Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
839.1
{ΒΑΣΙΛΕΙΑ ΒΑΣΙΛΕΙΟΥ ΜΑΚΕΔΟΝΟΣ.} Τῷ# 22 τξζʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ωξζʹ, ἐβα σίλευσε Βασίλειος ὁ Μακεδών, μετὰ Μιχαὴλ ἔτος ἓν καὶ μῆνας δʹ, καὶ μόνος ἔτη ιθʹ. προσέταξε δὲ τῷ ὑπάρχῳ Μαριανῷ υἱῷ Πετρωνᾶ ἀνελθεῖν ἐν τῷ φόρῳ καὶ ἀναγορεῦσαι αὐτὸν μετὰ παν τὸς τοῦ λαοῦ μόνον βασιλέα. 2. Ἀναγκαῖον δὲ ἡγησάμην γράψαι τὴν παρὰ τοῦ θεοῦ γενομένην ἐκδίκησιν εἰς τοὺς τὸν Μιχαὴλ διαχειρισαμένους, καὶ ἃ πέπονθεν ἕκαστος αὐτῶν ἐν διαφόροις καιροῖς. ὁ μὲν οὖν Ἰακω βίτζης κυνηγῶν μετὰ τοῦ βασιλέως ἐν τῷ φιλοπατίῳ, τοῦ ξίφους αὐτῷ ἐκπεσόντος κατελθὼν τοῦ ἵππου, ἄρας αὐτὸ τοῦ ποδὸς αὐ τοῦ μὴ φθάσαντος τῇ γῇ ἐπιβῆναι, ἀλλὰ καὶ τοῦ ἑτέρου κρατη θέντος ἐν τῇ σκάλᾳ, θροηθεὶς ὁ ἵππος διέσυρεν αὐτὸν καὶ φάραγ γας καὶ βοθύνους διελθὼν τοῦτον μεληδὸν διέσπασεν. Ἰωάννης δὲ ὁ Χάλδος στρατηλάτης γεγονὼς ἐν Χαλδίᾳ, καὶ φωραθεὶς κατὰ βασιλέως μελετᾶν, προστάξει τοῦ βασιλέως ἀνεσκολοπίσθη παρὰ Ἀνδρέου στρατηλάτου. ὁ δὲ ἐξάδελφος τοῦ βασιλέως Ἀσυλαίων ἐξωσθεὶς παρ' αὐτοῦ τοῦ βασιλέως ἐν τῷ προαστείῳ αὐτοῦ ᾧ ἐπώνυμον τοῦ Χαρτοφύλακος, ὡς ἀπηνὴς καὶ ὠμὸς εἰς τοὺς 840 δούλους αὐτοῦ ὢν μαχαίραις παρ' αὐτῶν ἐν νυκτὶ ἀνῃρέθη· οὓς ὁ βασιλεὺς κρατήσας καὶ μεληδὸν κατακόψας κατέκαυσεν ἐν τοῖς Ἀμαστριανοῦ. ὁ δὲ ἀπελάτης ὁ τοῦ Πέρσου σκωληκόβρωτος γενό μενος τοῦ ζῆν ἀπηλλάγη. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς εἰς Κιβυρ ραιώτας σπαθοκοπηθεὶς τελευτᾷ. καὶ Μαριανὸς ὁ ἀδελφὸς τοῦ βασιλέως τὸν πόδα συντριβεὶς καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ. 3. Ὁ δὲ βασιλεὺς προελθὼν ἐν τῇ ἡμέρᾳ τῶν Χριστοῦ γενεθλίων ἐν τῇ προελεύσει εἰς τὴν μεγάλην ἐκκλησίαν ἐβάπτισε Στέφανον τὸν υἱὸν αὐτοῦ. ἀγαγὼν δὲ ἵππους λευκοὺς μετὰ ἁρμά των ἐκάθισεν ἅμα τῇ Αὐγούστῃ. καὶ ὁ πραιπόσιτος Βαάνης σὺν αὐτοῖς βαστάζων τὸ παιδίον μέχρι τοῦ παλατίου, τοῦ βασιλέως ῥίπτοντος ὑπατείαν ἐν τῇ ὁδῷ. 4. Ἐγένετο δὲ σεισμὸς τῇ ἑορτῇ τοῦ ἁγίου Πολυεύκτου μέγιστος, ὥστε τὴν γῆν σείεσθαι ἐπὶ ἡμέρας τεσσαράκοντα. ἔπεσε δὲ τότε καὶ ἡ σφαῖρα τοῦ ζῴδου τοῦ φόρου, καὶ τῆς ὑπεραγίας θεοτόκου ἡ ἐκκλησία ἣ λέγεται τὸ Σίγμα, ὥστε πάντας τοὺς ψάλ λοντας ἐκεῖσε τελευτῆσαι. Λέων δὲ ὁ φιλόσοφος τυχὼν ἐκεῖσε ἔλεγε τοῖς ψάλλουσι καὶ πᾶσι τοῖς οὖσιν ἐκεῖσε ἐξελθεῖν τῆς ἐκ κλησίας· οἱ δὲ μὴ πεισθέντες συνετελέσθησαν ἅπαντες. αὐτὸς δὲ ὁ φιλόσοφος εἰς κίονα ὑπὸ συστημάτων σταθεὶς μετὰ ἑτέρων δύο ἐσώθη, καὶ ἕτεροι πέντε μόνοι ὑποκάτω τοῦ ἄμβωνος. 841 5. Φώτιος δὲ ὁ πατριάρχης ἐλθόντος τοῦ βασιλέως ἐν τῇ ἐκκλησίᾳ καὶ μέλλοντος αὐτοῦ κοινωνεῖν, τοῦτον λῃστὴν καὶ φονέα ἔλεγε καὶ ἀνάξιον τῆς θείας κοινωνίας. ὁ δὲ θυμωθεὶς ἀπέστειλεν ἐν Ῥώμῃ, καὶ ἤγαγε τόμον μετὰ Ῥωμαίων ἐπισκόπων, καὶ τοῦτον τοῦ θρόνου ἐξέωσεν, καὶ προεχειρίσατο Ἰγνάτιον τὸν ἐν ἁγίοις πατριάρχην τὸ δεύτερον. ἐγεννήθη δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐκ τῆς τοῦ Ἴγγηρος Εὐδοκίας, οὗτος παῖς γνήσιος ὢν Βασι λείου. 6. Ἐστράτευσε δὲ ὁ βασιλεὺς κατὰ τῶν Ἀγαρηνῶν τῶν εἰς Τεφρικήν, καὶ πολέμους συνάψας ἡττήθη, καὶ πολλάκις συμβα λὼν Ἀγαρηνοῖς πολλοὺς τῶν Ῥωμαίων ἀπεβάλετο. ἐν δὲ τῇ τοιαύτῃ φυγῇ τοῦ βασιλέως Θεοφύλακτος ὁ Ἀβάστακτος, ὁ πατὴρ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, διέσωσε τὸν βασιλέα παρὰ μικρὸν ὑπὸ τῶν Ἀγαρηνῶν κρατούμενον. ὃν ἐπιζητήσας ὁ βασιλεὺς μετὰ ταῦτα καὶ εὑρὼν καὶ γνωρίσας πολλοὶ γὰρ ἔλεγον τῷ βασιλεῖ ὅτι ἐγώ εἰμι... ὁ δὲ τὴν τιμὴν ἀφεὶς τόπονβασιλικὸν ᾐτήσατο, οὗ καὶ τετύχηκεν. ὑποστρέψας δὲ ὁ βασιλεὺς ἐν τῇ πόλει ἀπέστειλε Χριστοφόρον γαμβρὸν αὐτοῦ ἐν Τεφρικῇ, καὶ νίκην ἐποίησε μεγίστην, καὶ ἐπόρθησε ταύτην καταστρέψας ἕως ἐδά φους. 7. Ἰγνάτιος δὲ ὁ πατριάρχης ᾠκοδόμησεν ἐκκλησίαν εἰς τὸ ἐμπόριον Σατύρου περικαλλῆ, ἐπ' ὀνόματι τοῦ ἀρχιστρατήγου 842 τοῦ Ἀνατέλλοντος, καὶ μονὴν πεποίηκεν ἀνδρείαν, ἔνθα καὶ τὸ σῶμα αὐτοῦ ἀπόκειται. 8. Θέκλας δὲ τῆς ἀδελφῆς τοῦ βασιλέως ἀποστειλάσης πρὸς τὸν βασιλέα δι' ὑπόμνησίν τινα μέτριον ὄντα αὐτῆς τὸν ἄν θρωπον, ἠρώτησεν ὁ βασιλεὺς ὅτι τίς ἔχει τὴν κυρίαν σου; ὁ δὲ εἶπεν" ὁ Νεατοκωμήτης." παρευθὺς δὲ ὁ βασιλεὺς ἀποστείλας ἤγαγεν αὐτὸν καὶ τύψας ἀπέκειρε καὶ τὸ μοναχικὸν σχῆμα ἐνέδυσε αὐτόν. ὡσαύτως δὲ καὶ Προκόπιον τὸν πρωτοβεστιάριον αὐτοῦ ἀποστείλας ἔτυψε τὴν Θέκλαν· ὃς καὶ ἄρας πάντα τὰ χρήματα αὐτῆς εἰσεκόμισε τῷ βασιλεῖ. τὸν δὲ Νεατοκωμήτην μετὰ ταῦτα ἐποίησεν οἰκονόμον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. 9. Ὁ δὲ αὐτὸς βασιλεὺς ἐβάπτισε τοὺς Ἑβραίους πάντας ὅσοι τότε τῷ χρόνῳ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ὑπῆρχον, ἀναδεξαμέ νων πάντων τῶν ἐν ταῖς ἀξίαις, φιλοφρονησαμένου τοῦ βασιλέως πάντας τοὺς Ἑβραίους, καὶ ἀντιλήψεις καὶ δῶρα πολλὰ παρασχόν τος αὐτοῖς. 10. Τὸν δὲ προειρημένον Νικόλαον τὸν Ἀνδροσαλίτην τὸν καὶ προσμονάριον τοῦ ἁγίου Διομήδους, ᾧ τινὶ ὁ μάρτυς ἐπε φάνη, ὡς προείρηται, περὶ τοῦ βασιλέως, ἐτίμησεν αὐτὸν σύγ κελλον καὶ οἰκονόμον, τὸν δὲ ἕτερον ἀδελφὸν αὐτοῦ Ἰωάννην δρουγ γάριον τῆς βίγλης, καὶ τὸν ἕτερον ἀδελφὸν αὐτῶν Παῦλον τοῦ σακελλίου, τὸν δὲ ἕτερον Κωνσταντῖνον γενικὸν λογοθέτην. τελευ τήσαντος δὲ Νικολάου τοῦ συγκέλλου, θάπτουσιν αὐτὸν εἰς Ἀρκα 843 διανὰς τὸν ἑαυτοῦ οἶκον, ἔνθα ἐστὶ νῦν τοῦ ἁγίου Κωνσταντίνου τὸ μετόχιον. 11. Ἤρξατο δὲ ὁ βασιλεὺς ἐκχοΐζειν πλησίον τοῦ παλα τίου πρὸς τὸ κτίσαι τὴν Νέαν, οἰκήματα πάμπολλα ἐξωνησάμενος. ἐμηνύθη δὲ τῷ βασιλεῖ ὡς ἡ Συράκουσα παρὰ τῶν Ἀγαρηνῶν ἐκπορθεῖται. ἀσχολουμένων δὲ τῶν πλωΐμων ἐν τοῖς κτίσμασι τῆς Νέας ἐκκλησίας ἐγένετο βραδύτης τοῦ στόλου καὶ τοῦ λαοῦ, καὶ παρεδόθη ἡ αὐτὴ Συράκουσα πρὸ ὀλίγου πρὶν ἢ φθάσαι τὸν στό λον, τοῦ βασιλέως πολλὰ θρηνήσαντος καὶ ἀποδυραμένου. 12. Νικήτα δὲ τοῦ ἐπὶ τῆς τραπέζης τοῦ Ξυλινίτου κατ ηγορηθέντος ὡς φιλουμένου παρὰ τῆς Αὐγούστης, τοῦτον ὁ βα σιλεὺς ἀποκείρας μοναχὸν ἐποίησεν· ὃς ἐπὶ βασιλείᾳ Λέοντος γέγο νεν οἰκονόμος τῆς μεγάλης ἐκκλησίας, καὶ τελευτήσας τίθεται ἐν τῇ μονῇ ἣν αὐτὸς κατεσκεύασε, καὶ ἀπέκειρε τὰς αὐτοῦ ἀδελφάς. 13. Πολλὰ δὲ χαλκουργήματα κατέαξεν ὁ βασιλεὺς λόγῳ τῆς Νέας ἐκκλησίας. ἀλλὰ καὶ μάρμαρα καὶ ψηφῖδας καὶ κίονας ἐκ πολλῶν ἐκκλησιῶν καὶ οἴκων ἀνέλαβεν εἰς κατασκευὴν αὐτῆς. ἐν οἷς στήλη ἵστατο χαλκῆ σχῆμα ἔχουσα ἐπισκόπου· ἐκράτει δὲ ἡ αὐτὴ στήλη ἐν τῇ χειρὶ ῥάβδον ἔχουσαν ὄφιν ἐντετυλιγμένον. ταύτην καταγαγόντες ἀπέθηκαν ἐν τῷ βεστιαρίῳ. κατελθόντος δὲ τοῦ βασιλέως καὶ ἀπελθόντος ἔνθα ἵστατο ἡ στήλη ὀρθή, ἐνέ βαλε τοὺς δακτύλους αὐτοῦ ἐπὶ τὸ στόμα τοῦ ὄφεως, ὢν δὲ ἔνδον 844 ζῶν ὄφις ἔδακνε τοῦ βασιλέως τὸν δάκτυλον· ὃς μόλις δι' ἀντι φαρμάκων ἰάθη, θαυμασάντων ἐπὶ τούτῳ πάντων. 14. Ἀλλὰ καὶ τὴν στήλην Σολομῶντος ἐν τῇ βασιλικῇ οὖσαν μεγίστην κατεάξας προσέταξεν ἐν ὀνόματι αὐτοῦ ἐκτυπωθῆ ναι καὶ τεθῆναι κάτωθεν ἐν τοῖς θεμελίοις τῆς αὐτῆς Νέας ἐκ κλησίας, ὡς θυσίαν ἑαυτὸν τῷ τοιούτῳ κτίσματι τῷ θεῷ προσ άγων. 15. Ἐπεστράτευσε δὲ πάλιν ὁ βασιλεὺς κατὰ Μελιτηνῆς, καὶ αἰχμαλωσίαν ποιησάμενος καὶ πολλοὺς πολέμους κατορθώσας ὑπέστρεψεν. 16. Τελευτᾷ δὲ Ἰγνάτιος ὁ πατριάρχης, καὶ ἀντ' αὐτοῦ πάλιν ἀναβιβάζει Φώτιον πατριάρχην τὸ δεύτερον αὐτοῦ ὁ βασι λεύς. μετὰ δὲ ταῦτα ἐν ἐξορίᾳ τελευτήσαντος Φωτίου πατριάρχου ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν μονῇ τῇ λεγομένῃ τοῦ Ἰερεμίου ἐν τῷ Μαρδοσαγάρῃ, οὔσης πρότερον καθολικῆς ἐκκλησίας, αὐτὸς δὲ Φώτιος ἐποίησεν αὐτὴν μονὴν γυναικείαν. 17. Πάλιν δὲ ἐκστρατεύει ὁ βασιλεὺς εἰς Γερμανικίαν, καὶ ταύτην ἐκπορθήσας καὶ αἰχμαλωτίσας ὑπέστρεψε. 18. Τελευτᾷ δὲ Κωνσταντῖνος ὁ υἱὸς Μιχαὴλ βασιλέως ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ ἐθρήνησε Βασίλειος, πολλὰ στέργων αὐτόν. καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τοῖς τάφοις τῶν βασιλέων. 845 19. Μαΐῳ αʹ ἐγκαινίζεται καὶ ἐνθρονίζεται ἡ Νέα ἐκκλησία, ἣν ἔκτισεν ὁ βασιλεὺς καὶ ἐκαλλώπισε κόσμῳ πολλῷ, παρὰ Φω τίου πατριάρχου, τοῦ βασιλέως λῶρον φορέσαντος καὶ χρήματα πολλὰ δόντος καὶ Νέαν αὐτὴν ἐπονομάσαντος. 20. Ἀπεστάλη δὲ παρὰ τοῦ βασιλέως Προκόπιος πρωτο βεστιάριος μετὰ πάντων τῶν δυτικῶν θεμάτων, ὄντος Εὐπραξίου στρατηλάτου εἰς Σικελίαν, καὶ εἰς Κεφαληνίαν τοῦ Μουσουλίκη, εἰς δὲ τὸ Δυρράχιον τοῦ Ῥαβδούχου καὶ ἐν τῇ Πελοποννήσῳ τοῦ Ὀνιάτου καὶ τοῦ Ἀποστύππου· ὅστις Προκόπιος πολλὰς πράξεις καὶ ἀνδραγαθίας ἐργασάμενος ἐσχάτως πολέμου γεγονότος καὶ προδοθέντος ὑπὸ τοῦ Ἀποστύππης ἐσφάγη. 21. Λέων δὲ ὁ Σαλιβαρᾶς συνοψίζει Φωτίῳ πατριάρχῃ Θεόδωρον μοναχόν, ἀρχιεπίσκοπον Εὐχαϊτῶν, ὡς εὐλαβῆ καὶ ποιοῦντα τεράστια καὶ προορατικόν. Φώτιος δὲ τοῦτον τῷ βασι λεῖ μεσιτεύει καὶ συνοψίζει. εἰς ὃν ὁ βασιλεὺς ἀρεσθεὶς πρὸς γὰρ τὰς ἐπιθυμίας αὐτοῦ διέκειτο εἶχεν οὖν αὐτὸν ἐν τιμῇ πολλῇ. ὃς ἀθυμοῦντα τὸν βασιλέα περὶ τοῦ τελευτήσαντος υἱοῦ αὐτοῦ Κωνσταντίνου, διὰ τὸ φίλτρον ὅπερ εἰς αὐτὸν εἶχεν, ἐπλάνα, καὶ ἐπηγγέλλετο δεῖξαι ζῶντα τῷ βασιλεῖ. ὃ καὶ ἐποίησεν· ἐν γὰρ λόχμῃ τινὶ διερχομένῳ τῷ βασιλεῖ φάντασμα συνήντησεν ἔφιππον, χρυσοΰφαντον ἐνδεδυμένον, ἐν εἴδει τοῦ Κωνσταντίνου. ὃ καὶ 846 ὀφθαλμοῖς εἶδεν καὶ περιπλακεὶς κατεφίλησε. καὶ γεγονότος ἀφα νοῦς, αὐτὸν ἰδεῖν ὑπελάμβανε, καὶ ὡς οὐ πεπλάνηται. διὸ καὶ μονὴν ἐκεῖσε κτίσας ἐπωνόμασεν αὐτὴν τοῦ ἁγίου Κωνσταντίνου. 22 τούτοις καὶ ἑτέροις πλείστοις, ὡς ἐκ τῶν Ἀπολλωνίου ἀκρι βῶς μεμυημένος, ὁ λεγόμενος Σανταβαρηνὸς ἐποίησε τὸν βασιλέα πίστιν πολλὴν κεκτῆσθαι πρὸς αὐτόν. 23. Ἠγάγετο δὲ ὁ βασιλεὺς Λέοντι τῷ βασιλεῖ θυγατέρα Μαρτινακίου, ἣν καὶ ἔστεψεν, ποιήσας τοὺς γάμους ἐν τῇ Μα γναύρᾳ καὶ ἐν τοῖς ιθʹ ἀκουβίτοις. 24. Ἐκατηγορήθη δὲ Λέων ὁ βασιλεὺς παρὰ Σανταβα ρηνοῦ εἰς τὸν πατέρα αὐτοῦ ὡς ὅτι μαχαίριον ἐπιφέρεται βουλό μενος ἀνελεῖν σε μετ' αὐτοῦ· ὅπερ αὐτὸς μαχαίριον διὰ δολίας συμβουλῆς ἐποίησε τὸν Λέοντα κατασκευάσαι καὶ φορεῖν ἐν τῷ τουβίῳ, εἰπὼν αὐτῷ ὅτι πολλάκις τοῦ πατρός σου ἐπιζητοῦντος μαχαίριον διὰ χρείαν τινά, ἵνα τί μὴ δίδως αὐτῷ; καὶ τοῦτο κατασκευάσας Λέων ὁ βασιλεύς, καὶ διαβληθεὶς ὡς εἴρηται, καὶ φωραθεὶς ἐν τῷ τουβίῳ τοῦτο βαστάζων, πολλὰ περὶ τούτου ἀπο λογούμενος οὐκ ἠκούετο. ἐτυπτήθη οὖν Νικήτας ὁ Ἑλλαδικὸς ὁ πρωτοβεστιάριος αὐτοῦ, ὃς γέγονε παπίας ἐπὶ Ῥωμανοῦ βασιλέως, καὶ ἄλλοι μετ' αὐτοῦ πολλὰ δεινὰ πεπονθότες ἐξωρίσθησαν. ὁ δὲ βασιλεὺς Λέοντα καθείρξας ἐν τῷ τρικλίνῳ τῷ Μαργαρίτου ἐβού λετο ἐκτυφλῶσαι αὐτόν, εἰ μὴ Φώτιος πατριάρχης διὰ πολλῶν παρακλήσεων τοῦτο διεσκέδασεν, ἅμα Ζαούτζᾳ Στυλιανῷ μικρῷ 847 ἑταιρειάρχῃ τότε ὄντι. ἐποίησε δὲ ὑπὸ ὄψεως μῆνας τρεῖς, θρη νῶν καὶ ὀδυρόμενος, καὶ δι' ἐπιστολῆς πολλὰ δυσώπει τὸν βασι λέα. μεγάλην δὲ πίστιν τοῦ βασιλέως ἔχοντος εἰς τὸν ἅγιον Ἠλίαν ἀποσυνοψίζει Λέων ὁ βασιλεὺς εἰς τὸν ἅγιον Ἠλίαν ἐν τῇ μνήμῃ αὐτοῦ. τῆς δὲ ἐλεύσεως γενομένης ἰδόντες αὐτὸν οἱ λαοὶ ἐφώ νησαν τὸ" δόξα σοι ὁ θεός." ὁ δὲ βασιλεὺς ἀναστραφεὶς ἀπελο γήσατο αὐτοῖς" δοξάζετε περὶ τοῦ υἱοῦ μου τὸν θεόν; πολλὰς θλίψεις ὑπ' αὐτοῦ ἔχετε ὑπομεῖναι καὶ ἐπωδύνους ἡμέρας διελ θεῖν." 25. Κατηγορηθεὶς δὲ Ἀνδρέας δομέστικος τῶν σχολῶν παρὰ Σανταβαρηνοῦ ὡς τὰ Λέοντος φρονῶν διεδέχθη παρὰ τοῦ βασιλέως. ἀντ' αὐτοῦ δὲ προεβλήθη δομέστικος ὁ Στυπιώτης· καὶ ἀπελθὼν μετὰ λαοῦ ἐν Ταρσῷ ἡττήθη καὶ πάντας ἀπώλεσε. καὶ πάλιν προχειρίζεται Ἀνδρέας παρὰ τοῦ βασιλέως δομέστικος. 