Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Στέφει δὲ Θεόφιλος Μιχαὴλ τὸν υἱὸν αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος ὢν πάντας ἐν τοῖς στεψίμοις. κατεσκεύασε δὲ καὶ ξενῶνα, τὸν νῦν μὲν τὰ Θεοφίλου λεγόμενον, οἶκον μὲν γεγονότα Ἰσιδώρου πατρικίου ἀνελθόντος ἀπὸ Ῥώμης μετὰ Ὀλυβρίου ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου, μετὰ δὲ χρόνον ἐκδοθέντος κουράτορα, ὥστε κατοικεῖν ἐκεῖσε γυναῖκας τῶν εὐγε νῶν μὴ εἰδυίας σωφρονεῖν. ἐπὶ δὲ Λέοντος Ἰσαύρου ἐκ πορνείου ξενοδοχεῖον ἐχρημάτισεν ἐπὶ αὐτοῦ. ὕστερον δὲ γέγονεν οἶκος Κωνσταντίνου τοῦ τῆς Εἰρήνης μετὰ τὴν ὑπὸ τῆς μητρὸς γεγο νυῖαν ἐκτύφλωσιν εἰς αὐτόν. τελευτήσαντος δὲ αὐτοῦ ἡ γυνὴ αὐ τοῦ τὸ μοναδικὸν σχῆμα περιβαλομένη μοναστήριον κατεσκεύασε καὶ ἐκάλεσε τὰ Μετανοίας. τοῦ δὲ αὐτοῦ οἴκου μεγίστου τε ὄντος καὶ θαυμαστοῦ, ξύλου ἐν τῷ τρικλίνῳ ἀποκλασθέντος ἠπείλει πτῶσιν. αἱ δὲ μονάζουσαι ἀπερχομένου τοῦ βασιλέως ἐν Βλαχέρ ναις ἐδεήθησαν περὶ τούτου. ὁ δὲ ἐκνεύσας καὶ θεασάμενος τὸν οἶκον, ἀρεσθεὶς εἰς αὐτὸν μετοικίζει τὰς αὐτὰς μοναζούσας ἐν ἑτέρᾳ μονῇ, αὐτὸν δὲ τὸν οἶκον κόσμῳ παντοίῳ καλλωπίσας ξενῶνα πεποίηκεν, ἐπιδοὺς αὐτῷ χρήματα πάμπολλα καὶ ἀργύριον καὶ προάστεια, ἐπονομάσας αὐτὸν τὰ Θεοφίλου. 29. Πρὸ δὲ τῆς αὐτοῦ τελευτῆς ὁ θεομισὴς οὗτος βασι 810 λεὺς βουλὴν μυστικὴν ποιησάμενος μετὰ τῶν ὁμοφρόνων αὐτοῦ περὶ Θεοφόβου τοῦ Πέρσου, ὡς ὅτι πολλὴν ἀγάπην καὶ πίστιν ἔχουσιν εἰς αὐτὸν οἵ τε ὑπ' αὐτὸν Πέρσαι καὶ τῶν ἐν τέλει οὐκ ὀλίγοι, καὶ μή πως ἐμοῦ τελευτήσαντος μελετήσωσι τυραννίδα κατά τε τοῦ ἐμοῦ παιδὸς νηπίου ὄντος καὶ τῆς γυναικός, ἀνήγαγε Θεόφοβον εἰς τὸ παλάτιον καὶ εἶχε μετ' αὐτοῦ. βαρηθεὶς δὲ ἐκ τῆς νόσου καθεῖρξε Θεόφοβον ἐν ταῖς καμάραις τοῦ Βουκολέοντος. τῶν δὲ Περσῶν ἐπιζητούντων αὐτὸν τί ἄρα γέγονεν, ἀποστείλας τῇ νυκτὶ ὁ βασιλεὺς Πετρωνᾶν τὸν τῆς Αὐγούστης ἀδελφὸν σὺν τῷ λογοθέτῃ ἀπέτεμε τὴν κεφαλὴν τοῦ Θεοφόβου. ἔπεισαν δὲ οὗτοι τοὺς Πέρσας ὡς μετὰ τοῦ βασιλέως ἐστὶν ἐν τῷ παλατίῳ. τοῦ δὲ βασιλέως δυσεντερίας νόσῳ τὴν ψυχὴν κακῶς ἀπορρήξαν τος ἀπεκομίσθη τὸ δύστηνον αὐτοῦ σῶμα εἰς τοὺς ἁγίους ἀποστό λους. τὸ δὲ σῶμα τοῦ Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξαγα γόντες λαθραίως διέσωσαν πλησίον τὰ Ναρσοῦ, ἐν τῇ νῦν λεγο μένῃ τῆς Θεοφοβίας, καὶ τοῦτο ἐκεῖσε κατέθηκαν. {ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΜΕΤΑ ΘΕΟΔΩΡΑΣ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΟΥ.} Τῷ# 22 τλθʹ ἔτει τοῦ κόσμου, ἀπὸ δὲ τῆς θείας σαρκώσεως ωλθʹ, ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς Θεοφίλου σὺν τῇ μητρὶ αὐτοῦ Θεο 811 δώρᾳ, ἔτη δεκαπέντε, μόνος δὲ ἔτη δέκα καὶ σὺν Βασιλείῳ ἔτος ἕν. ὅστις τὴν πατρῴαν βασιλείαν διαδεξάμενος, τὴν δὲ θεοστυγῆ παρεισφρήσασαν τῇ ἐκκλησίᾳ καὶ δεινῶς ἐπικωμάσασαν νέαν θρη σκείαν εὖ μάλα γνησίως ἀποσεισάμενος, τὴν ἔκπαλαι Θεοφιλῆ καὶ θεοβράβευτον ἱεράν τε καὶ ὀρθοτάτην πίστιν ἀνεκήρυξεν. ἡ δὲ Θεοδώρα οὕτως ἦν πιστὴ καὶ ὀρθόδοξος ὡς καὶ τοῦ ἀνδρὸς αὐτῆς ἔτι περιόντος λάθρα τὰς ἁγίας εἰκόνας τιμᾶν καὶ προσκυνεῖν. ἥτις γνώμῃ μὲν ἑαυτῆς, ὑποθήκῃ δὲ καὶ παραινέσει Θεοκτίστου κανι κλείου καὶ λογοθέτου, ἐξελαύνει τε τῆς ἐκκλησίας καὶ τῆς πόλεως τὸν πατριάρχην Ἰωάννην σὺν τοῖς περὶ αὐτὸν ὄντας, περιορίσασα τοῦτον ἐν τῷ Στενῷ εἰς τὸ Κλειδίον οὕτως καλούμενον. λέγεται δὲ καὶ σύντεκνον αὐτῆς εἶναι. εἰσάγει δὲ τὸν ἐν ἁγίοις Μεθόδιον μοναχὸν ὄντα, καὶ πατριάρχην ἀποκαθιστᾷ. καὶ πάντας τοὺς ὑπὸ Θεοφίλου ἐξορίστους μοναχοὺς καὶ ἐπισκόπους ἑνώσασα τὴν ὀρθόδοξον ἐβεβαίωσε πίστιν καὶ τὴν ἐκκλησίαν εἰρήνευσεν τῇ πρώτῃ κυριακῇ τῶν ἁγίων νηστειῶν. εἰ γὰρ καὶ νήπιος ἐτύγχα νεν ὁ βασιλεύς, ἀλλ' ὁ ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτησάμενος αἶνον αὐτὸς καὶ τοῦτον παρεσκεύασε τὴν ἀλήθειαν τοῦ θείου δόγματος ἀνυμνῆσαι καὶ φανερῶσαι πρὸς δόξαν τοῦ δι' ἄκραν εὐσπλαγχνίαν σαρκωθέντος θεοῦ λόγου καὶ τοῖς ἀνθρώποις ἐπὶ γῆς ὀφθέντος καὶ συναναστραφέντος κατὰ τὴν ἱερὰν χρησμο 812 λογίαν. 2 σύνοδον γὰρ ἁγίων καὶ θεηγόρων πατέρων ἐν Κων σταντινουπόλει συναθροίσας, ὑφ' ὧν ἡ τῶν κακῶν καὶ δυσωνύμων εἰκονομάχων κάκιστος αἵρεσις ἀκριβῶς ἐλεγχθεῖσα καὶ τὰ βδελυρὰ ταύτης ληρήματα διαρρήδην ἀνατραπέντα, φαιδρῶς ὁ τῆς ὀρθο δοξίας λόγος ἀνέτειλεν ὥσπερ ἔκ τινων μυχαιτάτων καὶ δυσδιεξο δεύτων λαβυρίνθων καὶ σκοτεινῶν βαράθρων καὶ τῆς ἐξαγίστου καὶ πεφαυλισμένης αἱρέσεως. καὶ οὕτως ὁ μὲν ταύτης ἔξαρχός τε καὶ διδάσκαλος σὺν τοῖς ὁμόφροσιν αὐτοῦ διώκταις καὶ ὑβρισταῖς, ὡς τῆς ἀληθείας ἀντίθετοι καὶ ψεύδους προστάται, ὡς λυσσώδεις λύκοι καὶ τῆς μυσαρᾶς καὶ δαιμωνιώδους τῶν Μανιχαίων θρη σκείας, ἀφ' ὧν καὶ τὴν ἀφορμὴν καὶ τὴν ἀρχὴν εἰλήφασιν, ἐκ διώκεται, ἀντεισάγεται δὲ κοινῇ ψήφῳ καὶ θείᾳ προβολῇ τε καὶ χάριτι Μεθόδιος ὁ ἀοίδιμος καὶ τῆς ὀρθοτομίας καὶ ὀρθοδοξίας πρόμαχος, ὅς γε πάσας ὡς ἔπος εἰπεῖν τὰς διαβολὰς καὶ τὴν ὀλέ θριον κατὰ τῶν ἱερῶν εἰκόνων μεθοδείαν καὶ τὴν βέβηλον κενο φωνίαν τῶν αἱρεσιαρχῶν καὶ φοιτητῶν τῆς ἐκείνων κακονοίας καὶ φρενοβλαβείας ἄριστα καὶ σαφέστατα διελέγξας καὶ ἀνατρέψας, 813 εἰ καί τις ἄλλος· καὶ διὰ τοῦτο πολλοὺς προϋπέστη διωγμοὺς καὶ κινδύνους καὶ θλίψεις πολλὰς καὶ κακάς, ἐξ ἐπιμέτρου δὲ σφόδρα ὑπὸ τοῦ θεηλάτου Θεοφίλου. 