Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
πέμπτη οὖν ἡμέρα ἦν ὅτε ταῦτα ἐγένετο, ιθʹ τοῦ Νοεμβρίου μηνός, δʹ δὲ τῆς ἡμέρας ὥρα. παρεγένετο Συμεὼν πλῆθος ἄπειρον ἐπαγόμενος, εἰς πολλὰς διῃρημένον παρατάξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυροασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων πεφραγμένων σι 900 δήρῳ, οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφή μουν τῇ τῶν Ῥωμαίων φωνῇ. πάντες δὲ οἱ τῆς συγκλήτου βου λῆς τοῖς τείχεσιν ἐφεστῶτες ἐθεώρουν τὰ δρώμενα. ἦν οὖν ἰδεῖν τὴν ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, ὅπως τοσαύτην πολεμίων ὁρῶν ἐπιφορὰν οὐ κατεπλάγη καὶ ὑπε χώρησεν, ἀλλ' ὥσπερ εἰς φίλιον χωρῶν πλῆθος τὴν ψυχὴν οὕτως ἀτρεμὴς ἀπῄει, μόνον οὐχὶ τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυτρον. 21 πρῶτος οὖν ἐν τῇ ῥηθείσῃ ἀναβάθρᾳ κατα λαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ἐπεὶ δὲ ὅμηρα ἐξ ἀμφοτέρων ἐλή φθησαν τῶν μερῶν, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνή σαντο ἀκριβῶς, μήπω τις δόλος ἢ ἐνέδρα τυγχάνει, κατῆλθε Συμεὼν τοῦ ἵππου καὶ πρὸς τὸν βασιλέα εἰσῆλθεν. ἀσπασάμενοι δὲ ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βα σιλέα πρὸς Συμεών" ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον ὄντα καὶ Χρι στιανὸν ὑπάρχειν ἀληθινόν, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λό γοις συμβαίνοντα. ἴδιον μὲν γὰρ θεοσεβοῦς ἀνδρὸς καὶ Χριστια νοῦ τὸ τὴν εἰρήνην ἀγαπᾶν καὶ τὴν ἀγάπην ἀσπάζεσθαι, εἴπερ ὁ θεὸς ἀγάπη καὶ ἔστι καὶ λέγεται, ἀσεβοῦς δὲ καὶ ἀπίστου τὸ χαί ρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένοις. εἰ μὲν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων ἐκχύσεις, καὶ 901 σπεῖσαι μεθ' ἡμῶν Χριστιανῶν εἰρήνην Χριστιανὸς καὶ αὐτὸς ὢν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰν αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρωπος εἶ καὶ αὐτὸς θάνα τον προσδοκῶν καὶ ἀνάστασιν καὶ ἀνταπόδοσιν. σήμερον ὑπάρ χεις, καὶ αὔριον εἰς κόνιν διαλυθήσῃ. εἷς πυρετὸς ἅπαν κατα σβέσει τὸ φρύαγμα. τίνα οὖν λόγον δώσεις τῷ θεῷ ἐκεῖ ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσεις κριτῇ; εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε κατακό ρως τοῦ ἐπιθυμουμένου ἐμπλήσω· μόνον ἐπίσχες τὴν δεξιάν σου. ἄσπασαι τὴν εἰρήνην. ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χρι στιανοὶ παύσονταί ποτε τῶν συμφορῶν, καὶ παύσονται τοὺς Χρι στιανοὺς ἀναιρεῖν· οὐ θέμις γὰρ αὐτοῖς αἴρειν ὅπλα κατὰ ὁμοπί στων." τοσαῦτα οὖν εἰπὼν ὁ βασιλεὺς ἐσίγησεν. αἰδεσθεὶς οὖν ὁ Συμεὼν τὴν τούτου ταπείνωσιν καὶ τοὺς λόγους αὐτοῦ κατένευσε τὴν εἰρήνην ποιήσασθαι. ἀσπασάμενοι οὖν ἀλλήλους διεχωρίσθη σαν, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συ μεών. 22. Ὃ δὲ τότε συμβέβηκε διηγήσομαι τεράστιόν τι καὶ τοῖς τὰ τοιαῦτα συγκρίνειν εἰδόσι παράδοξον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμῖξαι, καὶ παραυτίκα διαζευχθῆναι ἀλλή λων, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν διελθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην