Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Τηνικαῦτα δὲ καὶ Πετρωνᾶς αἰδεσιμώτατος, προστά ξει Ῥωμανοῦ βασιλέως, ἤγαγε λάρνακα ἔνζῳδον καὶ ἕτερα δύο γλυφῆς ἀμοιροῦντα ἐκ τῆς τοῦ ἁγίου Μάμαντος μονῆς ἀνδρείας, τῆς πλησίον οὔσης τῆς Ξυλοκέρκου λεγομένης πόρτης, ἐν οἷς φασὶν ἐναποκεῖσθαι Μαυρίκιον σὺν τοῖς αὐτοῦ παισίν· ἃ καὶ ἀπετέθη ἐν τῇ τοῦ βασιλέως μονῇ ἤτοι εἰς τὸ Μυρέλαιον. 14. Ἀδριανὸς δέ τις Χάλδος, πρὸς δὲ καὶ Τζάντζης Ἀρμένιος πλούσιος πάνυ, τῇ ὑποθήκῃ καὶ συμβουλῇ Βάρδα τοῦ Βόϊλα στρατηγοῦντος ἐν Χαλδίᾳ, τυραννίδα καὶ ἀνταρσίαν κατὰ Ῥωμανοῦ βασιλέως συσκευάζουσι, τὸ Παΐπερτε λεγόμενον ὀχύ ρωμα κατασχόντες· οὓς ὁ τῶν σχολῶν δομέστικος Ἰωάννης ὁ Κροκόας καταπολεμήσας τοὺς μὲν κατέσχεν, ὧν τοὺς περιφανε στέρους ἀποτυφλοῖ, τὰς οὐσίας αὐτῶν δημεύσας, τοὺς δὲ πενι χροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας ὅποι βούλοιντο ἀπιέναι. Τζάντζης δὲ ἐν ἑτέρῳ ὀχυρωτάτῳ καστελλίῳ διαφυγὼν καὶ λόγον ἀπαθείας δεξάμενος ἐν τῇ πόλει εἰσεληλύθει, καὶ τῇ τοῦ μαγγλα βίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν μαγγάνων διῃτᾶτο τηρούμε νος, δρασμὸν δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὀφθαλμῶν 897 στερίσκεται. Βάρδαν τὸν Βόϊλαν ἀπέκειραν μοναχόν, τοῦ βασι λέως οἰκτείραντος φίλον τυγχάνοντα. 15. Τοῦ δὲ πατρικίου τοῦ ἐπονομαζομένου Μωρολέοντος Ἀδριανούπολιν στρατηγοῦντος, κρατίστου πολλὰ καὶ δεξιοῦ τυγ χάνοντος, ὃς πλείστας κατὰ Βουλγάρων ἀνδραγαθίας ἐπεδείξατο, καὶ πάλιν ὁ Βούλγαρος Συμεὼν σὺν παντὶ τῷ στρατεύματι αὐτοῦ τὴν εἰρημένην πόλιν περιεκύκλωσαν. ἐπεὶ δὲ ὅ τε σῖτος τοὺς ἐν τῇ πόλει ἐπιλελοίπει καὶ λιμὸς ἐπίεζε χαλεπός οὐδαμόθεν γὰρ εἶχεν ἐπισιτίσασθαι, τῇ ἐνδείᾳ πιεζόμενοι προδεδώκασιν ἑαυτούς τε καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις· ὃν χειρωσάμενος Συμεὼν καὶ δεσμὰ καθ' ὅλου τοῦ σώματος περιβαλών, καὶ μυρίαις αἰκίαις τοῦτον τιμωρησάμενος, τελευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ, ἀξίῳ τῆς ἑαυτοῦ ἀπηνεστάτης καὶ ὠμοτάτης ψυχῆς. Βουλγάροις οὖν τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἳ τὴν κατ' αὐ τῶν τοῦ Ῥωμαίων στρατοῦ ἔφοδον ἀκηκοότες, ταύτην καταλελοι πότες ἀπῆλθον, καὶ πάλιν ὑπὸ Ῥωμαίους αὐτὴ ἐγένετο. 16. Λέοντος δὲ τοῦ Τριπολίτου μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν κατὰ Ῥωμαίων ἐξελθόντος καὶ ἐν τῇ νήσῳ Λήμνῳ καταλαβόντος, Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τοῦ πλωΐμου, ὁ Ῥαδινὸς κατονομαζόμενος, αἰφνιδίως ἐπέθετο αὐτῷ καὶ τὴν νῆσον κατέλαβεν· καὶ πολέμου γεγονότος, θεοῦ συνεργίᾳ 898 οἱ ὑπ' αὐτὸν τρέπονται Ἀγαρηνοί, μόνος δὲ ὁ Τριπολίτης φυγῇ διασώζεται. 17. Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος βʹ, Συμεὼν δὲ ὁ ἄρχων Βουλγαρίας πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρα τεύει, καὶ ληΐζεται μὲν Θρᾴκην τε καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα καὶ καταστρέφει καὶ δενδροτομεῖ. μέχρι Βλαχερνῶν παρα γενόμενος ἐπεζήτησεν αὐτῷ ἀποσταλῆναι τὸν πατριάρχην Νικό λαον καί τινας τῶν μεγιστάνων ὥστε περὶ εἰρήνης αὐτοῖς συντυ χεῖν. ἔλαβον οὖν ὁμήρους παρ' ἀλλήλων ἀμφότεροι, καὶ ἐξῆλ θον πρότερον μὲν ὁ πατριάρχης, εἶτα Μιχαὴλ πατρίκιος ὁ προσ αγορευόμενος Στυπιώτης, καὶ Ἰωάννης μυστικός τε καὶ παραδυ ναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βα σιλέα, ἀσθένειαν προφασισάμενος τοῦ παλατίου κατεληλύθει καὶ ἐν τῇ αὐτοῦ μονῇ πλησίον Γαλακρηνῶν ἀπεκάρη. 18 οἱ μὲν οὖν μετὰ Συμεὼν περὶ εἰρήνης διελέγοντο, ὁ δὲ αὐτοὺς ἀπεπέμ ψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἐζήτει θεάσασθαι. παρὰ πολλῶν δὲ πεπληροφόρητο περί τε τῆς αὐτοῦ φρονήσεως καὶ ἀν δρίας καὶ τῆς συνέσεως. ὁ τοίνυν βασιλεὺς ἐπὶ τούτου σφόδρα ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὰς καθ' ἑκά στην ἐγγινομένας τῶν αἱμάτων ἐκχύσεις. ἀποστείλας οὖν ἐν τῷ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπό βασιν, ὥστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῇ προσορ