3 τίς γὰρ ἀριθμήσει τοὺς ποι κίλους καὶ ἀλλεπαλλήλους διωγμοὺς καὶ πειρασμοὺς καὶ τὰς ἀφεγ γεῖς κατακλείσεις καὶ τοὺς ζοφώδεις βόθρους καὶ τὰς τῶν ἀναγ καίων περιστάσεις, φίλων τε καὶ ὁμοφρόνων στερήσεις, καὶ τὰς ἄλλας συμφορὰς ἃς ἔτλη γενναίως καὶ προθύμως παρὰ τῶν ἀνο σίων, ἀεὶ περιφέρων ἐναργῶς εἰς τύπον καὶ ὑπογραμμὸν ὑπομονῆς τοῖς φερεπόνοις, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις προδή λως γενόμενος. καὶ οὕτως ὁ θεσπέσιος τὴν ἐκκλησίαν εὐδοκίᾳ θεοῦ παραλαβών, καὶ συνεργούντων τῶν θεοφόρων πατέρων, ὁ μὲν οἶκος τοῦ θεοῦ, τὸ σύστημα τῶν ὀρθοδόξων ἐπορεύετο καὶ θείᾳ ῥώμῃ σαφῶς ἐκραταιοῦτο καὶ διέπρεπεν ἔργῳ καὶ λόγῳ, ὁ δὲ τῶν αἱρετιζόντων σύλλογος καὶ ἡ Ἰουδαϊκὴ τῷ ὄντι σπεῖρα καὶ συμμορία κατῃσχύνετο κομιδῇ καὶ ἠσθένει προφανῶς ἐπιστομιζο μένη καὶ ἀνατρεπομένη καθ' ἑκάστην ἡμέραν. καὶ δὴ λοιπὸν αὐ τίκα διὰ βασιλικῆς ἐπιτροπῆς καὶ συνεργίας ἀνεκλήθησάν τε καὶ ἀνέθησαν οἱ ἐν ἐξορίαις καὶ πικραῖς φυλακαῖς πατέρες, ἅμα καὶ τὰ πλήθη τῶν μοναζόντων. καὶ μέντοι καὶ τῶν εὐσεβῶν κοσμι 814 κῶν οὐκ ὀλίγοι, ὧν ὁ τάλας καὶ ἀλιτήριος τυραννικῶς τὰς ὑπάρ ξεις ἀφελόμενος, καὶ τοὺς μὲν δυσθανατώσας, τοὺς δὲ μάστιξι πολυειδέσι καὶ πολυτρόποις καὶ δειναῖς τιμωρίαις παραδοὺς ἐξώ ρισεν, ὡς μὴ πειθομένους παντελῶς μήτε ταῖς θωπείαις μήτε ταῖς ἀπειλαῖς τοῦ ἀλιτηρίου Θεοφίλου. 4. Ἐν γοῦν τῇ αὐτοκρατορίᾳ Μιχαὴλ καὶ Θεοδώρας τῆς αὐτοῦ μητρὸς Ἀποδείναρ ὁ Σαρακηνῶν φύλαρχος ἐκ πολλῶν χρό νων ἑτοιμαζόμενος ἐν δυνάμει βαρείᾳ δρομώνων τετρακοσίων φο βερῶν καὶ καταπλήκτων ἤρχετο κατὰ τῆς θεοφρουρήτου Κωνσταν τινουπόλεως. ἀλλὰ τοῦτον ἡ θεία δίκη προφθάσασα διώλεσε, πάντων τῶν πλοίων αὐτοῦ αὐτάνδρων συντριβέντων ἐν τῷ ἀκρω τηρίῳ τῶν Κιβυρραιωτῶν τῷ λεγομένῳ Χελιδονία, διασωθέντων εἰς Συρίαν ἑπτὰ καὶ μόνων ἐξ αὐτῶν. 5. Τῇ δὲ κυριακῇ τῶν ἁγίων νηστειῶν, μετὰ τὸ γενέσθαι τὴν ὀρθοδοξίαν, ἀπέστειλε Θεόκτιστον τὸν λογοθέτην ἐν Κρήτῃ. ὃς ἀπελθὼν μετὰ πολλοῦ πλήθους καὶ στόλου μεγάλου σφόδρα μὲν ἐπτόησε τοὺς Ἀγαρηνούς, ἀδυνατοῦντας ἔτι πρὸς τὴν στρα 815 τείαν ἐκείνου ἀνταγωνίζεσθαι, σφοδρότερον δὲ καὶ αὐτὸς ἐπτοήθη καὶ τὴν φυγαδείαν ἠσπάσατο, τὴν Αὐγοῦσταν μαθὼν ὡς ἄλλον βασιλέα προεχειρίσατο, ὅπερ μέθοδος Σαρακηνῶν καὶ δωροληψία τῶν μετ' αὐτοῦ ἐκπλῆξαν αὐτὸν πέπεικε πρὸς τὴν βασιλίδα ἐπανελ θεῖν καὶ καταλιπεῖν τὸν στρατὸν μαχαίρας ἔργον. τοῖς τε ἐν Κρήτῃ φαῦλος φανεὶς χείρων ἐφάνη καὶ δυστυχέστερος ἐκεῖθεν ὑποστραφείς. ὡς γὰρ ἐξελθὼν τότε κατὰ Ῥωμανίας ὁ Ἄμερ ἐληΐζετο πᾶν τὸ ἐν ποσὶ καὶ κατέστρεφεν, τὸν αὐτὸν πάλιν Θεόκτι στον ὡς πιστότατον καὶ οἰκειότατον μετὰ δυνάμεως πολλῆς κατὰ τοῦ Ἄμερ Θεοδώρα καὶ Μιχαὴλ ἀπεστάλκασιν· ὃς καὶ παραγε γονὼς καὶ πόλεμον συνάψας τῷ Ἄμερ εἰς τὸν λεγόμενον Μαυρο πόταμον ἡττήθη τε καὶ ὑπέστρεψε, πολλῶν μὲν ἀναιρεθέντων, τινῶν δὲ καὶ προσφυγόντων τῷ Ἄμερ διὰ τὴν τοῦ λογοθέτου βαρύ τητα καὶ ἐπάχθειαν, ὧν εἷς ἦν καὶ Θεοφάνης ὁ ἐκ Φαργάνων, ἀνδρίᾳ τε καὶ ῥώμῃ διαφέρων πολλούς, ὃς ὕστερον χρόνοις τισὶ λόγον ἀπαθείας λαβὼν προσφεύγει τοῖς Χριστιανοῖς. Θεόκτιστος δὲ ἐκεῖθεν ὑποστραφεὶς πρὸς τὴν πόλιν εἴχετο τῆς αὐτῆς οἰκειό τητος. καὶ τῷ τῆς Αὐγούστης ἀδελφῷ Βάρδᾳ εἴς τινας λόγους ἐλθὼν τὴν ἧτταν τούτῳ προσῆπτε καὶ ἀνετίθετο, ὡς τῇ παραι νέσει τούτου καὶ τῇ βουλῇ τὸ Ῥωμαϊκὸν ἐτράπη στρατόπεδον· καὶ τοῦτον τῆς πόλεως ἐξῶσεν βουλῇ Θεοδώρας Αὐγούστης. 6. Ὁ δὲ αὐτὸς Θεόκτιστος παραδυναστεύων ὢν τῇ Αὐ 816 γούστῃ οἰκήματα καὶ λουτρὰ καὶ παράδεισον ἐν τῇ νῦν καλουμένῃ Ἄψιδα πεποίηκεν πρὸς τὸ πλησίον αὐτὸν εἶναι τοῦ παλατίου. πρὸς δὲ φυλακὴν καὶ σωτηρίαν ἰδίαν καὶ πόρταν σιδηρᾶν ἐν τῇ Δάφνῃ κατεσκεύασεν, καὶ παπίαν φυλάττειν ἐκεῖσε διωρίσατο. ἤδη δὲ βασιλεὺς ἀνδρωθεὶς ἐσχόλαζε τοῖς κυνηγίοις καὶ ταῖς τῶν ἵππων ἁμίλλαις ἐν τῷ διαύλῳ τοῦ ἱππικοῦ καὶ ταῖς λοιπαῖς ἀκαθαρσίαις. βουλὴν οὖν ποιήσασα Θεοδώρα Αὐγοῦστα μετὰ τοῦ λογοθέτου Θεοκτίστου δοῦναι γυναῖκα Μιχαὴλ τῷ υἱῷ αὐτῆς· ἔγνω γὰρ ὡς συνεφιλιώθη Εὐδοκίᾳ τῇ τοῦ Ἴγγερος, μισουμένῃ τῷ λογοθέτῃ καὶ τῇ δεσποίνῃ σφοδρῶς δι' ἀναίδειαν. διὸ συζευγνύουσιν αὐτῷ Εὐδοκίαν τὴν τοῦ Δεκαπολίτου, μεθ' ἧς στεφανοῦται ἐν τῷ ἁγίῳ Στεφάνῳ τῷ εἰς τὴν Δάφνην, γεγονότος τοῦ παστοῦ μὲν εἰς τὴν Μαγναύραν, τῆς δὲ συγκλήτου ἀνακλιθείσης ἐν τοῖς ιθʹ ἀκκου βίτοις. 7. Μετὰ δὲ μικρὸν ὁ τῶν βουκελλαρίων στρατηγὸς ἤγαγε ἵππον τῷ βασιλεῖ θυμοειδῆ καὶ γενναῖον. ὁ δὲ τοῦτον τῷ ἱππικῷ βουλόμενος ὑποζεῦξαι ἠβούλετο καταμαθεῖν τούς τε ὀδόντας, ἐξ ὧν ἡ τῶν ἐτῶν ποσότης διαγινώσκεται, τό τε ἦθος ποῖον ἐστί. τοῦ δὲ ἵππου θρασυνομένου καὶ σκιρτῶντος ἦν ἀχθόμενος ὁ βα σιλεὺς περὶ τούτου, ὡς μηδενὸς ὄντος μηδὲ εὐποροῦντος γενναιό τητι καὶ ἐπιστήμῃ τὸν ἵππον ἐξημερώσοντος ἢ μόνον κατακρατή σοντος. ὡς οὖν ἤχθετο, παρὼν ὁ Θεοφιλίτζης εἶπεν ὅτι, δέσποτα, 817 ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρειότατον εἰς τοὺς ἵππους, οἷον ἐπιποθεῖ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον. τοῦ δὲ βασι λέως παρευθὺ ἐλθεῖν κελεύσαντος ἀπεστάλη κοιτωνίτης ἐν τῇ σι δηρᾷ πύλῃ, καὶ τὸν Βασίλειον εὑρὼν μετὰ σπουδῆς ἤγαγε πρὸς τὸν βασιλέα. καὶ κελευσθεὶς τὸν ἵππον κρατῆσαι, ὁ δὲ μιᾷ χειρὶ τὸν χαλινὸν κρατήσας, τῇ δὲ ἑτέρᾳ τοῦ ὠτὸς δραξάμενος τοῦ ἵπ που, εἰς ἡμερότητα προβάτου μετέβαλεν. ᾧ ἀρεσθεὶς καὶ θερα πευθεὶς ὁ βασιλεὺς παρέδωκεν αὐτὸν Ἀνδρέᾳ ὄντι ἑταιρειάρχῃ τοῦ εἶναι εἰς τὴν ἑταιρείαν καὶ δουλεύειν ἐν τοῖς ἵπποις. 8. Ἀναγκαῖον δὲ ἡγησάμην διηγήσασθαι περὶ τοῦ αὐτοῦ Βασιλείου τήν τε ἀνατροφήν, καὶ ὅθεν ἔστι μέχρι τῆς τοιαύτης ὑποθέσεως. ὁ αὐτὸς Βασίλειος γεννᾶται ἐν Μακεδονίᾳ ἐν τοῖς χωρίοις Ἀδριανουπόλεως, ἐπὶ τῆς βασιλείας Μιχαὴλ τοῦ Ῥαγκαβέ, πατρὸς Ἰγνατίου πατριάρχου, γαμβροῦ δὲ Νικηφόρου τοῦ βασι λέως εἰς Προκοπίαν τὴν ἑαυτοῦ θυγατέρα. ἐπὶ τούτου ἐξῆλθε Κροῦμος ὁ ἄρχων Βουλγαρίας κατὰ Χριστιανῶν· καὶ τραπεὶς Μιχαήλ, καὶ Λέων ὁ Ἀρμένιος τυραννήσας αὐτὸν καὶ βασιλεύσας, ἐλθὼν ὄπισθεν αὐτοῦ ὁ Κροῦμος περιεκύκλωσε τὴν πόλιν. λογ χευθεὶς δὲ παρὰ Λέοντος τοῦ Ἀρμενίου καὶ ὑποστρέφων ἐν Βουλ γαρίᾳ ἔπεμψεν εἰς τὸν ἅγιον Μάμαντα ἀφελεῖν τὰ ἐκεῖσε χαλκᾶ ζώδια. ἀπελθὼν δὲ καὶ ἐν Ἀδριανουπόλει παρέλαβεν αὐτήν, καὶ μετέστησε χιλιάδας ἀνδρῶν δέκα χωρὶς γυναικῶν, καὶ τούτους κατῴκισε πέραν τοῦ Δανουβίου. ἐν δὲ ταῖς ἡμέραις Θεοφίλου 818 τοῦ βασιλέως ἦν στρατηλάτης ἐν Μακεδονίᾳ Κορδύλης προσαγο ρευόμενος. εἶχε δὲ καὶ υἱὸν Βάρδαν ὀνόματι, ἠνδρειωμένον πάνυ, ὃν κατέλιπεν ἀντ' αὐτοῦ ἄρχειν τῶν Μακεδόνων τῶν ὄντων πέραν τοῦ ποταμοῦ Δανουβίου. αὐτὸς δὲ μετὰ μηχανῆς τινὸς εἰσῆλθε πρὸς Θεόφιλον, καθὰ ἐκεῖσε προεγράφη. ὃν ὑποδεξάμενος χαί ρων, καὶ γνοὺς ὃ θέλει, ἀπέστειλε πλοῖα ἀναλαβέσθαι αὐτοὺς καὶ ἀναγαγεῖν ἐν τῇ πόλει. ἦν δὲ ἄρχων Βουλγαρίας ὁ Βαλδίμερ, ἔγγονος Κρούμου, πατὴρ Συμεῶνος τοῦ μετὰ ταῦτα κρατήσαντος. 9 ἐποίησεν οὖν βουλὴν ὁ λαὸς σὺν γυναιξὶν καὶ τέκνοις ἐξελθεῖν ἐν Ῥωμανίᾳ. ἐξελθόντες δὲ τοῦ Μιχαὴλ Βουλγάρου ἐν Θεσσα λονίκῃ, ἤρξαντο διαπερᾶν σὺν ταῖς ὑποστάσεσιν αὐτῶν. μαθὼν δὲ ὁ κόμης τοῦτο ἀντεπέρασε πολεμήσων αὐτούς. ἀπογνόντες οὖν οἱ Μακεδόνες ἐποίησαν κεφαλὴν αὐτῶν τόν τε Τζάντζην καὶ τὸν Κορδύλην, καὶ συμβαλόντες πόλεμον ἀπέκτειναν πολλούς, τινὰς δὲ ἐκράτησαν. οἱ δὲ μὴ δυνηθέντες περᾶσαι Βουλγαρίαν προσερ ρύησαν τοῖς Οὔγγροις καὶ ἀνήγγειλαν αὐτοῖς πάντα τὰ τῶν Μα κεδόνων. ἦλθον δὲ καὶ τὰ πλοῖα τοῦ βασιλέως πρὸς τὸ ἀναλαβέ σθαι αὐτοὺς πρὸς τὴν πόλιν. παρευθὺ οὖν ἀνεφάνησαν Οὖννοι πλῆθος ἄπειρον. οἱ δὲ ἰδόντες αὐτοὺς μετὰ δακρύων ἐβόων λέ γοντες" ὁ θεὸς τοῦ ἁγίου Ἀδριανοῦ βοήθει ἡμῖν," καὶ παρετάσ σοντο πρὸς συμβολὴν πολέμου. οἱ δὲ Τοῦρκοι εἶπον πρὸς αὐτοὺς" δότε ἡμῖν τὴν ὕπαρξιν ὑμῶν πᾶσαν, καὶ ἀπέλθετε ἔνθα καὶ 819 βούλεσθε." οἱ δὲ τοῦτο οὐ κατεδέξαντο, ἀλλὰ παρατεταγμένοι ὑπῆρχον ἐν τρισὶν ἡμέραις. τῇ δὲ τετάρτῃ ἤρξαντο εἰσέρχεσθαι εἰς τὰ πλοῖα αὐτῶν. θεασάμενοι δὲ τοῦτο οἱ Τοῦρκοι συνέβαλον πόλεμον ἀπὸ ὥρας πέμπτης μέχρις ἑσπέραν· καὶ τραπὲν τὸ ἔθνος, κατεδίωκον αὐτοὺς οἱ Μακεδόνες. καὶ τῇ ἐπιούσῃ ἡμέρᾳ βουλο μένων αὐτῶν ὑποχωρῆσαι, ἀνεφάνησαν πάλιν Οὖννοι πρὸς τὸ πολεμῆσαι αὐτούς. ἀναστὰς δὲ Μακεδόνων νεώτερος, Λέων ὀνό ματι, ἐκ γένους τῶν Γωμοστῶν, ὃς μετὰ ταῦτα γέγονεν ἑταιρειάρ χης, καὶ ἕτεροι ὀνομαστοὶ τῶν Μακεδόνων, ἔτρεψαν αὐτοὺς καὶ ἐξήλασαν· καὶ ὑποστρέψαντες εἰσῆλθον εἰς τὰ πλοῖα, καὶ ἀπεσώ θησαν πρὸς τὸν βασιλέα, καὶ φιλοτιμηθέντες παρ' αὐτοῦ ὑπέ στρεψαν εἰς Μακεδονίαν, εἰς τὴν ἰδίαν χώραν αὐτῶν. ἦν δὲ τότε Βασίλειος ὡς εἶναι τὰ ἔτη αὐτοῦ κεʹ. ἀποκατασταθεὶς δὲ ἐν τῇ ἰδίᾳ χώρᾳ προσεκολλήθη δουλεύειν στρατηγῷ Μακεδονίας τῷ λε γομένῳ Τζάντζῃ. καὶ μηδὲν παρ' αὐτοῦ ὠφεληθεὶς ἦλθεν ἐν τῇ πόλει μέχρι τῆς Χρυσῆς πόρτης. εἰσελθὼν κεκοπωμένος ἐκ τῆς ὁδοιπορίας κυριακὴ γὰρ ἦν, καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἀνεκλίθη ἐν τοῖς πεζουλίοις τοῦ ἁγίου Διομήδους. καθολικὴ γὰρ ἦν τότε ἡ ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐκάλεσεν ἡ θεία φωνὴ τὸν προσμονάριον, λέγουσα" ἐγερθεὶς εἰσάγαγε εἰς τὸ εὐκτήριον τὸν βασιλέα." ὁ δὲ ἐγερθεὶς οὐδένα εὗρε πλὴν αὐτὸν τὸν Βασίλειον κείμενον ὡς πένητα, καὶ ἐπιστρα 820 φεὶς ἔπεσεν εἰς τὴν ἑαυτοῦ κοίτην. πάλιν οὖν ἐκ δευτέρου ἦλθεν αὐτῷ ἡ τοιαύτη φωνή. ὁ δὲ ἐξελθὼν καὶ κατασκοπήσας καὶ μη δένα εὑρὼν ἐπιστραφεὶς ἔκλεισε τὸν πυλῶνα καὶ ἀνέπεσε. καὶ εὐθέως μετὰ ῥομφαίας τις δέδωκεν αὐτῷ εἰς τὴν πλευράν, λέγων" ἐξελθὼν εἰσάγαγε ὃν βλέπεις ἔξωθεν τοῦ πυλῶνος κείμενον. οὗ τός ἐστιν ὁ βασιλεύς." ἐξελθὼν οὖν μετὰ σπουδῆς σύντρομος, καὶ εὑρὼν Βασίλειον μετὰ τῆς πήρας καὶ ῥάβδου, εἰσήγαγεν ἔσω θεν τῆς ἐκκλησίας· καὶ τῇ δευτέρᾳ ἡμέρᾳ ἀπελθὼν μετ' αὐτοῦ εἰς τὸ λουτρὸν ἔλουσεν αὐτὸν καὶ ἤλλαξε, καὶ ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ ἐποίησεν ἀδελφοποίησιν, καὶ συνευφραίνοντο ἀλλήλους. 10 ὁ δὲ αὐτὸς Νικόλαος εἶχεν ἀδελφὸν ἰατρόν, ὃς ἐδούλευε τῷ Θεοφι λίτζῃ. ἐλθὼν δὲ καὶ κατὰ τύχην ὁ ἰατρὸς πρὸς τὸν ἀδελφὸν αὐ τοῦ, ἰδὼν τὸν Βασίλειον καὶ θαυμάσας τὸ μέγεθος καὶ τὴν ἀν δρίαν αὐτοῦ, εἶπε πρὸς τὸν ἀδελφὸν αὐτοῦ" πόθεν ἐστὶν οὗτος;" ὁ δὲ ἀναγγέλλει αὐτῷ πάντα, καὶ παρήγγειλε φυλάξαι τὸ μυστή ριον. καθεζομένου δὲ τοῦ ἰατροῦ ἐπὶ τραπέζης μετὰ τοῦ Θεοφι λίτζη, καὶ τούτου καθ' ἑαυτὸν ἀναλογισαμένου καὶ εἰπόντος ὅτι ἤθελον εὑρεῖν ἄνθρωπον ἐπιτήδειον εἰς τοὺς ἐμοὺς ἵππους, ἀνα στὰς ὁ ἰατρὸς εἶπεν αὐτῷ περὶ τῆς ἀνδρίας τοῦ Βασιλείου καὶ ὅτι τοιοῦτός ἐστιν οἷον ἐπιποθεῖς καὶ ζητεῖς. ἀποστείλας οὖν μετὰ σπουδῆς ἤγαγεν αὐτόν. θεασάμενος οὖν αὐτὸν ἐπιάγουρον καὶ μεγάλην κεφαλὴν ἔχοντα ἐπέθηκεν αὐτὸν Κεφαλάν, καὶ δέδωκεν τοῦτον τοῦ δουλεύειν τοὺς ἵππους αὐτοῦ. ὡς οὖν προείρηται, διὰ τοιαύτην αἰτίαν δέδωκεν αὐτὸν ὁ Θεοφιλίτζης Μιχαὴλ τῷ βασιλεῖ. 821 11 ὁ δὲ βασιλεὺς τὸν αὐτὸν Βασίλειον εἰσαγαγὼν εἶπε τῇ μητρὶ αὐτοῦ ὡς χαιρόμενος" δεῦρο ἴδε, μῆτερ, οἷον ἄγουρον νῦν ἐπε λαβόμην." ἡ δὲ ἐξελθοῦσα καὶ ἰδὼν αὐτὸν ἀπεστράφη, εἰποῦσα τῷ υἱῷ αὐτῆς" οὗτός ἐστι, τέκνον μου, ὁ μέλλων ἀφανίσαι τὸ γένος ἡμῶν." ὁ δὲ οὐδαμῶς ἐπείσθη τῇ μητρὶ αὐτοῦ ἢ ἤκουσεν αὐτῇ. Ἐτελεύτησε δὲ ὁ ἐν ἁγίοις πατριάρχης Μεθόδιος, καὶ χει ροτονεῖται ἀντ' αὐτοῦ Ἰγνάτιος ὁ υἱὸς Μιχαὴλ κουροπαλάτου. τῶν δὲ Βουλγάρων ἐπιδρομὰς ποιούντων ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ καὶ ληϊζομένων τὰ τοιαῦτα θέματα, ἡ Θεοδώρα ταξατιῶνα ἐποίη σεν, οἳ ἐκ τῶν κάστρων ἐπιτιθέμενοι Βουλγάροις, σποράδην καὶ κατ' ὀλίγους κουρσεύοντες, ἐφόνευον τούτους καὶ ᾐχμαλώτιζον, ὥστε ὑποσταλῆναι τοὺς Βουλγάρους ἐν τῇ ἰδίᾳ χώρᾳ. 12. Βάρδας δὲ ὁ Καῖσαρ ἐφιλιώθη Δαμιανῷ πατρικίῳ καὶ παρακοιμωμένῳ. ὁ δὲ τὸν βασιλέα κρατήσας ἔπεισε τοῦ εἰσα γαγεῖν τὸν Βάρδαν ἐν τῇ πόλει· ὃς διὰ δώρων τοὺς βασιλέως οἰ κείους διαδεξάμενος ἅμα τῷ παρακοιμωμένῳ ὡρίσθη προέρχεσθαι εἰς τὸ παλάτιον. οἰκειωσάμενος δὲ καὶ τὸν Θεοφάνην πρωτοβε στιάριον ὡς ἠνδρειωμένον, τὸν ἐπιλεγόμενον Φάργανον, βουλὴν ποιοῦσι μετὰ Δαμιανοῦ τοῦ ἀνελεῖν Θεόκτιστον τὸν οὕτω συνήθως ἐπὶ τοῦ κανικλείου λεγόμενον. πεισθεὶς δὲ καὶ ὁ βασιλεὺς ὑπὸ τοῦ Δαμιανοῦ ἐπὶ τούτῳ συνῄνεσε καὶ αὐτὸς γενέσθαι τοῦτο· ἔλεγε 822 γὰρ ὁ Βάρδας Δαμιανῷ ὅτι ἕως ἐστὶ Θεόκτιστος μετὰ τῆς Αὐγούστης, οὐκ ἄρξει οὐδὲ ἐξουσιάσει ποτὲ ὁ βασιλεύς. ὁ δὲ Θεό κτιστος ἀπελθὼν ἐν τῷ λούσματι τῶν Ἀρεοβίνδου, ὡς ἔθος ἦν αὐτῷ, εἶτα ἐλθὼν εἰς τὰ ἀσηκρητεῖα, κρατῶν τὰς ἀναφορὰς εἰσῆλ θεν εἰς τὸ Λαυσιακόν. καὶ περιβλεψάμενος εἶδε Βάρδαν καθε ζόμενον ἔμπρακτον· καὶ ταραχθεὶς σφοδρῶς ἔφη ὅτι ἐγὼ εἰσελ θὼν εἰς τὴν Αὐγοῦσταν πάλιν ἐκδιώκω αὐτόν. εἰσελθόντος δὲ αὐτοῦ εἰς τὸ ὡρολόγιον, προϋπήντησεν αὐτῷ Μιχαὴλ ἅμα Δα μιανῷ καὶ οὐκ εἴασαν εἰσελθεῖν πρὸς Θεοδώραν, ἀλλ' ἐκελεύσθη μετ' ὀργῆς ἀνοῖξαι τὰς ἀναφορὰς καὶ ἀναγνῶναι ἔμπροσθεν αὐτοῦ. ἄκοντα δὲ τοῦτο ποιήσαντα ἀντέστρεψεν αὐτὸν εἰς τοὐπίσω ἐξελ θεῖν. ὁ δὲ πικρῶς δακρύων καὶ ὀλοφυρόμενος ἐξῆλθε. συνήν τησε δὲ αὐτῷ Βάρδας εἰς τὸ Λαυσιακόν, καὶ ἤρξατο κατὰ κόρρης παίειν αὐτὸν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. ἰδὼν δὲ ὁ δρουγγά ριος τῆς βίγλης ὁ Μανιάκης ἀναστὰς ἀντέλεγε τῷ Βάρδᾳ" μὴ τύπτε τὸν λογοθέτην." οἱ δὲ σφάζουσιν αὐτὸν καὶ μεληδὸν κατα κόπτουσιν εἰς τὸ Σκύθη, θηρῶν ὠμότητα καὶ ἀγριότητα ἐνδει ξάμενοι. 13. Τοῦτο μαθοῦσα παρὰ τοῦ παπίου Θεοδώρα, ἐξελ θοῦσα κατὰ τοῦ Μιχαὴλ ὡς εἰκὸς ἠγανάκτησε, καὶ τῶν λοιπῶν οἳ τὸν φόνον κατειργάσαντο. καὶ τοῦ βασιλέως παντὶ τρόπῳ μη χανωμένου τὴν μητέρα ἐξιλεώσασθαι αὐτὴ ἀπαρηγόρητος ἔμεινε, μήτε τὴν ὀργὴν ἀφιεμένη μήτε παραμυθουμένη τισίν, ἀλλ' ὡς 823 κλύδων θαλάσσιος νουθετουμένη παρηγορεῖτο καὶ κατεπείθετο. ὅθεν μεταβαλὼν ὁ βασιλεύς, ὥσπερ τὴν ψυχὴν καὶ τὴν γνώμην, οὕτω δὴ καὶ τὸ σχῆμα καὶ τὴν ἐνέργειαν, τοσούτοις τρόποις λυ πεῖν αὐτὴν κατεπείγετο ὅσοις πρὸ τοῦ θεραπεύειν ἐσχηματίζετο. καὶ δὴ τὰς μὲν ἀδελφὰς αὐτοῦ, Θέκλαν Ἀναστασίαν καὶ Ἄνναν, ἐξωθεῖ τοῦ παλατίου, καταγαγὼν εἰς τὰ Καριανοῦ, Πουλχερίαν δὲ ὡς ἠγαπημένην τῇ μητρὶ ἀπέστειλεν ἐν τῇ μονῇ τῶν Γαστρίων. εἶθ' οὗτος μετ' ὀλίγον ἑνώσας πάσας ἐν τῇ μονῇ τῶν Γαστρίων ἀπέκειρεν, περιβαλὼν αὐτὰς τὸ μοναδικὸν σχῆμα. 14. Ὑπὸ δὲ τῆς συγκλήτου εὐφημισθεὶς μόνος αὐτοκρα τορεῖ, καὶ προβάλλεται Βάρδαν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν. μὴ διαλλαττομένης δὲ τῆς μητρὸς αὐτοῦ δι' ἃ ἐλύπει αὐτὴν καὶ τὴν ἄδικον σφαγὴν Θεοκτίστου, ἔχθρα ὑπῆρχεν ἀνα μεταξὺ αὐτῶν ἄσπονδος. ὁ δὲ καὶ ταύτην τοῦ παλατίου κατα γαγὼν εἰς τὸ μοναστήριον τὰ Γαστρία καὶ αὐτὴν ἀποστέλλει. ἥ τις ἀθυμίᾳ μετεωρισθεῖσα τὸν νοῦν, καὶ ὑπὸ ἐκπλήξεως ἀφαι ρεθεῖσα καὶ τὸ φρονεῖν, ἀνάξια ἑαυτῆς κατασκευάζει, βουλὴν κατὰ Βάρδα βουλευομένη, σὺν πολλοῖς καὶ ἄλλοις σχοῦσα κοινωνὸν καὶ τοῦ βασιλέως τὸν πρωτοστράτορα, ὅπως ὑποστρέφοντα Βάρδαν ἀπὸ τοῦ προαστείου αὐτοῦ τοῦ Κοσμιδίου ἀναιρήσωσιν αὐτόν. ὧν ἡ μελέτη πρὸ τοῦ ἔργου φανερωθεῖσα κατ' ἐκείνων τῶν μελε τησάντων τὸ κακὸν ἐξενήνοχε· φωραθέντες γὰρ καὶ κατασχεθέν τες ἐν τῇ σφενδόνῃ τὰς κεφαλὰς ἀπετμήθησαν. καὶ προβάλλεται 824 Μιχαὴλ τὸν Βασίλειον ἀντὶ τοῦ τελευτήσαντος πρωτοστράτορα, ὁμοίως καὶ Βάρδαν τὸν θεῖον αὐτοῦ κουροπαλάτην. 15. Ἔπεσε τότε κόνις ἐκ τοῦ οὐρανοῦ κατενεχθεῖσα ἐπὶ τοὺς κεράμους αἱματώδης πλήρης· καὶ πολλοὶ εὕρισκον λίθους ἐν ταῖς ὁδοῖς ἢ κήποις ἐρυθροὺς ὡς αἷμα. προβάλλεται δὲ Μιχαὴλ Ἀντίγονον τὸν υἱὸν Βάρδα δομέστικον τῶν σχολῶν. τὸν δὲ ἕτε ρον υἱὸν αὐτοῦ δοὺς γυναῖκα, εἰς ἣν καὶ ἐλοιδορεῖτο, προβάλλε ται μονοστράτηγον τῶν δυτικῶν. συντόμως δὲ αὐτοῦ τελευτή σαντος, τῇ δὲ τοῦ διακαινησίμου προβάλλεται Μιχαὴλ Βάρδαν τὸν θεῖον αὐτοῦ Καίσαρα· ὃς ἐπὶ ἅρματος πορευθεὶς ἔδωκεν ὑπα τείαν τῇ μέσῃ. 16. Ἐξῆλθε δὲ ὁ Ἄμερ, καὶ κατῆλθε μέχρι Σινώπης, ληϊσάμενος πάντα τὰ τῶν Ῥωμαίων· καὶ ὑπέστρεψε μὴ καταλη φθεὶς ὑπὸ τοῦ Ῥωμαϊκοῦ στρατοῦ. ἐκστρατεύσας δὲ Μιχαὴλ ἅμα Βάρδᾳ Καίσαρι κίνησιν ποιεῖ κατὰ Μιχαὴλ ἄρχοντος Βουλ γαρίας διά τε γῆς καὶ θαλάσσης, μαθὼν τὸ τῶν Βουλγάρων ἔθνος λιμῷ τήκεσθαι. οἱ δὲ Βούλγαροι τοῦτο μαθόντες ὡς ἦχον βρον τῆς ὑπεκλίθησαν καὶ πρὸ τῶν ἀγώνων καὶ τῆς μάχης περὶ τῆς νίκης ἀπέγνωσαν, καὶ Χριστιανοὶ γενέσθαι καὶ ὑποτάττεσθαι τῷ βασιλεῖ καὶ Ῥωμαίοις ᾐτήσαντο. ὁ δὲ Μιχαὴλ τὸν μὲν ἄρχοντα αὐτῶν βαπτίσας καὶ δεξάμενος ἐπέθηκεν αὐτὸν τὸ αὐτοῦ ὄνομα, τοὺς δὲ μεγιστᾶνας αὐτοῦ ἐν τῇ πόλει ἀγαγὼν ἐβάπτισεν αὐτούς, ἔκτοτε γενομένης εἰρήνης βαθείας. 825 17. Τὸν δὲ Ἄμερ ἐξελθόντα κατὰ Ῥωμανίας στρατηλάτης ὢν τῆς ἀνατολῆς Πετρωνᾶς καὶ Νάσαρ τῶν βουκελλαρίων, λοχή σαντες τὴν τῆς ὑποστροφῆς αὐτοῦ συναντῶσιν αὐτῷ εἰς τὸν Λα λακάωνα, καὶ συμβολῆς γενομένης τρέπουσιν Ἄμερ, καὶ φυγῇ χρησάμενον καταδιώκει αὐτόν τις τῶν κομήτων, καὶ τούτου τὴν κεφαλὴν ἄρας ἤγαγε Πετρωνᾷ τῷ στρατηλάτῃ. εἰσελθόντες δὲ οἱ στρατηγοὶ μετὰ ἐπινικίων ἐθριάμβευσαν ταῦτα ἐν τῷ ἱππικῷ. καὶ ἔκτοτε ἐγένετο εἰρήνη μεγάλη ἐν τῇ ἀνατολῇ διὰ τὴν τοῦ Ἄμερ σφαγήν. 18. Καὶ ἄλλων μὲν οἱ πόνοι καὶ τὰ κατὰ τῶν πολεμίων ἀνδραγαθήματα· ἡ δὲ τοῦ βασιλέως ἀγάπη πρὸς τὸν Βασίλειον ἐξέχυτο, καὶ τοῦτον μόνον εἶναι τὸν θεραπευτὴν αὐτοῦ.