Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
792.1
ραγενόμενοι, καρτερῶς ὠχυρωμένην εὑρόντες καὶ κατησφαλισμένην πάνυ καὶ ὑπὸ στρατηγῶν πεντήκοντα φρουρουμένην μετὰ τῶν λο γάδων καὶ τῶν στρατευμάτων αὐτῶν, καὶ ταύτην δι' ἡμερῶν ιεʹ Αὐγούστῳ μηνὶ ἐκπορθήσαντες καὶ δορυάλωτον εἰληφότες ᾐχμα λώτευσαν καὶ ἀπέκτειναν λαὸν ἄπειρον. ἀλλὰ μὴν καὶ πλήθη πλοίων αὐτῶν ἐξελθόντα τὰς Κυκλάδας νήσους ἠρήμωσαν καὶ τὴν Κρήτην καὶ τὴν Σικελίαν παρέλαβον. καὶ ψῦχος πολὺ γέγονε, καὶ χειμὼν ἀγριώτατος καὶ δριμύτατος, καὶ λιμὸς ἰσχυρός, καὶ ἀέρος αὐχμοὶ καὶ δυσκρασίαι καὶ ἀνωμαλίαι, καὶ σεισμοὶ φοβεροὶ καὶ ἐπάλληλοι, τὴν ἄμετρον ἀπελέγχουσαι τοῦ κρατοῦντος μοχθη ρίαν καὶ κακουργίαν. εἰς τοσαύτην γὰρ ἀφιλοθεΐαν καὶ ἀπόνοιαν ἐξώκειλεν ὁ ἄθεος, ὡς καὶ τὴν τοῦ κοπρωνύμου καὶ τῶν θηριω νύμων χαλεπὴν καὶ μυσαρωτάτην αἵρεσιν διαδεξάμενος καὶ ἀνα καινίσας, ὡς μηδὲν ἧττον ὀφθῆναι τῆς ἐκείνων δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων ἀπάτῃ καὶ παραπληξίᾳ τε καὶ οἰστρηλασίᾳ, τῶν ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὡρμημένων, πάλιν διωγμὸν καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας ὡσαύτως ἐπανετείνετο. 793 4. Τούτῳ τῷ μισοθέῳ μᾶλλον εἰπεῖν ἢ Θεοφίλῳ προσέ φυγε Θεόφοβος ὁ Πέρσης ἅμα τῷ πατρὶ αὐτοῦ, μετὰ Περσῶν χιλιάδες δεκατέσσαρες, οὓς διένειμεν ἐν τοῖς θέμασι κατασκηνώ σας καὶ εἰς τούρμας ἀποκαταστήσας, αἳ μέχρι τοῦ νῦν λέγονται τοῦρμαι Περσῶν· αὐτὸν δὲ τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεοδώρας Αὐγούστης γαμβρὸν ἐποιήσατο. 5. Φιλόκοσμος δὲ ὢν ὁ αὐτὸς Θεόφιλος κατεσκεύασε διὰ τοῦ ἄρχοντος τοῦ Χρυσοχόου λογιωτάτου πάνυ ὄντος καὶ συγγενοῦς Ἀντωνίου πατριάρχου τό τε Πενταπύργιον καὶ τὰ δύο μέγιστα ὄργανα ὁλόχρυσα, διαφόροις λίθοις καὶ ἑλίοις καλλύνας αὐτά, δένδρον δὲ χρυσοῦν, ἐν ᾧ στρουθοὶ ἐφεζόμενοι διὰ μηχανῆς τινὸς μουσικῶς ἐκελάδουν. ἐκαινούργησε δὲ καὶ τὰς βασιλικὰς στολὰς ὁ βασιλεύς, ἀνανεώσας καὶ χρυσοϋφάντους κατασκευάσας τοὺς λεγομένους λώρους καὶ τὰ λοιπὰ πάντα. 6. Δικαιοσύνην τε κοσμικὴν προσποιούμενος ὁ τὴν πίστιν καὶ τὴν εὐσέβειαν πλέον ὑπὲρ τοὺς πρῴην βασιλεύσαντας ἀδικήσας, προσελθούσης αὐτῷ γυναικὸς χήρας ἐν Βλαχέρναις ἔθος γὰρ ἦν αὐτῷ ἐκεῖσε ἀπέρχεσθαι καὶ βοησάσης ὡς ἀδικοῖτο παρὰ τοῦ τῆς Αὐγούστης ἀδελφοῦ Πετρωνᾶ δρουγγαρίου τῆς βίγλης ὄντος·" ὑψοῖ γὰρ τὰ ἑαυτοῦ οἰκήματα τοῖς κτίσμασιν οἷς καινουργεῖ, καὶ τὰ ἐμὰ σκοτίζει καὶ εἰς τὸ μηδὲν εἶναι ποιεῖ, ἅτε χήρας οὔσης 794 καταπεφρονημένης." καὶ παρευθὺ ἀπέστειλεν Εὐστάθιον κυαί στορα ἐπίκλην Μοναχόν, ἐν τῇ Ὀζείᾳ οἰκοῦντα, σὺν Λέοντι τῷ Συμβατίῳ καὶ Δημητρίῳ τῷ Καμουλιανῷ, ἰδεῖν εἰ τὴν γυναῖκα ἀδικεῖ τὸ καινουργηθὲν οἴκημα· οἳ καὶ ἀπελθόντες, καὶ θεασά μενοι τὴν τοιαύτην ἀδικίαν, καὶ βεβαιωθέντες ὡς ἀληθῆ εἰσὶ τὰ παρὰ τῆς γυναικὸς ῥηθέντα, ὑποστρέψαντες ἀνήγγειλαν τῷ βα σιλεῖ. καὶ ἐπ' ὄψεσι τοῦ βασιλέως ἐλεγχθεὶς παρ' αὐτῶν ὁ αὐτὸς Πετρωνᾶς, ἐκδυθεὶς ἐν τῷ μέσῳ τῆς ὁδοῦ τύπτεται τὰ νῶτα σφο δρῶς. ὡρίσθη δὲ ὅ τε κυαίστωρ καὶ οἱ ἀντιγραφεῖς ἀπελθεῖν καὶ ἐκ θεμελίων ἐκδαφίσαι τὰ τοιαῦτα οἰκοδομήματα καὶ τῇ γυναικὶ παραδοῦναι. 