Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
775.1
σπουδάσαντες ἐματαιώθησαν ἀποτυχόντες τῆς ἀτόπου αὐτῶν ἐγ χειρήσεως. ὅσῳ γὰρ αὐτοὶ τὸ ἐκτύπωμα ἔξεον, πλειοτέρως ἐξέ λαμπον. οὐδὲν γὰρ ἧττον ἐπὶ σχήματος ἕστηκεν ἡ μορφή, εἶδός τε καὶ στολὴν καὶ τἆλλα τῆς θέας ἀνεξάλειπτα καὶ ἀλώβητα δια σώζουσα. ἱστορεῖται γὰρ ὅτι οἱ ἅγιοι ἀπόστολοι ὑποσχέσει τῆς πανάγνου θεοτόκου ναὸν ἐπ' ὀνόματι αὐτῆς ἀνήγειραν· καὶ αὐτῆς εἰς θέαν τοῦ ναοῦ τῇ αἰτήσει αὐτῶν εἰσελθούσης καὶ εἰς ἕνα τῶν κιόνων σταθείσης εὑρεθῆναι ἐν τῷ κίονι τὸ ἐκτύπωμα αὐτῆς· ὃ καὶ πολλὰ βιασάμενοι, ὡς εἴρηται, Ἕλληνες καὶ Ἰουδαῖοι οὐκ ἴσχυσαν ἀποξέσαι. 20. Ὅτι δὲ ἀρχαιοτάτη τούτων ἡ ποίησις καὶ παράδοσις, μάρτυς μὲν καὶ πρὸς τοῖς ἄλλοις ὁ θεῖος ἀνδριὰς ὃν ἔστησεν ἡ αἱμόρρους γυνὴ τῷ θεραπευτῇ Χριστῷ παρὰ τῷ ἑαυτῆς οἴκῳ, στήλην ἐναργεστάτην καὶ ἀπαράγραπτον κήρυκα τοῦ εἰς αὐτὴν γεγονότος θαύματος, ταῖς μετέπειτα γενεαῖς τὸ κατ' αὐτὴν θαυ ματουργηθὲν παράδοξον δημοσιεύουσα· περὶ οὗ καὶ ὁ μέγας παρὰ τοῖς εἰκονοτύποις διδάσκαλος Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστο ρίᾳ μνημονεύσας τὰ τελούμενα θαύματα παρὰ τῆς ἐκεῖθεν φυο μένης ἱερᾶς καὶ θεοβλάστου πόας, καὶ ὡς ἦν ἅπασιν ἀλεξίκακον ἐπικούρημα, ἐπάγει φάσκων ὅτι καὶ τῶν ἀποστόλων τὰς εἰκόνας 776 Πέτρου καὶ Παύλου καὶ αὐτοῦ δὲ Χριστοῦ διὰ χρωμάτων ἐν γρα φαῖς σωζομένας ἱστορήσαμεν. 21 μάρτυς δὲ καὶ ἡ ὄψις, δι δάσκαλος ἀψευδής. τό τε μῆκος τοῦ χρόνου σαφῶς δείκνυσι καὶ τῶν σεπτῶν ναῶν ἡ κτίσις. ἔτι δὲ καὶ τῶν ἀνέκαθεν ἱερῶν σκευῶν παρὰ τῶν εὐσεβούντων ἡ ποίησις καὶ ἀφιέρωσις ἄπειρος τῷ πλή θει τυγχάνουσα. οὐ μὴν δὲ ἀλλὰ καὶ αὐταὶ αἱ πτυχαὶ τῶν ἁγίων εὐαγγελίων τοὺς ἱεροὺς τύπους ἔξωθεν φέρουσαι ὑπὸ πάντων πι στῶν σεπτῶς προσκυνουμένους, οἵ τε θεῖοι κίονες καὶ αἱ σωλαῖαι καλούμεναι, αἳ τὸ σεβάσμιον τοῦ ἱεροῦ διατειχίζουσι θυσιαστη ρίου. καὶ γὰρ οὐδενὶ ἑτέρῳ λόγῳ ἢ τοῦ προσκυνεῖσθαι πάντως εἵνεκα ἅμα τῷ συμπαρακειμένῳ τοῦ σταυροῦ τύπῳ εὐσεβῶς ἀρχῆ θεν ἐνταῦθα καθιστόρηνται. 22. Ἀλλ' ὅ γε θηριώνυμος καὶ λεοντότροπος ταῦτα παρα γραψάμενος πάντα ἔσπευδεν ὅτι μάλιστα πᾶσαν θείαν εἰκόνα ἀπο στρέφειν καὶ λήθῃ βαθείᾳ παραπέμπειν. ταύτῃ τοι θεομαχῶν ἐπὶ δήμου τοιαῦτα κατατολμήσας ὁ ἐμβρόντητος παρρησιάζεται, λέγων" ὥσπερ ἐκ τῶν ὄψεων ὑμῶν, ἀδελφοί, τὰς εἰκόνας ἐξω λοθρεύσαμεν, οὕτω δὴ καὶ ἐκ τῶν ψυχῶν ὑμῶν περιαιρήσειν ὑμεῖς ὡς θεοῦ καὶ τοῦ βασιλέως δοῦλοι καὶ φίλοι σπουδάσατε." καὶ γὰρ ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοή

Intertext edge

Open linked passage

Note