Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
τῆς δὲ γενεθλίου τοῦ σωτῆρος ἡμῶν ἡμέρας ἐνστάσης τοῦτον ἠβουλήθη νυκτὶ ἀνελεῖν· κωλυθεὶς δὲ παρὰ τῆς ἰδίας γυναικὸς διὰ τὴν ἑορτὴν εἴασεν αὐτόν. ὁ δὲ Μιχαὴλ ἐν τῇ εἱρκτῇ ὤν, τοῦτο μαθών, πᾶσι τοῖς συμβούλοις τοῖς μετ' αὐτοῦ ἐμήνυσεν ὡς εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας ὑμᾶς καταμηνύω τῷ βασιλεῖ. ἦν δὲ μετ' αὐτῶν καὶ ὁ τοῦ παλα τίου παπίας, συγγενὴς ὢν τοῦ Μιχαήλ. οὗτοι τῇ νυκτὶ ὁπλι σθέντες, ἔνδοθεν τὰ ξίφη φοροῦντες, τοῦ παπίου ἀνοίξαντος ὡς ἱερεῖς μετὰ φελονίων εἰσῆλθον. τοῦ δὲ βασιλέως εἰς τὴν ἐκκλη σίαν εἰσελθόντος εἰσπηδήσαντες τὴν ἀνοσίαν αὐτοῦ ψυχὴν... ἐν τῷ παλατίῳ, ἐν ᾧ οὐδεὶς τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἀνῄρητο. 25 αὐτῇ δὲ τῇ ὥρᾳ ἐν τῇ εἱρκτῇ ἀπελθόντες ἐξάγουσι τὸν Μιχαὴλ καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ, ἀντὶ δεσμοφόρου στεφηφό ρον, ὡς πληρωθῆναι ἐπ' αὐτὸν τὸ τοῦ ψαλμῳδοῦ λόγιον, τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. 779 μετὰ δὲ ταῦτα ῥακίοις εὐτελέσι περιβαλόντες τὰ τοῦ ἀλιτηρίου μέλη, καὶ εἰς ἀκάτιον ἐμβαλόντες τὸ παμμίαρον αὐτοῦ σῶμα, κατὰ τὴν καλουμένην Πρώτην νῆσον ἐκφέρουσι καὶ κατορύττουσιν, ἔνθα καὶ τοὺς παῖδας αὐτοῦ ἀποκείραντες μονάσαι πεποιήκασιν, οὐκ οἶδα ἀνθ' ὅτου ταύτην κατακριθεῖσαν τὴν συμφορὰν τοσού των κακῶν ὑποδέξασθαι. 26. Προσεκτέον δὲ ὡς εἴ γε ἰσχύν τινα εἶχεν ὁ λόγος τῶν δυσσεβῶν τούτων καὶ δυσωνύμων καὶ ἀληθείας ἔμφασιν τὰ παρ' αὐτῶν κτιζόμενα, κἂν ταῖς ἄλλαις ἱεραρχίαις ὑπῆρξέ που πάντως πεφυλαγμένα καὶ γινωσκόμενα· νῦν δὲ οὐδαμόθεν ἐπιγνῶναι τοῦτο πάρεστιν. ὁμοῦ τε γὰρ ἑῴα καὶ ἑσπερία λῆξις τὸ εὐαγγελικὸν δὴ τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα· καὶ οὔ ποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστιανοί, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀλλότριον παραφυὲν καταλαμβάνεται θεοστυγὲς δόγμα, οὐδὲ ὅσον εἰς μνήμην ἀφῖχθαι τῶν πονηρῶν καὶ μυσαρῶν συνταγμάτων, ἀλλ' ἢ μόνον κατὰ τὴν δούλην ταύτην καὶ ἠνδραποδισμένην καὶ τὰ θεῖα κατ' ἐξουσίαν 780 παίζουσαν, ἐν ᾗ τὸ ἐμπαθὲς καὶ πρόσυλον τῶν περὶ γῆν στρεφο μένων καὶ ἰλυσπωμένων γήϊνον καὶ ἀλαζονικὸν καὶ ὑπερήφανον πρυτανεύει φρόνημα. ἔνθα τὸ φίλαυτον, τὸ φίλαρχον, τὸ φιλή δονον, τὸ φιλόδοξον, ἡ πάντων καταθυμίων ἀπόλαυσις, τὸ πάν των ἐθέλειν ἄρχειν καὶ μηδὲ πρὸς αὐτοῦ θεοῦ ἄρχεσθαι, καὶ ἡ τῆς ἀνθρωπίνης δόξης ἢ μᾶλλον εἰπεῖν αἰσχύνης κτῆσις καὶ περι ποίησις. ἔνθεν ἡ κατὰ τοῦ θεοῦ καὶ τῶν ἁγίων ὕβρις καὶ τῆς ἐκ κλησίας ὁ διωγμός. ἐντεῦθεν κατακυριευόμενον ἢ τυραννούμενον τὸ ὑπήκοον τοῖς ἐκείνων δόγμασι καὶ θελήμασιν ὑποκύπτειν ἐκβιά ζεται· ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευται καὶ ἐσχεδίασται ὅπλον, σχήματι μὲν τοῦ σωματοφυλακεῖν ἠθροισμένον, ταῖς δὲ ἀληθείαις τοῦ ἐκπορθεῖν τὴν ἐκκλησίαν Χριστοῦ καὶ ληΐζειν ἐπινενοημένον, προφάσει τοῦ συμπεριγράφεσθαι τὴν Χριστοῦ θεότητα ἐν τῇ εἰ κόνι, παραληροῦντες· ὡς εἴ τις καὶ τὸ ἡλιακὸν δὴ τοῦτο καὶ δισκοειδὲς σῶμα γεγραμμένον ἔν τινι τόπῳ, καθὼς ἔν τισιν ὁρᾶται γιγνόμενον, ὑποδείξειεν, ἐδογμάτισαν ἂν καὶ τὴν τοῦ φωτὸς οὐ σίαν καὶ αὐγὴν συγγράφεσθαι καὶ περιγράφεσθαι ἢ πάντως ἐκ τοῦ ἡλίου τὸ φῶς ἀποτέμνεσθαι, ἢ πάλιν ἀκτῖνα ἡλίου εἴ που δένδρῳ προσβάλλουσαν ἴδοι, ἐντμηθείη δὲ τὸ δένδρον, συνεγκοπήσεσθαι καὶ τὴν ἀκτῖνα παραφρόνως ἐνομίσθη. καὶ μέντοι καὶ ἐπὶ πυρὸς 781 καὶ ἄλλων τινῶν διανοηθήσονται, ἵνα ἐνδίκως παρὰ παίδων παι ζόντων παιχθήσωνται φρονοῦντες ἀσυνετώτερα. εἰ γὰρ ἐπὶ τῶν εἰρημένων οὔτε γίνεσθαι οὔτε ὁρᾶσθαι πέφυκεν οὔτε μὴν λέγεσθαι χώραν ἕξει, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀπορρήτου καὶ θείας φύσεως ἢ ἐπὶ τῆς ἀφράστου καὶ ἀνερμηνεύτου Χριστοῦ οἰκονομίας ταῦτα λέγειν ἢ ἐννοεῖν ἀδύνατα καὶ ἀνεπιχείρητα! οὐδὲ γὰρ σαρκούμενος ἢ πάσχων ὑπὲρ ἡμῶν τῷ σώματι τοῦτο πέπονθεν, ἐπεὶ οὕτω γε καὶ εἰ ἄνθρωπος τῶν καθ' ἡμᾶς εἰκονίζοιτο σώματι, ἀνάγκη καὶ τὴν ψυχὴν συνεικονίζεσθαι, ἢ πάντως τεθνήξεσθαι χωριζομένων· τί γὰρ ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς καὶ σώματος; ὅθεν ἐν τούτοις φαίνονται προδήλως οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαί νοντες· οὐ γὰρ ἴσασιν ὅσον γραπτοῦ καὶ περιγραπτοῦ τοῦ τε γρά φειν καὶ περιγράφειν τὸ ἰδιάζον καὶ διηλλαγμένον, καὶ διὰ τοῦτο φενακιζόμενοι ματαιολογοῦσι. ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσται; ἢ πῶς ὁ τοῦ σώμα τος ὅρος καὶ λόγος σωθήσεται, εἰ μὴ ταῦτα ἔχοι; ὁ τοίνυν μὴ δοξάζων γράφεσθαι ἢ περιγράφεσθαι τὸν Χριστὸν σώματι, ἢ ὅ τι ἔστι σῶμα οὐκ ἔγνω, ἐξ οὗ μηδὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς σῶμα καὶ ψυχὴν σώζεσθαι παραιτεῖται. ὁ γοῦν ὁμολογῶν σῶμα τὸν Χριστὸν ἀνειληφέναι ὁποῖον τὸ ἡμέτερον, τοῦτο δὲ γραπτὸν 782 καὶ περιγραπτόν, ἐξ ἀνάγκης καὶ τὸ τοῦ Χριστοῦ σῶμα γραπτὸν καὶ περιγραπτὸν εἶναι συνομολογήσειεν. εἰ δὲ τὸ δεύτερον οὐ δώσει, οὐδὲ τὸ πρῶτον ἄρα, ὃ πάντῃ ἄλογον καὶ καταγέλαστον. 27 οὐ περιγράφομεν οὖν ἡμεῖς, ἀλλὰ γράφομεν. κενολογοῦσι δὲ οἱ ἄθλιοι καὶ ἄλλο ἀτοπώτερον· ὃν γὰρ φασὶν ἀπερίγραπτον, οὐκ οἶδ' ὅπως ὑπ' εὐηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι τερα τεύονται. εἰ δὲ δὴ μὴ χρῆναι τὸν Χριστὸν εἰκονίζεσθαι πάλιν κενολογήσουσιν, ἡ τῶν διδασκάλων αὐτῶν Χάρυβδις αὐτοὺς με γάλως περικέχηνε, Μάνεντος Οὐαλεντίνου τε καὶ Μαρκίωνος. δοκήσει γὰρ καὶ φαντασίᾳ τὸν θεῖον λόγον σεσαρκῶσθαι δοξάζον τες οὐδὲν ἧττον τῇ προτέρᾳ τοῦ ψεύδους βλασφημίᾳ περιπαρήσον ται, οἵ γε πρὸς πᾶσαν τὴν οἰκονομίαν παραταττόμενοι δυσσεβῶς οὐ κατερυθριῶσιν. καὶ ταῦτα τίνες; οἱ κατήγοροι τῶν ἐπαινου μένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, τὰ ἀχάριστα κτίσματα κατὰ τὴν θεολόγον φωνήν. {ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΤΟΥ ΤΡΑΥΛΟΥ.