7. Οὗτος Ἀλέξιον τὸν Ἀρμένιον, ᾧ ἐπίκλην Μωσηλέ, ἀνδρεῖον ὄντα καὶ ῥωμαλέον εἰσεποιήσατο γαμβρὸν εἰς Μαρίαν τὴν ἠγαπημένην αὐτῷ θυγατέρα, ποιήσας αὐτὸν πατρίκιον, μετ' ὀλί γον δὲ καὶ μάγιστρον. εἶτα ὑπολήψεις τινὰς ἐπ' αὐτῷ σχὼν ὡς ὀρεγομένῳ τῆς βασιλείας, στρατηλάτην καὶ δοῦκαν τῆς Σικελίας ἐξέπεμψεν. οἷα δὲ φθόνου ὠδίνοντος, Σικελοί τινες ἀνελθόντες διέβαλλον τοῦτον βασιλεῖ ὡς τὰ μὲν τῶν Χριστιανῶν Σαρακηνοῖς προδίδωσι, κατὰ δὲ τῆς βασιλείας σου μελετᾷ. ἐν δὲ τῷ μεταξὺ τεθνηκυίας Μαρίας τῆς πεποθημένης τῷ βασιλεῖ θυγατρός, τὴν μὲν λάρνακα ταύτης ἐξ ἀργύρου ἐκόσμησε, καὶ τόμον ἐλευθερίας τοῖς προσφεύγουσιν ἐπ' ἐγκλήματί τινι τέθεικεν· ὅνπερ ἄργυρον μετὰ ταῦτα Λέων ὁ βασιλεὺς ἀνείλετο ἐκ τοῦ τάφου. 8 ὁ δὲ 795 θεόφιλος Θεόδωρον τὸν ἐπίσκοπον τὸν λεγόμενον Κρίθινον ἐν τῷ καιρῷ τῆς διαβολῆς Ἀλεξίου ἐν τῇ πόλει τυχόντα προσκαλεσάμενος, καὶ δοὺς τὸ ἴδιον φυλακτόν, ἀπέστειλεν εἰς Σικελίαν δοῦναι λόγον ἀπαθείας τῷ Ἀλεξίῳ καὶ ἀγαγεῖν ἐν τῇ πόλει πρὸς αὐτόν. ὁ δὲ ἀπελθὼν καὶ τῇ προσούσῃ αὐτῷ συνέσει πείσας Ἀλέξιον ἤγαγε πρὸς τὸν βασιλέα. ὃν ὁ βασιλεὺς ὡς ἀντάρτην τύψας ἔθετο ἐν τῷ δεσμω τηρίῳ, δημεύσας πᾶσαν τὴν περιουσίαν.... ἀνέθηκεν Ἀλεξίῳ εἰπὼν ὅτι δι' ἐμοῦ πάντα πέπονθας τὰ δεινά. καὶ τοῦ βασιλέως κατὰ τὸ ἔθος εἰς Βλαχέρνας ἀπελθόντος προλαβὼν ἔστη ἔνδοθεν τοῦ θυσιαστηρίου ὁ ἀρχιεπίσκοπος, ἱερατικὴν στολὴν ἠμφιεσμένος· καὶ τοῦ βασιλέως τῇ σωλέᾳ πλησιάσαντος ἅμα τῇ συγκλήτῳ φωνῇ μεγάλῃ ἐφώνησεν ὁ ἀρχιεπίσκοπος" ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν τίνος, ὦ βασιλεῦ;" αἰδεσθεὶς οὖν ὁ βασιλεὺς τῇ συγκλήτῳ ἔφη" ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης." ὁ δὲ" καὶ ποία δικαιοσύνη ἐν σοί, ὅτι δοὺς ὑπόγραφον λόγον Ἀλε ξίῳ δι' ἐμοῦ οὐκ ἐφύλαξας τοῦτο;" ὁ δὲ βασιλεὺς ὡς ἐλεγχθεὶς τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγεν, καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ' αὐτοῦ μόνον, ἀλλὰ καὶ διὰ τὸ μαθεῖν αὐτὸν τὰς ἁγίας εἰκόνας τιμᾶν καὶ σέβε σθαι καὶ τὴν αὐτοῦ δυσσέβειαν διαβάλλειν. μετ' οὐ πολὺ δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ παραγινομένου, καὶ τοῦ πατριάρχου αὐτὸν ὀνει δίσαντος, αὐτὸν τὸν ἀρχιεπίσκοπον ἤγαγε μετὰ παρακλήσεως. τοῦ 796 δὲ ἀνάξιον ἑαυτὸν τῆς ἱερωσύνης κρίναντος δι' ἃ πέπονθεν, ὁ βα σιλεὺς οἰκονόμον τῆς μεγάλης ἐκκλησίας πεποίηκεν. καὶ Ἀλέξιον τοῦ δεσμωτηρίου ἐξέβαλεν, ἀποδοὺς αὐτῷ καὶ πᾶσαν τὴν περιου σίαν αὐτοῦ, ἔχων αὐτὸν ἐν τιμῇ. 9. Ἦν δὲ καὶ Μανουὴλ ὀνομαστότατος στρατηλάτης πάν των τῶν ἐν τῇ ἀνατολῇ, τιμώμενος παρὰ τοῦ βασιλέως. οὗτος Μύρωνι