Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1
Εἰκοστῇ τετάρτῃ τοῦ Σεπτεμβρίου μηνὸς τιμᾶται Ῥωμανὸς τῇ τοῦ Καίσαρος ἀξίᾳ, καὶ Δεκεμβρίῳ μηνὶ δεκάτῃ ἑβδόμῃ τῇ τῶν πατέρων κυριακῇ τῷ τῆς βασιλείας στέφεται διαδήματι παρὰ βασιλέως Κωνσταντίνου γαμβροῦ αὐτοῦ καὶ Νικολάου πατριάρχου, 1 καὶ Ἰανουαρίου ʹ, τῇ τῶν ἁγίων φώτων ἡμέρᾳ, στέφει Θεοδώραν τὴν γυναῖκα αὐτοῦ. Μαΐῳ δὲ μηνὶ ιζʹ, ἰνδικτιῶνος εʹ, Χριστοφόρος ὁ υἱὸς Ῥωμανοῦ ἀναγορεύε ται βασιλεύς, στέφεται δὲ τῇ κδʹ τοῦ αὐτοῦ μηνὸς παρὰ Κων σταντίνου βασιλέως, τῇ τῆς ἁγίας πεντηκοστῆς ἡμέρᾳ· καὶ μόνοι οὗτοι οἱ δύο ἐν ταύτῃ τῇ προελεύσει προῆλθον. 2. Ἰουνίῳ δὲ μηνί, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις παρὰ Ῥωμανοῦ, ἁπάντων ἑνωθέν 891 των, μητροπολιτῶν τε καὶ κληρικῶν, τῶν ἀπὸ Νικολάου πα τριάρχου καὶ Εὐθυμίου διεσχισμένων. 3. Ὀγδόῃ δὲ Φεβρουαρίῳ μηνί, ἰνδικτιῶνος θʹ, ἀποστεί λας Ῥωμανὸς ὑπερορίζει τὸν μάγιστρον Στέφανον τὸν τῆς Καλο μαρίας εἰς τὴν Ἀντιγόνου νῆσον ὡς τῆς βασιλείας ἐφίεσθαι κατη γορηθέντα, μοναχὸν αὐτὸν ἀποκείρας ἅμα Θεοφάνει Τειχιώτῃ καὶ Παύλῳ Ὀρφανοτρόφῳ, ἀνθρώποις αὐτοῦ. 4. Ἐποίησε δὲ Ῥωμανὸς βασιλεὺς ἐν τῷ τριβουναλίῳ πρόκενσον, συνηγμένων ἁπάντων ἐκεῖσε μεθ' ὅπλων. τοῦ ἀδνου μίου δὲ γενομένου αἰφνίδιον Ῥωμανὸς καὶ Κωνσταντῖνος τάχει πολλῷ εἰς τὸ παλάτιον ὑποστρέφουσιν· ἐμηνύθη γὰρ παρὰ Λέον τος ἀνθρώπου τοῦ Ἀρσενίου ἡ αὐτοῦ τοῦ Ἀρσενίου ἐπιβουλὴ καὶ Παύλου μαγκλαβίτου, οἳ καὶ τυφθέντες καὶ δημευθέντες ἐξωρί σθησαν. ἦν δὲ τότε παραδυναστεύων ὁ πρεσβύτερος Ἰωάννης ὁ ῥαίκτωρ, ὃς Λέοντα τὸν τοῦ Ἀρσενίου ἐποίησεν ἑβδομαδάριον, τῷ βασιλεῖ τοῦτον προσοικειώσας. 5. Ἐγένετο δέ τις Ῥεντάκιος ἐν Ἑλλάδι, συγγενὴς ὢν Νικήτα πατρικίου, ἀπαίδευτός τε καὶ πατραλοίας, ὃς τὸν ἑαυτοῦ πατέρα καταδιώκων φονεῦσαι, ἐπειδήπερ ἐκεῖνος φεύγων αὐτοῦ τὴν ἐπίθεσιν ἐν πλοίῳ εἰσελθὼν ἐξέπλει καὶ παρὰ τῶν Κρητῶν κατεσχέθη, οὗτος ὁ Ῥεντάκιος ἄδειαν εὑρὼν πάντα τὰ τοῦ πατρὸς αὐτοῦ ἐληΐσατο, καὶ ἐν τῇ πόλει ἀνελθὼν τῇ μεγάλῃ τοῦ θεοῦ ἐκ κλησίᾳ προσέφυγεν. Ῥωμανὸς δὲ ὁ βασιλεὺς τὰς αὐτοῦ ἀταξίας 892 καὶ λεηλασίας καταμαθὼν τοῦτον τῆς ἐκκλησίας ἐξαγαγεῖν ἐβου λεύσατο καὶ παιδεῦσαι. ὁ δὲ ψευδεῖς ἐπιστολὰς πρὸς Βουλγάρους πλασάμενος πρὸς αὐτοὺς αὐτομολῆσαι ἐβουλεύσατο. κρατηθεὶς δὲ καὶ ἐλεγχθεὶς τοὺς ὀφθαλμοὺς ἀποστερεῖται. 6. Τῶν δὲ Βουλγάρων πάλιν ἐξελασάντων μέχρι Κατα συρτῶν, μετὰ δὲ τὴν δομεστίκου Ἀδρελαστοῦ τελευτήν, προε βλήθη Πόθος ὁ τοῦ Ἀργυροῦ δομέστικος τῶν σχολῶν, καὶ μέχρι Θερμοπόλεως μετὰ τῶν ταγμάτων ἐξελθὼν ἀπέστειλε Μιχαὴλ τὸν Μωρολέοντος υἱὸν τοποτηρητὴν ὄντα τοὺς Βουλγάρους κατασκο πήσοντα. ὁ δὲ ἀπροόπτως τῷ λόχῳ αὐτῶν εἰσελθὼν ἔσω πολλοὺς μὲν τῶν Βουλγάρων ἀνεῖλεν, πληγεὶς δὲ καὶ αὐτὸς εἰσελθὼν ἐν τῇ πόλει ἐτελεύτησεν. 7. Ἐμηνύθη δὲ τότε διὰ Θεοκλήτου νοταρίου τῆς ὑπουρ γίας ἡ κατὰ Ῥωμανοῦ τοῦ βασιλέως ἐπιβουλὴ Ἀναστασίου σακελλαρίου καὶ ἄρχοντος τοῦ χρυσοχοείου, καὶ Θεοδωρήτου κοιτωνί του, καὶ Δημητρίου βασιλικοῦ νοταρίου τοῦ εἰδικοῦ, καὶ Νικο λάου τοῦ Κουβάτζη, καὶ Θεοδότου πρωτοκαράβου, οἳ καὶ ὑπὲρ Κωνσταντίνου βασιλέως δῆθεν ἐσπούδαζον· καὶ δὴ ἐλεγχθέντες ἐτύφθησαν καὶ ἐν τῇ μέσῃ διῆλθον καὶ ὑπερόριοι κατέστησαν. ὁ δὲ Θεοδώρητος ἰδίᾳ ἐν τῷ λεγομένῳ Τρικόγχῳ τοῦ παλατίου τυφθεὶς καὶ αὐτὸς ἐξωρίσθη. τὸν δὲ σακελλάριον Ἀναστάσιον ἀπέκειραν ἐν τῇ μονῇ τῶν Ἐλεγμῶν, ἔνθα καὶ τελευτᾷ. 8 τῆς 893 τοιαύτης δὲ προφάσεως λαβόμενος Ῥωμανὸς τὸν βασιλέα Κων σταντῖνον ὑποβιβάζει καὶ δεύτερον καθίστησιν, αὑτὸν δὲ προάγει εἰς τὸ ἔμπροσθεν. 9. Ἐκστρατεύει δὲ πάλιν Συμεὼν κατὰ Ῥωμαίων, καὶ πλήθη Βουλγάρων ἀποστείλας ἅμα Καυκάνῳ καὶ Μηνικῷ καὶ ἑτέροις ἐκέλευσε κατὰ τῆς πόλεως ὅτι τάχιστα ἐξελαύνειν. διελ θόντες οὖν οὗτοι διὰ τῶν ὀρῶν ἦλθον μέχρι τῶν Μαγγλαβᾶ. τὴν αὐτῶν δὲ ἔφοδον μαθὼν ὁ βασιλεὺς Ῥωμανός, λογισάμενος μὴ τὰ τῶν Πηγῶν παλάτια καὶ τὸ Στενὸν κατελθόντες ἐμπρήσω σιν, Ἰωάννην ῥαίκτωρα ἀποστέλλει ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς λεγομένοις, ἔχοντας μεθ' ἑαυτῶν πλῆθος ἱκανὸν ἔκ τε τῶν βασιλικῶν καὶ τῆς ἑταιρείας καὶ τῶν ταγμάτων. οἷς συνῆν καὶ Ἀλέξιος ὁ πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Μωσηλὲ μετὰ τοῦ λαοῦ αὐτοῦ. ἦν δὲ εʹ τῶν νηστειῶν ἑβδομάς. διατά ξαντες οὖν τὸν λαὸν ἐν τοῖς πεδινοῖς καὶ χθαμαλωτέροις τόποις τῶν Πηγῶν, τῶν Βουλγάρων ἄνωθεν ἀναφανέντων ἐνόπλων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ καὶ σφοδροτάτως ἐπελασάν των κατ' αὐτῶν φεύγει μὲν παρευθὺ Ἰωάννης ὁ ῥαίκτωρ, σφάτ τεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος ὁ τοῦ Πλατύποδος υἱὸς Φωτει νὸς καὶ πολλοὶ ἕτεροι. μόλις οὖν διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρό μωνα. ἦλθε δὲ φεύγων ἔνοπλος μετὰ δρόμωνος καὶ Ἀλέξιος δρουγγάριος ὁ Μουσηλέ· καὶ μὴ ἰσχύσας ἀνελθεῖν ἐπὶ τὴν τοῦ 894 δρόμωνος ἀναβάθραν, πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐτοῦ πρω τομανδάτωρι ἀπεπνίγη. οἱ Ἀργυροὶ δὲ ἐν τῷ καστελλίῳ φυγόν τες διεσώθησαν. πλώϊμοι δὲ καὶ τὸ λοιπὸν ἅπαν πλῆθος, οἱ μὲν τὰς τῶν πολεμίων χεῖρας φεύγοντες ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν, οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα, οἱ δὲ χερσὶ Βουλγαρικαῖς αἰχμάλωτοι συνελήφθησαν. οἱ δὲ Βούλγαροι μηδένα τὸν κω λύοντα ἔχοντες τά τε παλάτια τῶν Πηγῶν ἐπυρπόλησαν καὶ τὸ Στενὸν ἅπαν κατέκαυσαν. οὕτως ἄρα δεινὸν ἀβουλία καὶ ἀπειρία θρασύτητα σύμμαχον ἔχουσα. 10. Εἰκάδι δὲ Φεβρουαρίῳ μηνὶ κʹ, ἰνδικτιῶνος ιʹ, Θεο δώρα σύμβιος Ῥωμανοῦ τελευτᾷ· καὶ κατετέθη τὸ σῶμα αὐτῆς ἐν τῷ οἴκῳ αὐτοῦ τοῦ βασιλέως Ῥωμανοῦ, τῷ ὑπ' αὐτοῦ εἰς μονα στήριον ἀμειφθέντι. 11. Τῷ δ' αὐτῷ μηνὶ στέφεται Σοφία ἡ τοῦ βασιλέως Χριστοφόρου γυνή. τηνικαῦτα δὲ καὶ κουροπαλάτης Ἴβηρ ἐν τῇ πόλει παρεγένετο, καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθὼν κεκοσμη μένης λαμπρῶς μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη· ὃν καὶ ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ εἰσήγαγον, τὸ κάλλος αὐτῆς καὶ τὸ μέ γεθος θεασόμενον καὶ τὸν πολυτελῆ κόσμον. καλλωπίσαντες γὰρ αὐτὴν καὶ περιστείλαντες πέπλοις χρυσοϋφέσι καὶ κόσμῳ παντοίῳ, οὕτω εἰσήγαγον ἐν αὐτῷ. ὁ δὲ τὸ θαυμαστὸν καὶ ὑπερμέγεθες τοῦ ναοῦ ἔργον καταπλαγεὶς καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαυ 895 μάσας, καὶ ἀληθῶς θεοῦ κατοικίαν εἶναι τὸν χῶρον τοῦτον εἰπών, αὖθις ὑπέστρεψεν εἰς τὰ οἰκεῖα. 12. Ἰουνίῳ δὲ μηνὶ τῶν Βουλγάρων πάλιν ἐκστρατευσάν των καὶ μέχρι τῶν τῆς ἁγίας Θεοδώρας παλατίων ἐλθόντων καὶ ταῦτα πυρὶ παραδόντων, εἰς ἄριστον ὁ βασιλεὺς Ῥωμανὸς τοὺς τῶν ταγμάτων ἄρχοντας συνεκάλεσε, συνόντος αὐτοῖς καὶ τοῦ λε γομένου Σακτίκη, καὶ παρῄνει τούτοις καὶ προετρέπετο κατὰ τῶν ἐναντίων ἐξελθεῖν καὶ τῆς πατρίδος ὑπεραγωνίσασθαι. οἱ δὲ συνέθεντο ἑτοίμως τῆς αὐτοῦ βασιλείας καὶ τῶν Χριστιανῶν ὑπερ αποθνήσκειν. τῇ οὖν ἐπαύριον καθοπλισθεὶς παρὰ τοῦ βασι λέως ὁ εἰρημένος Σακτίκης ἀληθῆ οὖσαν τὴν ἑαυτοῦ πίστιν τε καὶ ἀνδρίαν ἀπέδειξεν· ὄπισθεν γὰρ τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν ἐμπεσὼν πάντας τοὺς ἐκεῖ εὑρεθέντας κατέσφαξεν. μαθόντες οὖν οἱ Βούλγαροι τὸ γεγονὸς ὑποστρέ φουσιν ἐν τῷ στρατοπέδῳ, καὶ πολέμου συγκροτηθέντος τρέπουσι τὸν Σακτίκην σὺν ὀλίγοις ὑπάρχοντα. ὁ δὲ ἐπειδὴ γενναίως ἀγω νισάμενος πολλοὺς ἀνελὼν οὐκέτι ἀντέχειν ἠδύνατο πρὸς τὸ πλῆ θος τῶν πολεμίων, μεθίησι τοῦ ἵππου τὸν χαλινὸν καὶ εἰς φυγὴν ἤλαυνεν. ποταμὸν δέ τινα ἐκεῖσε παραρρέοντα διαπερῶν, τοῦ ἵππου αὐτοῦ ἐν τῇ ἰλΰι ἐμπαγέντος, τιτρώσκεται κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ. μόλις οὖν τοῦ ἵππου ἐκ τῆς ἰλύος ἀνασπασθέν τος, συνεργούντων τῶν ὑπὸ χεῖρα, διασώζεται μέχρι τῶν Βλα 896 χερνῶν, καὶ τίθεται ἐν τῇ ἁγίᾳ σορῷ. καιρίας τῆς πληγῆς οὔσης τῇ νυκτὶ ἐτελεύτησε.

Intertext edge

Open linked passage

Note