} Τῷ# 22 τι ʹ ἀπὸ τοῦ κόσμου, ἀπὸ δὲ τῆς ἐνσάρκου οἰκονομίας ωι ʹ, ἐβασίλευσε Μιχαὴλ ὁ τραυλὸς ὁ Ἀμοραῖος, ἔτη ηʹ μῆνας θʹ, καὶ 783 ἀπέθανεν ἐκ δυσουρίας καὶ τῆς τῶν νέφρων σφοδροτάτης ἀλγηδό νος· ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρκταῖς καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνειρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσωνύμου καὶ δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ περιεπάρη τῆς δεινῆς αἱρέσεως ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδευσίας. ὅθεν ἐπὶ σελεντίου ἔφη" οἱ μὲν πρὸ ἡμῶν ἐρευνη σάμενοι τῶν δογμάτων τὴν ἀκρίβειαν τὸν περὶ αὐτῶν εἰσπραχθή σονται λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν· ἡμεῖς δὲ ἐν ᾧ εὕρο μεν τὴν ἐκκλησίαν βαδίζουσαν, ἐν τούτῳ καὶ διαμένειν προκρί νομεν." 2. Ἦν δὲ αὐτῷ παῖς ἐξ Εὐφροσύνης ὀνόματι Θεόφιλος, ὃν καὶ ἔστεψεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. ἐθέσπισε δὲ ὡς μὴ ἔχειν τινὰ ἐπ' ἀδείας κινεῖν λόγον περὶ εἰκόνων, ἀλλ' ἐκποδὼν γενέσθω καὶ οἰχέσθω καὶ ἡ Κωνσταντίνου σύνοδος καὶ ἡ Ταρασίου καὶ ἡ νῦν ἐπὶ Λέοντος γενομένη περὶ τῶν τοιούτων ζητημάτων, καὶ σιγὴ βαθεῖα τῆς τῶν εἰκόνων μνήμης γενέσθω. 784 3. Ἐφ' οὗ Θωμᾶς ὁ ἀντάρτης ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας ἤδη, καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον προσυλλεξάμενος καὶ ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας παρ' ἀξίαν ἐφιέμενος· ἐκ γὰρ τῆς Ῥωμαίων γῆς ὁρμώμενος, δυσγενής τε καὶ ἀφανὴς ὤν, πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο, Κων σταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης. κἀντεῦθέν γέ τοι πολλοὺς τῶν βαρβάρων καὶ Χριστιανῶν ἀπατή σας, καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπῄει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθά περ τι θηρίον ἀλλόκοτον καὶ πολύμορφον ποικίλον τε καὶ πολυκέ φαλον τὰ πολυειδῆ γένη τῶν ἐθνῶν ἀθροίσας καὶ οἷά τις ἄλλος Σεναχηρεὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ καθοπλισάμενος, ἐμεγαλαύχει τῶν ἑπομένων τῷ πλήθει καὶ κατηλαζονεύετο, μὴ πάμπαν, ὡς ἔοικε, νοήσας ὅτι οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ, καὶ ψυεδὴς ἵππος εἰς σωτηρίαν καὶ κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς. εἰ γὰρ καὶ τὰ μάλιστα ἡ πόλις οὐκ εἶχεν Ἐζεκίαν, εὐσεβῆ φημὶ καὶ ἐνάρετον βασιλέα, ἀλλ' οὐ παρεῖδεν ὁ τοῦ παντὸς πρύτανις 785 καὶ φιλάνθρωπος κύριος πολιορκουμένην τὴν πόλιν αὐτοῦ καὶ τὸν λαὸν αὐτοῦ, ἀλλ' ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων ἔφη καὶ τότε" νῦν ἀναστήσομαι καὶ ὑπερασπιῶ τῆς πόλεώς μου καὶ τοῦ λαοῦ," οὐ δι' ἐμὲ καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου, ὥσπερ τότε καὶ νῦν φησίν, ἀλλὰ δι' ἐμὲ καὶ διὰ τὸν ἐκ σπέρματος Δαβὶδ φύντα υἱόν μου καὶ διὰ τὴν νέαν Ἱερουσαλήμ, ἣν ἐξελεξάμην. 4 καὶ γὰρ ἐπὶ τοῦ δυσσεβοῦς Ἀχαάβ, τοῦ Σύρου πολλὰς μυριάδας κατ' αὐτοῦ συνειληχότος καὶ βρενθυομένου καὶ λέγοντος" εἰ ἐκποιήσει Σαμαρία παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου," διέλυσε ῥᾳδίως εὐθὺς τοῦ τρισαθλίου βα σιλέως ὁ φιλοικτίρμων θεὸς τὸ ὄνειδος," ἰδοὺ" λέγων," ἐγὼ δί δωμι αὐτὸν εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος." ὅπερ καὶ γέγονεν, καὶ δὴ παραυτίκα δέδειχε καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις τὴν ἰδίαν ἰσχὺν καὶ τὸν Δαβὶδ ἀληθεύοντα" κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ·" τῆς γὰρ συμ πλοκῆς γενομένης δυοκαίδεκα τῶν ἀντιπάλων μυριάδας ὁ Ἰσραὴλ κατηκόντισεν. ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν ὡς θεήλατος ἡ πληγή, τῶν διαπεφευγότων εἴς τινα πόλιν καταπεσὸν τὸ τεῖχος κατέχωσε χιλιάδας εἰκοσιεπτά. 786 5. Ταύτην τοίνυν τὴν ἀλαζονείαν τοῦ Σύρου καὶ τοῦ Ἀσ συρίου χρησάμενος καὶ ὁ ματαιόφρων Θωμᾶς τὴν Κωνσταντινού πολιν, μᾶλλον δὲ Θεούπολιν, ἐφ' ἕνα χρόνον ἐπόρθει, τῶν πολι τῶν ἀνδρείως παραταττομένων καὶ τειχομαχούντων καὶ ναυμαχούν των· τὰς γὰρ πλείστας αὐτῶν ναῦς ἐπυρπόλησαν, καὶ τοὺς λογά δας τῶν πολεμίων αὐτῶν ἐτροπώσαντο. ὁ δὲ ἀμηχανίᾳ ληφθείς, τὴν πόλιν ἀφεὶς ἐπὶ τὴν Θρᾴκην ἐχώρει, ταύτην ληϊζόμενος. λαφυραγωγήσας οὖν αὐτὴν μετρίως, ἀλλ' οὐχ ὡς ἤλπιζεν, ἀλλ' ὡς ἡ θεία πρόνοια παρεχώρει διὰ τὰς ἁμαρτίας ἡμῶν, οὐδὲν πλέον ἤνυσεν ὧν προσεδόκησεν. καὶ γοῦν οὐ μόνον εἰς ἐναντίωσιν αὐτῷ παρέστη καὶ περιετράπη καὶ ἀπέβη τὸ σπούδασμα, ἀλλά γε καὶ ὅπερ ἔχειν ἐδόκει καὶ κατεφαντάζετο κλέος τε καὶ σθένος, ἀπε γυμνώθη μικροῦ δεῖν καὶ διόλωλεν· 6 οἱ γὰρ πολῖται, ὡς εἴρηται, γενναίως τε καὶ σφοδρῶς ἀντιπαραταξάμενοι τῇ ῥοπῇ καὶ συμμαχίᾳ τοῦ κρείττονος, καὶ μετὰ τοιαύτης ἐλπίδος τειχο μαχοῦντες καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες ἀνδρικῶς καὶ καρ τερῶς, ἅπαν σχεδὸν τὸ σαθρὸν αὐτοῦ φρύαγμα κατέλυσαν. τὰ γὰρ ὀχυρώματα ἐφ' ὧν πεποιθὼς ἀνοήτως ἄγαν ἐναβρύνετο καὶ κατεθρασύνετο, τὰς ναῦς αὐτοῦ λέγω, πυρπολήσαντες, καὶ τοὺς 787 λογάδας τῶν πολεμίων καὶ στρατοπεδάρχας τροπωσάμενοι, σκο τοδινία πολλὴ καὶ ἀμηχανία περιέσχε τὸν εὐρίπιστον καὶ κουφό τατον Θωμᾶν. ναὶ μὴν καὶ τὰς πολυμηχάνους αὐτοῦ καὶ πολυ τρόπους ἑλεπόλεις πάσας, ἀκαταμαχήτους οὔσας, ὡς ᾤετο, καὶ δυσαλώτους, διέφθειραν καὶ κατέλυσαν εὐπετῶς ἄρδην. καὶ οὕτως ὁ μὲν οἶκος Δαβὶδ ἤγουν ἡ τοῦ Χριστοῦ πόλις ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαούλ, τῶν πολεμίων τὸ στῖφος, ἐπορεύετο καὶ ἠσθένει τῷ ὄντι, καὶ θεὸς ἐδοξάζετο. καὶ ἦν ἰδεῖν ἐναργῶς ὄντως ἐπ' αὐτῷ πληρούμενον τὸ θάτερον λόγιον ἱερόν," καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐ τοῦ δειλίαν" καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. ἔνθεν τοι καὶ οἱ τῆς πό λεως ἔψαλλον" οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις" καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ. 