συμβαλὼν λόγους τινάς, λογοθέτῃ τε ὄντι τοῦ δρόμου καὶ πενθερῷ τοῦ Πετρωνᾶ, διεβλήθη τῷ βασιλεῖ ὑπὸ Βασιλείου ὑποβολῇ Μύρωνος ὡς τῆς βασιλείας ὀρέγεται, καὶ ἐμελετᾶτο δεινὰ κατ' αὐτοῦ. Λέων δὲ ὁ πρωτοβεστιάριος ὑπὲρ τοῦ Μανουὴλ προϊστάμενος καὶ φροντίζων διεβεβαιοῦτο τῷ βασιλεῖ ὡς ψευδῆ εἰσὶ τὰ κατ' αὐτοῦ λεγόμενα. ἃ μαθὼν Μανουήλ, καὶ τὴν ὀργὴν τοῦ βασιλέως καὶ διαβολὰς ἐκκλίνων, λάθρα τῆς πόλεως ἐξελθὼν μέχρι Πυλῶν καὶ τοῖς δημοσίοις ὀχήμασιν ἐπιβὰς ἀπῆλθε φυγὰς μέχρι τῶν κλεισούρων Συρίας, τὰς τῶν ἵππων ἰγνύας ἐκκόπτων. ἐδήλωσέ τε τοῖς Ἀγαρηνοῖς ταῦτα, ὡς βασιλέως ὀργὴν ἐκφεύγω, καὶ εἴ γε μὴ καταναγκάσητέ με τὴν ἐμαυτοῦ πίστιν καταλιπεῖν, προσφεύγω ὑμῖν. εἰ οὕτω καὶ ἐπὶ τούτοις προσδέχεσθέ με, λόγον ἀπαθείας μοι ἀποστείλατε. οἱ δὲ τοῦτο μεγάλῃ χαρᾷ δεξάμενοι, λόγον ἀπαθείας ἀποστείλαντες, προσεδέξαντο ὡς βασιλέα Ῥω μαίων. 10 τοῦτο μαθὼν ὁ βασιλεὺς ἐν πολλῇ θλίψει καὶ ἀθυ μίᾳ γέγονεν, καὶ βουλὴν ἐποιεῖτο μετὰ Ἰωάννου συγκέλλου περὶ τούτου. ὁ δὲ εἶπεν" εἰ προθύμως βούλει τὸν Μανουὴλ προσελ 797 θεῖν, ὦ βασιλεῦ, αὐτὸς ἐγὼ ἕτοιμος τοῦτο ποιῆσαι, χρήματα λαβὼν καὶ πρὸς τὸν ἀμερουμνῆν σταλεὶς ὡς δῆθεν τοὺς ἐν εἱρκτῇ καὶ δεσμοῖς ἐπισκεψόμενος, ἔχων καὶ ἐνυπόγραφον λόγον παρὰ τῆς σῆς βασιλείας, ᾧ πείσω τὸν Μανουὴλ εἰς ὄψιν ἐλθεῖν. δοκῶ δὲ τοῦτο πρᾶξαι τῷ ἐνυπογράφῳ λόγῳ τῆς βασιλείας σου καὶ τῇ ἐμῇ πειθοῖ καὶ τῇ ἐκείνου εὐσεβείᾳ καὶ τῷ εἰκὸς εἶναι τῆς πατρίδος ἐρᾶν." ὁ δὲ βασιλεὺς πάμπολλα χρήματα καὶ δῶρα πρὸς τὸν ἀμερουμνῆν δοὺς αὐτῷ ἀπέστειλεν. 11 ὁ δὲ εἰσελθὼν μετὰ πολλῶν χρημάτων καὶ κόσμου παντοίου, ὥστε καὶ τοὺς Ἀγα ρηνοὺς ἐπὶ τῷ πλούτῳ αὐτοῦ ἐκπλαγῆναι, ὃς τὰ δεσμωτήρια ῥογεύσας καὶ τὸν πρωτοσύμβουλον θεασάμενος ἠδυνήθη καὶ λά θρα συνομιλῆσαι τῷ Μανουὴλ καὶ δοῦναι αὐτῷ τὸν ἐνυπόγραφον λόγον καὶ τὸ φυλακτὸν τοῦ βασιλέως. καὶ ὁ μὲν τοῦτο πράξας ὑπέστρεψεν, ἀναγγείλας τῷ βασιλεῖ ὅσα διεπράξατο· ὁ δὲ Μα νουὴλ ἐξαιτήσας τὸν ἀμερουμνῆν τοῦ ἐξελθεῖν κατὰ ἔθνους τινὸς πολεμίου αὐτοῖς ἔτυχε τῆς αἰτήσεως, καὶ λαβὼν τὸν τοῦ ἀμε ρουμνῆ υἱὸν καὶ λαὸν πλεῖστον ἀπῆλθε καὶ νίκην μεγάλην εἰργά σατο. καὶ τούτῳ ἐν μείζονι τιμῇ ὑπὲρ τὸ πρῶτον καθίσταται, καὶ πάντα ἦν αὐτὸς παρὰ τῷ ἀμερουμνῇ δυνάμενος. 12 ὅθεν ἔχων φροντίδα πολλὴν τοῦ ἐξελθεῖν ἐν Ῥωμανίᾳ, μετὰ καιρόν τινα εἶπε πρὸς τοὺς δυνάστας τοῦ ἀμερουμνῆ ὅτι ἐάν μοι τὸν υἱὸν τοῦ ἀμερουμνῆ καὶ λαὸν παρέξετε, ἐξελθὼν ὑποτάξω τὴν Ῥωμανίαν. 798 οἱ δὲ τῷ ἀμερουμνῇ εἰπόντες αὐτὸν ἀπέστειλαν. ὁ δὲ ἐλθὼν πλη σίον τοῦ θέματος τῆς Ἀνατολῆς, προσκαλεσάμενος τοὺς ὑποχει ρίους αὐτοῦ καὶ τὸν υἱὸν τοῦ ἀμερουμνῆ ὡς δῆθεν διακινήσων καὶ κυνηγήσων, πόρρωθεν τῶν πολεμίων γενόμενος, περιπλακεὶς τῷ υἱῷ τοῦ ἀμερουμνῆ καὶ καταφιλήσας αὐτὸν εἶπεν ὅτι" ἐγὼ μὲν ἀπέρχομαι πρὸς τὸν βασιλέα μου καὶ τὰ ἴδια, μηδὲν τῶν ἐν τῷ βίῳ προτιμήσας πατρίδος καὶ συμφυλετῶν· σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθε ὑποπτεύοντες παρ' ἡμῶν, ἄπιθι πρὸς τοὺς σούς." καὶ οὗτος μὲν οὕτω μετὰ δακρύων καὶ αἰσχύνης ὑπέστρεψεν· ὁ δὲ Μανουὴλ ἐχώρει πρὸς τὸν βασιλέα, προαπο στείλας αὐτῷ τὸν μηνύσοντα. 