Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Ἐξωνήσατο δὲ οἰκήματα ὁ βασιλεὺς Λέων πλησίον τῶν ἁγίων ἀποστόλων, καὶ ἔκτισεν ἐκεῖ ἐκκλησίαν περιφανῆ ἐπ' ὀνόματι τῆς προτέρας αὐτοῦ γυναικὸς τῆς ἁγίας Θεοφανῶ. 26 ὡσαύτως ἔκτισεν ἐκκλησίαν εἰς τοὺς λεγομένους Τόπους, τὸν ἅγιον Λάζαρον, κατασκευάσας αὐτὴν μονὴν ἀνδρείαν εὐνούχων. ἔνθα καὶ τὸ τοῦ ἁγίου Λαζάρου σῶμα ἐκ Κύπρου καὶ Μαρίας τῆς Μαγδαληνῆς ἀπὸ Ἐφέσου ἀνακομίσας ἀπέθετο, ποιήσας καὶ τὰ ἐγκαίνια τῆς αὐτῆς ἐκκλησίας. ἀσχολουμένου δὲ τοῦ στόλου εἰς τὰ κτίσματα τῶν τοιούτων ἐκκλησιῶν παρελήφθη ἐν Σικελίᾳ τὸ Ταυρομένιον ὑπὸ τῶν Ἄφρων, τῇ ἀμελείᾳ, μᾶλλον δὲ προδοσίᾳ Εὐσταθίου δρουγγαρίου τῶν πλωΐμων, καὶ Καραμάλου ἐκεῖσε ὄντος καὶ Μιχαὴλ τοῦ Χαράκτου, γενομένης πολλῆς σφαγῆς τῶν 861 Ῥωμαίων. ἀνελθόντων δὲ αὐτῶν ἐν τῇ πόλει παρά τε τοῦ βασι λέως καὶ τοῦ πατριάρχου ἐλεγχθέντων παρὰ Μιχαὴλ τοῦ Χαράκτου ὡς προδοτῶν, κατεκρίθησαν θανάτῳ. παρακληθέντος δὲ τοῦ βασιλέως παρὰ Νικολάου τοῦ πατριάρχου, τὸν θάνατον συνεχω ρήθησαν, μοναχοὶ ὁ μὲν Καράμαλος εἰς τὰ Πικριδίου, ὁ δὲ Εὐ στάθιος εἰς τῶν Στουδίου. παρελήφθη δὲ καὶ Λῆμνος ἡ νῆσος ὑπὸ τῶν Ἀγαρηνῶν, αἰχμαλωσίαν πολλὴν πεποιηκότες. 27. Ἐν τῇ προελεύσει δὲ τῆς μεσοπεντηκοστῆς τοῦ βασι λέως Λέοντος ἀνελθόντος εἰς τὸν ἅγιον Μώκιον καὶ εἰσοδεύοντος, ὅτε ἦλθε πλησίον σωλέας, ἐξελθών τις ἐκ τοῦ ἄμβωνος δέδωκεν αὐτῷ μετὰ ῥάβδου ἰσχυρᾶς καὶ παχείας· καὶ εἰ μὴ ἡ φορὰ τῆς ῥάβδου εἰς πολυκάνδηλον ἐμποδισθεῖσα διεχαυνώθη, παρευθὺ ἂν τοῦτον ἀπήλλαξε τοῦ ζῆν. τοῦ δὲ αἵματος σφοδρῶς καταρρέοντος ἐκ τῆς τοῦ βασιλέως κεφαλῆς ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων γέγονεν, καὶ πολλοὶ ἐν ταύτῃ ἀπώλοντο. ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀλέξανδρος προεφασίσατο νοσηλευθεὶς καὶ οὐ κατῆλθεν ἐν τῇ εἰσόδῳ, ὡς ἐκ τούτου ὕποπτον αὐτὸν γενέσθαι τὴν τοιαύτην ἐπι βουλὴν κατασκευάσαι. οὔτε ὁ Σαμωνᾶς παρῆν ἐκεῖ, ἀλλ' ἦν ἀπελθὼν ἀγαγεῖν Ζωὴν ἐν τῷ παλατίῳ πρὸς τὸ συνεῖναι τῷ βασι λεῖ, κρατηθέντος δὲ τοῦ δόντος τὸν βασιλέα καὶ ἐξετασθέντος, καὶ πολλὰς βασάνους καὶ τιμωρίας ὑπομεμενηκότος ἐπὶ πολλὰς ἡμέρας, ἐπεὶ μηδένα καθωμολόγει, τέλος ἐκκοπεὶς αὐτοῦ χεῖρας 862 καὶ πόδας ἐκάη ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ, καὶ ἔκτοτε ἐξεκόπη ἡ τοιαύτη προέλευσις. 28. Μετὰ δέ τινα καιρὸν ἀνῆλθε Μάρκος ὁ σοφώτατος οἰκονόμος τῆς αὐτῆς ἐκκλησίας, ὃς ἦν ἀναπληρώσας τοῦ μεγάλου σαββάτου τὸ τετραῴδιον τοῦ κυρίου Κοσμᾶ· καὶ ἐν τῇ τραπέζῃ τῷ βασιλεῖ συνεστιώμενος ἐξελιπάρει τὸν βασιλέα μὴ ἐκκοπῆναι τὴν ἑορτήν. τοῦ δὲ βασιλέως ἀπαναινομένου ἔφη ὁ Μάρκος ὅτι προγεγραμμένον ἦν παρὰ τοῦ προφήτου Δαβὶδ τὸ παθεῖν σε, δέ σποτα. προεφήτευσε γὰρ εἰπών, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορ τῆς σου. καὶ δεῖ σε, ὦ δέσποτα, ἀπὸ τοῦ νῦν κρατῆσαι τὴν βα σιλείαν ἔτη δέκα. ὃ δὴ καὶ γέγονε· τῇ γὰρ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἔλαβεν, ἐν αὐτῇ καὶ τελευτᾷ. 29. Ἦν δὲ Ζωὴ ἡ τετάρτη γυνὴ τοῦ βασιλέως ἄστεπτος. τοῦ δὲ βασιλέως πρόκενσον ποιησαμένου εἰς τὸ ἐμπόριον τοῦ Βου τίου πρὸς τὸ ἐγκαινίσαι τὴν μονὴν Χριστοφόρου τοῦ πρωτοβεστια ρίου αὐτοῦ, ἦλθεν ἀγγελία ὡς ὅτι ὁ στόλος τῶν Ἀγαρηνῶν ἅμα τῷ Τριπολίτῃ ἀνέρχεται κατὰ Κωνσταντινουπόλεως. ἀποστέλλει οὖν ὁ βασιλεὺς Εὐστάθιον δρουγγάριον τοῦ πλωΐμου μετὰ παντὸς στόλου καὶ τῶν στρατηγῶν κατὰ τοῦ Τριπολίτου· οἳ μὴ δυνηθέν τες ἀντιπαρατάξασθαι ἀπεστράφησαν κενοί. 30 ἦλθεν οὖν ὁ Τριπολίτης, καὶ εἰσῆλθεν ἔνδοθεν τῆς Ἀβύδου μέχρι Παρίου. 863 τοῦτο μαθὼν ὁ βασιλεὺς ἐν μεγάλῃ ἀθυμίᾳ καὶ περιστάσει γέγο νεν, καὶ ἀποστέλλει Ἱμέριον πρωτασηκρῆτιν κεφαλὴν τοῦ στόλου κατὰ τοῦ Τριπολίτου, μὴ τολμώντων κἂν ὅλως πλησιάσαι τῷ στό λῳ τῶν Ἀγαρηνῶν. τοῖς δὲ τοῦ θεοῦ κρίμασιν ἀντεστράφη ὁ αὐτὸς Λέων ὁ Τριπολίτης καὶ ἀπῆλθεν ἐν Θεσσαλονίκῃ καὶ ταύ την ἐπολιόρκησε καὶ παρέλαβεν ἅμα τῷ στρατηγῷ αὐτῶν Λέοντι τῷ Χατζιλακίῳ, ποιήσας πολλὴν σφαγὴν καὶ αἰχμαλωσίαν. Ῥοδό φυλλος δέ τις κουβικουλάριος ἦν ἀποσταλεὶς ἐν Σικελίᾳ διὰ χρείαν τινά, ἔχων μεθ' ἑαυτοῦ χρυσίου λίτρας ἑκατόν. νοσήσας δὲ κατὰ τύχην ἐν τῇ ὁδῷ εἰσῆλθεν ἐν θεσσαλονίκῃ πρὸς τὸ λούσασθαι καὶ ἀνακτήσασθαι ἑαυτόν, ἐκρατήθη παρὰ Λέοντος. διερχομένου δὲ Συμεὼν ἀσηκρῆτις, ὁ μετὰ ταῦτα γεγονὼς πατρίκιος καὶ πρωτα σηκρῆτις, ἀνελάβετο τό τε χρυσίον καὶ τὸ δῶρα, ἅπερ εἴασεν ὁ Ῥοδόφυλλος ἐν τῇ ὁδῷ καὶ πολλὰ βασανισθεὶς ἐτελεύτησε. τοῦ δὲ Τριπολίτου βουλομένου τὴν πόλιν καταστρέψαι, μαθὼν ὁ Συ μεὼν δηλοῖ αὐτῷ χρυσίον λαβεῖν καὶ ταύτην ἐᾶσαι· ὃ δὴ καὶ γέγονεν. 31. Σαμωνᾶς δὲ προφασισάμενος ἐπὶ τὴν μονὴν αὐτοῦ τὰ Σπεῖρα ἐξελθεῖν, τὴν ἐν τῷ Δαματρὶ οὖσαν, φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἵπποις αὐτοῦ, τοὺς ἵππους τοὺς δημοσίους κατὰ ἀπαλλαγὴν ἀγκυλοκοπήσας. τοῦτο μαθὼν ὁ βασιλεὺς ἀποστέλλει ὄπισθεν αὐτοῦ Βασίλειον ἑταιρειάρχην τὸν Καματηρὸν καὶ Γεώρ 864 γιον τὸν Κρηνήτην τοῦ καταλαβεῖν αὐτόν. τοῦ δὲ Σαμωνᾶ τὸν Ἅλυν βουλομένου διαπερᾶσαι, κατέλαβεν αὐτὸν Νικηφόρος δρουγγάριος ὁ λεγόμενος Καμινᾶς, οὐκ ἐῶν αὐτὸν διαπερᾶσαι. ἐπεὶ δὲ πολλὰ ὁ Σαμωνᾶς ὑπισχνεῖτο καὶ οὐκ ἔπειθεν, προσέφυγεν εἰς τὸ Σιριχᾶ εἰς τὸν τίμιον σταυρόν, προφασισάμενος ὡς διὰ πίστιν τοῦ σταυροῦ ἐληλύθει. καταλαβὼν οὖν Κωνσταντῖνος ὁ τοῦ Δουκός, καὶ τοῦτον ἀναλαβόμενος, ὑπέστρεψεν ἐν τῇ πόλει. προσέταξε δὲ ὁ βασιλεὺς αὐτὸν μὲν φυλάττεσθαι ἐν τῇ οἰκίᾳ Βάρ δα τοῦ Καίσαρος, ἠρώτησε δὲ Κωνσταντῖνον τοῦ Δουκὸς περὶ αὐτοῦ, καὶ μαθὼν ὡς ἀληθῶς ἐν Συρίᾳ ἔφυγε, παρεγγύησε τῷ Δουκὶ μὴ εἰπεῖν τοῦτο ἐνώπιον τῆς συγκλήτου, ὅτε παρ' αὐτοῦ ἐρωτηθῇ, ἀλλ' ὅτι δι' εὐχὴν ἀπῆλθεν ἐν τῷ Σιριχᾶ· ἤθελε γὰρ ὁ βασιλεὺς συνοψισθῆναι αὐτῷ. προσκαλεσάμενος οὖν Κωνσταν τῖνον τοῦ Δουκὸς ἔμπροσθεν τῶν ἐν τέλει ἔφη" οὕτως ἔχεις θεὸν καὶ τὴν κεφαλήν μου, ἔφυγεν ὁ Σαμωνᾶς ἢ οὔ;" ὁ δὲ ὡς εἰπὼν πρότερον τῷ βασιλεῖ μὴ ὁρκισθῆναι καὶ τὸ κελευόμενον εἰπεῖν, ἀκούσας τοὺς ὅρκους ἐξεῖπεν ἐνώπιον πάντων ὅτι εἰς Συρίαν ἔφευ γεν. μετ' ὀργῆς δὲ τοῦ βασιλέως τοῦτον ἀποπεμψαμένου, ἐποίησε Σαμωνᾶς μῆνας τέσσαρας ἐν τῷ οἴκῳ τοῦ Βάρδα. ἀπεσυνόψισε δὲ ἐν τῇ αὐτοκρατορίᾳ τοῦ βασιλέως. 32. Ἐφάνη δὲ τότε καὶ κομήτης ἀστήρ, τὰς ἀκτῖνας ἐπὶ ἀνατολῆς πέμπων, φαινόμενος ἐν ἡμέραις καὶ νυξὶ τεσσαράκοντα. 865 γέγονε δὲ Σαμωνᾶς πατρίκιος ἀπὸ τῆς αὐτοῦ φυγῆς. ἐγέννησε δὲ υἱὸν ἀπὸ Ζωῆς τῆς τετάρτης αὐτοῦ γυναικός. ἐβαπτίσθη δὲ τὰ ἅγια φῶτα ὑπὸ Νικολάου πατριάρχου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, δε ξαμένων αὐτὸν Ἀλεξάνδρου βασιλέως καὶ Σαμωνᾶ πατρικίου καὶ τῶν ἐν τέλει πάντων. 33. Γέγονε δὲ καὶ ἡ Κύφη τότε γηροκομεῖον, διω χθεισῶν τῶν ἑταιρίδων. 34. Εὐλογήθη δὲ ὁ Λέων βασιλεὺς μετὰ Ζωῆς μετὰ τὴν ἑορτὴν παρὰ Θωμᾶ πρεσβυτέρῳ, ὃς καθῃρέθη. ἀνηγόρευσε δὲ τὴν αὐτὴν Ζωὴν Αὐγοῦσταν, καὶ διὰ τοῦτο τὸν βασιλέα ὁ πατρι άρχης ἐκώλυσεν εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι. ὅθεν διήρχετο ἀπὸ τοῦ δεξιοῦ μέρους μέχρι τοῦ μιτατωρίου, μηδ' ὅλως εἰς τὰ κατὰ συνήθειαν διερχόμενος. 35. Προεβλήθη δὲ Σαμωνᾶς παρακοιμώμενος διὰ τὸ εἶναι τῷ βασιλεῖ συνεργὸς πρὸς πᾶσαν παρανομίαν καὶ κακίαν. καὶ κατὰ τῆς ἐκκλησίας ἤρξαντο μελετᾶν. προσκαλεσάμενοι γὰρ Νικόλαον πατριάρχην Φεβρουαρίῳ μηνὶ πρώτῃ, καὶ πολλὰ λιπαρήσαντες δεχθῆναι τὴν πολυγαμίαν, ἐπεὶ πεῖσαι οὐκ ἠδυνήθησαν, ἀπὸ τοῦ κλητορίου διὰ τοῦ Βουκολέοντος ἐν πλοίῳ μικρῷ τοῦτον ἐμβιβά σαντες διεπέρασαν ἐν τῇ Ἠρίᾳ, ἀφ' ἧς πεζῇ μέχρι Γαλακρηνῶν μόλις ἀπῄει, χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται δὲ ἀντ' αὐτοῦ Εὐθύμιος σύγκελλος εἰς πατριάρχην, ἀνὴρ ἱεροπρεπής, 866 ἐγκρατής τε καὶ εὐλαβὴς πάνυ· ὅν φασιν καταδέξασθαι τοῦτο ἐξ ἀποκαλύψεως θείας, ὡς τοῦ βασιλέως βουλευομένου αἵρεσιν καὶ νόμον ἐκθεῖναι τοῦ ἔχειν ἄνδρα γυναῖκας τρεῖς ἢ καὶ τέσσαρας, πολλῶν εἰς τοῦτο λογιωτάτων ἀνδρῶν συνεργούντων αὐτῷ. 36. Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κωνσταντίνου τοῦ Λιβὸς ἐν τῇ μονῇ τῇ οὔσῃ ἐν τῷ Μαρδοσαγ γάρη τοῦ ποιῆσαι τὰ ἐγκαίνια καὶ ἀριστῆσαι. καὶ γέγονεν ἄνεμος ὁ λεγόμενος λὶψ ἕως τρίτου σφοδρῶς φυσήσας, συσσείσας τε καὶ δονήσας οἰκήματα καὶ ἐκκλησίας, ὥστε πάντας φεύγειν ἐν ὑπαί θροις τόποις, λέγοντας συντέλειαν κοσμικὴν εἶναι, εἰ μὴ ἡ θεοῦ φιλανθρωπία δι' ὄμβρων ἔπαυσε τὴν τοιαύτην θραῦσιν. 37. Προεβάλετο δὲ ὁ βασιλεὺς Ἱμέριον λογοθέτην τοῦ δρό μου κεφαλὴν πάντων τῶν πλωΐμων, ἐξελθόντος τοῦ στόλου τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων. ἐδέξατο δὲ καὶ Ἀνδρόνικος ὁ Δοὺξδιὰ κελεύσεως συνελθεῖν Ἱμερίῳ λογοθέτῃ ἐν τοῖς πλοίοις καὶ καταπολεμῆσαι τοὺς Ἀγαρηνούς. ὁ δὲ Σαμωνᾶς ἦν ἀδιάλλακτος ἐχθρὸς Ἀνδρονίκῳ, καὶ πολλὰ κατ' αὐτοῦ διηνεκῶς συνεσκεύασε καὶ ἐμηχανᾶτο, κακῶσαι τὸν Ἀνδρόνικον παντὶ τρόπῳ καὶ πάσῃ σπουδῇ διαμηχανώμενος ἀπὸ τῆς αὐτοῦ φυγῆς. ὑπέβαλε δέ τινι γράψαι τῷ Ἀνδρονίκῳ κρύφα, μὴ εἰσέλθοι εἰς τὰ καράβια καὶ κρατηθῇ παρὰ Ἱμερίου· ὁ γὰρ Σαμωνᾶς ὑπέθηκε τῷ βασιλεῖ τοῦ κρατηθῆναί σε καὶ τυφλωθῆναι παρ' αὐτοῦ. πολλὰ δὲ προτρεπο 867 μένου Ἱμερίου Ἀνδρόνικον εἰσελθεῖν ἐν τοῖς πλοίοις κατὰ τῶν Ἀγαρηνῶν ἀπεσκίρτησε. τῶν Ἀγαρηνῶν δὲ ἐπικειμένων Ἱμέριος μόνος ἐν ἡμέρᾳ τοῦ ἁγίου Θωμᾶ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγαρη νῶν μεγάλην νίκην εἰργάσατο. τοῦτο μαθὼν Ἀνδρόνικος, ἀπο γνούς, ἅμα συγγενέσιν αὐτοῦ καὶ τέκνοις αὐτοῦ καὶ ἀνθρώποις αὐτοῦ ἀπελθὼν ἐκράτησε κάστρον τὴν Καβάλαν, εἰς τελείαν ἀπο στασίαν ἐλθών, ὡς εἰπεῖν καὶ Σαμωνᾶν πρὸς τὸν βασιλέα" οὐκ ἔλεγόν σοι, ὦ δέσποτα, ἀντάρτην εἶναι τὸν Δοῦκα;" 38 παρ ευθὺ δὲ ἀποστέλλει ὁ βασιλεὺς Γρηγορᾶν δομέστικον τῶν σχολῶν τὸν Ἰβηρίτζην, συμπένθερον ὄντα τοῦ Ἀνδρονίκου, καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ἀνδρόνικος, καὶ ὡς ὁ πατριάρχης Νικόλαος ἐξεώσθη, προσέφυγε τοῖς Ἀγαρηνοῖς ἅμα τοῖς συγγενέσι καὶ φίλοις αὐτοῦ καὶ τέκνοις, ἐξεληλυθόσι τότε κατὰ Ῥωμαίων, καὶ ἀπεδέχθη παρὰ τῷ ἀμερουμνῆ μεγάλως. 