Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
879.1
μηνίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην ἅμα τοῖς σὺν αὐτῷ μετ' ὀργῆς, τὰ τῆς ἰδίας ἐκκλησίας περιποιούμενον καὶ φροντίζειν εἰποῦσα. 9. Οὐ μετ' οὐ πολὺ δὲ Κωνσταντῖνος παρακοιμώμενος διαβάλλει τῇ Αὐγούστῃ Δομήνικον ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν αὐτοῦ ἀδελφόν. τοῦτον προφάσει πατρί κιον ποιήσαντες, κατελθόντος ἐν τῇ ἐκκλησίᾳ ὡς ἔθος εὐχὴν λα βεῖν, οἴκοι μένειν παρεκελεύσαντο. προεβάλετο δὲ Ζωὴ Ἰωάννην Γαριδᾶν ἑταιρειάρχην καὶ Δαμιανὸν εὐνοῦχον τῆς βίγλης δρουγ γάριον. Δομήνικος δὲ ἀπῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ ἀνόνητα ὀλο φυρόμενος. 10. Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην πάλιν ληϊ ζομένου, ἐν φροντίδι οὔσης τῆς Αὐγούστης καὶ τῶν ἐν τέλει ὅπως αὐτὸν τῆς ἀλαζονείας παύσωσιν, ᾐτήσατο Ἰωάννης ὁ Βογᾶς γενέ σθαι πατρίκιος, ὑποσχόμενος ἀγαγεῖν κατ' αὐτοῦ Πατζίνακας. τῆς αἰτήσεως δὲ τυχὼν δῶρά τε λαβὼν εἰς τὴν τῶν Πατζινάκων χώραν ἀπῄει, καὶ δὴ σπεισάμενος ὁμήρους ἐκεῖθεν λαβὼν ἤγαγεν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων διαπερᾶσαι καὶ τὸν Συ μεὼν καταπολεμῆσαι. 11. Παρεγένετο δὲ ἐν τῇ πόλει καὶ Ἀσώτιος, ἀνὴρ ἐπὶ ῥώμης ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων· ὅν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέραις χερσὶ κρατοῦντα τῇ 880 ὑπερβαλλούσῃ ἀλκῇ διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μετάγειν, τῆς ἀντιτύπου τοῦ σιδήρου φύσεως τῇ βίᾳ τῶν χειρῶν ὑπεικούσης. ὃν παραγενόμενον μετὰ πολλῆς τιμῆς ὑπεδέξαντο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψαν. 12. Σεπτεμβρίῳ μηνί, ἰνδικτιῶνος γʹ, Παγκρατούκας ὁ Ἀρμένιος τὴν Ἀδριανούπολιν τῷ Συμεὼν παρέδωκεν. μετ' οὐ πολὺ δὲ ἀπεστάλη Βασίλειος πατρίκιος καὶ κανίκλειος καὶ Νικήτας πρωτοσπαθάριος Ἐλαδικὸς παρὰ Ζωῆς μετὰ δώρων πολλῶν, καὶ ἀντιπαρέλαβεν αὐτὴν πάλιν. 13. Ἦλθε δὲ καὶ ἀμερᾶς ὁ Δαμιανὸς εἰς Στρόβιλον μετὰ πλοίων τοῦ πολεμῆσαι αὐτὴν μετὰ πολλῆς τῆς δυνάμεως, καὶ ταύτην παρέλαβεν ἄν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, ὑποστρεψάν των διακενῆς τῶν Ἀγαρηνῶν. 14. Οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἰκήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν αὐτοῦ ἀσω τείαν μὴ ἐνεγκόντες, λίθοις τοῦτον ἀνεῖλον κακῶς ἔνδοθεν τοῦ θυσιαστηρίου τοῦ ἐν Ἀθήναις ναοῦ. 15. Βλέπουσα δὲ ἡ Αὐγοῦστα Ζωὴ τὴν ἔπαρσιν Συμεὼν καὶ τὴν κατὰ τῶν Χριστιανῶν αὐτοῦ ἐπίθεσιν, βουλὴν μετὰ τῶν ἐν τέλει βουλεύεται ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν δια πράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς τὸ πολεμῆσαι καὶ ἀφανίσαι τὸν Συμεών. ἀπεστάλη οὖν ἐν Συρίᾳ πρὸς τὸ ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥαδινὸς καὶ Μι 881 χαὴλ ὁ Τοξαρᾶς. οὗ γεγονότος τὴν συνήθη τῆς ῥόγας διανομὴν ποιησάμενοι ἐν τοῖς τάγμασι, ταῦτα ἀναλαβόμενοι σὺν τοῖς θέ μασι πρὸς τὰ Θρᾳκῷα μέρη διεπέρασαν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δομεστίκου τῶν σχολῶν τυγχάνοντος, ᾧ ἀνδρία μᾶλλον ἢ ἐπιστατικὴ φρόνησις προσανέκειτο. ἐξαγαγόντων οὖν τὰ σεβάσμια καὶ ζωοποιὰ ξύλα Κωνσταντίνου πρωτοπαπᾶ τοῦ παλατίου, τοῦ Κεφαλᾶ λεγομένου, καὶ Κωνσταντίνου τοῦ Μαλελία ἐν τῇ Θρᾴκῃ, ἅπαντες προσκυνήσαντες καὶ ἐπομοσάμενοι συναποθνήσκειν ἀλλή λοις πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, τοῦ δὲ ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός. Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς· οἷς συνῆν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων καὶ οἱ ἄλλοι πάντες στρατηγοὶ τῶν θεμάτων. συνῆν δὲ πρὸς τοῖς ἄλλοις καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λίψ, Λέοντι δομεστίκῳ σύμβουλος ὢν αὐτῷ ἐν πᾶσι τοῖς ἀνήκουσι. 16 μηνὶ δὲ Αὐγούστῳ κʹ, ἰνδικτιῶνος εʹ, ὁ πόλεμος μεταξὺ Βουλγάρων τε καὶ Ῥωμαίων πρὸς τῷ Ἀχελῴῳ συγκεκρότητο ποταμῷ· καὶ οἷα τὰ τοῦ θεοῦ κρίματα, ὡς ἀνερεύνητα καὶ ἀνεξ ιχνίαστα, τρέπονται οἱ Ῥωμαῖοι πανστρατὶ καὶ γέγονε φυγὴ παν τελὴς καὶ φρικώδης ὀλολυγή, τῶν μὲν ὑπ' ἀλλήλων συμπατουμέ νων, τῶν δὲ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, αἵματός τε χύσις οἵα ἐξ αἰῶνος οὐκ ἐγένετο. Λέων ὁ δομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἐσφάγη δὲ πρὸς τοῖς ἄλλοις ἐν τῇ τοῦ πολέμου 882 συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. 17. Ἀπεστάλη δὲ πότε καὶ Ῥωμανὸς πατρίκιος καὶ δρουγγάριος ὢν τῶν πλωΐμων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ Δανουβίῳ ποταμῷ βοηθήσων Λέοντι τῷ Φωκᾷ· ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζίνακας, ὡς προείρηται, κελευσθέντος τοῦ δρουγ γαρίου Ῥωμανοῦ διαπερᾶσαι τούτους κατὰ Βουλγάρων, ὥστε συμ μαχῆσαι Λέοντι Φωκᾷ. Ῥωμανοῦ δὲ καὶ Ἰωάννου τοῦ Βογᾷ εἰς ἔριδας καὶ λογομαχίας ἐλθόντες, ὁρῶντες αὐτοὺς οἱ Πατζίνακοι πρὸς ἀλλήλους διαμαχομένους καὶ στασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. 18 τοῦ πολέμου δὲ ἤδη τέλος λαβόντος καὶ ὑπο στρεψάντων ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, τὰ κατ' αὐτῶν ἐκινήθησαν, καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν ὥστε καταδικάζουσαν ψῆφον ἀνήνεγκαν, τῶν ὀφθαλμῶν στερηθῆναι ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζίνακας, ἀλλ' ὑποχωρήσαντα τάχιον καὶ μηδὲ τοὺς φεύγοντας Ῥωμαίων ἐν τοῖς πλοίοις ὑποδεξάμενον. καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου Γογγύλου καὶ Στεφάνου τοῦ μαγίστρου, ὡς δυναμένων παρὰ τῇ Αὐγούστῃ πολλά, τὰ τῆς καταδίκης ἀνετράπη. 19. Τῶν δὲ Βουλγάρων τηνικάδε τῇ νίκῃ κατεπαρθέντων καὶ ἐκστρατευσάντων μέχρι τῆς πόλεως, ἐξῆλθεν Λέων ὁ δομέ 883 στικος τῶν σχολῶν καὶ Ἰωάννης ἑταιρειάρχης καