Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1
Τὴν δὲ πίστιν ἣν ἐκέκτητο πρὸς πάντας μὲν μονα χούς, μάλιστα δὲ τοὺς ἐπὶ ἁγιωσύνῃ διαβοήτους καὶ εὐλαβείᾳ, τίς ἂν διηγήσαιτο; οὐκ ἐθεάσατο γάρ ποτε μοναχὸν ἀρετῆς ἀντε χόμενον, ᾧ τινὶ τὰς ἑαυτοῦ πράξεις σὺν πολλοῖς οὐκ ἐξηγόρευσε δάκρυσιν. πιστότατος δὲ ὢν καὶ ὀρθοδοξότατος πάσας τὰς τῆς πόλεως ἐκκλησίας πέπλοις διαφανέσι καὶ φωταγωγίαις λαμπραῖς κατεκόσμει καὶ κατεφαίδρυνεν. ἀλλὰ καὶ τοῖς ἐν τοῖς ὄρεσι μο ναχοῖς, τῷ τε Ὀλύμπῳ καὶ τῷ Κυμηνᾷ καὶ τῇ Χρυσῇ κατονομα ζομένῃ πέτρᾳ καὶ τῷ τοῦ Βαραχέος ὄρει, οὐ διέλειπεν ἐτησίους ῥόγας ἐξαποστέλλειν, καὶ φροντίζων τούτων καὶ προνοούμενος, καὶ τοὺς ὀνομαστοὺς ἐπὶ πράξει καὶ θεωρίᾳ μετακαλούμενος ὡς αὐτόν, καὶ τῶν εὐχῶν αὐτῶν τὰς εὐλογίας τρυγῶν. οὐ μόνον δὲ ἀλλὰ καὶ τοῖς διὰ τὸν θεὸν ἐγκλείστοις καὶ ἑαυτοὺς ἐν στενωτάτοις οἴκοις καθείρξασι καὶ πᾶσι τοῖς μοναστηρίοις τὰς ἐτησίους ῥόγας, ἃς διετύπωσεν, οὐ διέλειπεν ἐπιχορηγῶν. ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν ἀπείρων αὐτοῦ κατορθωμάτων καὶ ἐλεημοσυνῶν διεξήλ θομεν. 40. Πέτρῳ δὲ τῷ Βουλγάρῳ ἐπέθετο Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεών· καὶ φωραθέντων αὐτῶν ὁ μὲν Ἰωάννης τύπτεται καὶ ἐγκλείεται φυλακῇ, οἱ δὲ λοιποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. ταῦτα δῆλα ποιή σαντος Πέτρου τῷ βασιλεῖ Ῥωμανῷ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν 911 μοναχὸν Ἰωάννην, ὃς ἐγεγόνει ῥαίκτωρ, προφάσει μὲν ὡς ποιή σασθαι ἀλλάγιον τῶν κρατουμένων αἰχμαλώτων, τῇ δὲ ἀληθείᾳ κατασχεῖν Ἰωάννην καὶ ἐν Κωνσταντινουπόλει ἀγαγεῖν. εἰσελθὼν γὰρ ἅμα τῷ Ἰωάννῃ ἐν πλοίῳ ἀπὸ Μεσημβρίας ἦλθεν ἐν τῇ πόλει· καὶ μετ' οὐ πολὺ τούτου τὸ μοναχικὸν σχῆμα ἀπορρίψαν τος καὶ γυναῖκα ἐπιζητήσαντος, δέδωκεν αὐτῷ ὁ βασιλεὺς οἶκον καὶ κτήματα πάμπολλα καὶ γυναῖκα ἐκ τῆς αὐτοῦ πατρίδος τῆς τῶν Ἀρμενιακῶν ὁρμωμένην, γάμον τε λαμπρὸν ἐν τῇ τοῦ Καί σαρος οἰκίᾳ πεποίηκεν, Χριστοφόρου βασιλέως καὶ Ἰωάννου μο ναχοῦ, τοῦ γεγονότος ῥαίκτορος, παρανυμφευσάντων. 