39 ἐλυπεῖτο δὲ Λέων ὁ βασιλεὺς διὰ τὸν Ἀνδρόνικον, καὶ πολλάκις ἐβούλετο ἀποστεῖλαι αὐτῷ λόγον ἐνυπόγραφον, ὃ καὶ Θεόφιλος διὰ τὸν Μα νουὴλ ἐποίησε. συνεβουλεύσαντο δέ τινες τῷ βασιλεῖ φιλοφρονη θῆναί τινα τῶν τοῦ πραιτωρίου Σαρακηνῶν καὶ ἀποσταλῆναι ἐν Συρίᾳ μετὰ λόγου ἐνυπογράφου. τοῦτο δὴ καὶ πεποίηκεν ὁ βα σιλεύς, γράψας διὰ κινναβάρεως καὶ ἀποστείλας μετὰ χρυσοβούλ λου ἔνδοθεν φατλίου βραχέος τράκτου. ἐξελθόντος δὲ τοῦ Ἀγα ρηνοῦ ἀπὸ τοῦ βασιλέως, προσκαλεσάμενος αὐτὸν Σαμωνᾶς εἶπεν αὐτῷ" οἶδας τί κρατεῖς;" τοῦτο εἰπὼν διὰ τὸν κηρόν." τὴν ἀπώ 868 λειαν τῆς Συρίας βαστάζεις." καὶ δοὺς αὐτῷ παρήγγειλε τοῦτο βαλεῖν εἰς τὰς χεῖρας τοῦ Ἀζήρ. ὁ δὲ ἀπελθὼν τοῦτο πεποίηκεν. ἐκρατήθη δὲ Ἀνδρόνικος καὶ ἐδεσμήθη μετὰ πάντων τῶν συγγενῶν αὐτοῦ. καὶ μαθὼν ὡς διὰ δόλου τοῦ Σαμωνᾶ ταῦτα αὐτῷ γέγο νεν, ἀναγκασθεὶς ἐμαγάρισεν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. ἔκτοτε δὲ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ καὶ οἱ λοιποὶ ἰδόντες ὅτι ἀδύνατόν ἐστιν Ἀνδρόνικον ἐξελθεῖν, βουλῇ αὐτοῦ μετ' οὐ πολὺ φυγῇ χρη σάμενοι θαυμαστὸν ὄντως ἐκ μέσης Συρίας πρὸς Ῥωμανίαν ἐξῆλθον, καὶ καταπολεμούμενοι κατὰ χώρας μόλις ὀλίγοι διεσώ θησαν μετὰ Κωνσταντίνου υἱοῦ αὐτοῦ. 40. Ἐκ δὲ Ταρσοῦ εἰσῆλθον ἐν τῇ πόλει περὶ ἀλλαγίου ὅ τε Ἀβαλβάκης ὁ γέρων καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· καὶ τούτους ἐθεάσατο ὁ βασιλεὺς μετὰ κοσμήσεως καὶ τιμῆς καὶ δόξης ἐν τῇ Μαγναύρᾳ. ἐκαλλώπισαν δὲ καὶ τὴν μεγάλην ἐκκλησίαν ἐν κόσμῳ πολυτελεῖ, καὶ ὑπέδειξαν ἅπαντα τὰ τίμια σκεύη τοῖς Ἀγαρηνοῖς, ὅπερ ἀνάξιον ἦν βασιλείας καὶ Χριστιανικῆς καταστάσεως, τοῦ θεαθῆναι παρὰ τῶν ἐθνῶν τὰ ἱερὰ σκεύη τοῦ θεοῦ. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἔθελε συνεῖναι τῷ υἱῷ αὐτοῦ καὶ μεῖναι εἰς Ῥωμανίαν. ὁ δὲ Σαμωνᾶς παρῄνεσεν αὐτῷ λέγων" κράτει τὴν πίστιν ἣν ἔχεις· κἀγώ, εἰ δυναθῶ, ἐλεύσομαι πρός σε μᾶλλον." 41. Τῇ δὲ ἡμέρᾳ τῆς πεντηκοστῆς στέφει Λέων ὁ βασι λεὺς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον δι' Εὐθυμίου πατριάρχου. 869 δέδωκε δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ, τὸν δουλεύ σαντα πρότερον Βασιλείῳ μαγίστρῳ καὶ ἐπὶ τοῦ κανικλείου, δου λεύειν Ζωῇ Αὐγούστῃ· ὃς ἠγαπήθη παρὰ τοῦ βασιλέως Λέοντος καὶ τῆς Αὐγούστης. διὰ τοῦτο πολλὰ ἐφθόνησε Σαμωνᾶς αὐτῷ, καὶ ἐλοιδόρει ὡς συνόντι τῇ Αὐγούστῃ· ἅπερ ὁ βασιλεὺς νοήσας ἀληθῆ εἶναι, ἀπέστειλε καὶ ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ μονῇ τοῦ ἁγίου Ταρασίου διὰ τοῦ Σαμωνᾶ. μετ' ὀλίγον δὲ ὥρισε Σα μωνᾶν ἀναλαβέσθαι αὐτὸν ἐν τῇ αὐτοῦ μονῇ Σπεῖρα, βουλόμενος πάλιν ἀναλαβέσθαι αὐτόν. ἀπελθὼν οὖν εἰς πρόκενσον ἐν τῷ Δαματρῦ, καὶ ἐν τῇ μονῇ τοῦ Σαμωνᾶ ἀριστήσας, εἶδε Κων σταντῖνον, καὶ παρευθὺ ὥρισε Σαμωνᾶν, καὶ ἔνδυσεν αὐτὸν κοσμι κά, καὶ ἐκέρασε τὸν βασιλέα εἰς τὸ κλητόριον, καὶ ὑπέστρεψε μετ' αὐτοῦ ἐν τῷ παλατίῳ. 