Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Chronicon ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΒΙΟΙ ΤΩΝ ΝΕΩΝ ΒΑΣΙΛΕΩΝ. ΒΑΣΙΛΕΙΑ ΛΕΟΝΤΟΣ ΤΟΥ ΑΡΜΕΝΙΟΥ. Τῷ# 22 τιʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ωιʹ, ἐβασί λευσε Λέων Ἀρμένιος ὁ πατρίκιος, καὶ παραβάτης ὕστερον ἀνα φανείς, ἔτη ζʹ καὶ μῆνας εʹ, στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρ χου. μετὰ γὰρ δύο χρόνους ἀποστατήσας πρὸς τὴν ἀσέβειαν, καὶ τὸ ἔγγραφον ὅπερ ἐποίησε περὶ τῆς ὀρθοδοξίας ἀθετήσας, ὥσπερ Σαοὺλ ἐξώκειλεν· καὶ γὰρ κἀκεῖνος δύο ἔτη βασιλεύσας ἐννόμως, 764 εἶτα παρατραπεὶς καὶ τῆς θείας χάριτος γυμνωθεὶς καὶ πονηρῷ πνεύματι παραδοθεὶς κατὰ τοῦ εὐεργέτου Δαβὶδ ἐξωπλίσθη καὶ τὰς τῶν ἱερέων εἰργάσατο μιαιφονίας. ὡσαύτως καὶ ὁ δύστηνος οὗτος καὶ ἀντίθεος μετὰ δύο ἔτη κατὰ τῆς εὐσεβείας μανεὶς καὶ λυττήσας τὸν στέψαντα αὐτὸν θεῖον Νικηφόρον ἐξώρισεν. 2. Θεόδοτον δῆθεν πατριάρχην ἀντιχειροτονεῖ, ἄλογον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον καὶ ἰχθύων ἀφωνέστερον καὶ μηδὲν πλέον τῆς ἀσεβείας ἐπιστάμενον· καὶ ἔκτοτε διωγμὸν ἄσπονδον κατὰ τῆς ἐκκλησίας ἀνερρίπισεν. εἰ οὖν χρὴ θαυμάζειν φαῦλον ἐπὶ φαύλῳ μετάθεσιν, τοῦτον δεῖ μᾶλλον καὶ τοὺς ἀμφ' αὐτὸν ἢ Γαλάτας θαυμάσαι, τοὺς οὕτω μετατιθεμένους ἀπὸ τοῦ καλέσαντος αὐτοὺς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο εἰ μὴ τὸ παροργίσαι τὸν θεὸν καὶ τὴν θείαν ὀργὴν ἐπισπάσασθαι. 3 ὁ γὰρ νέος Σεναχηρεὶμ Κροῦμος, ἐπαρθεὶς τῇ πρῴην δίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν πολιορκεῖν τὴν Ἀδριανούπολιν, μετὰ ἓξ ἡμέρας τῆς αὐτοκρατορίας Λέοντος ἐπελ θὼν τῇ πόλει περιῄει τὰ τείχη ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς πόρτης, ἐπιδεικνύων τὴν περὶ αὐτὸν δύναμιν. ἐπιτελέσας καὶ μιαρὰς θυσίας ἐν τῷ λιβαδίῳ τῆς Χρυσῆς πόρτης ᾐτήσατο καὶ 765 τὸν βασιλέα εἰρήνην ποιῆσαι, εἰ τὸ δόρυ αὐτοῦ πήξει ἐν τῇ Χρυσῇ πόρτῃ. τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου ὑπέστρεψεν εἰς τὴν ἰδίαν σκηνήν, ὑπερθαυμάσας τὰ τῆς πόλεως τείχη καὶ τὴν εὔτα κτον τοῦ βασιλέως παράταξιν. ἐπὶ σύμβασιν οὖν εἰρήνης τρέπε ται, πειραστικοὺς λόγους ποιούμενος. 