7 ὁ δὲ θεῖος λόγος παρεγγυώμενος καὶ προευαγ γελιζόμενος αὐτοῖς εὖ μάλα τὴν ἀθρόαν καὶ ταχίστην κατάπτωσιν τοῦ ἐχθροῦ αὐτῶν ἀπεκρίνατο μόνον οὐχὶ λέγων" θαρσεῖτε, τέκνα, καὶ βοήσατε πρὸς τὸν θεόν· ἔσται γὰρ ὑμῖν ὑπὸ τοῦ ἐπαγαγόντος μνεία. ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν." 788 8. Ἐπεὶ οὖν ἀποκαμὼν ὁ τάλας καὶ πεπλανημένος ἀνονή τως πολεμῶν καὶ ματαιοπονῶν, καὶ μάλα δὴ ἀπογνοὺς ὡς τοῦ σκοποῦ διαμαρτήσας ἐκ διαμέτρου, καὶ τῶν πραγμάτων αὐτῷ κατόπιν προδήλως φερομένων ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ πρὸς τούτοις μαθὼν ὡς ὁ βασιλεὺς Μιχαὴλ τοὺς Βουλγάρους εἰς συμμαχίαν κατ' αὐτοῦ προσεκαλέσατο, παραχρῆμα τὴν πόλιν ἐάσας κατ' αὐτῶν θᾶττον ᾤχετο. οὓς δὴ καὶ μαχεσάμενος καὶ πολλοὺς αὐτῶν διαφθείρας εἰς Ἀρκαδιούπολιν ἑαυτὸν ἀσφαλίζεται δῆθεν, κατὰ τὴν πρόβασιν αὐτοῦ ἀσθένειαν καὶ ἐλάττωσιν ὑφορώμενος. ὅθεν οἱ περὶ αὐτὸν αἰσθόμενοι σαφέστερον τήν τε δεινὴν οἰκείαν ἀπά την καὶ τῆς κενῆς ἐλπίδος ἀποτυχίαν καὶ τὴν ἐκείνου πλησιάζουσαν πανωλεθρίαν, ἤρξαντο κατὰ μικρὸν ὑποχωρεῖν καὶ ὑπορρέειν καὶ καταλιμπάνειν αὐτὸν ὡς μάταιον καὶ λαοπλάνον. 9 ὁ δέ γε Μιχαὴλ ταῦτα μεμαθηκὼς ὑπὸ τῶν ἰδίων φίλων καὶ συγγενῶν προδοθέντα, αὐτίκα τῆς πόλεως ὑπεξελθὼν μετὰ πλείστης δυνά μεως πρὸς αὐτὸν ἐξώρμησε. καὶ δὴ περικαθίσας βραχύν τινα καιρὸν καὶ τοῦτον ἀμογητὶ χειρωσάμενος, καὶ τὸν τράχηλον αὐτοῦ κατὰ τὴν ἀρχαίαν συνήθειαν πεπατηκώς, καὶ ἀκρωτηριάσας αὐ τοῦ χεῖρας καὶ πόδας καὶ οὕτως ἀνασκολοπίσας, κατέπαυσε τὸν ἐν τρισὶν ἔτεσι δι' αὐτὸν κατάρξαντα καὶ διαρκέσαντα χαλεπὸν καὶ δύστηνον ἐμφύλιον πόλεμον. 789 Ἀσχολουμένου δὲ Μιχαὴλ πρὸς τὸν ἀντάρτην Θωμᾶν, καὶ τῇ πρὸς τοῦτον φροντίδι παντὸς ἄλλου καταφρονοῦντος, Κρήτη καὶ Σικελία καὶ δὴ καλούμεναι Κυκλάδες νῆσοι τῆς τῶν Ῥωμαίων ἀρχῆς περιῃρέθησαν ἐξ Ἄφρων τε καὶ Ἀράβων, λαβόντων ἀρχὴν ἄρτι πρῶτον διὰ τὰς τοῦ λαοῦ ἁμαρτίας καὶ τὴν τῶν κρατούντων δυσσέβειαν καὶ ταπεινοῦν καὶ ὑπὸ χεῖρα σφῶν ἄγειν τὰ τῶν Χρι στιανῶν πράγματα. 10. Ἐν τούτοις οὖν ὄντων καὶ οὕτω τῶν πραγμάτων δια κειμένων Μιχαὴλ μὲν ἐκ δυσουρίας καὶ τῆς τῶν νεφρῶν ἀλγη δόνος κακῶς ἀπηλλάγη τοῦ ζῆν, διεδέξατο δὲ τὴν ἀρχὴν ἀντ' αὐτοῦ Θεόφιλος ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτοῦ Εἰφρο σύνης. {ΒΑΣΙΛΕΙΑ ΘΕΟΦΙΛΟΥ.