Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
Ἡ δὲ εἰρημένη τοῦ βασιλέως Ῥωμανοῦ ἐγγόνη Μαρία, ἡ γυνὴ Πέτρου βασιλέως Βουλγαρίας, ἐν τῇ πόλει εἰσῆλθε τοῦ τὸν ἴδιον πατέρα καὶ τὸν πάππον αὐτῆς ἐπισκέψασθαι. τε λευταῖον δὲ μετὰ παίδων εἰσῆλθε τριῶν, ἤδη τοῦ πατρὸς αὐτῆς Χριστοφόρου τελευτήσαντος. πλοῦτον οὖν παρὰ τοῦ πάππου λα βοῦσα πολὺν καὶ ἔντιμον ἐντίμως ὑπέστρεψε. 47. Ῥωμανὸς δὲ ὁ βασιλεὺς τῷ υἱῷ Στεφάνῳ γυναῖκα ἠγάγετο, θυγατέρα οὖσαν Γαβριηλίου, ἐγγόνην δὲ Κατακύλα, Ἄνναν ὀνόματι. ἅμα δὲ τῷ νυμφικῷ στεφάνῳ καὶ ὁ τῆς βασι λείας αὐτῷ στέφανος ἐπετέθη. 48. Ἐγένετο δὲ ἐκστρατεία πρώτη τῶν Τούρκων κατὰ Ῥωμαίων ἰνδικτιῶνος ζʹ, Ἀπριλλίῳ μηνί· οἳ καὶ καταδραμόντες μέχρι τῆς πόλεως ἐληΐσαντο πᾶσαν Θρᾳκῷαν ψυχήν. ἀπεστάλη οὖν ὁ πατρίκιος Θεοφάνης ὁ πρωτοβεστιάριος καὶ παραδυναστεύων μετ' αὐτῶν ποιῆσαι ἀλλάγιον, ὃς καὶ θαυμασίως καὶ συνετῶς 914 αὐτοὺς μετελθὼν ὅσαπερ ἠβούλετο κατεπράξατο, πολλὰ παρ' αὐ τῶν ἐπὶ τῇ φρονήσει καὶ εὐβουλίᾳ ἐπαινεθείς τε καὶ θαυμασθείς· ὅτε καὶ τὸ μεγαλόψυχον αὐτοῦ καὶ φιλάνθρωπον ὁ βασιλεὺς Ῥω μανὸς ἐπεδείξατο, μηδενὸς φεισάμενος χρήματος πρὸς τὴν τῶν αἰχμαλώτων ἀνάρρυσιν. 49. Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς Ῥωμανὸς τῷ τελευταίῳ αὐτοῦ υἱῷ Κωνσταντίνῳ ἐκ γένους τῶν Ἀρμενιακῶν, τοὔνομα Ἑλένην, τοῦ πατρικίου Ἀδριανοῦ θυγατέρα· ἧς καὶ τελευτησάσης Φεβρουαρίῳ μηνί, ἰνδικτιῶνος βʹ, ἑτέραν τούτῳ συνέζευξε. 50. Ἰουνίῳ δὲ μηνὶ ιαʹ, ἰνδικτιῶνος ιεʹ, κατέπλευσαν οἱ Ῥὼς κατὰ Κωνσταντινουπόλεως μετὰ πλοίων χιλιάδων δέκα. ἀπε στάλη δὲ κατ' αὐτῶν μετὰ τριήρων καὶ δρομώνων, ὅσα καὶ ἔτυχον ἐν τῇ πόλει, ὁ πατρίκιος Θεοφάνης ὁ παραδυναστεύων καὶ πρω τοβεστιάριος· καὶ τόν τε στόλον προευτρεπίσας τε καὶ ἑτοιμασά μενος, καὶ νηστείᾳ καὶ δάκρυσιν ἑαυτὸν κατοχυρώσας ὡς μάλιστα, τοὺς Ῥὼς προσεδέχετο, καταναυμαχῆσαι αὐτοὺς μέλλων. ἐπεὶ δὲ ἐκεῖνοι κατέλαβον καὶ πλησίον τοῦ Φάρου ἐγένοντο, οὗτος πρὸς τῷ τοῦ Εὐξείνου πόντου στόματι παρεδρεύων ἐν τῷ Ἱερῷ λεγομένῳ ἀθρόον τούτοις ἐπέθετο. καὶ δὴ πρῶτος τῷ οἰκείῳ δρόμωνι διεκ πλεύσας τήν τε σύνταξιν τῶν Ῥωσιακῶν πλοίων διέλυσεν καὶ τῷ 915 ἐσκευασμένῳ πυρὶ πλεῖστα κατέφλεξεν, τὰ δὲ λοιπὰ ἐτρέψατο εἰς φυγήν, ὡς ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργάσαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέτρωσαν, πλείστους δὲ ζῶντας συνέλαβον. οἱ περιλειφθέντες οὖν εἰς τὸ τῆς ἀνατολῆς μέρος εἰς τὰ Σγῶρα λεγόμενα καταπλέουσιν. ἀπεστάλη δὲ τότε καὶ Βάρδας ὁ Φωκᾶς διὰ γῆς μετὰ ἱππέων ἐγκρίτων παρατρέχειν αὐτούς. καὶ δὴ τούτων σύνταγμα ἱκανὸν ἀποστειλάντων πρὸς τὰ τῆς Βιθυνίας μέρη ὥστε τὰ πρὸς τροφὴν καὶ τὴν ἄλλην χρείαν αὐτοῖς πορίσασθαι, περιτυχὼν τῷ τοιούτῳ συντάγματι ὁ εἰρημέ νος Βάρδας ὁ Φωκᾶς κακῶς τούτους διέθηκεν, τρεψάμενος καὶ κατασφάξας αὐτούς. κατῆλθε δὲ τηνικαῦτα καὶ Ἰωάννης μάγι στρος καὶ δομέστικος τῶν σχολῶν ὁ Κροκόας μετὰ παντὸς τοῦ τῆς ἀνατολῆς στρατεύματος, καὶ τούτων πολλοὺς διέφθειρεν, ἀπο σπάδας τῇδε κἀκεῖσε καταλαμβάνων, ὥστε συσταλέντας αὐτοὺς δέει τῆς αὐτοῦ ἐπιθέσεως μένειν ἀθρόως ἐπὶ τὰ οἰκεῖα πλοῖα καὶ μηδαμοῦ διατρέχειν κατατολμᾶν. 51 πολλὰ δὲ καὶ μέγιστα κακὰ οὗτοι διεπράξαντο πρὸ τοῦ τὸ Ῥωμαϊκὸν στράτευμα κατελ θεῖν. τό τε γὰρ Στενὸν λεγόμενον ἅπαν ἐνέπρησαν, καὶ οὓς συνε λάμβανον αἰχμαλώτους τοὺς μὲν ἀνεσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ σκοποὺς ἱστῶντες βέλεσι κατετό 916 ξευον· ὅσους δὲ τοῦ ἱερατικοῦ κλήρου συνελάμβανον, ὄπισθεν τὰς χεῖρας δεσμοῦντες ἥλους σιδηροῦς κατὰ μέσης τῆς κεφαλῆς αὐτῶν κατεπήγνυον· πολλούς τε ἁγίους ναοὺς τῷ πυρὶ παραδεδώκασι. χειμῶνος δὲ ἤδη ἐνισταμένου, καὶ τροφῆς ἀποροῦντες, τό τε ἐπελθὸν στράτευμα δεδιότες τάς τε ναυμαχοῦντας τριήρεις, ἐβου λεύσαντο τὰ οἰκεῖα καταλαβεῖν. καὶ δὴ λαθεῖν τὸν στόλον σπου δάζοντες, Σεπτεμβρίῳ μηνί, ιεʹ ἰνδικτιῶνος ἀντιπλεῦσαι ὡρμη κότες ἐπὶ τὰ Θρᾳκῷα μέρη παρὰ Θεοφάνους πατρικίου ὑπηντή θησαν· οὐ γὰρ ἔλαθον τὴν αὐτοῦ ἐγρηγορωτάτην καὶ γενναίαν ψυχήν. εὐθὺς οὖν δευτέρα ναυμαχία συνάπτεται, καὶ πλεῖστα πλοῖα ἐπόντωσεν καὶ πολλοὺς τούτων ἀπέκτεινεν ὁ εἰρημένος ἀνήρ. ὀλίγοι δὲ μετὰ τῶν πλοίων περισωθέντες καὶ ἐν τῇ τῆς Κοίλης περιπεσόντες ἀκτῇ νυκτὸς ἐπελθούσης ἔφυγον. Θεοφάνης δὲ ὁ πατρίκιος μετὰ νίκης λαμπρᾶς καὶ τῶν μεγίστων ὑπέστρεψεν τρο παίων, καὶ ἐντίμως καὶ μεγαλοπρεπῶς ὑπεδέχθη καὶ παρακοιμώ μενος ἐτιμήθη. 52. Ἐπεὶ δὲ ὁ ῥηθεὶς Ἰωάννης μάγιστρος ὁ Κροκόας ἄριστός τις ἐγένετο τὰ πολεμικά, πολλά τε καὶ μεγάλα ἀνέστησε τρό παια, καὶ τὰ Ῥωμαϊκὰ ἐπλάτυνεν ὅρια, πλείστας τε πόλεις ἐπόρ θησεν τῶν Ἀγαρηνῶν· διὰ δὲ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρε τῆς ἠβουλήθη ὁ βασιλεὺς Ῥωμανὸς εἰς τὸν ἑαυτοῦ ἔγγονον Ῥω 917 μανόν, τὸν ἐκ τοῦ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ, τὴν τούτου θυγατέρα ἀναλαβεῖν. φθόνου δὲ αὐτῷ τῆς τοιαύτης ἕνεκεν ὑπο θέσεως παρὰ τῶν λοιπῶν βασιλέων κινηθέντος ἐκπίπτει τῆς ἀρχῆς, δομέστικος δὲ ἀντικαθίσταται ὁ πατρίκιος Πανθήριος, συγγενὴς ὢν τοῦ βασιλέως Ῥωμανοῦ. 