41. Μαρτίῳ δὲ μηνὶ ἡμέρᾳ βʹ κοσμήτης ἔπεσεν ἐν τῷ φόρῳ ἐκ τῶν στοιχηδὸν ἱσταμένων ἐκεῖσε κίοσιν ἐπικειμένων, καὶ ἀπέκτεινεν ἄνδρας ʹ. γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβε ρὸς εἰς τὸν τοῦ φόρου ἔμβολον, πλησίον τοῦ ναοῦ τῆς ὑπεραγίας θεοτόκου, ὥστε κατακαῆναι τά τε κηροπωλεῖα καὶ τὰ γουνάρια τοῦ φόρου μέχρι τῶν Ψιχῶν. 42. Ἐτελεύτησε δὲ Χριστοφόρος ὁ βασιλεὺς μηνὸς Αὐ γούστου, ἰνδικτιῶνος δʹ, πολλὰ κοψαμένου αὐτὸν τοῦ πατρός, ὡς ἤδη εἰς γῆρας αὐτοῦ ἐληλακότος καὶ τῶν υἱῶν αὐτοῦ ἔτι νη πίων ὄντων. καὶ ἐτέθη τὸ λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. 43. Κατήγαγον δὲ καὶ Τρύφωνα πατριάρχην Αὐγούστῳ 912 μηνί, τὸν ῥητὸν χρόνον τελέσαντα, ἰνδικτιῶνος γʹ. καὶ ἀπελθὼν ἐν τῇ ἰδίᾳ μονῇ τελευτῇ, χηρευσάσης τῆς ἐκκλησίας χρόνον ἕνα καὶ μῆνας εʹ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς Θεοφυλάκτου υἱοῦ Ῥω μανοῦ βασιλέως· αὐτὸν γάρ, ὡς εἴρηται, ἔμελλε πατριάρχην ἀποκαθιστᾶν. 44. Βασίλειος δέ τις Μακεδὼν πλάνος, Κωνσταντῖνον Δοῦκα ἑαυτὸν εἶναι ἐπιφημίσας, πολλοὺς μεθ' ἑαυτοῦ συνεπή γετο. οὗτος κρατηθεὶς ὑπὸ Ἐλεφαντίνου τουρμάρχου ἐκ τοῦ Ὀψικίου ὄντος ἤχθη ἐν Κωνσταντινουπόλει, καὶ ὑπὸ τοῦ ἐπάρχου τῆς μιᾶς ἀλλοτριοῦται χειρός. εἶτα καιροῦ λαβόμενος καταλαμ βάνει πάλιν τὸ Ὀψίκιον, καὶ χεῖρα χαλκῆν ἀντὶ τῆς κοπείσης προσαρμοσάμενος καὶ σπάθην ὑπερμεγέθη κατασκευασάμενος ᾤχετο πλανῶν αὖθις τῶν ἀγυρτευόντων πολλούς, ὡς αὐτὸς εἴη Κωνσταντῖνος ὁ τοῦ Δουκός· οὓς καὶ συνεφελκόμενος μεγάλην κατὰ Ῥωμανίας ἀνταρσίαν κινεῖ. καὶ φρούριον κατασχὼν ὃ Πλατεῖα πέτρα κατονομάζεται, πᾶν εἶδος ἐδωδίμων ἐν τούτῳ ἀπέθετο· ἀφ' οὗ ἐξορμῶν ἐλεηλάτει καὶ τοὺς παρατυχόντας προε νόμευεν. ἀποστείλας οὖν ὁ βασιλεὺς στρατὸν κατ' αὐτοῦ αὐτόν τε συνέλαβεν καὶ τοὺς σὺν αὐτῷ. ὃν καὶ ἀγαγόντες ἐν τῇ πόλει ἀνέκρινάν τε καὶ πολλὰς πληγὰς ἐπετίθεσαν, τοῦ τοὺς στασιώτας, εἴ τινες εἶεν, εἰπεῖν. ὁ δὲ πολλοὺς τῶν ἐν τέλει ἐσυκοφάντει ψευ δῶς ὡς συνόντας αὐτῷ. μηδὲν δὲ ἀληθῆ κατ' αὐτῶν λέγειν ἐξελεγχθεὶς ἐν τοῖς Ἀμαστριανοῦ πυρὸς παρανάλωμα γίνεται. 913 45. Χειροτονεῖται δὲ πατριάρχης ὁ πολλάκις ῥηθεὶς τοῦ βασιλέως υἱὸς Θεοφύλακτος, Φεβρουαρίου βʹ, ἰνδικτιῶνος ʹ, τοποτηρητῶν ἐκ Ῥώμης ἐλθόντων καὶ τόμον συνοδικὸν ἐπιφερο μένων περὶ τῆς αὐτοῦ χειροτονίας διαγορεύοντα· οἳ καὶ τῷ πα τριαρχικῷ θρόνῳ τοῦτον ἐνίδρυσαν.