4 ὁ δέ γε βασιλεὺς ἀφορ μῆς δραξάμενος ἐπειράθη τοῦτον λογχῆσαι· ἀλλ' εἰς πέρας ἀγα γεῖν τοῦτο ἐκωλύθη τῇ τῶν ὑπουργησάντων ἀφυΐᾳ, πληξάντων μὲν τοῦτον, καιρίαν δὲ μὴ ἐπαγαγόντων πληγήν. ἐπὶ τούτῳ μανεὶς ὁ ἀλάστωρ, ἀποστείλας ἱππεῖς ἐν τῷ ἁγίῳ Μάμαντι, ἐκεῖσε ὂν παλάτιον ἐνέπρησεν, καὶ τὸν χαλκοῦν λέοντα τοῦ ἱππικοῦ σὺν τῇ ἄρκτῳ καὶ τῷ δράκοντι τοῦ ὑδρίου καὶ μαρμάρων καλλίστων ἐν ἁμά ξαις φορτώσας ὑπέστρεψεν, παρακαθίσας τὴν Ἀδριανούπολιν καὶ ταύτην ἑλών· καὶ μετὰ λαοῦ πλείστου διαπεράσας τῶν τε εὐγενῶν Μακεδόνων, κατεσκήνωσεν ἐν τῷ Δανουβίῳ ποταμῷ. ὁ δὲ Λέων τὰ τῆς ἀσεβείας ἔργα διεπράττετο ἐν τῇ πόλει. 5. Ἐφ' οὗ ἐφάνη ἀστὴρ κομήτης ἐν σχήματι δύο λαμπρῶν σεληνῶν ἑνουμένων καὶ πάλιν διαιρουμένων εἰς διάφορα σχήματα, ὡς καὶ εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυπωθῆναι· ὅπερ τὴν ἀκέ φαλον κεφαλὴν τῶν μετὰ ταῦτα στασιασάντων κατὰ τῶν Χριστια νῶν καὶ τὸν μάταιον Θωμᾶν κεφαλὴν καὶ ἀρχηγὸν τῆς ἐκ τῶν ἄλλων Χριστιανῶν διαιρέσεως ἐσχηκότων προεμήνυσεν. καὶ μέν 766 τοι καὶ σεισμοὶ φοβεροί τε καὶ ἐπάλληλοι καὶ λιμοὶ καὶ αὐχμοὶ καὶ ἀέρος φλογώσεις γεγόνασι καὶ στάσεις ἐμφύλιοι κατὰ πᾶσαν πόλιν καὶ χώραν, ἐκ τῶν ἡμερῶν ἀρξαμέναι τοῦ θεοστυγοῦς καὶ ἀλά στορος· καὶ μέχρι πολλοῦ τὸ δεινὸν τῆς ἐμφυλίας συμφορᾶς ἐπι κρατῆσαι συμβέβηκεν. 6 Ἐκμιμούμενος τοίνυν τὸν τῆς μυσαρᾶς ταύτης αἱρέσεως ἀρχηγὸν ὁμώνυμον αὐτοῦ καὶ ὁμότροπον ἤρξατο τῆς αἱρέσεως. εἶτα συμμάχους καὶ συμμύστας ἐκζητήσας εὗρεν Ἰωάννην τὸν λε γόμενον γραμματικόν, μᾶλλον δὲ Ἰαννὴν ἄλλον ἢ Σίμωνα, ἐπί τε λεκανομαντείαις καὶ φαρμακείαις καὶ αἰσχρουργίαις βεβοημένον, καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτοῦ Ἰαννίτας καὶ Ἰαμβρίτας καὶ Σιμωνίτας· οὓς δὴ καὶ παρ' ἑαυτῷ κατέχων ἐν τῷ παλατίῳ προσ καλεῖται Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ προύχοντας ἐπισκόπους τε καὶ ἱερεῖς ἐνώπιον τῆς συγκλήτου, καὶ φη σίν" ἴστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυνεῖσθαι τὰς εἰκόνας, οὓς εἰ βούλεσθε παραστῆναι καὶ διαλεχθῆναι περὶ τούτου, καὶ ἐκδηλότερον τὸ ἀληθὲς φανήσεται." 7 πρὸς ὃν ὁ θεῖος Νικηφόρος οὐδὲν ἀπεκρίνατο, ἔφη δὲ πρὸς τοὺς παρισταμέ νους μεγιστάνους" εἴπατέ μοι, τὸ μὴ ὂν δύναται πεσεῖν;" τῶν δὲ τῇ ἀσφαλείᾳ τῆς πίστεως ἀποκριθέντων εἴρετο πάλιν ὁ πατριάρχης" ἔπεσον ἐπὶ Λέοντος καὶ Κωνσταντίνου τῶν Ἰσαύρων αἱ ἅγιαι εἰκόνες;" τῶν δὲ κατανευσάντων καὶ τὸ ναὶ προσειπόντων," οὐκ 767 οῦν ἵσταντο πάντως καὶ ἦσαν ἀρχαϊκὸν αὐτῶν ἔχουσαι τὸ ἀνάστη μα. τὸ γὰρ μὴ ὂν μηδ' ἱστάμενον πῶς δύναται πεσεῖν;" 8 εἶτα τῶν ἄλλων ἐπισκόπων τοιαῦτα προτεινάντων εἰς ἀνατροπὴν τῆς αἱρέσεως, ὁ ἱερὸς ἐπίσκοπος Σάρδης Εὐθύμιος παρρησιασάμενος λέγει" πρόσεχε, ὦ βασιλεῦ, τοῖς ἐν ἐπιτομῇ ῥηθησομένοις. ἀφ' οὗ ἦλθε Χριστὸς ἐπὶ τῆς γῆς μέχρι νῦν ὀκτακόσια ἔτη παρῆλθον, καὶ πανταχοῦ στηλογραφεῖται Χριστὸς καὶ ἐν εἰκόνι προσκυνεῖται. ποῖος οὖν αὐθάδης τολμήσειεν τὴν τοσούτου χρόνου ἀποστολικήν τε καὶ πατρικὴν παράδοσιν ἀθετῆσαι ἢ μετασαλεῦσαι; μάλιστα τοῦ ἀποστόλου λέγοντος, ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς παρελάβετε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς. κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω." 9 μεθ' ὃν ἀπεκρίθη καὶ Θεόδωρος ὁ ζηλω τὴς καὶ θερμὸς τῆς ὀρθοδοξίας πρόμαχος, ὁ τῶν Στουδίου ἡγού μενος, λέγων" μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησια στικήν. εἴρηκεν γὰρ ὁ ἀπόστολος, καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποι μένας καὶ διδασκάλους. οὐκ εἶπεν βασιλεῖς. σοὶ μὲν γὰρ ἡ πο λιτικὴ κατάστασις ἐπιστεύθη καὶ τὸ στρατόπεδον. τούτων φρόν τιζε, καὶ τὴν ἐκκλησίαν ἔασον ποιμέσι καὶ διδασκάλοις κατὰ τὸν θεῖον λόγον. εἰ δὲ μὴ βούλει προσέχειν τούτοις καὶ εἶναι μετὰ τῆς πίστεως ἡμῶν, κἂν ἄγγελος ἐξ οὐρανῶν κατελθὼν βουλη 768 θείη παρατρέψαι ἡμᾶς, οὐκ ἀκουσόμεθα αὐτοῦ, μήτι γε βασι λέως." 10. Ὁ οὖν τύραννος ταῦτα ἀκούσας καὶ ὑπερζέσας τῷ θυμῷ, καὶ λεόντειον ὁ πιθηκὸς βρύξας, καὶ πάντας μεθ' ὕβρεως ἀπελά σας, καὶ τὸν Νικηφόρον τὸν μέγαν τῆς πόλεως ἀπελάσας, ὡσαύ τως καὶ Θεόδωρον τῶν Στουδίου ἐξορίσας, ἀντιχειροτονεῖ τὸν ἀπὸ σπαθαρίων Θεόδοτον τὸν Κασσιτηρᾶν καὶ τῆς θυμέλης τὴν προσ ηγορίαν ἐπειλημμένον. καὶ οὕτως ὁ ἀλιτήριος καὶ θηριότροπος μᾶλλον ἢ θηριώνυμος, ἐπαρθεὶς κατὰ τῆς εὐσεβείας, μειζόνως ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθει σφόδρα, μέχρι τοῦτον ἐνδίκως ἡ θείη δίκη μετῆλθεν. οὗ τὴν κακίστην γένεσιν καὶ μο χθηρίαν καὶ θεοστυγῆ προαίρεσιν καὶ δυσσέβειαν, καὶ μέντοι καὶ χαλεπὴν τοῦ βίου καταστροφήν, ὁ θεσπέσιος Νικηφόρος διαρρή δην στηλιτεύων φάσκει" παρορᾷ θεός, καὶ ἦρξεν καθ' ἡμῶν ἄν θρωπος– οὐκ οἶδα εἰ ἄνθρωπον λέγειν χρή, ἀλλὰ μὴ θηρίον, καὶ θηρίων ἀγριώτερόν τε καὶ πικρότερον. τί γὰρ τῆς συμφορᾶς ταύτης ἐλεεινότερον καὶ τῆς δυστυχίας ἀθλιώτερον; ἡλίκον κακὸν εἰς τὴν βασιλείαν εἰσεκώμασεν! διφυὴς μὲν τὸ γένος καὶ μιξοβάρβαρος, πολυειδὴς δὲ τὸν τρόπον καὶ ἀνελεύθερος καὶ τὴν γνώμην ἀστάθερος." 769 Τὸ μὲν οὖν προσεχῶς αὐτῷ ὑπηργμένον καὶ πολυγνώριμον, 769 ἐκ γὰρ τῆς Ἀρμενίων ὡρμᾶτο γῆς, ὅθεν εἰπεῖν τὸ δύστροπον καὶ κακόηθες. τὸ δὲ πορρωτάτω καὶ παλαιὸν τυγχάνον, καθὰ τῶν πρεσβυτέρων ἐξιστοροῦσί τινες, οἳ τὰ ἐκείνου καὶ τῶν ἐκείνου πα τέρων ἐκ πολλοῦ παραδοθέντα ἴσασιν, οὐδ' ἐντεῦθεν καθαρῶς ποθεν ἐκπεφυκέναι, εἴπερ ἐκ τῆς Ἀσσυρίων φυλῆς κακίστην παρα φυάδα ἐκδῦναι, ἐξ ὧν τὸ πατρῷον ἐπεφήμιζεν αἷμα. κατήχθη γὰρ ἐκ τῶν Σεναχηρεὶμ παίδων, ὃς δὴ τῶν Ἀσσυρίων ἦρξέ ποτε καὶ ὑπὸ τῶν φύντων καιρίαν τὴν πληγὴν ἐδέδεκτο· καὶ γὰρ οἵ γε φονίας δεξιὰς τῷ γεννήτορι ἐπανετείναντο, τῷ πατραλῴῳ λύθρῳ ἐμμολυνόμενοι, αὐτόχειρές τε τῆς σφαγῆς τοῦ τεκόντος γενόμενοι αὐτίκα πρὸς τοῖς χωρίοις τῶν Ἀρμενίων φυγάδες οἰχόμενοι ἀνα σώζονται. τούτου δὲ τοῦ πατροφόνου σπόρου κατὰ τὴν ἡμετέραν γενεὰν πικρῶς τηρηθεὶς καὶ παραβλαστήσας ἀνδροφόνος καρπός, οὐκ οἶδ' ὅθεν Ῥωμαίων τοῦτο κατακριθὲν τὸ δεινὸν ἐκεκλήρωτο. ὃς εἰς τόδε τὸ φῶς οἷς οἶδεν ὁ ἀνασχόμενος κρίμασι προαχθεὶς πονηροῖς καὶ ὀλεθρίοις ἐντρέφεται καὶ συναύξεται ἤθεσί τε καὶ πράξεσιν. 12. Ἐκ τῆς Ἀσσυρίων γοῦν λεαίνης καὶ τῆς Ἀρμενίαςπαρδάλεως ἑτεροθαλὲς σύνθετόν τε καὶ ἀλλόκοτον τίγριδος εἶδος

Intertext edge

Open linked passage

Note