53. Ἰνδικτιῶνος αʹ, Ἀπριλλίῳ μηνί, ἐπῆλθον πάλιν οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως. ὁ δὲ πατρίκιος Θεοφάνης ὁ παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς ἐποίησε μετ' αὐτῶν, ὁμήρους τῶν ἐμφανῶν ἀναλαβόμενος· ἐξ οὗ καὶ συνέβη ἐπὶ χρό νοις εʹ τὴν εἰρήνην διαφυλαχθῆναι. 54. Δευτέρας δὲ ἰνδικτιῶνος ὁ βασιλεὺς Ῥωμανὸς Πασχά λιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λογγιβαρδίας πρὸς τὸν ῥῆγα Φραγγίας Οὔγουνα ἐξαπέστειλε, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν εἰς νύμφην Ῥωμανῷ τῷ υἱῷ τοῦ γαμβροῦ αὐτοῦ Κωνσταντίνου· ἣν καὶ ἀναλαβὼν ὁ εἰρημένος Πασχάλιος μετὰ πλούτου πολλοῦ ἐν τῇ πόλει ἀνήγαγεν. γέγονε δὲ ὁ γάμος Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶ νος γʹ. ζήσασα ἔτη εʹ ἐτελεύτησεν ἐν ταῖς ἡμέραις τῆς αὐτοκρα τορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ. 55. Ἀνέμου δὲ βιαίου σφόδρα καταπνεύσαντος Δεκεμ 918 βρίῳ μηνί, οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ δῆμοι κατέπεσον, οἳ ἀπεναν τίας τοῦ βασιλικοῦ θρόνου ἐτύγχανον, καὶ συνέτριψαν τά τε ὑπο κάτωθεν αὐτῶν βάθρα καὶ τὰ στηθέα λεγόμενα. χρόνου δὲ περι κυκλεύσαντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν οἱ υἱοὶ αὐτοῦ τοῦ παλατίου κατήγαγον. 56. Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τοῦ Χριστοῦ τίμιον ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ πολιορκουμένης στρα τεύματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόμενοι τὴν πολιορκίαν λυθῆναι, τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον παρέ χειν ἐπαγγειλάμενοι. ὑπὲρ τῆς τοιαύτης δὲ χάριτος δεσμίους ᾐτή σαντο τῶν ἐμφανῶν ἀπολαβεῖν, χρυσόβουλλά τε λαβεῖν ὥστε τὴν τούτων χώραν μηκέτι παρὰ τοῦ Ῥωμαίων στρατοῦ ληΐζεσθαι· ὃ δὴ καὶ γέγονεν. τοῦ δὲ ἁγίου ἐκμαγείου ἀποσταλέντος καὶ ἤδη τῇ Κωνσταντινουπόλει πλησιάσαντος, Θεοφάνης ὁ πατρίκιος καὶ πα ρακοιμώμενος ἐν τῷ ποταμῷ Σαγγάρῳ ἐξελθὼν ὑπήντησεν αὐτῷ μετὰ φωταγωγίας καὶ τῆς δεούσης τιμῆς καὶ ὑμνῳδίας. καὶ τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθον, τοῦ βα σιλέως ἐν Βλαχέρναις ὄντος κἀκεῖ αὐτὸ προσκυνήσαντος. τῇ δὲ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε τοῦ βασιλέως δύο υἱοὶ Στέφανός τε καὶ Κωνσταντῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος 919 σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ· καὶ μετὰ τῆς δεούσης τοῦτο ἀνα λαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωτα γωγίας μεγίστης προαγούσης, μέχρι τοῦ ἁγίου ναοῦ τῆς ἁγίας τοῦ θεοῦ σοφίας πεζῇ διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ πα λατίῳ ἀνήγαγον. 57. Ἐν ταύταις δὴ ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεδήμησεν, παῖδες συμφυεῖς ἄρρενες ἐκ μιᾶς προελθόντες γαστρός, σῶοι μὲν καὶ ἄρτιοι πάντα τὰ μέλη τοῦ σώματος, ἀπὸ δὲ τοῦ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπογαστρίων συμπε φυκότες καὶ ἀλλήλοις ὑπάρχοντες ἀντιπρόσωποι. οἳ ἐπὶ πλεῖστον τῇ πόλει ἐνδιατρίψαντες, καὶ ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεως ὡς πονηρός τις οἰωνὸς ἐξηλάθησαν. ἐπὶ δὲ τῆς μονοκρατορίας Κωνσταντίνου πάλιν εἰσήλθοσαν· ἐπεὶ δὲ ὁ ἕτερος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς, ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι, ὃς τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. 58. Ὁ δὲ Ῥωμανὸς ὁ βασιλεύς, ὡς ἀνωτέρω εἴρηται, ἐν πᾶσιν μοναχοῖς πίστιν ἐκέκτητο ἄμετρον, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερεσέβετο Σέργιον τὸν ἐν μονασταῖς διαλάμποντα, ὃς ἀδελ φὸς μὲν τοῦ μαγίστρου ὑπῆρχε Κοσμᾶ, ἀνεψιὸς δὲ τοῦ πατριάρ 920 χου Φωτίου· ὃν πλέον τῆς σαρκικῆς εὐσυγγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια. ἀρετῆς γὰρ εἰς ἄκρον καὶ γνώσεως ἤλασεν, ὡς δυσχερὲς εἶναι διακρίνειν ποτέρῳ μᾶλλον ἐπλεονέκτει· οὕτως εἰς ἄκρον ἑκατέραν ἐξήσκησεν. ἐπήνθει τε αὐτῷ πρὸς τοῖς ἄλλοις καὶ τὸ τῆς διακρίσεως χάρισμα καὶ τὸ χάριεν τοῦ ἤθους καὶ τὸ μέτριον τοῦ φρονήματος. οὐ γὰρ ἀνέσπα τὰς ὀφρῦς ὡς οἱ νῦν σοφοί, οὐδὲ ἀλαζών τις ἐδόκει καὶ ὑπερήφανος, ἀλλὰ τὸν λόγον μὲν εἶχε γλυκύτερον μέλιτος ἀποστάζοντα, τὸ ἦθος δὲ πάγιον καὶ σταθερόν, ταπεινὸν δὲ τὸ φρόνημα. τοῦτον δὴ τὸν ἀοίδιμον ἀδιαλείπτως μεθ' ἑαυτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα ὄντως καὶ σταθμὴν τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα. ὃς πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πο νηρίαν ἐκκλίνοντας, μή ποτε αὐτὸς πάθοι τοῦ Ἠλί, τιμωρίαν ἐκ τῆς τῶν παίδων παρανομίας ἐκτίσας. 59 ἐπειδὴ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες κατήγαγον καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξώ ρισαν, πάλιν τοῦτον εἶχε τῶν συμφορῶν παραμύθιον καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. ᾧ συνῆν τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, καὶ αὐτὸς τὰ εἰκότα παραμυθούμενος· ὃς τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος πατριάρχης ἐπὶ τοῦ βασιλέως Κωνσταντίνου προχειρίζεται Κωνσταντινου πόλεως.