13 ὁ δὲ βασιλεὺς καὶ τὸν μηνυ τὴν ὡς μεγάλων ἀγαθῶν ἄγγελον ἀποδεξάμενος χρήμασί τε καὶ ἀξιώμασιν ἐφιλοτιμήσατο, καὶ τὸν Μανουήλ, ὡς ἄξιον ἦν, ὑπε δέξατο, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμε νος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεξά μενος. 14. Τούτοις ἐπαρθεὶς ὁ βασιλεὺς ἐξῆλθε μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ παντὸς κατὰ τῶν Ἀγαρηνῶν, καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸ Σαμόσατον, πλούτῳ κομῶν καὶ δυνάμει τότε διὰ τὸ τὸν ἀμερουμνῆν ἐκεῖθεν εἶναι, παραλα βὼν ἐπάνεισι τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος, καὶ ἐλθὼν μέχρι τοῦ Βρύαντος προσέταξεν οἰκοδομῆσαι παλάτιον καὶ παρα δείσους φυτεῦσαι καὶ ὕδατα ἀγαγεῖν· ἃ καὶ γέγονεν. ἐκεῖθεν δὲ ἀφικόμενος εἰς τὴν πόλιν τὰ λάφυρα ἐθριάμβευσεν, ἱππικὸν ποιή 799 σας καὶ τὸ πρῶτον βαΐον παίξας, ἅρματι λευκῷ μὲν ἐποχησάμε νος, χρώματι δὲ τῷ βενέτῳ ἀμφιασάμενος, καὶ νικήσας ἐστεφα νώθη, τῶν δήμων ἐπιβοώντων" καλῶς ἦλθες, ἀσύγκριτε φακτο νάρη." 15. Τοῦ δὲ πατριάρχου Ἀντωνίου τελευτήσαντος ἀντ' αὐ τοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, ἵν' εἴπω ὁ νέος Ἰάννης καὶ Ζαμβρής, βεβοημένος ἐπί τε μαγείαις καὶ λεκανομαντείαις καὶ πάσῃ ἀσεβείᾳ· ὃς ὄργανον ἐπιτήδειον εὑρεθὲν τῆς τοῦ βασιλέως ἀσεβείας τε καὶ ῥοπῆς αὐτῷ πάντα πρὸς ἀπώλειαν εἰργάζετο. καὶ ὃν ὤδινε μὲν κατεῖχε δὲ βασιλίσκον τῆς ἀσεβείας ὁ βασιλεὺς ἐξέρρηξε καὶ ἀπέτεκε, τὰς ἁγίας εἰκόνας ἀναχρίεσθαι προστάξας ἢ ἀπαλείφεσθαι. 16. Οὗτος ὁ Ἰαννὴς πρὸ τοῦ ἄστεος οἴκημα ἐκ λίθων λαξευτῶν κατασκευάσας, ὃ Τροῦλος μέχρι νῦν ὀνομάζεται, διὰ τινῶν θυσιῶν ὡμίλει τοῖς δαίμοσι καὶ τῷ βασιλεῖ τὰ μέλλοντα διεσήμαινεν. ὃ δὴ καὶ ἀνοίκητον ἔμεινεν διὰ τὰς ἐν αὐτῷ γενομέ νας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. 17. Διὰ τοῦτο σύμμαχον τοῦτον καὶ συνίστορα ἔχων Θεό φιλος τῆς αὐτοῦ αἱρέσεως, ὁ δεύτερος Νεκτεναβῶ τὸν ῥηθέντα Ἰωάννην, μᾶλλον δὲ Ἰαννήν, τὸν πατριάρχην ἢ μανδριάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαάμ, ἐν τοῖς καθ' ἡμᾶς χρόνοις 800 κακῶς ἀναφανέντα λεκανόμαντιν καὶ πάσης θεοστυγοῦς πράξεως καὶ τερατείας δεινὸν ὑποφήτην· ὑφ' οὗ καὶ τὰ γράμματα παιδευ θεὶς ὁ εὐρίπιστος καὶ δόλιος ὑπηρέτης δόκιμος ἀχθίστων πραγμά των καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν. οὓς ἂν ἐνδί κως ὁ θεῖος λόγος ἐπαράσσεται σχετλιαστικῶς, φάσκων" οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ χάριν ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. οὗτοί εἰσι γογγυσταὶ καὶ μεμψίμοιροι, κατὰ τὰς ἐπι θυμίας αὐτῶν πορευόμενοι ἐν ταῖς ἀπάταις αὐτῶν." ἐφαρμόσειεν δ' ἂν αὐτῷ μάλα εἰκότως καὶ τὰ τοῦ ὁμοτρόπου Ἰουλιανοῦ παρὰ τῇ θεολόγῳ στηλιτευόμενα γλώσσῃ· σφόδρα γὰρ ἐμφερὴς ἐναπέ φηνε καὶ εἰς μηδὲν ἀπεοικὼς τῆς ἐκείνου κακουργίας καὶ δυστρο πίας. ἔφη γοῦν" πῶς μὴ δακρύσω τὸν ἄθλιον; πῶς μὴ πλέον τῶν δεδιωγμένων τοὺς προσδραμόντας, πλέον δὲ τῶν αὐτομολη σάντων εἰς τὴν κακίαν θρηνήσω τὸν συναρπάσαντα; μᾶλλον δὲ τοῖς μὲν οὐδὲν δεινὸν τὸ ὑπὲρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μακαριστότατον, οὐκ ἐκεῖθεν μόνον ἀλλὰ καὶ διὰ τὴν ἐντεῦθεν εὐδοξίαν καὶ παρρησίαν, ἣν διὰ τῶν κινδύνων ἑαυτοῖς ἐχαρίσαντο. τοῖς δὲ προοίμιον τῶν ἀπειλουμένων ἅπερ ἤδη πεπόνθασι· καὶ βέλτιον ἦν αὐτοῖς, εἰ ἐνταῦθα μακρότερον ἐκολάσθησαν, ἢ τοῖς 801 ἐκεῖ δικαιοκριτηρίοις ἐταμιεύθησαν. καὶ γὰρ ὥσπερ τὸν χαμαι λέοντα λόγος παντοῖον γίνεσθαι ῥᾳδίως καὶ πάσας μεταβάλλειν χροιὰς πλὴν μιᾶς τῆς λευκότητος, οὕτως κἀκεῖνος πάντα ἦν καὶ ἐγίνετο Χριστιανοῖς πλὴν ἡμερότητος· καὶ ἦν λίαν ἀπάνθρωπον αὐτῷ τὸ φιλάνθρωπον, καὶ τὸ πιθανὸν βίαιον, καὶ ἀπολογία τῆς ἀγριότητος ἡ χρηστότης. ὅθεν λεκτέον πρὸς αὐτόν, εὐηθέστατε καὶ ἀπαιδευτότατε τὰ μεγάλα, σὺ κατὰ τοσούτου κλήρου καὶ τῆς οἰκουμένης ἀνέστης, σὺ κατὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ θυσίας τοῖς σοῖς μιάσμασι, σὺ κατὰ τοῦ τὸν κόσμον καθαίροντος αἵματος τοῖς σοῖς μιαροῖς αἵμασιν; σὺ μετὰ Ἡρώδην διώκτης, καὶ μετὰ Ἰούδαν προδότης, πλὴν ὅσον οὐκ ἀγχόνῃ τὴν μετάνοιαν ἔδειξας ὥσπερ κἀκεῖνος, καὶ χριστοκτόνος μετὰ Πιλᾶτον, καὶ μετὰ Ἰου δαίους μισόθεος, ὁ τῶν ἁγίων ὑβριστής. Ἰεροβοάμ σε εἰπεῖν οἰκειότερον, ἢ Ἀχαὰβ τὸν Ἰσραηλίτην, τοὺς παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσσύριον; ἢ πάντα ταῦτα συνελόντες ἕνα καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακίας φαίνεσαι εἰς σεαυτὸν συλλεξάμενος, Ἰεροβοὰμ τὴν ἀποστασίαν, Ἀχαὰβ τὴν μιαιφονίαν, Φαραὼ τὴν σκληρό τητα, Ναβουχοδονόσορ τὴν ἱεροσυλίαν, πάντων ὁμοῦ τὴν ἀσέ βειαν. 18 ποῦ εἰσὶν αἱ θυσίαι καὶ τελευταὶ καὶ τὰ μυστήρια; ποῦ σφάγια φανερά τε καὶ ἀφανῆ; ποῦ τεράστια προγνώσεως καὶ σημεῖα ἐγγαστριμύθων; ποῦ αἱ κατὰ Χριστιανῶν μαντεῖαι καὶ 802 ἀπειλαί; οἴχεται πάντα, διέψευσται, διερρύη. ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ κομπάσματα. ἔπεσε Βάλ, συνετρίβη Δαγών. οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν. καὶ νῦν ταῦτα μικρὰ τοῖς ἀθλίοις ἴσως. ἔσται δὲ καιρὸς ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβριστὰς καὶ τὸν μέγαν τούτων καθηγητὴν ἀποκλαιομένους τὴν ἑαυτῶν κακίαν, ὅτε πᾶσα κρίνεται καὶ βασανίζεται κακία καὶ πονηρία." 19. Τούτων δὲ οὕτως πραττομένων παρά τε τοῦ βασι λέως καὶ τοῦ συμμύστου αὐτοῦ πατριάρχου, Ἄραβες μετὰ δυνά μεως πολλῆς κατὰ Ῥωμανίας ἐξῄεσαν, ὁ δὲ βασιλεὺς ἅμα τοῖς πρόσφυξι Πέρσαις καὶ τοῖς τάγμασι καὶ Μανουὴλ δομεστίκῳ κατ' αὐτῶν ἐχώρει. καὶ συμβολῆς γενομένης ἡττήθη ὁ βασιλεύς, καὶ μέσον εἰσῆλθε τῶν Περσῶν, ὑπ' αὐτῶν περισωθῆναι ὑπολαβών. Μανουὴλ δὲ ὡς ἔγνω περισκοπῶν μέσον τῶν Περσῶν τὸν βασιλέα ὄντα, αὐτοὺς δὲ βουλομένους τοῖς Ἄραψι τοῦτον προδοῦναι καὶ δι' αὐτὸν καταλλαγῆναι αὐτοῖς, διασχίσας μέσον αὐτῶν καὶ τοῦ χαλινοῦ τοῦ ἵππου τοῦ βασιλέως λαβόμενος ἐξήλασεν ἄκοντα τοῦ τον ἐξάγων, αἰσχύνην ἡγούμενος οὐ καθεκτὴν Ῥωμαίοις, εἰ τὸν βασιλέα Ῥωμαίων Ἄραβες αἰχμάλωτον λάβωσιν. ὁ δὲ βασιλεὺς τῷ δέει τοῦ καθεστηκότος ἐκστὰς προσρυῆναι πάλιν τοῖς Πέρσαις ἠβούλετο. ὁ δὲ Μανουὴλ τὸ ξίφος ἀνέτεινεν ὡς πατάξων αὐτόν. ὁ δὲ φοβηθεὶς καὶ ἄκων συνείπετο, μόλις διασωθείς. κἀκεῖθεν 803 ὑποστρέφει ἐν τῷ Δορυλαίῳ μετ' αἰσχύνης καὶ ἥττης πολλῆς. ὁ δὲ Μανουὴλ ἐν τῷ πολέμῳ τρωθεὶς καὶ νοσήσας ἐτελεύτησε, πολ λὰς ἀνδραγαθίας κατὰ τῶν Ἀγαρηνῶν ἐνστησάμενος. τὸ δὲ σῶμα αὐτοῦ ἀποκομισθὲν ἐτέθη ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ μονῇ τοῦ Μανουήλ, σύνεγγυς τῆς κινστέρνης Ἄσπαρος. 20. Καὶ εὐθὺς διαβολαὶ κατὰ Περσῶν πρὸς τὸν βασιλέα, καὶ ἀπειλαὶ κατὰ Θεοφόβου ὡς ἀντάρτου καὶ προδότου καὶ δυσμε νοῦς. ἃ μαθὼν Θεόφοβος τοὺς Πέρσας ἀναλαβὼν κατῆλθεν ἕως Σινώπης, καὶ ταύτην παραλαβὼν κατεῖχε τυραννικῶς. ὅπερ γνοὺς ὁ βασιλεὺς καὶ ἐν μεγάλῃ λύπῃ γενόμενος ἐδεδίει γὰρ μή πως παραρρυῶσι τοῖς Ἄραψι καὶ μέχρι Παφλαγονίας αὐτὸς ἀπῄει· καὶ λόγον αὐτοῖς ὡς οὐδὲν δεινὸν πείσονται δεδωκώς, καὶ τὸν Θεό φοβον ἀναλαβόμενος, ὑπέστρεψε μεθ' ἑαυτοῦ ἐν τῇ πόλει, τῶν ἄλλων Περσῶν παραγενομένων οὗπερ κατεσκηνώθησαν ἐξ ἀρχῆς. ἠγαπᾶτο δὲ Θεόφοβος παρὰ τῶν πολιτῶν οὐχ ἧττον ἢ τῶν Περ σῶν ὡς ὀρθόδοξος. 21. Τότε δὴ γινομένῳ τῷ βασιλεῖ πρὸς Βλαχέρναις, καθὰ εἴθιστο, ὑπάντησεν αὐτῷ τις προσελθὼν καὶ λέγων ὅτι ὁ ἵππος ᾧ ἐποχεῖται ἡ βασιλεία σου ἐμός ἐστιν. τοῦ δὲ ἵππου σκιρτῶντος διὰ τὸ αἰφνιδίως προσιέναι, καὶ τοῦ βασιλέως τοῦτον κατασχόν τος, τὸν κόμητα τοῦ στάβλου ἐπηρώτησεν ὁ βασιλεὺς" τίνος ἐστὶν ὁ ἵππος;" ὁ δὲ ἔφη" ὁ κόμης τοῦ Ὀψικίου ἀπέστειλεν αὐτὸν τῇ 804 βασιλείᾳ σου." τούτου δὲ ἐν τῇ πόλει εὑρεθέντος, τῇ ἐπαύριον ἀγαγὼν αὐτὸν ὁ βασιλεὺς καὶ τὸν προσελθόντα αὐτῷ ἔφη" εἰπὲ τὸ ἀληθές, τίνος ἐστὶν ὁ ἵππος;" ὁ δ' ἀποκριθεὶς εἶπεν ὅτι" ἐμὸς ἦν, καὶ ἀποστείλας ὁ στρατηγὸς ἀνελάβετο αὐτὸν βιαίως ἀπ' ἐμοῦ, μήτε τίμημά μοι δοὺς μήτε ἀξίωμα." εἶπε δὲ πρὸς τὸν κόμητα ὁ βασιλεὺς" εἰπὲ εἰ οὕτως ἔχει, καὶ διὰ τί μὴ ἀποκόψας περὶ τοῦ ἵππου ἀπέστειλάς μοι αὐτόν." ὁ δὲ ἔφη ὅτι" ἐπεζήτει γενέσθαι σχολάριος· ἐγὼ δὲ μὴ εἰδὼς ὅτι ἀνδρεῖός ἐστιν, παρεῖχον αὐτὸν νομίσματα ἑκατόν· ὁ δὲ οὐκ ἔλαβεν αὐτά." ὁ δὲ βασιλεὺς ἔφη" καὶ διὰ τί μὴ ἀποκοπὴν τελείαν μετ' αὐτοῦ ποιησάμενος ἀπέστει λάς μοι τὸν ἵππον;" καὶ ἐρευνήσαντος τοῦ βασιλέως, καὶ πληρο φορηθέντος ὡς βιαίως αὐτὸν ἀφείλατο, τὸν μὲν στρατηλάτην τοῖς προσήκουσι μαγγλαβίοις ἐσωφρόνισε, τῷ δὲ προσελθόντι αὐτῷ ἀπέστρεψε τὸν ἵππον. ὁ δὲ τοῦτον οὐκ ἠβουλήθη λαβεῖν, ἔλαβε δὲ ὑπὲρ αὐτοῦ λίτρας δύο, ὁρισθέντος καὶ τοῦ στρατηγοῦ δοκι μάσαι αὐτόν, καὶ εἰ ἀνδρεῖός ἐστι, ποιῆσαι αὐτὸν σχολάριον. τοῦ δὲ εἰς πόλεμον ἀπελθόντος, ἐν τῇ συμβολῇ ὡς δειλὸς ἐν τοῖς φεύγουσιν εὑρεθεὶς κατεσφάγη ὑπὸ τῶν πολεμίων. 22. Γεγονότος δὲ τοῦ βασιλέως εἰς πρόκενσον ἐν τῷ Βρύαντι, ἦλθεν αὐτῷ μήνυμα παρὰ τοῦ στρατηγοῦ τῶν ἀνατο λικῶν ὡς ὅτι ὁ πρωτοσύμβουλος ἐξελθὼν μετὰ πλήθους ἐκπορθή σων ἀπέρχεται τὸ Ἀμόριον. ὁ δὲ τὰ νενομισμένα τῷ στρατῷ καὶ 805 τοῖς ἄρχουσι ποιῆσαι συντόμως μέχρι Καππαδοκίας ἐξῆλθεν. ὁ δὲ ἀμερουμνῆς ἀποχωρίσας πεντήκοντα χιλιάδας λαοῦ, καὶ τὸν Σουδαῆ, ὀνομαστότατον ἐν τοῖς Ἀγαρηνοῖς ὄντα ἐπί τε ἀνδρίᾳ καὶ φρονήσει, δοὺς αὐτοῖς κεφαλήν, ἀπέστειλε κατὰ τοῦ βασιλέως. συμβαλόντες δὲ πόλεμον, ἡττηθεὶς ὁ βασιλεὺς ἔφυγεν καὶ μετ' αἰ σχύνης ὑπέστρεψεν μόλις διασωθείς. ὁ δὲ ἀμερουμνῆς ἀπελθὼν μετὰ δυνάμεως πολλῆς περιεχαράκωσε τὸ Ἀμόριον, καὶ πολέμους πολλοὺς ποιήσας οὐκ ἴσχυσεν αὐτὸ ἐκπορθῆσαι, γενναίως καὶ σταθερῶς ἀγωνιζομένων τῶν ἔνδοθεν. μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἦν ἐν τῷ κάστρῳ, καὶ βουληθέντος οὗ προσχωρῆ σαι τῷ ἀμερουμνῇ, διά τινος ἐμήνυσεν αὐτῷ ὁ ἀστρονόμος ὅτι εἰ προσκαρτερήσῃς δύο ἡμέρας τῷ κάστρῳ, ἐκπορθεῖς ἡμᾶς. ὃ καὶ γέγονεν· προεδόθη γὰρ ὑπό τε τοῦ λεγομένου Βοϊδίτζη καὶ τοῦ Μανικοφάγου. κατεσχέθησαν τῶν ὀνομαστῶν ἄνδρες οὐκ ἀγενεῖς ἀπελθόντες ἐν Συρίᾳ αἰχμάλωτοι, Θεόφιλος ὁ πατρίκιος καὶ στρα τηγός, ὅ τε Μελισσηνὸς καὶ Ἀέτιος, καὶ Θεόδωρος πρωτοσπαθά ριος εὐνοῦχος ὁ Κρατερός, καὶ Κάλλιστος τουρμάρχης καὶ Κων σταντῖνος δρουγγάριος καὶ Βασόης ὁ δρομεὺς καὶ ἄλλοι πολλοὶ καὶ ἄρχοντες τῶν ταγμάτων· οἳ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγκα σθέντες ἀρνήσασθαι τὴν αὐτῶν πίστιν, καὶ τοῦτο μὴ πεισθέντες, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν, ἀντὶ τῆς παρούσης ζωῆς τὴν αἰώνιον ἀνταλλαξάμενοι. 806 23. Ὁ δὲ τὴν αἰσχρὰν σωτηρίαν τῆς καλλίστης ἀνταλλα ξάμενος, ὁ τοῦ φιλοσόφου Λέοντος μαθητὴς προσρυεὶς τῷ ἀμε ρουμνῇ ἠρωτήθη παρ' αὐτοῦ περὶ τῆς ἐπιστήμης αὐτοῦ. ὁ δὲ εἶπε μαθητὴς εἶναι τοῦ φιλοσόφου Λέοντος. οὗτός τε, ὅστις ὁ Λέων ἐστὶ καὶ οἷος μαθών, αὐτὸν ἐπεθύμει ἐκεῖνον ἰδεῖν. καὶ δή τινι τῶν αἰχμαλώτων δοὺς γράμματα πρὸς Λέοντα τὸν φιλό σοφον ἀπέστειλεν ἐν Κωνσταντινουπόλει, ὑποσχόμενος αὐτῷ, εἰ ἐξέλθῃ ὁ αὐτὸς Λέων, ἀπ' ἐκείνου αὐτὸν εἶναι ἐν τιμῇ. ὁ Λέων δὲ τὰ γράμματα ἀπολαβών, καὶ φοβηθεὶς μήπω διαγνωσθῇ, ἀνή γαγε ταῦτα Θεοφίλῳ τῷ βασιλεῖ. ὁ δὲ γνοὺς τὰ τῆς ἐπιστήμης αὐτοῦ, καὶ ὅτι τοιοῦτον σοφὸν ἄνδρα ἐν τῇ πολιτείᾳ αὐτοῦ ἔχει, προσλαβόμενος αὐτὸν εἶχεν ἐν τῷ παλατίῳ τῷ Μαγναύρας, παρα δοὺς αὐτῷ διδάσκειν καὶ μαθητάς, παρέχων αὐτῷ τὰ πρὸς ὑπηρε σίαν ἅπαντα· ὃς καὶ μητροπολίτης ἐν Θεσσαλονίκῃ γέγονεν. 