42 ὁρῶν δὲ Σαμωνᾶς αὐξανομέ νην τὴν ἀγάπην τοῦ βασιλέως ἐπ' αὐτὸν βουλεύεται μετὰ μεγίστου κοιτωνίτου καὶ Μιχαὴλ Τζηρίθωνος, καὶ ποιοῦσι χαρτίον πολυ λοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος καὶ συντάξαντος αὐτὸν τοῦ Ῥοδίου νοταρίου ὄντος τοῦ Σαμωνᾶ. ἐλθὼν δὲ ὁ βασιλεὺς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εὗρεν αὐτὸν ἐν ᾧ ηὔχετο τόπῳ εἰς τὸ μιτα τώριον, καὶ ἦρεν αὐτόν, καὶ ἀναγνοὺς ἐν μεγάλῃ θλίψει ἦν, ζη τῶν τὸν τοῦτο ποιήσαντα. γέγονε δὲ καὶ ἔκλειψις σελήνης, καὶ διωρίσατο ὁ βασιλεὺς τοῖς οὖσι τότε ἀστρονόμοις εἰπεῖν τὸ ἀποτέ λεσμα. εἰσερχομένου δὲ πρὸς τὸν βασιλέα Παντολέοντος μητρο 870 πολίτου, φίλου ὄντος τῷ Σαμωνᾷ, ἠρώτησεν αὐτὸν ὁ Σαμωνᾶς" εἰς τίνα ἐστὶν ἡ κάκωσις;" ἔφη αὐτῷ ὁ μητροπολίτης" εἰς σέ· καὶ ἐὰν διέλθῃς Ἰουνίου τὰς ιγʹ, ἔκτοτε οὐδὲν πείσῃ κακόν." τὸν δὲ βασιλέα εἶπεν εἰς τὸν δεύτερον ἔχειν κάκωσιν τὴν σελήνην· ὁ δὲ βασιλεὺς ὑπέλαβε τοῦτο εἰς Ἀλέξανδρον τὸν ἀδελφὸν αὐτοῦ. μετὰ τοῦτο ἰδίως Τζηρίθων τῷ βασιλεῖ ἐξεῖπεν" ὁ Σαμωνᾶς τὸ πιττά κιον ἐποίησε." καὶ παρευθὺ καταβιβάζει Σαμωνᾶν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποκείρει μοναχὸν καὶ ἀπάγει εἰς τὴν μονὴν Εὐθυμίου πατριάρχου. καὶ μετὰ ταῦτα πάλιν λοιδορηθέντος, ἀπήγαγεν εἰς τὴν τοῦ Μαρτινάκη μονήν. ἐποίησε δὲ Κωνσταντῖνον παρα κοιμώμενον, καὶ ἔκτισεν αὐτῷ μονὴν ἐν Νωσιαῖς, καὶ ἀπῆλθεν ἅμα Εὐθυμίῳ πατριάρχῃ καὶ ἐγκαινίασε ταύτην. 43. Ὀκτωβρίῳ δὲ μηνὶ γέγονε πόλεμος ναυμαχικὸς Ἱμερίου λογοθέτου μετὰ Δαμιανοῦ καὶ Λέοντος τοῦ Ἀγαρηνοῦ, στρατη γοῦ ὄντος ἐν Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ἡτ τήθη δὲ Ἱμέριος, καὶ μόλις διεσώθη, σχεδὸν πάντων ἐκεῖ κινδυ νευσάντων. 44. Ἤρξατο δὲ νοσηλεύεσθαι Λέων ὁ βασιλεὺς κοιλιακῷ νοσήματι, ὥστε μὴ δυνηθῆναι ἐξελθεῖν ἐν τῇ Μαγναύρᾳ τὴν δη μηγορίαν λαλῆσαι ἐν τῇ ἀρχῇ τῶν νηστειῶν. γέγονε δὲ καὶ ἐμ πρησμὸς εἰς τὰ κηρουλάρια τῆς μεγάλης ἐκκλησίας, καέντων τῶν 871 χαρτησίων πάντων καὶ τῆς σακέλλης. Μαΐῳ δὲ μηνὶ τελευτᾷ Λέων, προχειρισάμενος Ἀλέξανδρον τὸν ἀδελφὸν αὐτοῦ βασιλέα· ὃν ἰδών, ὡς φασίν, ἐρχόμενον πρὸς αὐτὸν ἔφη" ἴδε ὁ κακὸς καὶ χρόνος μετὰ τοὺς δεκατρεῖς μῆνας," πολλὰ ἐκλιπαρήσας καὶ δεη θεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. καὶ ὁ λόγος τοῦ βασιλέως ἐγένετο· ἀληθῶς γὰρ μετὰ δεκατρεῖς μῆνας ἐτε λεύτησε. {ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΑΝΔΡΟΥ ΥΙΟΥ ΒΑΣΙΛΕΙΟΥ.} Τῷ υιβʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως λιβʹ, ἐβα σίλευσεν Ἀλέξανδρος ὁ υἱὸς Βασιλείου, ἔτος ἓν ἡμέρας κθʹ, σὺν Κωνσταντίνῳ υἱῷ Λέοντος. ἀποστείλας δὲ ἤγαγεν Νικόλαον ἐκ Γαλακρηνῶν, καταγαγὼν Εὐθύμιον πατριάρχην, καὶ ἐνεθρόνισε τὸ δεύτερον τὸν αὐτὸν Νικόλαον πατριάρχην. ἐποίησε δὲ σελέν τιον καὶ σύνοδον Ἀλέξανδρος ἐν τῇ Μαγναύρᾳ, ἀγαγὼν Εὐθύ μιον ἐκ τοῦ Στενοῦ ἀπὸ τῶν Ἀγαθοῦ· καὶ συγκαθίσας ἅμα Νι κολάῳ πατριάρχῃ ἐποιήσαντο τὴν κατ' αὐτοῦ καθαίρεσιν, ἀτίμως ἀποτίλλοντες τοῦ ἱεροπρεποῦς καὶ ἀξιαγάστου ἀνδρὸς τὴν τιμίαν αὐτοῦ γενειάδα, καὶ ἄλλας τινὰς ὕβρεις καὶ ποινὰς αὐτῷ ἐπιφέ ροντες, ἃς ἡσύχως καὶ πράως ὑπέμεινεν ὁ τίμιος καὶ ἱερὸς ἀνήρ. 872 καὶ ὑπερωρίσθη πάλιν εἰς τὰ Ἀγαθοῦ, ἔνθα καὶ τελευτήσας κατα τίθεται ἐν τῇ αὐτῇ μονῇ ἐν τῇ πόλει εἰς τὰ Ψαμαθίου. 2. Οὗτος Ἀλέξανδρος διὰ τὰς ὑπονοίας ἃς ὁ ἀδελφὸς αὐ τοῦ Λέων ἔτι ζῶν εἶχε κατ' αὐτοῦ, ἀεὶ τοῖς κυνηγεσίοις καὶ τοῖς ἔξω παλατίου ἐσχόλαζεν, μηδὲν βασιλέως ἔργον πραττόμενος, ἀλλὰ διάγων ἐν τρυφαῖς καὶ ἀσελγείαις καὶ μέθαις, καὶ περὶ ταῦτα ἀεὶ διακείμενος. ὅθεν ἄρξας αὐτὸς οὐδὲν γενναῖον εἰργάσατο, ἀλλὰ παρευθὺ Ἰαννὴν τὸν παπᾶν, τὸν ἐπίκλην Λαζάρην, ῥαίκτωρα πε ποίηκεν, ὃς καὶ κακῶς τὸ ζῆν ἀπέρρηξεν μετὰ θάνατον Ἀλεξάν δρου, ἐν τῷ Ἑβδόμῳ σφαιρίζων. ὡσαύτως καὶ Γαβριηλόπουλον καὶ Βασιλίτζην ἀπὸ Σκλαβηνῶν ἔθνους σφοδρῶς κατεπλούτισεν ἐκ τῶν τοῦ παλατίου χρημάτων. ὡς φασὶν δέ, τὸν αὐτὸν Βασίλειον καὶ βασιλέα ἠβούλετο ποιῆσαι ὡς ἄπαις ὤν, καὶ Κωνσταντῖνον υἱὸν Λέοντος εὐνουχίσαι· καὶ ὁ πολλάκις βουληθείς, διεσκεδάσθη παρὰ τῶν ὑπὸ τοῦ Λέοντος εὐεργετηθέντων, ποτὲ μὲν ὡς νηπίου ὑποβάλλοντα ποτὲ δὲ ὡς ἀσθενοῦντος. 3. Ἐπὶ τούτου ἐφάνη ἀστὴρ κομήτης ἐκ δύσεως ἐπὶ ἡμέ ρας δεκαπέντε, ὃν ἔλεγον ξιφίαν καλεῖσθαι καὶ αἱματοχυσίαν ἐν τῇ πόλει ἐργάσεσθαι. 4. Οὗτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδοτο, οἳ καὶ πε ποιήκασιν αὐτοῦ συάγρου στοιχεῖον, σοὶ καὶ τῇ σῇ ζωῇ προσανά 873 κειται, χοιρόβιον τὸν ἀνόητον ὑποφαίνοντες. ὁ δὲ τούτοις ἀπα τηθεὶς αἰδοῖα καὶ ὀδόντας τῷ χοίρῳ προσανενέωσεν ὡς λειπομέ νους αὐτῷ. καὶ τῇ αὐτῇ πλάνῃ πεποιθὼς ἱππικὸν ποιήσας, τὰς τῶν ἐκκλησιῶν ἐνδυτὰς καὶ πολυκάνδηλα ἄρας, τὸ ἱππικὸν ἐστό λισεν καὶ τοῖς ζῴδοις φωταγωγίαν γὰρ ἐποίησεν. διὰ τοῦτο ᾔρθη ἀπ' αὐτοῦ ἡ τοῦ θεοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 5. Ἱμερίου δὲ λογοθέτου ἐκ τῆς τῶν Ἀγαρηνῶν ἥττης ὑποστρέψαντος, ἀποστείλας Ἀλέξανδρος περιώρισεν ἐν τῇ μονῇ τοῦ παλατίου τῇ λεγομένῃ Καλυπτᾷ, ἐπαπειλήσας ὡς ἐχθρὸν αὐ τοῦ ἐπὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος. ὁ δὲ ἐκ θλίψεως πολλῆς ἀρρωστήσας, περιωρισμένος ὢν ἐπὶ μῆνας ἕξ, ἐτελεύτησεν. 6. Ἀπέστειλε δὲ Συμεὼν ὁ ἄρχων Βουλγαρίας μηνύων Ἀλεξάνδρῳ τὰ πρὸς εἰρήνην, καὶ τοῦ φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι καθώσπερ ἐπὶ τοῦ Λέοντος. ὁ δὲ ἀνοίᾳ καὶ ἀφροσύνῃ κρατηθεὶς τοὺς πρέσβεις ἀτίμως ἐξέπεμψεν, ἀπειλαῖς τὸν Συμεὼν καταπλήξας. λυθείσης οὖν ἔκτοτε τῆς εἰρήνης Συμεὼν παρεσκευά ζετο κινῆσαι κατὰ τῶν Χριστιανῶν ὅπλα. 7. Ἀλέξανδρος δὲ ἀριστήσας καὶ ῥομφαίᾳ θεηλάτῳ πλη γεὶς ἀνελθών, αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων ἐκ φερομένου μετὰ δύο ἡμέρας ἐτελεύτησε, καταλιπὼν ἐπιτρόπους Νικόλαον πατριάρχην, Στέφανον μάγιστρον καὶ Ἰωάννην Ἐλαδᾶ 874 καὶ Ἰωάννην ῥαίκτορα καὶ Εὐθύμιον καὶ τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπουλον, ἐάσας τὴν βασιλείαν Κωνσταντίνῳ ἀνεψιῷ αὐ τοῦ, υἱῷ Λέοντος τοῦ βασιλέως. ἀπέθεντο δὲ Ἀλέξανδρον ἐν τοῖς τάφοις μετὰ τοῦ πατρὸς αὐτοῦ. {ΒΑΣΙΛΕΙΑ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΥΙΟΥ ΛΕΟΝΤΟΣ.} Κωνσταντῖνος δὲ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος παῖς ἔτι τυγχά νων ἕβδομον γὰρ εἶχε τῆς ἡλικίας ἔτος ὑπ' Ἀλεξάνδρου τοῦ θείου αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο, ὑπὸ ἐπιτρόπων τελῶν. ἐβασί λευσεν οὖν ἐπὶ τῶν αὐτοῦ ἐπιτρόπων σὺν τῇ μητρὶ ἕτερα ἔτη ἑπτά, ἅμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ ἐν ὑποταγῇ ὢν ἕτερα ἔτη εἴκοσι ἕξ, μονοκράτωρ δὲ ἔτη δεκαπέντε, ὡς εἶναι τὸν πάντα χρόνον τῆς βα σιλείας αὐτοῦ ἔτη νεʹ. λαβόμενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος, ἅτε ἐπίτροπος καὶ αὐτὸς ὢν σὺν τῷ μα γίστρῳ Στεφάνῳ καὶ τῷ Ἐλαδᾷ Ἰωάννῃ, καὶ αὐτῷ μαγίστρῳ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα εἶχεν τῶν τῇ βασι λείᾳ ἀνηκόντων πραγμάτων ὁσημέραι. 2. Ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης δηλοῦται Κωνσταν τίνῳ τῷ Δουκί, δομεστίκῳ ὑπάρχοντι τῶν σχολῶν, παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων, φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν διακυβερνᾶν, εἰσελ 875 θεῖν καὶ ταύτης ἐγκρατῆ γενέσθαι ἀπονητί. ὁ δὲ ἅτε καὶ πρότερον αὐτὴν ὀνειροπολῶν καὶ τοῦ στέφους ἀεὶ ἐφιέμενος, ὡς εἶχε τάχους, τὴν βασιλεύουσαν κατέλαβεν ἅμα τοῖς σὺν αὐτῷ ἐγκρίτοις ἱκανοῖς οὖσι. καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτοῦ Γρηγορᾶ ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νι κήτας δὲ ἀσηκρῆτις, ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονώς, τὴν Κωνσταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ καὶ μοναχῷ τῷ Ἐλαδικῷ κατεμήνυσεν· καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν Δοῦκα Κωνσταντῖνον παρεγένοντο· καὶ βουλὴν ποιησάμενοι, οὔπω τῆς ἡμέρας καταλαβούσης ἀλλ' ἔτι σκοτίας οὔσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὅπλων τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμ βάνουσι, Κωνσταντῖνον εὐφημοῦντες ὡς βασιλέα. ἔνθα δὴ ὁ τούτου ἱπποκόμος λογχευθεὶς παρὰ τῶν ἐντὸς τῶν τοῦ ἱπποδρό μου πυλῶν ἀνῃρέθη. 3 μὴ δεχθεὶς οὖν Κωνσταντῖνος ἀλλ' ἀποσοβηθείς, ὥσπερ ὑπό τινος ἐκβακχευόμενος δαίμονος καὶ μὴ ἐφεστηκότα ἔχων τὸν λογισμὸν τῷ τῆς βασιλείας ἔρωτι, ἐν τῷ ἱπποδρόμῳ ὑπεχώρησεν στυγνός τε καὶ κατηφής, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. ἐκεῖθεν οὖν εὐφημούμενος ἦλθε μέχρι τῆς λεγομένης Χαλκῆς, καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς αὐτῆς Χαλκῆς εἰσεληλυθὼς μέχρι τῶν ἐξκουβίτων παρεγένετο. ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκλογὴν τῶν τε τῆς ἑταιρείας 876 καὶ τῶν ἐλατῶν ποιησάμενος μεθ' ὅπλων τούτους ἀπέστειλε κατὰ τοῦ Δουκός. ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς καὶ πολέμου συστάν τος πολλοὶ ἐξ ἀμφοτέρων ἔπεσον τῶν μερῶν, καὶ τοσοῦτον ὥστε τὸν τόπον ἐκλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν καταρρέοντι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ Δουκὸς καὶ Μιχαὴλ ἐξάδελ φος αὐτοῦ καὶ Κουρτίκης ἐκεῖνος ὁ ἐξ Ἀρμενίων. 4 ταῦτα ὁ Δοὺξ Κωνσταντῖνος μαθών, ταραχῆς ὅτι πλείστης γενομένης, τὸν ἵππον ἐξήλαυνεν. ὁ δὲ ταῖς ἐκεῖσε ὑπεστρωμέναις ἐνολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλεν. ἐπεὶ δέ τις αὐτὸν κατὰ γῆς ἐρριμμένον κατέλαβεν οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαν τες, ξίφει τὴν τούτου ἀπέτεμε κεφαλήν. 5. Τούτων οὕτως τελεσθέντων Γρηγορᾶς μάγιστρος ὁ τού του πενθερός, μετὰ Λέοντος ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ προσέφυγον, οὓς καὶ βίᾳ ἐκεῖθεν ἀποσπάσαντες ἀπέκειραν μοναχοὺς ἐν τῇ τῶν Στουδίου μονῇ. Κωνσταντῖνον δὲ τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες, ῥάκη τε περιβαλόντες καὶ ὄνῳ ἐπικαθίσαντες, διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν, καὶ ἐν τῇ τοῦ Δαλμάτου ἀπαγαγόντες μονῇ ἐγκα τάκλειστον τῇ λεγομένῃ Καταδίκῃ πεποιήκασι. Λέοντα δὲ τὸν Κατακαλίτζην καὶ Ἀβεσαλὼν τὸν τοῦ Ἀρωτρᾶ ἐκτυφλώσαντεςἐξορίᾳ παρέπεμψαν. Κωνσταντῖνον δὲ τοῦ Εὐλαμπίου υἱὸν καὶ ἑτέρους σὺν αὐτῷ Θεόφιλος ὁ ὕπαρχος ὁ τοῦ Λαμπύδου ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ ξίφει ἀπέτεμεν. οὐ μικρῶς δὲ διερευνησάμενοι 877 περὶ Νικήτα ἀσηκρήτου καὶ Κωνσταντίνου τοῦ Λιβὸς οὐχ εὗρον αὐτοὺς ὡς χρησαμένους φυγῇ. τὸν δὲ Αἰγίδην ἐκεῖνον καὶ τοὺς σὺν αὐτῷ, ἀνδρείους ὄντας καὶ πολλούς, ἀπό τε τῆς ἐν Χρυσο πόλει δαμάλεως καὶ μέχρι τοῦ Λευκάτου διδύμοις ξύλοις πάντας ἐνεσκολόπισαν. καὶ πολλοὺς ἂν τῶν ἐν τέλει τότε ἀνηλεῶς καὶ ἀναιτίως οἱ λεγόμενοι οὗτοι ἐπίτροποι ἀπέκτειναν, εἰ μή τινες τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, εἰπόντες αὐτοῖς ὡς παιδὸς ὄντος τοῦ βασιλέως, πῶς ἄνευ τῆς κελεύσεως αὐτοῦ τολμᾶτε τοιαῦτα διαπράττεσθαι; 6 τὴν τοῦ Δουκὸς οὖν γυ ναῖκα ἀποκείροντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον ἑαυτῆς ἐξαπέστει λαν, εὐνουχίσαντες καὶ τὸν υἱὸν αὐτῆς Στέφανον. 7. Αὐγούστῳ δὲ μηνὶ Συμεὼν ὁ Βούλγαρος ἄρχων, ἐκ στρατεύσας κατὰ Ῥωμαίων σὺν ὄχλῳ πολλῷ καὶ βαρεῖ, κατέλα βεν τὴν Κωνσταντινούπολιν, καὶ δὴ περικαθίσας αὐτὴν χάρακα περιέβαλεν ἀπὸ Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης Χρυσῆς πόρ της, ἐλπίσι μετέωρος ὢν ἀπονητὶ ταύτην πάντως ἑλεῖν. ἐπεὶ δὲ τήν τε τῶν τοίχων κατέμαθεν ὀχυρότητα τήν τε ἐκ τοῦ πλήθους καὶ τῶν πετροβόλων ἀσφάλειαν, τῶν ἐλπίδων σφαλεὶς ἐν τῷ λεγο μένῳ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων τὴν εἰρήνην ἀσμενέστατα ἀποδεξαμένων, ἀποστέλλει Συμεὼν Θεόδωρον μάγιστρον τοῦ συλλαλῆσαι τὰ τῆς εἰρήνης. ἀναλαβόμενοι δὲ ὅ τε πατριάρχης Νικόλαος καὶ Στέφανος καὶ 878 Ἰωάννης οἱ μάγιστροι τὸν βασιλέα ἦλθον μέχρι τῶν Βλαχερνῶν, καὶ εἰσήγαγον τοὺς δύο υἱοὺς Συμεών, καὶ συνεστιάθησαν τῷ βα σιλεῖ ἐν τοῖς παλατίοις. Νικόλαος δὲ ὁ πατριάρχης ἐξῆλθε πρὸς Συμεών· ᾧ τινὶ τὴν κεφαλὴν ὑπέκλινε Συμεών. εὐχὴν οὖν ὁ πα τριάρχης ποιήσας ἀντὶ στέμματος, ὥς φασι, τὸ ἴδιον ἐπιρριπτά ριον τῇ αὐτοῦ ἐπέθηκε κεφαλῇ. δώροις οὖν ἀμέτροις τε καὶ μεγί στοις φιλοφρονηθέντες ὅ τε Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν, ἀσύμφωνοι ἐπὶ τῇ εἰρημένῃ εἰρήνῃ δια λυθέντες. 8. Τοῦ βασιλέως οὖν Κωνσταντίνου, ἅτε παιδὸς ὄντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος· ἤδη γὰρ αὐτὴν κατήγαγε τοῦ παλατίου, ὡς εἴρηται, Ἀλέξανδρος ὁ βασιλεύς· ἣν καὶ ἀναβιβά ζουσιν πάλιν. αὕτη οὖν περικρατὴς γενομένη τῆς βασιλείας ἀνα βιβάζει εἰς τὸ παλάτιον Κωνσταντῖνον τὸν παρακοιμώμενον καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους λεγομένους, καὶ τῇ βουλῇ Ἰωάννου Ἐλαδᾶ καταβιβάζει τοὺς οἰκείους Ἀλεξάνδρουτοῦ βασιλέως, Ἰωάννην τὸν ῥαίκτωρα καὶ τὸν λεγόμενον Γαβριη λόπουλον καὶ Βασιλίτζην καὶ τοὺς λοιπούς. προχειρίζεται δὲ Ζωὴ Αὐγοῦστα Θεοφύλακτον Δομήνικον ἑταιρειάρχην. Ἰωάννης δὲ μάγιστρος ὁ Ἐλαδᾶς νόσῳ περιπεσὼν καὶ ἀπαγορευθεὶς παρὰ τῶν ἰατρῶν, κατελθὼν ἐκ τοῦ παλατίου καὶ ἐν ταῖς Βλαχέρναις παρα γενόμενος καὶ ὑπὸ τῆς νόσου βαρηθεὶς τελευτᾷ. συμβουλῇ Δο

Intertext edge

Open linked passage

Note