Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
777.1
σει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν. κἀν τεῦθεν τοίνυν τοὺς εὑρισκομένους ἔχοντας εἰκόνα Χριστοῦ ἤ τινος ἁγίου καὶ προσκυνοῦντας δειναῖς τιμωρίαις καὶ κολάσεσι κατεδί κασεν ὁ ἀλάστωρ καὶ αἱμοβόρος. καὶ οὕτω κρεωκοπούμενοι καθ' ἑκάστην ἡμέραν καὶ καταθυόμενοι διεφθείροντο πανταχοῦ οἱ θεο σεβεῖς· καὶ πολλοὺς ἐνδόξους καὶ περιβλέπτους πεφόνευκε. 23. Καὶ ταῦτα μὲν κατὰ τῶν ὀρθοδοξούντων ἀφειδῶς καὶ ἀπαύστως διεπράττετο· κατὰ δὲ τῶν ἐν τέλει καὶ τῶν εὐπορωτέ ρων ἄλλην πονηρὰν ἐπίνοιαν ὁ πονηρὸς καὶ παμμήχανος εὑρίσκει. βουλόμενος γὰρ αὐτοὺς ἐλεεινοὺς καὶ πένητας ἀπεργάσασθαι τί ποιεῖ; αἰτίαις αὐτοὺς ἀφύκτοις καὶ ἐγκλήμασι περιβάλλει, προ φασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ἵνα τῷ δέει τῶν ἐγκλημά των πᾶσαν αὐτῶν τὴν οὐσίαν ἀναλογήσωσιν ὑπὲρ τῆς ἐκεῖθεν σω τηρίας. ἔστιν ὅτε δὲ καὶ συνεβίαζεν καθ' ὧν τινῶν ἀνδρικωτέρων ἢ εὐφυεστέρων, βασκαίνων τῆς εὐανδρίας ἢ εὐφυΐας αὐτοῖς, ὡς νεωτερίσειν ὑποπτεύων. τινῶν μὲν τοὺς ὀφθαλμοὺς ἐξώρυττεν, ἄλλων δὲ τὰ μέλη ἠκρωτηρίαζεν· ἑτέρους δεσμοῖς κατέχων μεθ' ἡμέρας τινὰς τῷ θανάτῳ παρέπεμψεν. ἐξ ὧν ὑπῆρχε Μιχαὴλ ὁ 778 τὴν τοῦ ἐξκουβίτου τάγματος ἀρχὴν διέπων· διεβλήθη γὰρ τῷ βασιλεῖ ὡς κατ' αὐτοῦ βουλευόμενος· ὃν εἱρκτῇ καὶ πέδαις εἶχε τηρούμενον.