24. Ὁ δ' αὐτὸς κτίζει τὸ Τρίκογχον ἐν τῷ παλατίῳ καὶ τὸ λεγόμενον Σίγμα, καὶ τὰς ἀναβάθρας ἔνθα οἱ δῆμοι ἵστανται, στήσας καὶ φιάλην ἐν ᾗ γίνεται τὸ σαξιμοδέξιμον λεγόμενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων μετὰ χρυσῶν σαγισμά των. ὑπὸ δὲ τὸ Τρίκογχον κάτωθεν διὰ μηχανῆς ἐποίησε τὸ Μυστήριον, ἐν ᾧ τῇ μιᾷ γωνίᾳ ἐὰν εἴποι τις, ἐξακούεται ἐν τῇ ἑτέρᾳ. 25. Μαθὼν δὲ αὐτὸς ὁ Θεόφιλος ὅτι Θεοφάνης τε καὶ Θεόδωρος ὁ αὐτάδελφος αὐτοῦ, καθ' ἑαυτοὺς ζῶντες, τὴν ἀσέ 807 βειαν αὐτοῦ κωμῳδοῦσι καὶ διελέγχουσιν, ἀποστείλας μετ' ὀργῆς ἤγαγεν αὐτοὺς πρὸς ἑαυτόν, εἰπὼν τάδε" πόθεν ἔστε;" οἱ δὲ εἶπον" ἐκ Παλαιστίνης." ὁ δὲ ἀλιτήριος" καὶ διὰ τί τὴν γῆν ὑμῶν ἀφέντες καὶ εἰς τὴν ἡμετέραν ἐλθόντες οὐ πειθαρχεῖτε τῇ βασιλείᾳ ἡμῶν;" τῶν δὲ μηδὲν ἀποκριναμένων ἐπέτρεψε παίεσθαι τὰς ὄψεις αὐτῶν σφοδρῶς. εἶτα μετὰ τοῦτο βουνευρήσας αὐτοὺς μέχρι θανάτου, μετὰ θυμοῦ καὶ τραχείας φωνῆς πρὸς τὸν ὕπαρχον ἔφη" ἆρον αὐτοὺς εἰς τὸ πραιτώριον, καὶ γράψον τὰ πρόσωπα αὐτῶν, ἐγκολάψας τούσδε τοὺς στίχους· πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ τῆς δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀτοπίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθεμίτους μωρίας. ὅθεν γραφέντες ὡς κακουργοὶ τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν." προσθεὶς ὅτι" κἂν μὴ ὦσι καλοί, μή σοι μελέτω." τοῦτο δὲ εἶπεν εἰδὼς αὐτοὺς ὡς σοφωτάτους καὶ ἄριστα ἠσκημένους τῶν 808 ποιητικῶν σχημάτων τὴν ἀκρίβειαν, εἰπόντος τινός" οὐδὲ ἄξιοί εἰσιν οὗτοι, ἵνα καλοὶ ὦσιν οἱ ἴαμβοι." οἱ δὲ εἶπον" γράφε, γράφε, βασιλεῦ, τὸ δοκοῦν σοι, ὡς μέλλον τοῦτο ἀναγνωσθῆναι ἐνώπιον τοῦ δικαίου καὶ φοβεροῦ κριτοῦ." ὁ δὲ ὕπαρχος τούτους ἀγαγὼν εἰς τὸ πραιτώριον, μετὰ δύο ἡμέρας ἁπλώσας ἐν σκάμνοις καὶ δήσας αὐτῶν χεῖρας καὶ πόδας, κατακεντήσας τε καὶ ἐγκολά ψας τοὺς στίχους εἰς τὰς ὄψεις αὐτῶν ἐξώρισεν. καὶ ἐν μὲν τῇ ἐξορίᾳ τελευτᾷ ὁ ἐν ἁγίοις Θεόδωρος, ὁ δὲ ἀοίδιμος Θεοφάνης ὁ ποιητὴς διήρκεσε μέχρι Μιχαὴλ καὶ Θεοδώρας, ἀγωνισάμενος πλεῖστα ἐν τῇ γενομένῃ ὀρθοδοξίᾳ· ὃς καὶ μητροπολίτης εἰς Νί καιαν γέγονε, τῶν πραγμάτων ἤδη πρὸς τὸ εὐσεβέστερον... 26. Ἐπὶ τῆς βασιλείας Θεοφίλου ἦν καὶ Ἰωσὴφ ὁ ὑμνογράφος, ὃς ἐξωρίσθη ὑπὸ Θεοδώρας τῆς βασιλίσσης. παρέτεινε δὲ ἡ ζωὴ αὐτοῦ ἕως τῆς βασιλείας Λέοντος τοῦ σοφοῦ. 27. Ἐπ' αὐτοῦ ἔπεσεν ἡ χρυσῆ τοῦφα Ἰουστινιανοῦ τοῦ λεγομένου Αὐγουστέως. ἀμηχανούντων δὲ πάντων, καὶ πῶς ἀνέλθοιεν διαλογιζομένων, εὑρέθη τις σκαλωτὴς τεχνίτης, καὶ ἀνελθὼν ἐν τοῖς κεραμίοις τῆς μεγάλης ἐκκλησίας βέλος ἀφῆκε μετὰ σχοινίου εἰς τὸν ἱππότην Ἰουστινιανοῦ τὸν ἐκ χαλκοῦ συν ιστάμενον, καὶ τοῦ βέλους παγέντος ἐκεῖσε αὐτὸς διὰ τοῦ σχοινίου διαδραμὼν θάμβος μὲν τοῖς ὁρῶσι παρέσχετο καὶ τὴν τοῦφαν προσήρμοσε καὶ τὴν τοῦ βασιλέως ἐπεσπάσατο εὔνοιαν καὶ τῇ 809 τέχνῃ καὶ τῇ φύσει μέγα προσέθηκεν ὄνομα, φιλοτιμηθεὶς παρὰ τοῦ βασιλέως νομίσματα ἑκατόν.