Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
770.1
ἐκ νόθου καὶ κιβδήλου ἐξέφυ γονῆς, Ἀρμένιον ἢ Ἀσσύριον εἰδεχθεστέρας, καὶ Λέων μὲν τὴν προσηγορίαν, λέοντος δὲ τὸ μὲν ἁρπακτικὸν εἰς τὸ ἀσφαλὲς κεκτημένος, τὸ δὲ ἐλευθέριον οὐδαμῶς προσιέμενος, χαμαιλέων δέ, ὥσπερ οὖν τὸ εἶδος, οὕτως καὶ τῆς ψυχῆς τὸ πολύμορφον, διὰ τὸ τοῦ γένους ὕπουλόν τε καὶ ὕφαλον, ἐξ ὧν ἐμεγαλαύχει τῆς δυστροπίας καὶ τοῦ δόλου τὸ κεκρυμμένον καὶ ἀνεξαγόρευτον. καὶ γὰρ ἐμηχανᾶτο λανθάνειν τὸ ἐνδομυχοῦν τῆς γνώμης σκοτεινὸν καὶ παλίμβολον καὶ πρὸς τὸ βλάπτειν ἐπιρ ρεπές. καί πως ἦν ἐκπεπονημένον αὐτῷ καὶ ἐπιτετηδευμένον μή ποτε συμφωνήσειν καρδίαν τοῖς χείλεσιν, ὡς ἕτερα μὲν μελετᾶν κατὰ νοῦν, ἄλλα δὲ προφέρειν ἐν τῷ στόματι. ἀλλ' ἐπὶ τοσοῦτον γὰρ ἀφιλοθεΐας καὶ πονηρίας ἐξώκειλεν ὁ βίος αὐτοῦ ὥστε καὶ δυσφωρότατον καὶ δυσκατάληπτον αὐτοῦ τὴν δαιμονιώδη γνώμην καὶ πονηρίαν τοῖς πᾶσι γενέσθαι κατάδηλον. ἐπεὶ οὖν τῆς βασι λείου ἀρχῆς, μᾶλλον δὲ τυραννίδος θεοῦ συγχωρήσει λαβόμενος κατὰ τῆς ἀμωμήτου πίστεως ὅλον ἐκχέει τὸν θυμὸν καὶ τὸν δόλον, καὶ ἁμιλλᾶται κατὰ πάντα τὸν πρὸ αὐτοῦ δυσσεβῆ Κοπρώνυμον, καὶ ὡσαύτως μιαροῖς τισὶ καὶ παμπονήροις ἀνθρώποις τὸ πᾶν τῆς ζωῆς καταπιστεύει, ἀσελγέσι τε καὶ ἐπὶ βίου αἰσχρότητι βεβοημέ νοις καὶ κατεφθαρμένοις τὴν ψυχὴν καὶ τὸ σῶμα, γόησι καὶ φαρ 771 μακοῖς καὶ λαοπλάνοις, καὶ πᾶν εἶδος κακίας ἀσκήσασι καὶ ἁπαξ απλῶς τὴν Χριστιανῶν ἠρνημένοις θεοσέβειαν. 13 καὶ δὴ τούτους ἀσπασίως εἰσοικίζεται καὶ περιπτύσσεται, καὶ ὑποκύπτει ταῖς ματαίοις αὐτῶν καὶ ψυχοφθόροις διδαχαῖς καὶ μυήσεσιν, καὶ οἷα τῆς ἁμαρτίας ἀνδράποδον ἐξανδραποδίζεται, καὶ τῷ ἀγκίστρῳ τῆς ἀπάτης καὶ παρανομίας δελεασθεὶς ὁ παράπεστος δεινῶς περι πείρεται. τρία γὰρ αὐτῷ προύθηκαν τὰ ὑπεσχημένα, τῆς ἀκρι βοῦς πίστεως ἡμῶν καὶ ὀρθοδόξου τὴν ἄρνησιν, τῶν θείων εἰκό νων τὴν καθαίρεσιν, τῶν εὐσεβούντων τὴν δίωξιν·" καὶ οὕτως εἰς ἄκρον εὐημερίας ἐλάσεις" φησίν," ὡς καὶ ἐπὶ πλεῖστον καὶ μήκι στον χρόνον τὴν παροῦσαν ζωήν, εἰ καί τις ἄλλος, διανύσαι." 