίστου καὶ πεφενακισμένης αἱρέσεως. καὶ οὕτως ὁ μὲν ταύτης προλεχθεὶς ἔξαρχος καὶ διδάσκαλός τε καὶ συνίστωρ Ἰαννῆς φατριάρχης ἐκβάλλεται καὶ ἀναθεματίζεται δικαίως καὶ θεοκρίτως πάνυ σὺν τοῖς ὁμόφροσιν αὐτοῦ διώκταις καὶ ὑβρισταῖς ὡς ἀνήκεστοι πάμπαν καὶ λυσσώδεις ἅμα καὶ τῆς ἀληθείας ἀντίθετοι λίαν, ὥσπερ δὴ καὶ οἱ τῆς μυσαρᾶς καὶ δαιμονιώδους θρησκείας τῶν Μανιχαίων, ἀφ' ὧν καὶ τὴν μάχην καὶ μανίαν κατὰ τῆς ἐνσάρκου θείας οἰκονομίας τὴν ἀφορμὴν καὶ ἀρχὴν εἰλήφασιν, ἀντεισάγεται δὲ κοινῇ ψήφῳ καὶ θείᾳ προβολῇ τε καὶ χάριτι Μεθόδιος ὁ ἀοίδιμος καὶ τῆς ὀρθοτομίας καὶ ὀρθοδοξίας πρόμαχος, ὅς γε πᾶσαν ὡς ἔπος εἰπεῖν τοῦ τε διαβόλου τὴν ὀλέθριον κατὰ τῶν ἱερῶν εἰκόνων μεθοδείαν καὶ τὴν βέβηλον κενοφωνίαν τῶν αἱρεσιαρχῶν καὶ φοιτητῶν τῆς ἐκείνων κακονοίας καὶ φρενοβλαβείας ἄριστα καὶ σαφέστατα προδιελέγξας καὶ ἀνατρέψας εἰ καί τις ἄλλος, καὶ διὰ τοῦτο πολλοὺς μὲν 803 προϋπέστη διωγμοὺς καὶ κινδύνους τε καὶ θλίψεις πολλὰς καὶ κακάς, ἐξ ἐπιμέτρου δὲ σφόδρα σφόδρα ὑπὸ τοῦ θεηλάτου Θεοφίλου. τίς γὰρ ἀριθμήσειε τοὺς ποικίλους καὶ ἐπαλλήλους διωγμοὺς καὶ πειρασμοὺς καὶ βόθρους ἀφεγγεῖς καὶ ζοφώδεις κατακλείσεις καὶ τῶν ἀναγκαίων στερήσεις φίλων τε καὶ ὁμοδόξων, ἃς ἀνέτλη γενναίως καὶ προθύμως, καὶ τὰ σύμβολα τῆς κακουχίας ἧς ὑπέμεινε παρὰ τῶν ἀνοσίων ἀεὶ περιφέρων ἐναργῶς εἰς τύπον καὶ ὑπογραμμὸν ὑπομονῆς τοῖς φερεπόνοις, καὶ σιωπῶσα παραίνεσις προδήλως γενόμενος. καὶ οὕτως ὁ θεσπέσιος τὴν ἐκκλησίαν εὐδοκίᾳ τοῦ κρείττονος καὶ συνεργείᾳ τῶν θεοφόρων πατέρων παραλαβών, ὁ μὲν οἶκος τοῦ θεοῦ, τὸ σύστημα τῶν ὀρθοδόξων, ἐπορεύετο καὶ θείᾳ ῥώμῃ σαφῶς ἐκραταιοῦτο καὶ διέπρεπεν ἔργῳ καὶ λόγῳ, ὁ δὲ τῶν αἱρετιζόντων σύλλογος καὶ Ἰουδαϊκὴ τῷ ὄντι σπεῖρα καὶ συμμορία κατῃσχύνετο κομιδῆ καὶ ἠσθένει προφανῶς ἐπιστομιζομένη καὶ ἀνατρεπομένη καθ' ἑκάστην ἡμέραν. καὶ δὴ λοιπὸν αὐτίκα διὰ βασιλικῆς ἐπιτροπῆς καὶ συνεργείας ἀνεκλήθησάν τε καὶ ἀνέθησαν οἱ ἐν ἐξορίαις καὶ πικραῖς φυλακαῖς πατέρες, ἅμα καὶ τὸ πλῆθος τῶν μοναζόντων, καὶ μέντοι καὶ τῶν εὐσεβῶν κοσμικῶν οὐκ ὀλίγιστοι, ὧν ὁ τάλας καὶ ἀλιτήριος τυραννικῶς τὰς ὑπάρξεις ἀφελόμενος καὶ τοὺς μὲν δυσθανατώσας, τοὺς δὲ μάστιξι πολυειδέσι καὶ πολυτρόποις καὶ δειναῖς τιμωρίαις παραδοὺς ἐξώρισε μὴ πειθομένους παντελῶς μήτε τῇ θωπείᾳ μήτε μὴν τῇ ἀπειλῇ καὶ κακοδοξίᾳ τοῦ φένακος καὶ ἀλάστορος. 804 Γίνονται οὖν ἀπὸ μὲν τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη# 22βσμβʹ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας φκεʹ. Ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἁβραὰμ υκεʹ. Ἀπὸ δὲ τοῦ Ἁβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. Ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ψνζʹ. Ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. Ὁμοῦ ἔτη# 22δωπʹ. Ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου τοῦ Μακεδόνος τιηʹ. Ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τγʹ. Ὁμοῦ ἔτη
781.2.1
Ἀπὸ δὲ τοῦ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τοῦ βασιλέως τιηʹ. Ἀπὸ δὲ Κωνσταντίνου μέχρι τοῦ προκειμένου Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. Ὁμοῦ τὰ πάντα ἔτη# 22 τοεʹ.

Intertext edge

Open linked passage

Note