26. Ἐγένετο δὲ συσκευὴ κατὰ τοῦ βασιλέως παρὰ Ἰωάννου τοῦ Κροκόα δομεστίκου ὄντος τῶν ἱκανάτων, χρηματισθέντος παρὰ τοῦ ὄντος ἐν Βλαχέρναις ἐγκλείστου. εὑρέθησαν δὲ πολλοὶ τῶν συγκλητικῶν καὶ ἀρχόντων, μέχρι τῶν ἑξήκοντα ἕξ. ἦν γὰρ Μιχαὴλ ὁ ἑταιρειάρχης ὁ Κατουδάρης καὶ ὁ Μύξαρις καὶ ὁ Βα βούτζικος καὶ οἱ λοιποί. τῆς γοῦν τοιαύτης ἐπιβουλῆς μηνυθείσης τῷ βασιλεῖ παρὰ τοῦ πρωτοβεστιαρίου τοῦ Κορκόα, κρατηθέντων τε πάντων, ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ ἱπποδρομίῳ καὶ καθεσθεὶς 848 ἐκεῖσε καὶ ἀνακρίνας τὰ κατ' αὐτούς, πάντας τύψας καὶ κουρεύ σας τὰς περιλειφθείσας τρίχας κατέκαυσε. μετὰ δὲ ταῦτα ἐξῆλ θεν ἐν τῇ προελεύσει τοῦ εὐαγγελισμοῦ, ὅτε καὶ τὴν ἐπιβουλὴν ἔμελλον ποιῆσαι. περιεπάτουν δὲ ὄπισθεν αὐτοῦ γυμνοὶ μέχρι τοῦ φόρου δεδεμένοι, καθὼς διωρίσατο. εἶθ' οὕτως πάντας δημεύσας ἐξώρισεν. 27. Τοῦ δὲ βασιλέως ἐξελθόντος πρὸς τὸ κυνηγῆσαι, ἐλά φου ποθὲν ἀναφανέντος παμμεγέθους, ὡς αὐτὸν βασιλεὺς κατε δίωκεν, ἐπιστραφεὶς ὁ ἔλαφος ᾖρε τὸν βασιλέα ἐκ τῆς ζώνης ἀπὸ τοῦ ἵππου. φθάσας δέ τις καὶ τὴν σπάθην γυμνώσας, τὴν ζώνην ἐκκόψας τὸν βασιλέα ἐρρύσατο. μετὰ δὲ τοῦ ἀποστραφῆναι ἐκέ λευσε τὸν τὴν ζώνην αὐτοῦ ἀποτεμόντα ἀποτμηθῆναι τὴν κεφαλὴν ὡς γυμνώσαντα τὸ ξίφος κατ' αὐτοῦ, πολλὰ ἀπολογουμένου ὡς ὑπὲρ τῆς σωτηρίας αὐτοῦ τοῦτο πεποιηκέναι· ἀλλ' οὐδὲν ὠφέλη σεν. ἐκ δὲ τοῦ σπαραγμοῦ τῆς ἐλάφου νοσηλευθεὶς Βασίλειος τελευτᾷ, καταλιπὼν Λέοντα αὐτοκράτορα καὶ Ἀλέξανδρον. {ΒΑΣΙΛΕΙΑ ΛΕΟΝΤΟΣ ΥΙΟΥ ΒΑΣΙΛΕΙΟΥ.} Τῷ τπ ʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ωπ ʹ, ἐβα σίλευσεν Λέων ὁ υἱὸς Βασιλείου ἔτη εἰκοσιπέντε μῆνας ὀκτώ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελφὸς κληρικὸς ὢν καὶ σύγκελλος ἦν μετὰ 849 Φωτίου τοῦ πατριάρχου, ἀνατρεφόμενος παρ' αὐτοῦ καὶ παι δευόμενος. ὁ δὲ αὐτὸς Λέων μετὰ τὸ αὐτοκρατορῆσαι ἀπέστειλεν Ἀνδρέαν στρατηλάτην μετὰ κηρῶν πολλῶν κληρικῶν τε καὶ συγ κλητικῶν ἐν Χρυσοπόλει, καὶ ἐξήγαγεν Μιχαὴλ ἐκ τοῦ τάφου, καὶ ἔβαλεν ἐν γλωσσοκόμῳ κυπαρισσίνῳ· καὶ ἐπὶ κραβάτου θέντες καὶ σκεπάσαντες βασιλικῶς τε τιμήσαντες, μεθ' ὕμνων καὶ τιμῆς πολλῆς, ἑπομένων ἐκεῖσε καὶ τῶν ἀδελφῶν αὐτοῦ, ἤγαγεν εἰς τοὺς ἁγίους ἀποστόλους καὶ ἀπέθετο ἐν λάρνακι. 2. Μετὰ ταῦτα ὁ βασιλεὺς ἀπέστειλεν Ἀνδρέαν δομέστικον τῶν σχολῶν ἅμα Ἰωάννῃ Ἁγιοπολίτῃ σοφωτάτῳ καὶ γεγονότι λογοθέτῃ τοῦ δρόμου· καὶ ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας ἀνελθόντες, τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας ἀναγνόντες, τοῦτον τοῦ θρό νου κατήγαγον, καὶ περιώρισαν ἐν τῇ μονῇ τῶν Ἀρμενιανῶν τῇ ἐπιλεγομένῃ τοῦ Βόρδονος. 3. Προεβάλετο δὲ ὁ βασιλεὺς Στυλιανὸν Ζαούτζαν μάγι στρον καὶ λογοθέτην τοῦ δρόμου. ἀνήγαγε δὲ Στέφανον τὸν σύγ κελλον καὶ ἀδελφὸν αὐτοῦ ἐν τῷ πατριαρχείῳ· καὶ πρὸ τῶν Χρι στοῦ γέννων χειροτονεῖται πατριάρχης ὑπὸ Θεοφάνους τοῦ πρωτο θρόνου καὶ λοιπῶν ἀρχιερέων· καὶ ποιήσας ἐν τῷ πατριαρχείῳ ἔτη ἓξ καὶ μῆνας πέντε ἐτελεύτησε, καὶ θάπτεται ἐν τῇ μονῇ τῶν Συκέων. 4. Ἐφ' οὗ Λέοντος προεδόθη τὸ κάστρον Ὑψηλή, καὶ ἐκρατήθη ὑπὸ τῶν Ἀγαρηνῶν, αἰχμαλωτισθέντων πάντων τῶν 850 ὄντων ἐκεῖσε. γέγονε δὲ ἐμπρησμὸς μέγας πλησίον τῶν Σοφιανῶν, ἐμπρησθείσης καὶ τῆς ἐκκλησίας τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ἣν ὁ αὐτὸς Λέων λαμπρῶς ἀνεκαίνισεν. 5. Ἀπέστειλε δὲ ὁ βασιλεὺς εἰς Εὐχάϊτα, καὶ ἤγαγε Θεό δωρον τὸν Σανταβαρηνὸν ἐν τῇ πόλει. Ἀνδρέας δὲ ὁ δομέστικος καὶ Στέφανος ὁ μάγιστρος ὁ τῆς Καλομαρίας, οἱ πολλὰ λοιδορη θέντες ἐπὶ Βασιλείου παρὰ Σανταβαρηνοῦ, ὑπέθηκαν τῷ βασιλεῖ, συσκευὴν ποιησάμενοι, ὡς ὅτι Φώτιος ὁ πατριάρχης καὶ Θεόδω ρος ὁ Σανταβαρηνὸς βουλὴν εἶχον ποιήσασθαι βασιλέα ἐκ τῶν ἰδίων Φωτίου πατριάρχου. προσέταξε δὲ ὁ βασιλεὺς ἀγαγεῖν Φώ τιον πατριάρχην καὶ Θεόδωρον τὸν Σανταβαρηνὸν ἐν τοῖς παλα τίοις τῶν Πηγῶν, καὶ ἰδίως αὐτοὺς φρουρεῖσθαι διωρίσατο. ἀπε στάλησαν δὲ παρὰ τοῦ βασιλέως Στέφανος μάγιστρος καὶ Ἀνδρέας δομέστικος ὁ Κρατερὸς καὶ ὁ πατρίκιος Γοῦμερ καὶ Ἰωάννης ὁ Ἁγιοπολίτης ἐπὶ τὸ ἐξετάσαι τὰ κατ' αὐτῶν. καὶ ἀγαγόντες τὸν πατριάρχην καὶ καθίσαντες ἐπὶ θρόνου ἐν τιμῇ, καὶ αὐτοὶ καθ εσθέντες, ἔφη πρὸς τὸν πατριάρχην Ἀνδρέας ὁ δομέστικος" γνωρί ζεις, ὦ δέσποτα, τὸν ἀββᾶν Θεόδωρον;" ὁ δὲ ἀπεκρίθη" ἀββᾶν Θεόδωρον οὐ γνωρίζω." καὶ ὁ Ἀνδρέας" τὸν ἀββᾶν Θεόδωρον τὸν Σανταβαρηνὸν οὐ γνωρίζεις;" καὶ ὁ πατριάρχης" γινώσκω τὸν μοναχὸν Θεόδωρον ἀρχιεπίσκοπον ὄντα Εὐχαΐτων." 6 ἤγα γον δὲ καὶ τὸν Σανταβαρηνὸν πρὸς αὐτούς, καὶ λέγει πρὸς αὐτὸν Ἀνδρέας ὁ δομέστικος" ὁ βασιλεύς σοι δηλοῖ, ποῦ εἰσὶ τὰ χρή 851 ματα καὶ πράγματα τῆς ἐμῆς βασιλείας;" ὁ δὲ ἔφη" ὅπου δέδω κεν αὐτὰ ὁ βασιλεύς· νῦν δὲ ἐπεὶ ἀναζητεῖ αὐτά, ἐξουσίαν ἔχει ἀναλαβέσθαι αὐτά." καὶ ὁ Ἀνδρέας ἔφη πρὸς αὐτὸν" εἰπὲ τίνα ἠβούλου ποιῆσαι βασιλέα, ὑποθέμενος τῷ ἐμῷ πατρὶ διὰ συσκευῆς σου τυφλῶσαί με; τοῦ πατριάρχου ἴδιον ἢ σόν;" ὁ δὲ ἀποκρι θεὶς εἶπεν" οὐ γινώσκω τὸ σύνολον περὶ ὧν λέγετε κατηγοροῦντές με." λέγει οὖν Στέφανος ὁ μάγιστρος πρὸς αὐτὸν" καὶ πῶς ἐμή νυσας τῷ βασιλεῖ ἵνα ἐλέγξω τὸν πατριάρχην περὶ τούτου;" ὁ δὲ Σανταβαρηνὸς παρευθὺ πεσὼν εἰς τοὺς πόδας τοῦ πατριάρχου εἶ πεν" ὁρκίζω σε κατὰ τοῦ θεοῦ, δέσποτα, ἵνα πρῶτον ποιήσῃς τὴν ἐμὴν καθαίρεσιν, καὶ τότε γυμνὸν ὄντα τῆς ἱερωσύνης κολαζέτω σαν ὡς κακοῦργον· οὐ γὰρ τοιαῦτα ἐδήλωσα τῷ βασιλεῖ." ὁ δὲ πατριάρχης ἐνώπιον πάντων ἔφη" μὰ τὴν σωτηρίαν τῆς ἐμῆς ψυ χῆς, κῦρι Θεόδωρε, ἀρχιεπίσκοπος εἶς καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι." θυμωθεὶς οὖν Ἀνδρέας ἐπὶ τούτοις ἔφη" οὐκ ἐμή νυσας, ἀββᾶ, τῷ βασιλεῖ δι' ἐμοῦ ὅτι ἵνα ἐλέγξω τὸν πατριάρχην εἰς τοῦτο;" ὁ δὲ ἀπηρνεῖτο μὴ εἰδέναι τι. ὑποστρέψαντες οὖν ἀνήγγειλαν τῷ βασιλεῖ ἅπαντα τὰ λαληθέντα παρ' αὐτῶν. ὁ δὲ βασιλεὺς θυμῷ τε καὶ ὀργῇ ἀκατασχέτῳ ληφθεὶς ὡς μὴ εὑρὼν αἰτίαν κατὰ τοῦ πατριάρχου, ἀποστείλας ἔτυψεν τὸν Σανταβαρηνὸν σφοδρῶς, καὶ τοῦτον ἐξώρισεν ἐν Ἀθήναις. ὄπισθεν δὲ αὐτοῦ ἀποστείλας ἐτύφλωσεν αὐτὸν καὶ ἐξώρισεν εἰς Ἀνατολήν. 7 μετὰ 852 δὲ ἔτη πολλὰ παρακληθεὶς ὁ βασιλεὺς τοῦτον ἀνήγαγεν ἐν τῇ πόλει, καὶ προσέταξε λαμβάνειν αὐτὸν ἀννώνας ἐκ τῆς Νέας ἐκκλησίας. ἐτελεύτησε δὲ ὁ Σανταβαρηνὸς ἐπὶ Κωνσταντίνου καὶ Ζωῆς τῆς αὐτοῦ μητρός. 8. Ἐπὶ τῆς βασιλείας οὖν Λέοντος Ἁγίων ὁ Λογγιβαρδίας ἔξαρχος καὶ δούξ, γαμβρὸς δὲ γεγονὼς τοῦ ῥηγὸς Φραγγίας, ἀντ ῇρε τῷ βασιλεῖ, πᾶσαν τὴν χώραν εἰς ἑαυτὸν δουλώσαντος. τοῦτο γνοὺς ὁ βασιλεὺς ἀπέστειλε Κωνσταντῖνον τὸν τῆς τραπέζης σὺν πᾶσι τοῖς θέμασι τῆς δύσεως πρὸς τὸ καταπολεμῆσαι Ἁγίωνα. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ μετὰ Κωνσταντίνου καὶ κατεσφάγησαν, μόλις αὐτοῦ διασωθέντος. 9. Γέγονε δὲ ἔκλειψις ἡλίου, ὥστε νύκτα γενέσθαι ὥρᾳ ἕκτῃ καὶ τοὺς ἀστέρας φαίνεσθαι. ἀλλὰ βρονταὶ καὶ συνοχαὶ ἀνέμων καὶ ἀστραπαὶ γεγόνασιν, ὥστε καῆναι ἐν τοῖς ἀναβαθμοῖς τοῦ φόρου ἀνθρώπους ἑπτά. 10 καὶ ἐπολιορκήθη ὑπὸ τῶν Ἀγαρηνῶν ἡ Σάμος τὸ κάστρον, αἰχμαλωτισθέντος καὶ τοῦ στρα τηγοῦ αὐτῶν τοῦ Πασπαλᾶ. προεχειρίσατο δὲ Λέων ὁ βασιλεὺς Ζαούτζαν εἰς βασιλεοπάτορα, συμφιλιωθεὶς ἤδη Ζωῇ τῇ αὐτοῦ θυγατρί, φαρμάκῳ τινὶ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτῆς Θεοδώ ρου τοῦ Γαουανιάτου. Στεφάνου δὲ πατριάρχου τῶν τῇδε μετα στάντος χειροτονεῖται ἀντ' αὐτοῦ Ἀντώνιος ὁ λεγόμενος Καυ λέας. 853 11. Ἦλθε δὲ καὶ ἀγγελία παρὰ τοῦ στρατηγοῦ Μακεδο νίας ὡς ὁ ἄρχων Βουλγαρίας Συμεὼν βούλεται ἐκστρατεῦσαι κατὰ Ῥωμαίων. ἡ δὲ αἰτία ἣν ὠργίζετο Συμεὼν ἦν αὕτη. Ζαούτζας ὁ βασιλεοπάτωρ εἶχε δοῦλον εὐνοῦχον ὀνόματι Μουσικόν. οὗτος ἐφιλιώθη Σταυρακίῳ καὶ Κοσμᾷ Ἑλλαδικοῖς φιλοχρύσοις καὶ πραγματευταῖς, οἵτινες πρὸς αἰσχροκερδίαν ἀφορῶντες μεσιτείᾳ καὶ δυνάμει τοῦ Μουσικοῦ διέστησαν τὴν ἐν τῇ πόλει πραγματείαν τῶν Βουλγάρων ἐν Θεσσαλονίκῃ, κακῶς τοὺς Βουλγάρους διοι κοῦντες ἐν τῷ κομμερκεύειν. οἱ δὲ Βούλγαροι τῷ Συμεὼν ταῦτα ἀπήγγειλαν. ὁ δὲ δῆλα πεποίηκε ταῦτα τῷ βασιλεῖ Λέοντι. ὁ δὲ βασιλεὺς ὑπὸ τοῦ βασιλεοπάτορος κωλυόμενος, προσπαθοῦντος τῷ Μουσικῷ, πάντα ὡς λῆρον ἤκουεν. 12 μανεὶς οὖν ὁ Βούλ γαρος ἐκστρατεύει κατὰ Ῥωμαίων. καὶ μαθὼν ταῦτα ὁ βασιλεὺς ἀποστέλλει τὸν Κρηνήτην στρατηλάτην κατὰ Βουλγάρων μετὰ ὅπλων καὶ ἀρχόντων πολλῶν τῆς πόλεως κατὰ Συμεών. καὶ συμ βολῆς γενομένης ἐν Μακεδονίᾳ τρέπονται οἱ Ῥωμαῖοι, σφαγέντος τοῦ τε Κρηνήτου καὶ τοῦ Ἀρμένη τοῦ Κουρτικίου καὶ τῶν λοιπῶν πάντων. ἐκ δὲ τῶν Χαζάρων, οἳ ἦσαν εἰς τὴν ἑταιρείαν Λέοντος, κρατηθέντες καὶ τὰς ῥῖνας αὐτῶν κοπέντες εἰς αἰσχύνην Ῥωμαίων ἐν τῇ πόλει παρὰ Συμεὼν ἀπεστάλησαν. οὓς ἰδὼν ὁ βασιλεὺς καὶ θυμωθεὶς ἀπέστειλε Νικήταν τὸν ἐπιλεγόμενον Σκληρὸν μετὰ δρο μώνων ἐν τῷ ποταμῷ Δανουβίῳ δοῦναι δῶρα τοῖς Τούρκοις καὶ πόλεμον κινῆσαι κατὰ Συμεών. ὁ δὲ ἀπελθὼν καὶ συντυχὼν ταῖς 854 κεφαλαῖς αὐτῶν Ἀρπάδη καὶ Κουρσάνη, καὶ συνθεμένων πολεμῆ σαι, λαβὼν ὄψιδας ἦλθε πρὸς τὸν βασιλέα. ὁ δὲ βασιλεὺς πάλιν διὰ τῆς θαλάσσης ἀπέστειλεν Εὐστάθιον πατρίκιον καὶ δρουγγά ριον τοῦ πλωΐμου. Νικηφόρον δὲ πατρίκιον τὸν Φωκᾶν καὶ δο μέστικον μετὰ τῶν θεμάτων ἀπέστειλεν διὰ γῆς, καὶ εἰσῆλθε μέχρι Βουλγάρων. ὁ δὲ βασιλεὺς τὴν εἰρήνην ἀσπαζόμενος μετὰ τοῦτο ἀπέστειλε Κωνσταντινιάκην κυαίστωρα πρὸς Συμεών, τὰ περὶ εἰρήνης συμβουλεύοντα. Συμεὼν δὲ τὴν κατ' αὐτοῦ κίνησιν διά τε γῆς καὶ θαλάσσης μαθὼν ἐν φρουρᾷ κατακλείει τὸν κυαίστωρα ὡς ἐπὶ δόλῳ ἐλθόντα. περάσαντες οὖν οἱ Τοῦρκοι, τοῦ Συμεὼν ἐπὶ τὸ στράτευμα Φωκᾶ ἀσχολουμένου, ᾐχμαλώτευσαν πᾶσαν τὴν Βουλγαρίαν. ταῦτα μαθὼν Συμεὼν κινεῖται κατὰ Τούρκων. οἱ δὲ ἀντιπεράσαντες συμβάλλουσι πόλεμον μετὰ Βουλγάρων, καὶ τρέπεται Συμεών, μόλις διασωθεὶς ἐν τῇ Δίστρᾳ. οἱ δὲ Τοῦρκοι ᾐτήσαντο τὸν βασιλέα ἀποστεῖλαι καὶ ἀγοράσαι τὴν αἰχμαλωσίαν τῶν Βουλγάρων· ὃ δὴ καὶ πεποίηκεν ὁ βασιλεύς, τοὺς πολίτας ἀποστείλας ἐπαγοράσαι αὐτούς. 13. Ὁ δὲ Συμεὼν δι' Εὐσταθίου δρουγγαρίου ἐδεήθη περὶ εἰρήνης. πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεύς, καὶ ἀπέστειλε Λέοντα τὸν Χοιροσφάκτην πρὸς τὸ γενέσθαι εἰρήνην. ἐδέξατο δὲ Νικηφόρος ὑποστρέψαι μετὰ λαοῦ, καὶ ὁ δρουγγάριος τῆς βίγλης Εὐστάθιος ὁμοίως. Λέοντα οὐδὲ λόγου ἠξίωσε Συμεών, ἀλλ' ἠσφαλίσατο 855 εἱρκτῇ. ἐκστρατεύσας δὲ κατὰ τῶν Τούρκων, ἐκείνων ὀχύρωμα βοηθείας μὴ ἐχόντων παρὰ Ῥωμαίων, ἀλλ' ἀπρονοήτως ἐαθέντων, πάντας κατέσφαξεν, αὐξήσας τὴν μεγαλαυχίαν αὐτοῦ. καὶ ὑπο στρέψας εὗρε Λέοντα ἐν τῇ Μουδάγρᾳ, καὶ εἶπεν πρὸς αὐτὸν" οὐ ποιῶ εἰρήνην, ἐὰν μὴ πᾶσαν τὴν αἰχμαλωσίαν λάβω." διωρίσατο οὖν ὁ βασιλεὺς ταύτην ἀποδοῦναι, καὶ ἦλθε μετὰ Λέοντος Βούλ γαρος οἰκεῖος τοῦ Συμεών, καὶ παρέλαβεν αὐτούς. 14. Νικηφόρου δὲ τοῦ Φωκᾶ τελευτήσαντος, ἀφορμὰς ἐζήτει Συμεὼν τὴν εἰρήνην διαλῦσαι· ἐπιζητῶν γὰρ καὶ ἄλλους αἰχμαλώτους εἰσέρχεται κατὰ Ῥωμαίων. Λέων δὲ ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν προβάλλεται Λέοντα Κατακαλόν, ἐν τῇ Ῥάβδῳ τὴν οἴκησιν ἔχοντα, καὶ μετ' αὐτοῦ ἀποστέλλει Θεοδόσιον πατρίκιον καὶ πρωτοβεστιάριον. καὶ περάσας ὅλα τὰ θέματα καὶ τὰ τάγματα, καὶ γενομένης συμβολῆς μετὰ Συμεὼν εἰς τὸ Βουλγαρόφυ γον, ἐγένετο τροπὴ δημοσία καὶ πάντες ἀπώλοντο καὶ ὁ πρωτοβεστιά ριος Θεοδόσιος, δι' ὃν ὁ βασιλεὺς οὐ μετρίως ἠνιάθη ἐπὶ τούτου. 15. Ἔσφαξαν καὶ ἐν Χερσῶνι οἱ τοῦ κάστρου τὸν στρα τηγὸν αὐτῶν Συμεὼν τὸν υἱὸν Ἰωάννου. καὶ παρελήφθη τὸ κά στρον τὸ Κόρον ἐν Καππαδοκίᾳ ὑπὸ τῶν Ἀγαρηνῶν. 16. Ὁ δὲ βασιλεὺς πρόκενσον ἐποίει εἰς τὰ Δαμιανοῦ, συνόντος καὶ Ζαούτζα τοῦ βασιλεοπάτορος καὶ παραδυναστεύοντος καὶ τῆς θυγατρὸς αὐτῆς Ζωῆς ἅμα τῷ βασιλεῖ· Θεοφανὼ δὲ ἡ γαμετὴ αὐτοῦ οὐ παρῆν ἐκεῖ, ἀλλ' ἐν Βλαχέρναις ἐν τῇ ἁγίᾳ σορῷ 856 προσχομένη. δόξαντος οὖν τοῦ βασιλέως μεῖναι ἐκεῖ συμβούλιον ποιήσαντες οἱ τοῦ Ζαούτζα συγγενεῖς, ὅ τε υἱὸς αὐτοῦ ὁ Τζαού τζης καὶ οἱ λοιποί, ἠβούλοντο τῇ νυκτὶ φονεῦσαι τὸν βασιλέα. ἡ Ζωὴ δὲ μετὰ τοῦ βασιλέως καθεύδουσα καὶ τὴν ταραχὴν ἀκού σασα, διὰ τῆς θυρίδος προβλεψαμένη αὐτοὺς κατεσίγασεν. ὡς δὲ τὸ δεινὸν ἔγνω τῆς ἐπιβουλῆς ἧς ἐμελέτησαν, ἐξύπνισε τὸν βα σιλέα, ὃς παρευθὺ εἰσελθὼν εἰς πλοῖον διεπέρασεν εἰς Πηγάς, ἐάσας Ζαούτζαν καὶ πάντας ἐκεῖσε. καὶ πρωῒ ταχίων εἰσῆλθεν εἰς τὸ παλάτιον, ἐξεώσας Ἰωάννην δρουγγάριον τῆς βίγλης, καὶ προβαλόμενος Πάρδον υἱὸν Νικολάου ἑταιρειάρχην ἀντ' αὐτοῦ· ὁ γὰρ Νικόλαος συμφιλιωθεὶς τῷ βασιλεῖ κατάδηλα ἐποίει αὐτῷ πάντα τὰ τοῦ Ζαούτζη...., ἕως ἂν Λέων ὁ μάγιστρος ὁ Θεοδο τάκης διήλλαξεν αὐτούς. 17. Τελευτᾷ δὲ Θεοφανὼ Αὐγοῦστα, βασιλεύσασα ἔτη δώδεκα· ἣν οὐ μετὰ πολλὰς ἡμέρας ἀνέδειξεν ὁ θεὸς θαυματουρ γὸν διὰ τὸ ἀζηλότυπον αὐτῆς καὶ ἀμνησίκακον καὶ διὰ τὸ ἐν ἐλεη μοσύναις καὶ προσευχαῖς ἀδιαλείπτως προσκαρτερεῖν τῷ θεῷ καὶ ταῖς ἁγίαις ἐκκλησίαις. 18 στέφει δὲ Λέων ὁ βασιλεὺς Ζωὴν τὴν θυγατέρα Ζαούτζα. ὅτι διὰ τὸ κατηγορηθῆναι τὴν Ζωὴν μετὰ τοῦ βασιλέως ἐν τῇ Ζωῇ τῆς Θεοφανὼ οὐκ εὐλογήθη παρὰ τοῦ πατριάρχου ὡς παράνομος ὁ γάμος· καὶ ὁ ἱερεὺς ὁ εὐλογήσας 857 αὐτόν, εἰ καὶ βασιλεὺς ὑπῆρχεν, ἀλλά γε ἐκαθῃρέθη ὑπὸ συνό δου. καὶ εὐλογεῖται μετ' αὐτῆς παρὰ κληρικοῦ τοῦ παλατίου ᾧ ἐπίκλην Σινάπης· καὶ ὁ μὲν εὐλογήσας καθῃρέθη, ἡ δὲ ἐβασί λευσεν ἔτος ἓν μῆνας ὀκτώ. τελευτησάσης δὲ τῆς Ζωῆς λάρνακα ἐφεῦρον εἰς τὸ ἀποτεθῆναι τὸ σῶμα αὐτῆς, ἔχουσαν ἔνδοθεν γράμματα κεκολαμμένα, γράφοντα οὕτως" θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος." 19. Διεβλήθησαν δὲ τῷ βασιλεῖ Λέοντι ὅ τε Μουσικὸς καὶ ὁ Σταυράκιος ὡς ὅτι παρὰ τῶν στρατηγῶν καὶ ὀφφικιαλίων λαμβάνοντες δῶρα καὶ μεσιτεύοντες πρὸς τὸν βασιλεοπάτορα. καί ποτε εἰσελθόντος τοῦ Σταυρακίου μετὰ γραμμάτων τινὸς τῶν στρα τηγῶν πρὸς τὸν Ζαούτζαν, ὡς εἶδεν αὐτὸν ὁ βασιλεὺς ἑστὼς ἐν τῷ ἡλιακῷ, ἦλθεν ὄπισθεν αὐτοῦ, καὶ κρατήσας ἐκ τοῦ τένοντος ἐξήγαγεν ἔξω ὡς δῆθεν ἐρωτήσων περὶ τῶν στρατηγῶν· καὶ εἰς τὸ Μονόθυρον ἀγαγών, καὶ τὰ γράμματα ἄρας καὶ ἀποσφενδονή σας, παραδέδωκε τοῖς ἐπιτυχοῦσιν ἐξαγαγεῖν τοῦ παλατίου, διο ρισάμενος ἀποκεῖραι αὐτόν. μαθὼν δὲ τοῦτο ὁ Μουσικὸς ἐπ' ἀπογνώσει γέγονεν. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἔνθα ἵστατο ὁ Μου σικὸς παρεστὼς τῷ Ζαούτζα, τοῦτον ἐπὶ τράχηλον ὠθήσας ἐξή γαγε, παραδοὺς Χριστοφόρῳ κοιτωνίτῃ ἐν τοῖς Στουδίου ἀπαγα γεῖν καὶ μοναχὸν ποιῆσαι. μετ' ὀλίγον δὲ τελευτᾷ Ζαούτζας ἐν τῷ παλατίῳ, καὶ τοῦτον διὰ τοῦ Βουκολέοντος καταγαγόντες ἀπή γαγον ἐν τῇ μονῇ τοῦ Καυλέα, ἐκεῖσε αὐτὸν θάψαντες. 20. Μετὰ δὲ τὴν τελευτὴν Ζαούτζα Βασίλειος Ἐπείκτης, 858 υἱὸς Νικολάου ἑταιρειάρχου, συνεφιλιώθη Σαμωνᾷ κουβικουλα ρίῳ τῷ ἐξ Ἀγαρηνῶν, ὀρεγόμενος τοῦ τῆς βασιλείας ἀξιώματος. ἐθάρρησε δὲ τῷ Σαμωνᾷ ὅτι τῆς θείας ἡμῶν Ζωῆς τελευσάσης ὁ βασιλεὺς λαβεῖν ἔχει ἑτέραν γυναῖκα, καὶ ἡμᾶς πάντας ἔχει ἀφα νίσαι. ἀλλὰ δός μοι λόγον, ἵνα σοι θαρρήσω πάντα τὰ βουλευό μενα. καὶ δόντος αὐτοῦ λόγον τῷ Βασιλείῳ, ἐθάρρησεν αὐτῷ πάντα. ὁ δὲ Σαμωνᾶς εἰσελθὼν εἰς τὸν βασιλέα εἶπεν αὐτῷ ὅτι, δέσποτά μου, θέλω σοι εἰπεῖν τι ἰδίως, ὅπερ ἐὰν μὲν εἴπω, ἀπο θνήσκω, εἰ δὲ μὴ εἴπω, ἀποθνήσκεις σύ. καὶ διεξῆλθε πρὸς τὸν βασιλέα πᾶσαν τὴν ἐπιβουλὴν τοῦ Βασιλείου. ἀπιστήσαντος δὲ τοῦ βασιλέως τοῖς λαληθεῖσι παρ' αὐτοῦ, καὶ εἰρηκότος" μή τίς σοι ὑπέβαλε ταῦτά μοι εἰπεῖν, καὶ ἐκ δωροδοκίας τοῦτο ἐποίησας;" ὁ δὲ εἶπεν" ἀπόστειλον πιστοὺς ἀνθρώπους, οὓς κελεύεις, ἐν τῷ ἐμῷ κελλίῳ, δέσποτά μου, καὶ ἵνα εἰσὶν ἐγκεκρυμμένοι, καὶ εἴ τι ἂν ἀκούουσι παρὰ Βασιλείου καὶ παρ' ἐμοῦ, γράφωσι ταῦτα." παρευθὺ δὲ ὁ βασιλεὺς ἀποστέλλει Χριστοφόρον πρωτοβεστιάριον ἅμα Καλοκύρῳ κοιτωνίτῃ, καὶ ἀνελθόντες ἐκρύβησαν ἐν τῷ κελ λίῳ αὐτοῦ. Βασίλειος οὖν δελεασθείς, καὶ λαβὼν λόγον ἔνορκον παρὰ Σαμωνᾶ εἰς τὸ προσευχάδιον αὐτοῦ, ἐξεῖπεν αὐτῷ πάντα τὰ τῆς βουλῆς καὶ τοὺς συμβουλευομένους. ἀριστώντων δὲ αὐτῶν κατελθόντες Χριστοφόρος καὶ Καλοκῦρος διὰ γραφῆς ἀνέγνωσαν πάντα τῷ βασιλεῖ. καὶ παρευθὺ μὲν Βασίλειον προσκαλεσάμενος 859 δέδωκε μιλιαρήσια χιλιάδας εἰκοσιτέσσαρας ὡς δῆθεν ψυχικὰ τῆς αὐτοῦ θείας Ζωῆς, ὡς ὁρισθέντα παρ' αὐτῆς οὕτως, καὶ ἀπέ στειλεν ἐν Μακεδονίᾳ. καὶ τὸν μὲν Βασίλειον οὕτως τῆς πόλεως ἐξήγαγε, τοὺς δὲ λοιποὺς τοὺς τῆς αὐτῆς βουλῆς μετεσχηκότας καὶ κοινωνήσαντας, Πάρδον μὲν δρουγγάριον τῆς βίγλης ἀποστέλλει πρὸς τὸν Στυπιώτην δῆθεν ἀγαγεῖν αὐτόν, προμηνυθέντος ἐκείνου διὰ βασιλικοῦ πιττακίου τοῦτον δεσμῆσαι. προφασισάμενος δὲ ὁ βασιλεὺς ἀπελθεῖν καὶ δειπνῆσαι εἰς τὸν ἅγιον Λάζαρον, εἰς τὸ καταβάσιον τοῦ τζυκανιστηρίου, ἔστησεν Ἰωάννην Γαριδᾶν μετὰ καὶ τῶν λοιπῶν τῆς ἑταιρείας ἐν τῷ κουβουκλίῳ· καὶ ἐν τῷ κατέρ χεσθαι τὸν βασιλέα κρατήσαντες οἱ μετὰ Ἰωάννου Νικόλαον ἑται ρειάρχην ἐξήγαγον τῆς πόλεως. ἀγαγὼν δὲ ἐκ Μακεδονίας Βασί λειον καὶ ἀνακρίνας καὶ τύψας, καὶ τὰς τρίχας αὐτοῦ καταφλέξας, καὶ ἐν τῇ μέσῃ θριαμβεύσας, ἐξώρισεν ἐν Ἀθήναις· καὶ κακῶς ἐκεῖ τελευτᾷ. ὡσαύτως καὶ Νικόλαον ἑταιρειάρχην καὶ Στυλιανὸν καὶ Ἰωάννην καὶ συγγένειαν πᾶσαν Ζαούτζα τοὺς μὲν ἀπέκειρε τοὺς δὲ ἐξώρισε, δημεύσας τὰς οὐσίας αὐτῶν πάσας. καὶ οὕτως πᾶσα ἡ συγγένεια Ζαούτζα ἐξωλοθρεύθη διὰ Σαμωνᾶ. 21 πάντας δὲ τοὺς μαγίστρους καὶ τοὺς ἐν τέλει προσκαλεσάμενος ὁ βασιλεὺς ἀνέγνω κατενώπιον αὐτῶν τὰ μηνυθέντα παρὰ Σαμωνᾶ· καὶ εἰρή κασιν ἄξιον εἶναι τιμῆς μεγάλης. ὁ δὲ παρευθὺ τοῦτον τῇ τοῦ πρωτοσπαθαρίου ἀξίᾳ τετίμηκεν, καὶ προσῳκειώσατο ἑαυτοῦ. 860 22. Ἐτελεύτησε δὲ Ἀντώνιος ὁ πατριάρχης, καὶ ἀντ' αὐτοῦ χειροτονεῖται Νικόλαος μυστικὸς ὢν τοῦ βασιλέως. παρελή φθη δὲ καὶ τὸ κάστρον ἡ Δημητριὰς ἐν τῷ θέματι τῆς Ἑλλάδος ὑπὸ Δαμιανοῦ τοῦ Ἀγαρηνοῦ. 23. Λέων δὲ ὁ βασιλεὺς στέφει Ἄνναν θυγατέρα Ζωῆς τῆς ἀπὸ τοῦ Ζαούτζα, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ ἐκ τύπου κλητόρια μὴ οὔσης Αὐγούστης. 24. Ἠγάγετο δὲ ὁ βασιλεὺς κόρην ἐκ τοῦ θέματος Ὀψικίου, ὡραιοτάτην πάνυ, ὀνόματι Εὐδοκίαν, στέψας καὶ ἀναγο ρεύσας καὶ γήμας αὐτήν· ἐξ ἧς παιδίον ποιήσας ἄρρενα, ἐφ' ᾧ τετελεύτηκε καὶ αὐτὴ καὶ τὸ γεννηθέν.