14. Ταύταις οὖν καὶ ταῖς τοιαύταις ὀλεθρίοις φενακισθεὶς ἀπάταις ὁ ματαιόφρων καὶ κτηνώδης, καὶ καθάπερ ἦν εἰδεχθὴς καὶ δυσέντευκτος καὶ τῇ ἰδέᾳ αἰσχρότερος εἰ γὰρ καὶ λεόντειον τοὔνομα, πιθήκειον τὸ βλεπόμενον, γίνεται φαυλότερος τὸν τρό πον, σοβαρώτερος τὸ ἦθος, θηριωδέστερος τὴν γνώμην, ἀτίθασ σος τὴν ὁρμήν, ἀκάθεκτος καὶ ἀνυπόστατος καὶ ἀλογιστότερός τε καὶ ἐμβριθέστερος καὶ τυραννικώτερος. 15 ἀναπτερωθεὶς γὰρ ὁ δείλαιος καὶ ταλαίπωρος τῇ ψευδομαντείᾳ καὶ ἐπιβουλῇ τῶν ἀλι τηρίων ἐκείνων, οὕτως ἐπανατείνεται ταχὺ τὸν πόλεμον. καὶ πρῶ 772 τον μὲν κινεῖ κατὰ τῶν ἱερῶν δογμάτων ἡμῶν τὴν θεομάχον αὐ τοῦ γλῶσσαν, ἔπειτα δὲ ζηλοῖ κἀνταῦθα τὸν δυσσεβέστατον Κο πρώνυμον Κόνωνα· καὶ συναθροίσας ὁμοίως ἐκείνῳ πονηρόν τε καὶ ἀγυρτῶδες συνακτήριον, μᾶλλον δὲ Ἰουδαϊκὸν συνέδριον, ᾧ καὶ σύνεδρος καὶ πρόεδρος ὁ ἐξάγιστος γενόμενος, ὁρᾶται πάλιν ἐν ναῷ κυρίου τὸ βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης κυρίου καὶ κατὰ τῆς θείας οἰκονο μίας μεγαλορρημονοῦν καὶ ἀλαζονευόμενον. καὶ οὕτως ὁ δεύτερος Καϊάφας μετὰ τῆς χριστομάχου σπείρας ἐκείνης πολλὰ καὶ μάταια κατὰ τῆς ἀληθείας κενολογήσας καθαιρεῖ πᾶσαν ἱερὰν τῆς ἐκκλη σίας ἀναστήλωσιν μίσει τῷ εἰς Χριστὸν καὶ τοὺς αὐτοῦ θεράπον τας, ἐπειδὴ βαρὺς ἦν αὐτῷ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος καὶ ἐπὶ μνήμης φερόμενος, καὶ οἱ τούτου φίλοι τε καὶ δοῦλοι. 16 διὸ δὴ καὶ ἀνοηταίνων κατεφλυάρει πᾶσαν εἰκονικὴν ἀναστήλωσιν ἀπόβλητον εἶναι τῇ θείᾳ γραφῇ καὶ λίαν ἀγνώριστον. τί οὖν πρὸς ταῦτα φήσειέν τις; ὅτι σοφίας θεοῦ ἀδιεξέταστοι λόγοι, καὶ ὁ μωρὸς μωρὰ λαλήσει. ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρ χων οὐκ ᾔδει πάντως τὰ χρυσότευκτα ἐκεῖνα Χερουβίμ, ἅπερ ὁ ἱεροφάντης Μωϋσῆς θεοῦ προστεταχότος ἐτεκτήνατο καὶ ἡ παλαιὰ καὶ ἔννομος σκηνὴ καθύπερθεν τῆς κιβωτοῦ ἔφερεν, ἃ δὴ οὐ παρὰ Ἰουδαίοις μόνον δεδόξαστο, ἀλλὰ καὶ τῆς χάριτος ὁ κῆρυξ Χε 773 ρουβὶμ δόξης ἀποκαλεῖ σαφῶς ἤτοι τὰ δεδοξασμένα. ἔτι γε μὴν καὶ ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία καὶ τῷ θεσπεσίῳ Ἰεζε κιὴλ ὦπται, καὶ εἴ τι τοιοῦτον κατὰ τὰς ἱερὰς βίβλους ἱστόρηται καὶ τετίμηται, ἅπερ οὐ πέφρικεν ὁ ἄθλιος καὶ βέβηλος ἐν εἰδώλων μοίρᾳ θεῖναι, ὡς ἀθετεῖν μᾶλλον ἢ προσίεσθαι τὰς θεοπνεύστους γραφὰς προελόμενος· ἐξ ὧν λοιπὸν καὶ Ἰουδαίων ἀπιστότερος καὶ ἀγνωμονέστερος εἰκότως νομισθείη σὺν τοῖς ὁμόφροσιν αὐτοῦ. ἄξια γὰρ ὡς ἀληθῶς τῆς ἑαυτῶν βδελυρίας ἀπιστίας τε καὶ ἀλο γίας φρονήσαντες καὶ ἐκφωνήσαντες. 