Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
829.1
φορῆσαι αὐτὸν ὅτι ὁ Καῖσαρ βούλεταί σε ἀνελεῖν, ἐξειπὼν καὶ τὰ τῆς βουλῆς. 25 ὁ δὲ βασιλεὺς τοῖς ὅρκοις τοῦ Συμβατίου πεισθεὶς καὶ τοῖς λόγοις τοῦ Βασιλείου βεβαιωθεὶς ἐνδομύχει κατὰ τοῦ Καίσαρος. εἰδὼς δὲ Βασίλειος ὅτι πάντα καλῶς κατὰ τοῦ Καίσαρος συνεσκεύασται, ἐν τῇ πόλει μὴ δυνάμενος τοῦτο ποιῆ σαι, πείθει τὸν βασιλέα κινῆσαι στόλον καὶ στρατὸν κατὰ τῆς Κρήτης. τούτου δὲ γενομένου Λέων ὁ φιλόσοφος Βάρδα τὸν Καίσαρα παρῄνει ὑποστέλλεσθαι καὶ τηρεῖν ἑαυτὸν ἀπὸ Βασι λείου. ὁ δὲ Καῖσαρ τὸν βασιλέα πάλιν ἐπεφώνει τοῦ φείδεσθαι Βασιλείου. 26. Γενομένης δὲ τῆς προελεύσεως εἰς τὰ Χαλκοπρατεῖα τῷ εὐαγγελισμῷ, καὶ τῆς εἰσόδου γενομένης καὶ τοῦ εὐαγγελίου τελεσθέντος, ἀνῆλθεν ὁ πατριάρχης Φώτιος καὶ ὁ βασιλεὺς σὺν τῷ Καίσαρι καὶ τῷ παρακοιμωμένῳ ἐν τοῖς κατηχουμένοις, τοῦ πατριάρχου ἐπὶ χεῖρας ἔχοντος τὸ τίμιον αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ βάψαντες ὅ τε βασιλεὺς καὶ ὁ Βασίλειος τοὺς τιμίους ὑπέγραψαν σταυρούς, ὅρκῳ βεβαιοῦντες τὸν Καί σαρα ἀφόβως συνεξελθεῖν μετ' αὐτῶν ἐν τῷ ταξειδίῳ. φανερῶς γὰρ Λέων ὁ φιλόσοφος παρεγγυᾶτο τῷ Βάρδᾳ μὴ ἐξελθεῖν σὺν αὐτοῖς· ἐξερχόμενον γὰρ ἔλεγε μὴ ὑποστραφῆναι. 27. Ἀπὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα ἀπάρας ὁ βασιλεὺς μετὰ πολλοῦ στρατοῦ κατέλαβεν ἐν τῷ θέματι τῶν Θρακησίων. 830 ἀπληκευσάντων δὲ αὐτῶν εἰς Κήπους Βασίλειος ὁ παρακοιμώμενος βουλὴν ἐποιεῖτο ἀνελεῖν τὸν Καίσαρα. ὑπῆρχε δὲ ἐν τῇ βουλῇ Μαυριανὸς καὶ Συμβάτιος καὶ Ἀσυλαίων ὁ ἐξάδελφος αὐτοῦ καὶ Πέτρος ὁ Βούλγαρος καὶ Ἰωάννης ὁ Χάλδος καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς. Ἰωάννης δὲ ὁ Νεατοκωμήτης διέγνω ταῦτα· καὶ κατελθὼν εἰς τοῦ Καίσαρος τένταν τοῦ ἡλίου δύνοντος, καὶ συντυ χὼν Προκοπίῳ πρωτοβεστιαρίῳ τοῦ Καίσαρος, διεβεβαιοῦτο ὅτι αὔριον μεληδὸν κατακόπτεται ὁ δεσπότης ὑμῶν ὁ Καῖσαρ. ὁ δὲ Καῖσαρ ταῦτα ἀκούσας εἶπε Προκοπίῳ" ἀπελθὼν εἶπε τῷ Νεατο κωμήτῃ ὅτι ληρεῖς. οἶδας ὅτι νέος εἶ, καὶ οὐ πρέπει σοι ἡ τοῦ πατρικίου ἀξία· σὺ γὰρ διὰ τοῦτο τὰ ζιζάνια αὐτὰ ἐγείρεις." ἄϋπνος δὲ διατελέσας, ὄρθρου βαθέος τοὺς αὐτοῦ πάντας προσ καλεσάμενος διεσάφησε τὰ λαληθέντα αὐτῷ, βουλὴν ἐπιζητῶν παρ' αὐτῶν. Φιλόθεος δὲ πρωτοσπαθάριος καὶ γενικός, προσ φιλὴς αὐτοῦ ὤν, εἶπε τῷ Καίσαρι" αὔριον, ὦ δέσποτα, περιβα λοῦ τὸν χρυσοπέρσικόν σου χιτῶνα καὶ ὄφθητι τοῖς ἐχθροῖς σου, καὶ ἀπὸ προσώπου σου φεύξονται." 28 τοῦ ἡλίου δὲ ἀνατεί λαντος ἵππῳ ἐπιβὰς παρεγένετο πρὸς τὴν κόρτην τοῦ βασιλέως μετὰ στολῆς λαμπρᾶς, πολλῶν περικυκλούντων αὐτόν, ἔχων πρωτοστράτορα γενναῖον τὸν Ἀργυρόν. Κωνσταντῖνος ὁ Τοξαρᾶς τῇ Βασιλείου.... προϋπήντησε. προσκυνήσας αὐτὸν καὶ ὑπο στραφεὶς ἐμήνυσε Βασιλείῳ τὴν τοῦ Καίσαρος ἄφιξιν. Βασίλειος 831 δὲ ἐξελθὼν προσεκύνησεν αὐτόν, καὶ τῇ χειρὶ κρατήσας προσή γαγε πρὸς τὸν βασιλέα. ὁ δὲ Καῖσαρ συγκαθεσθεὶς τῷ βασιλεῖ ἔφη" τοῦ λαοῦ παντός, ὦ δέσποτα, συνηγμένου πρόσταξον δια περᾶσαι ἐν τῇ Κρήτῃ." ὄπισθεν δὲ ἐπιστὰς ἑστὼς ὁ Βασίλειος τῇ χειρὶ διηπείλει τὸν Καίσαρα. αἴφνης δὲ ἐπιστραφέντος τοῦ Καίσαρος καὶ ἰδόντος αὐτὸν ἀπειλούμενον, παρευθὺ Βασίλειος δέδωκεν αὐτῷ μετὰ τοῦ ξίφους, καὶ οἱ λοιποὶ οἱ μετ' αὐτοῦ μελη δὸν κατέκοψαν αὐτόν, τοῦ βασιλέως βλέποντος καὶ σιωπῶντος. 29 ὥρα δὲ ἦν τρίτη τῆς ἡμέρας. εὐθέως δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος ἐπὶ τὴν πόλιν ὑπέστρεψαν. ἐρχομένων δὲ κατὰ τὴν ὁδόν, κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτου, λαοῦ πολλοῦ συνηγμένου ἰδεῖν τὸν βασιλέα, εἷς τις μοναχικὸν σχῆμα περιβεβλημένος, ἐφ' ὑψηλῆς στὰς πέτρας, ἐφώνει μεγάλως τῷ βασιλεῖ" καλὸν ταξεί διον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιον συγγενῆ καὶ τὸ πατρῷον αἷμα ξίφει ἀνελών. οὐαί σοι, οὐαί σοι, ὅτι ταῦτα ἐποίησας." θυμωθεὶς δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος ἀποστέλλουσι μαγγλαβί την τὸν Μωροθεόδωρον τὸν μοναχὸν ξίφει ἀνελεῖν. οἱ δὲ λαοὶ ἐπιδραμόντες πρὸς τὸν ἀποσταλέντα προεφασίσαντο ἄνουν καὶ δαιμονῶντα αὐτὸν εἶναι, καὶ οὕτως μόλις παρῆλθε τὴν τιμωρίαν ὁ μοναχός. 30. Ὀψὲ δὲ σαββάτῳ τῆς πεντηκοστῆς ἐδήλωσε Φωτίῳ τῷ πατριάρχῃ ὁ βασιλεύς, διὰ Ῥεντακίου πρωτοβεστιαρίου αὐτοῦ, τὴν ἀναγόρευσιν τῆς βασιλείας ποιῆσαι Βασιλείου. καὶ τῇ ἐπαύ 832 ριον ἐξῆλθον δύο σελλία. οἱ δὲ λαοὶ διεταράχθησαν πῶς ἑνὸς βασιλέως ὄντος δύο σελλία ἐξῆλθον. τοῦ βασιλέως διερχομένου ἐν τῇ προελεύσει ὄπισθε Βασίλειος περιεπάτει, φορῶν σκαραμάγ γιον μετὰ σπαθίου, ὡς ἔθος τοῖς παρακοιμωμένοις. μέχρι δὲ τῶν βασιλικῶν πυλῶν εἰσελθὼν ὁ βασιλεὺς οὐκ ἀπέθετο τὸ στέφος, καθὼς ἔθος ἐστὶ τοῖς βασιλεῦσιν, ἀλλὰ μετ' αὐτοῦ εἰσῆλθε μέχρι τῶν ἁγίων θυρῶν. καὶ ἀντιστραφεὶς ἀνέβη πρὸς βαθμοὺς ἐστεμ μένος, καὶ ὑποκάτω τοῦ βασιλέως Βασίλειος ὁ παρακοιμώμενος, κάτωθεν δὲ Βασιλείου Λέων ὁ Κάστωρ καὶ ἀσηκρῆτις, ἔχων τό μον ἐπὶ χεῖρας, καὶ Μιχαὴλ πραιπόσιτος ὁ Ἀγγούρης καὶ οἱ δή μαρχοι ἅμα τοῖς δήμοις. ἤρξατο οὖν Λέων ὁ ἀσηκρῆτις ἀναγι νώσκειν, λέγων ὅτι" Βάρδας ὁ Καῖσαρ ἐβουλεύσατο κατ' ἐμοῦ ἀνελεῖν με, καὶ διὰ τοῦτο ὑπεξήγαγέ με τῆς πόλεως. καὶ εἰ μὴ διὰ Συμβατίου καὶ Βασιλείου ἐμηνύθην, οὐκ ἂν ἐν τοῖς ζῶσιν ἤμην. ἐτελεύτησε δὲ ὑπὸ τῆς ἰδίας ἁμαρτίας. θέλω δὲ Βασί λειον παρακοιμώμενον, ὡς πιστὸν ὄντα καὶ φυλάττοντα τὴν ἐμὴν βασιλείαν καὶ τοῦ ἐχθροῦ ἐλευθερώσαντά με καὶ πόθον πολὺν πρός με ἔχοντα, εἶναι φύλακα τῆς ἐμῆς βασιλείας καὶ προνοητήν, καὶ ὑπὸ πάντων εὐφημεῖσθαι ὡς βασιλέα." Βασίλειος δὲ ἐπλη ροῦτο δακρύων. καὶ δέδωκεν ὁ βασιλεὺς Φωτίῳ πατριάρχῃ τὸ στέμμα, ἄρας ἐκ τῆς κεφαλῆς αὐτοῦ. ὃς εἰσαγαγὼν ἐν τῇ ἁγίᾳ τραπέζῃ ἐποίησεν ἐπ' αὐτῷ εὐχήν. καὶ οἱ πραιπόσιτοι ἐνέγκαντες 833 διαιτήσιον καὶ τζαγγία ἐνέδυσαν τὸν Βασίλειον, ὅστις βαλὼν τὴν χλαμύδα ἔπεσεν εἰς τοὺς πόδας τοῦ βασιλέως. καὶ ἐξῆλθεν ὁ πα τριάρχης, καὶ ἦρεν ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως τὸ στέμμα, καὶ ἐπέθηκεν αὐτὸ τῷ Βασιλείῳ. καὶ τῶν σκήπτρων πεσόντων, ὡς ἔθος, ἔστεψεν ὁ Μιχαὴλ τὸν Βασίλειον, καὶ εὐφήμησαν πάντες" Μιχαὴλ καὶ Βασιλείου πολλὰ τὰ ἔτη." ὁ δὲ τὸν τόμον ἐπανα γνοὺς Κάστωρ ἀσηκρῆτις ἐξελθὼν ἐν Νικομηδείᾳ, καὶ ἐλθὼν εἰς μονὴν ἀνδρείαν, ἔμεινε μέσον τοῦ λιβαδίου. ἦν δὲ ἐκεῖσε φρέαρ, καὶ ἐμπεσὼν ἐν αὐτῷ ἀπεπνίγη, καὶ ἐτάφη ἐκεῖ. 31. Συμβάτιος δὲ ὁ γαμβρὸς τοῦ Καίσαρος, ἀποτυχὼν τῆς τοῦ Καίσαρος ἀξίας, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τοῦ Βασιλείου, εἰς μῖσος κατὰ Βασιλείου κινεῖται. καὶ συμβουλευσάμενος μετὰ Γεωργίου στρατηλάτου τοῦ Πηγάνη τῇ ἐπαύριον αἰτεῖται στρατη γὸν προβληθῆναι. ἀντ' αὐτοῦ δὲ προεβλήθη λογοθέτης τοῦ δρό μου ὁ Γοῦμερ, κἀκεῖνος κόμης τοῦ Ὀψικίου. καὶ ἐξελθόντες ἅμα ὅ τε Συμβάτιος καὶ ὁ Πηγάνης ἤρξαντο καταστρέφειν τὸν λαὸν καὶ πυρπολεῖν τάς τε χώρας καὶ ἀμπέλους ἦν γὰρ καιρὸς τοῦ θέρους, εὐφημοῦντες Μιχαὴλ μόνον, τὸν δὲ Βασίλειον ἀπο κηρύττοντες. ταῦτα μαθόντες οἱ βασιλεῖς ἐκέλευσαν τοὺς λοιποὺς στρατηλάτας τούτους καταπολεμῆσαι. βουλευσάμενος δὲ Νικη φόρος ὁ Μαλεῗνος ἔρριψεν ἔγγραφον μέσον τοῦ λαοῦ, ἵνα δόλῳ τούτους κρατήσωσιν καὶ μὴ τῷ φανερῶς πολεμεῖν εἰς ἐμφύλιον 834 ἐμπέσωσι πόλεμον. καὶ πάντες εἴασαν αὐτούς. ἐκρατήθη δὲ ὁ 834 Πηγάνης, καὶ ἄραντες αὐτὸν εἰσήγαγον ἐν τῇ πόλει, καὶ τῇ προστάξει τοῦ βασιλέως τυφλοῖ αὐτὸν Κωνσταντῖνος ἔπαρχος ὁ Μυάρης, καὶ καθίσαντες αὐτὸν ἐν τῷ Μιλίῳ ἐπέδωκαν αὐτῷ σκεῦος ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ἐπέρριπτον αὐτῷ πάντες οἱ δια πορευόμενοι ἐν αὐτῷ, εἴ τι ἐκ προαιρέσεως εἶχον. καὶ μεθ' ἡμέ ρας λʹ ἐκρατήθη Συμβάτιος ὁ Ἀρμένιος ὑπὸ Μαλεΐνου ἐν Κελτζινῇ ἐν πανδοχείῳ, καὶ εἰσήγαγεν αὐτὸν πρὸς τὸν βασιλέα ὁ Μα λεῗνος ὄντα εἰς τὸν ἅγιον Μάμαντα. καὶ προστάξει τοῦ βασιλέως ἄγουσι τὸν Πηγάνην εἰς ἀπάντησιν Συμβατίου, δόντες εἰς χεῖρας τοῦ Πηγάνη θυμιατήριον ὀστράκινον μετὰ θεαφίου θυμιᾶν αὐτόν. καὶ ἀποτυφλοῦσι Συμβατίου τὸν ἕνα ὀφθαλμόν, καὶ ἐκκόπτουσι καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ἐκάθισαν αὐτὸν εἰς τὰ Λαύσου, καὶ δεδώκασι σκεῦος ἐν τῷ κόλπῳ αὐτοῦ, ἵνα ὃς ἔχει προαίρεσιν ἐπιρρίπτῃ αὐτῷ τι. καὶ μεθ' ἡμέρας τρεῖς ἀπήγαγον αὐτοὺς ἐν τοῖς ἰδίοις οἴκοις, ἔχοντες ἐν φρουρᾷ. 32. Ὁ δὲ βασιλεὺς Μιχαὴλ μηχανικὸν ἀποστείλας τὸν λεγόμενον Δαμάριον ἐξάγει Κωνσταντῖνον τὸν Καβαλλῖνον ἐκ τοῦ τάφου, ὃν εὗρεν ὑγιῆ· καὶ θέλων εἰσαγαγεῖν ἐν σάκκῳ, καὶ μὴ χωρούμενον, ἐνετύλαξεν αὐτόν. ὡσαύτως καὶ Ἰωάννην πατριάρ χην ἐξήγαγεν ἐκ τοῦ τάφου ἅμα τοῦ ὠμοφορίου αὐτοῦ. καὶ τού τους προστάξει τοῦ βασιλέως ἀπέκλεισεν ὁ ὕπαρχος ἐν τῷ πραι τωρίῳ, καὶ ἐν ἡμέρᾳ ἱππικοῦ ἀγαγὼν αὐτοὺς καὶ ἀπογυμνώσας ἔτυψε μαγγλάβια, καὶ τὰ ὀστᾶ αὐτῶν ἀποστείλας κατέκαυσεν ἐν 835 τοῖς Ἀμαστριανοῦ. τὴν δὲ λάρνακα τοῦ Κοπρωνύμου πράσινον οὖσαν καὶ θαυμαστὴν διαπρίσας ἐποίησε στηθέα ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι ναῷ ἐν τῷ Φάρῳ. 33. Ἐγεννήθη δὲ Λέων ὁ βασιλεὺς ἐκ Μιχαὴλ καὶ Εὐδο κίας τῆς Ἰγγηρίνης ἔτι περιόντος αὐτοῦ Μιχαήλ, μηνὶ Σεπτεμ βρίῳ αʹ, ἰνδικτιῶνος ιεʹ. ἐποίησε δὲ καὶ ἱππικὸν ὁ βασιλεὺς ἐν τῷ ἁγίῳ Μάμαντι, ἱππεύσας βένετος· Κωνσταντῖνος δὲ ὁ ἐξ Ἀρ μενίων ὁ πατὴρ Θωμᾶ πατρικίου, δρουγγάριος ὢν τῆς βίγλης, ἵππευσε λευκός· πράσινος δὲ ἵππευσεν Ἀγαλιανός, ῥούσιος δὲ ὁ Κρυσᾶς. νικήσαντος δὲ τοῦ βασιλέως καὶ ἐπὶ δεῖπνον καθεσθέν τος ἅμα Βασιλείῳ καὶ Εὐδοκίᾳ, Βασιλισκιανὸς ὁ πατρίκιος ἐπῄνει τὸν βασιλέα ὡς εὐφυῶς ἐλάσαντα εἰς τὸ ἅρμα. τοῦτον ἀναστῆναι κελεύσας ὁ βασιλεὺς τὰ τζαγγία αὐτοῦ προσέταξε σῦραι καὶ ὑπο δήσασθαι. τοῦ δὲ ἀνανεύοντος καὶ πρὸς Βασίλειον ἀποβλέποντος, ἐν θυμῷ προσέταττεν ὁ βασιλεὺς τοῦτο ποιῆσαι. τοῦ δὲ Βασι λείου μὴ ἐπινεύσαντος αὐτῷ ὑπεδήσατο τὰ τζαγγία. ἔφη δὲ ὁ βασιλεὺς μεθ' ὅρκου πρὸς Βασίλειον ὡς ὑπὲρ σὲ κάλλιον αὐτῷ πρέπουσιν· μὴ γὰρ οὐκ ἔχω ἐξουσίαν, ὡς σὲ βασιλέα ἐποίησα, καὶ ἄλλον ποιῆσαι; καὶ ὠργίζετο κατὰ Βασιλείου θυμούμενος. δα κρύουσα δὲ ἡ Εὐδοκία ἔφη τῷ βασιλεῖ" τὸ τῆς βασιλείας ἀξίωμα, δέσποτά μου, μέγα ἐστί, καὶ ἀναξίως καὶ ἡμεῖς ἐτιμήθημεν, καὶ 836 οὐ δίκαιόν ἐστιν καταφρονεῖσθαι αὐτό." ὁ δὲ βασιλεὺς εἶπε" μὴ λυποῦ ἐπὶ τούτῳ· καὶ γὰρ τὸν Βασιλισκιανὸν βασιλέα θέλω ποιῆ σαι." 34. Βασίλειος ἐν θυμῷ καὶ λύπῃ μεγάλῃ γέγονεν. ἐξελ θόντος δὲ τοῦ βασιλέως ἐν τῷ κυνηγίῳ, μοναχός τις ὑπαντήσας δέδωκεν αὐτῷ χαρτίον ἔχοντα τὴν κατ' αὐτοῦ μελετωμένην ἐπιβου λὴν ὑπὸ Βασιλείου. ὁ δὲ ἀναγνοὺς καὶ θυμωθεὶς ἐμελέτα κατὰ Βασιλείου. τῆς δὲ μητρὸς αὐτοῦ Θεοδώρας καλεσάσης τὸν βα σιλέα εἰς τὰ Ἀνθεμίου, ἀπέστειλε Ῥεντάκιον τὸν πρωτοβεστιάριον αὐτοῦ μετὰ ἑτέρων ἀνθρώπων οἰκείων αὐτοῦ πρὸς τὸ θηρεῦσαί τι καὶ ἀποστεῖλαι τῇ μητρὶ αὐτοῦ. ὁ δὲ Βασίλειος συνεσκευάζετο κατὰ Μιχαήλ, καὶ ἦν σκυθρωπὸς πάνυ. ἐπὶ δεῖπνον δὲ τοῦ βασιλέως καθεσθέντος, προσεκαλέσατο Εὐδοκίαν καὶ Βασίλειον συνδειπνῆ σαι αὐτῷ. τοῦ δὲ βασιλέως οἴνῳ πολλῷ χρησαμένου ἀναστὰς Βασίλειος ὡς διά τινα χρείαν, ἀπελθὼν ἐν τῷ κοιτῶνι τοῦ βασι λέως, διαστρέψας τὰ κλεῖθρα δυνατὸς ὢν ὡς μηκέτι κλείεσθαι τὴν θύραν, καὶ ἀπελθὼν συνεδείπνει μετὰ τοῦ βασιλέως. τοῦ δὲ βα σιλέως πάλιν οἰνωθέντος, τῆς Ἰγγηρίνης ὡς ἔθος αὐτῷ συγχαι ρούσης, ἀναστὰς Μιχαὴλ χειροκρατούμενος παρὰ Βασιλείου ἀπῆλ θεν ἐν τῷ κοιτῶνι· οὗ τὴν χεῖρα φιλήσας Βασίλειος ἐξῆλθεν. ἔνδοθεν δὲ τοῦ κοιτῶνος ἦν Βασιλισκιανός, τῇ κελεύσει τοῦ βασι λέως ἐν τῇ κλίνῃ Ῥεντακίου ὑπνώσας πρὸς φυλακὴν αὐτοῦ. Ἰγνάτιος δὲ κοιτωνίτης ἀπελθὼν τοῦ κλεῖσαι τὴν θύραν τοῦ κοιτῶνος 837 διεστραμμένην, καὶ ἀπογνοὺς ἐκαθέσθη ἐπὶ τῆς κλίνης τίλλων τὰς τρίχας αὐτοῦ. τοῦ δὲ βασιλέως ὑπὸ τοῦ οἴνου ὕπνῳ θανάτου παραπλήσιον κοιμωμένου, ἀθρόως ἐλθὼν Βασίλειος μετὰ καὶ ἑτέρων τὰς θύρας ἀνέῳξεν· καὶ ἔμφοβος ἐξελθὼν Ἰγνάτιος ἀντέ πιπτε Βασιλείῳ τοῦ μὴ εἰσελθεῖν. Πέτρος δὲ ὁ Βούλγαρος διὰ τῆς τοῦ Βασιλείου μασχάλης διελθὼν πρὸς τὴν κλίνην τοῦ βασι λέως ἐκρατεῖτο παρὰ Ἰγνατίου ἀντιπίπτοντος αὐτῷ. ἔξυπνος ἐγέ νετο ὁ βασιλεύς. Ἰωάννης δὲ ὁ Χάλδος παρευθὺ μετὰ τοῦ ξίφους δοὺς τῷ βασιλεῖ ἀπέκοψε τὰς χεῖρας αὐτοῦ. ὁ δὲ Ἰακωβίτζης ὁ ἀπελάτης ὁ Πέρσης τὸν Βασιλισκιανὸν ξίφει τρώσας ἔρριψεν αὐ τὸν ἄνωθεν κάτω. Μαριανὸς δὲ καὶ Βάρδας ὁ πατὴρ Βασιλείου τοῦ ῥαίκτορος καὶ Συμβάτιος ὁ ἀδελφὸς Βασιλείου καὶ Ἀσυλαίων ἐξάδελφος Βασιλείου καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς ἵσταντο πρὸς φυλακὴν ἔξωθεν, καὶ οὐδεὶς τῶν μετὰ Μιχαὴλ ἔγνω τὰ γινόμενα. συναθροισθέντες οἱ μετὰ Βασιλείου συνεβουλεύοντο. Ἀσυλαίων δὲ ἔφη πρὸς Βασίλειον ὅτι εἰ καὶ τὰς χεῖρας αὐτοῦ ἐκόψαμεν, ἀλλὰ ζῶντα αὐτὸν εἰάσαμεν· καὶ ἐὰν ζῇ, τί ἀπολογησόμεθα; καὶ χα ριζόμενος Βασιλείῳ ὑποστρέψας εὗρε Μιχαὴλ χεῖρας μὲν μὴ ἔχον τα, ἐπὶ τῆς κλίνης δὲ κείμενον, ἐλεεινολογούμενον κατὰ Βασιλείου. ὁ δὲ τὸ ξίφος γυμνώσας ἀνηλεῶς ἔπηξε κατὰ τῆς καρδίας τοῦ βα σιλέως, διασχίσας τὰ ἔγκατα αὐτοῦ. καὶ στραφεὶς ἐνεκαυχᾶτο πρὸς Βασίλειον ὡς ἀνδραγάθημα μέγα πεποιηκώς. 838 35. Κλύδωνος δὲ ὄντος ἐν τῇ θαλάσσῃ, συναθροισθέντες κατῆλθον μέχρι καὶ τοῦ περάματος, καὶ διαπεράσαντες ἦλθον εἰς τὸν οἶκον Εὐλογίου τοῦ Πέρσου, καὶ τοῦτον ἄραντες ἦλθον εἰς τὰ Μαρίνης. πλὰξ δὲ ἦν περιφράσουσα τὸ τεῖχος, καὶ κρατή σας Βασίλειος δύο τῶν μετ' αὐτοῦ ὄντων καὶ λακτίσας κατέαξε τὴν πλάκα, καὶ εἰσῆλθον μέχρι τῆς πύλης τοῦ παλατίου. Εὐλό γιος δὲ ὁ Πέρσης ἐλάλησε τῇ αὐτοῦ γλώττῃ Ἀρταβάσδῳ ἑται ρειάρχῃ, ὡς ὁ Μιχαὴλ ξίφει ἐτελεύτησε, καὶ ἄνοιξον τῷ βασιλεῖ. καὶ ὁ Ἀρτάβασδος εἰσδραμὼν πρὸς τὸν παπίαν, καὶ ἄρας ἀπ' αὐ τοῦ τὰς κλεῖς βιαίως, διήνοιξε τῷ βασιλεῖ. καὶ γενόμενος ἔνδο θεν Βασίλειος ᾖρε τὰς κλεῖς τοῦ παλατίου ἐπὶ χεῖρας, καὶ τῇ ἕω θεν Γρηγόριον τὸν ἐπιλεγόμενον τοῦ Φιλήμονος ἐποίησε παπίαν. παρευθὺ δὲ ἀποστέλλει ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ εἰσήγαγεν Εὐ δοκίαν τὴν τοῦ Ἴγγηρος μετὰ δόξης πολλῆς ἐν τῷ παλατίῳ. ἀπέ στειλε δὲ καὶ Ἰωάννην πραιπόσιτον τοῦ ἆραι τὴν Δεκαπολίτισσαν καὶ πρὸς τοὺς ἰδίους γονεῖς ἀπαγαγεῖν. ἀπέστειλε δὲ καὶ Παῦλον κοιτωνίτην τοῦ ἐνταφιάσαι Μιχαήλ. καὶ ἀπελθὼν εὗρεν αὐτὸν ἐντετυλιγμένον ἐν τῷ σαγίσματι τοῦ δεξιοῦ ἵππου οὗ ἤλαυνεν, καὶ τὰ ἔγκατα αὐτοῦ ἔξωθεν ἐκκρεμάμενα. εὗρε δὲ ἐκεῖ θρηνούσας καὶ ἐλεεινολογουμένας ἐπ' αὐτῷ τήν τε μητέρα καὶ τὰς ἀδελφὰς αὐτοῦ· καὶ εἰσαγαγὼν εἰς πλοιάριον διεπέρασαν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως, κἀκεῖ αὐτὸν ἐνταφιάσασαι ἔθαψαν.

Intertext edge

Open linked passage

Note