} Τῷ ἐνιαυτῷ ἀπὸ τοῦ κόσμου ἑξάκις χιλιοστῷ τριακοσιοστῷ εἰκο στῷ ἕκτῳ, τῆς δὲ θείας σαρκώσεως ωκ ʹ, ἐβασίλευσεν Θεόφιλος ἔτη ιβʹ, ὁ νέος Βαλτάσαρ καὶ παραβάτης καὶ θεομισὴς καὶ τῶν ἁγίων εἰκόνων ὑβριστὴς καὶ καθαιρέτης καὶ βέβηλος. ἡ δὲ μήτηρ 790 αὐτοῦ Εὐφροσύνη ἀποστείλασα ἐν πᾶσι τοῖς θέμασιν ἤγαγε κόρας εὐπροσώπους πρὸς τὸ νυμφοστολῆσαι Θεόφιλον τὸν υἱὸν αὐτῆς. ἀγαγοῦσα δὲ πάσας ταύτας ἐν τῷ παλατίῳ εἰς τὸ λεγόμενον Μαρ γαρίτου τρικλίνιον δέδωκε τῷ Θεοφίλῳ χρυσοῦν μῆλον, εἰποῦσα" εἰς ἣν ἀρεσθῇς, ἐπίδος τοῦτο αὐτῇ." ἦν δέ τις ἐξ εὐγενῶν ἐν αὐταῖς κόρη, ὀνόματι Εἰκασία, ὡραιοτάτη πάνυ· ἣν ἰδὼν Θεό φιλος καὶ ὑπεραγασθεὶς αὐτὴν τοῦ κάλλους ἔφη ὡς ἄρα διὰ γυ ναικὸς ἐρρύη τὰ φαῦλα. ἡ δὲ μετ' αἰδοῦς πως ἀντέφησεν" ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττονα." ὁ δὲ τῷ λόγῳ τὴν καρ δίαν πληγεὶς ταύτην μὲν εἴασεν, Θεοδώρᾳ δὲ τὸ μῆλον ἐπέδωκεν, οὔσῃ ἐκ Παφλαγόνων. στέφει Θεοδώραν ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου, στεφθεὶς καὶ αὐτὸς ἅμα αὐτῇ ὑπὸ Ἀντωνίου πατριάρχου καὶ τῷ τοῦ γάμου καὶ τῷ τῆς βασιλείας στέφει, τῇ ἁγίᾳ πεντηκοστῇ. κἀκεῖθεν προῆλθεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος πολλοῖς τὸν πατριάρχην ἅμα τῷ κλήρῳ καὶ τῆς συγκλήτου. ἡ δὲ Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν κατε σκεύασεν, εἰς ἣν καὶ ἀποκειραμένη, ἀσκοῦσα καὶ φιλοσοφοῦσα, τῷ θεῷ μόνῳ ζῶσα διετέλεσε μέχρι τέλους ζωῆς αὐτῆς. ἣ καὶ συγγράμματα αὐτῆς πλεῖστα καταλέλοιπεν, τὸ" κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις" καὶ τοῦ μεγάλου σαββάτου τὸ τετραῴδιον" ἄφρων γηραλέε" καὶ ἄλλα τινά. ἡ δὲ τοῦ βασιλέως μήτηρ Εὐφροσύνη ἑκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ αὐτῆς, ᾗ ἐπώνυμον τὰ Γάστρια, ἡσύχασεν. 791 2. Ἐποίησε δὲ ἱππικὸν Θεόφιλος, καὶ προσέταξε τῷ Χα μαιδράκοντι Λέοντι τῷ πρωτοβεστιαρίῳ αὐτοῦ ἀγαγεῖν τὸ πολυ κάνδηλον τὸ ἐν τῇ σφαγῇ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν. τοῦ ἱππικοῦ δὲ τελεσθέντος προσεκαλέσατο πᾶσαν τὴν σύγκλητον ἐν τῷ λεγομένῳ Καθίσματι, καὶ τὸ πολυκάνδηλον ἐξαγαγὼν καὶ ὑποδείξας αὐτοῖς ἔφη" ὁ εἰς ναὸν κυρίου εἰσερχόμενος καὶ χριστὸν κυρίου φονεύων τίνος ἐστὶν ἄξιος;" ἡ δὲ σύγκλητος ἀποκριθεῖσα ἔφη" ἄξιος θανάτου ἐστίν, ὦ δέσποτα." καὶ εὐθὺς ἐκέλευσε τοὺς σὺν τῷ πατρὶ αὐτοῦ Μιχαὴλ τὸν Λέοντα ἀνελόντας τὸν ὕπαρχον κατασχεῖν καὶ τὰς κεφαλὰς αὐτῶν ἐν τῇ σφενδόνῃ ἀπο τεμεῖν, πολλὰ προβαλλομένους καὶ λέγοντας ἄδικον εἶναι τὴν κρί σιν· καὶ γὰρ εἰ μὴ τῷ πατρί σου συνηγωνισάμεθα, ὦ βασιλεῦ, οὐκ ἂν αὐτὸς ἦρξας. καὶ δὴ οὕτως ἐπ' ὄψεσι πάντων τὰς κεφα λὰς ἀπετμήθησαν, προσχήματι μὲν ὡς εἰς ναὸν κυρίου τετολμη κότων ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ ἀληθείᾳ δὲ ὡς τὸν συναιρε σιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτείναντες. εἴχετο γὰρ ὁ ἀλιτήριος τῆς ἐκείνου θεοστυγοῦς αἱρέσεως, καὶ τῆς εὐσε βείας ἀπείχετο, τῶν δὲ εἰκόνων τὰς μὲν κατασπῶν τὰς δὲ ἀνο ρύττων, καὶ τοὺς ἐπ' εὐλαβείᾳ μοναχοὺς ἐξορίζων καὶ αἰκιζόμενος. 3. Ἐφ' οὗ καὶ πρὸς τὴν πατρίδα καὶ πόλιν αὐτοῦ τοῦ ἀλιτηρίου καὶ τυράννου μετὰ πολλῆς δυνάμεως οἱ Σαρακηνοὶ πα
24.2
Προσκαλεσάμενοι δὲ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης Ἰωάννην τὸν Γαριδᾶ προεβάλοντο δομέστικον τῶν σχολῶν, δεδιό τες μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. ὁ δὲ οὐ κατένευσε τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον γυναικάδελφον αὐτοῦ τὸν Ζου φινέζερ καὶ Συμεῶνα τὸν υἱὸν αὐτοῦ προεβάλοντο ἑταιρειάρχην. ὅρκοις βεβαιωθεὶς ὑπ' αὐτῶν κατῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ. οἱ δὲ παραυτίκα τοὺς συγγενεῖς αὐτοῦ τοῦ παλατίου καταβιβάζουσι. τούτων οὖν πρὸς αὐτὸν παραγεγονότων, ὡς ἐθεάσατο αὐτούς, τρόμος ἔλαβεν αὐτὸν καὶ φρίκη καὶ φρενῶν ἔκστασις. εὐθὺς οὖν ἐξῆλθε πρὸς Ῥωμανόν, καὶ διηγήσατο αὐτῷ οἷα πέπονθε. συμ φιλιωθεὶς οὖν αὐτῷ, καὶ ὅρκους δοὺς καὶ λαβὼν ὥστε μίαν ἔχειν ἀμφοτέρων ψυχήν, σύμφρων αὐτοῦ καὶ σύμπνους ἐγένετο, ὥστε καὶ γαμικὸν συνάλλαγμα ποιήσασθαι συνεφώνησαν, πλέον ἐκ τού του τὸν τῆς ἀγάπης δεσμὸν ἐπισφίγγοντες. 25. Τῇ εἰκοστῇ τετάρτῃ οὖν τοῦ Μαρτίου μηνὸς ἀπο στέλλει Ῥωμανὸς Ἰωάννην πρεσβύτερον, οἰκεῖον αὐτῷ καὶ πιστότατον ὄντα, καὶ Θεόδωρον τὸν Μαστζούσιν λεγόμενον εἰς τὸ πα 886 λάτιον ὑπεραπολογησομένους, ὡς οὐκ ἀνταρσία γέγονε τὸ παρ' ἐμοὶ διαπραχθέν· ἀλλὰ τὴν τοῦ Φωκᾶ ἐπίθεσιν ὑφορώμενος, καὶ δεδιὼς μή τι νεωτερισθῇ παρ' αὐτοῦ εἰς τὸν βασιλέα, τούτου ἕνεκεν ἀνελθεῖν ἐν τῷ παλατίῳ βεβούλευμαι καὶ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασιλέως. μὴ συνευδοκοῦντος οὖν Νικολάου τοῦ πατριάρχου τούτοις, ἐμηνύθη Ῥωμανῷ παρὰ τοῦ ῥηθέντος παι δαγωγοῦ τοῦ ἐλθεῖν μετὰ στόλου παντὸς μέχρι τοῦ Βουκολέοντος. ὃς μετὰ τῶν σὺν αὐτῷ βουλευσάμενος τὸ γὰρ ἄγον ἦγεν αὐτὸν τῇ ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ τῆς ὑπεραγίας θεοτόκου εʹ δὲ ἦν ἦλθεν ἔνοπλος ἅμα τῷ στόλῳ παντὶ ἐν τῷ Βουκολέοντι. καὶ παρευθὺ Στέφανος μὲν μάγιστρος ἐξῆλθε τοῦ παλατίου, Νικήτας δὲ ὁ πατρίκιος ὁ συμπένθερος Ῥωμανοῦ ἀνελθὼν ἐν τῷ παλατίῳ ἐξήγαγεν ἐκεῖθεν Νικόλαον τὸν πατριάρχην. ὅρκοις οὖν βεβαιω θέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ ἀπέστειλαν αὐτῷ τὸν τίμιον σταυρόν· καὶ προσκυνήσας αὐτὸν καὶ ὅρκοις βεβαιώσας αὐτοὺς ἀνῆλθε μετ' αὐτῶν ἐν τῷ παλατίῳ καὶ ὀλίγων τινῶν. προσκυνή σας τὸν βασιλέα καὶ εἰσελθὼν μετ' αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ φόρῳ, καὶ πίστεις αὐτῷ δούς, παρευθὺ προχειρίζεται παρ' αὐτοῦ μάγιστρος καὶ μέγας ἑταιρειάρχης. 26. Αὐτίκα οὖν γέγονε θεία κέλευσις πρὸς Λέοντα τὸν Φωκᾶν παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι, ἀλλὰ πρὸς ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύεσθαι. ὡσαύτως καὶ γράμματα 887 ἐκελεύσθη Κωνσταντίνῳ παρακοιμωμένῳ γράψαι, τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, τοῦ μηδὲν ἐναντίον βουλεύσασθαι ἀλλ' ἐν ὑπο ταγῇ εἶναι τοῦ βασιλέως Κωνσταντίνου. ἀναλαβόμενος οὖν ταῦτα Ἀνδρέας πριμικήριος τοῦ βασιλικοῦ βεστιαρίου ἀπεκόμισεν αὐτῷ ταῦτα ἐν Καππαδοκίᾳ ὄντι· καὶ ἀναδεξάμενος ταῦτα καὶ ἀνα γνούς, ἀπελθὼν ἐν τῷ ἰδίῳ οἴκῳ ἡσύχασεν. 27. Τῇ ἑβδομάδι εʹ τῶν ἁγίων νηστειῶν δίδοται ἀρραβὼν γαμικῶν συναλλαγμάτων παρὰ Κωνσταντίνου βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τοῦ πάσχα τῇ λεγομένῃ τῆς Γα λιλαίας εὐλογεῖται καὶ στεφανοῦται ἅμα αὐτῇ παρὰ Νικολάου πα τριάρχου. 28. Ῥωμανὸν βασιλεοπάτορα προχειρισάμενος, ἀντ' αὐ τοῦ Χριστοφόρον υἱὸν αὐτοῦ ἑταιρειάρχην κατέστησεν. μετ' οὐ πολὺ δὲ Λέων ὁ Φωκᾶς ἀπατηθεὶς παρά τε τινῶν ἀρχόντων καὶ τῶν αὐτοῦ ταγμάτων πρὸς ἀνταρσίαν κινεῖται· καὶ ἀποστείλας ἀνελάβετο εἶναι σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κωνσταντῖνον καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον Γογγυλίους τοὺς αὐταδέλφους καὶ Κωνσταντῖνον πρωτασηκρῆτις τὸν Μαλελίαν, πληροφορῶν ἅπαντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὴν τοιαύτην ποιεῖται συγκίνησιν. Ῥωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυ σοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκᾶν καταλιμπάνοντες τῷ βασιλεῖ δὲ προσφεύγον 888 τες ὑπὲρ τοῦ βασιλέως εἰσίν, δοὺς Ἄννῃ τινὶ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ καὶ κληρικῷ τινὶ Μιχαὴλ ἐν τῷ αὐτοῦ στρατοπέδῳ ἐξέ πεμψεν. οἱ δὲ ταῦτα ἀναλαβόμενοι διέσπειραν παντὶ τῷ στρατῷ. καὶ ὁ μὲν Μιχαὴλ φωραθεὶς παρὰ τοῦ Φωκᾶ καὶ ἀνηλεῶς τυφθεὶς τήν τε ῥῖνα καὶ τὰ ὦτα ἀπετμήθη· ὃς μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προσηκούσης ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ ἡ σὺν αὐτῷ στα λεῖσα γυνή. 29 πρῶτος οὖν ὁ υἱὸς τοῦ Βαρέως Μιχαὴλ Κων σταντῖνος καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέδραμεν, ἀρχὴ γεγονὼς καταλύσεως τῆς τοιαύτης ἀνταρσίας καὶ τυραννίδος. σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρμάρχοι ὄντες ἀμφότεροι. Λέων οὖν ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου ἰσχυ ρῶς καθωπλισμένου ἐν Χρυσοπόλει καταλαβὼν διέστησε παρατά ξεις ἀπὸ τῆς λιθίνης δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν τῇ πό λει φοβῶν. ἀποστέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμανοῦ Συμεὼν ὁ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασιλέως Κων σταντίνου ἐπιφερόμενος τάδε διαγορεύοντα, 30 ὡς ἐγὼ φύ λακα τῆς ἐμῆς βασιλείας ἐγρηγορώτατον καὶ εὐνούστατον καὶ πι στότατον οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑρηκὼς τούτῳ τὴν ἐμὴν φυλακὴν μετὰ θεὸν κατεπίστευσα, καὶ ἀντὶ πατρὸς αὐτὸν ἔχειν ἔκρινα, σπλάγχνα πατρικὰ καὶ διάθεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξάμενον. Λέοντα δὲ τοῦτον τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ

Intertext edge

Open linked passage

Note