17 καὶ γὰρ τῷ Χριστῷ κἀνταῦθα προφανῶς ἀπομάχονται, ὃς λαβὼν ὀθόνην λαμπρὰν καὶ τὸ ὑπέρλαμπρον καὶ ὑπέρκαλον ἐναπομαξάμενος θεῖον εἶδος ἐκπέμπει πιστῶς αἰτήσαντι τῷ τῶν Ἐδεσηνῶν ἡγεμόνι Αὐγάρῳ. ἐξ ἐκείνου δὲ μέχρι καὶ τήμερον ἀποστολικῇ παραδόσει καὶ εἰση γήσει, γνώσεώς τε καὶ μνήμης ἕνεκεν ὧν ὑπὲρ ἡμῶν ἔδρασέ τε καὶ πέπονθε Χριστός, καθὰ δὴ καὶ ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων δέλτοις ἀνιστόρηται, σεβασμίως ἐκτυποῦμεν καὶ προσκυνοῦμεν, κἂν οἱ χριστομάχοι διαρρήγνυνται. 18 καὶ μέντοι πρὸς τούτοις παράδοσις καὶ λόγος ἐχόμενος πειθοῦς καὶ μέχρις ἡμῶν κάτεισι, τὸν θεῖον εὐαγγελιστὴν Λουκᾶν ἐν εἰκόνι διαγράψαι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πρὸς δὲ καὶ τὴν πανάχραντον αὐτοῦ μη 774 τέρα, καὶ τὰς ἱεροτυπίας ταύτας διαφυλάσσειν τὴν Ῥωμαίων πό λιν. τί δὲ δεῖ λέγειν περὶ τῶν λοιπῶν ὧν ἐν Ἱεροσολύμοις, ὡς ἱστόρησάν τινες οἱ αὐτόθι γενόμενοι, ὡς πλεῖστα μέχρι τῆς δεῦρο πιστῶς καὶ εὐλαβῶς ἱερογραφίας ἐκ παλαιοῦ δι' ἀκριβείας ἀνεστη λωμένας σεμνῶς περιέποντες προσκυνοῦσιν; ὡσαύτως δὲ πάλιν ἀναγέγραπται ὅτι Πέτρος καὶ Παῦλος οἱ κορυφαῖοι τῶν ἀποστόλων τὰ μεγαλεῖα τοῦ θεοῦ κηρύττοντες ἐν τῇ Ῥώμῃ, καὶ ἃ πεποίηκεν ὁ Χριστὸς θαύματα, πρῶτον τὴν θείαν μεταμόρφωσιν ἐξεικονί σαντες Ῥωμαίοις παραδεδώκασι, καθὼς καὶ ὤφθη Μωυσῇ καὶ Ἠλίᾳ ἐν μέσῳ τοῖς ἁγίοις προφήταις· ἃ δὴ καὶ μέχρι τοῦ νῦν σώζεται. 19. Πῶς οὖν ἀντιβλέψουσιν οἱ ἀπειθεῖς καὶ ἀγνώμονες πρὸς τὸ μέχρι τοῦ παρόντος ᾀδόμενον καὶ ὁρώμενον ἐν τῷ ναῷ τῆς θεομήτορος θαῦμα, τὸ ἐν τῇ πόλει τῇ καλουμένῃ Λύδδῃ; ὅνπερ ναὸν ἔτι περιούσης κατὰ τὸν τῇδε βίον οἱ ἀπόστολοι ἐδομήσαντο. πολλοὶ γὰρ τεθέανται προσκυνούμενον εὐλαβῶς καὶ τιμώμενον τὸ ἀχειρότευκτον ἐκεῖνο καὶ σεβάσμιον ἀπεικόνισμα, πλαξὶ τετυπω μένον λαμπραῖς καὶ διαυγέσι, καὶ διὰ βάθους κεχωρηκὸς ὅλου· ὃ δὴ καί τινες τῶν δυσμενῶν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀποξέσαι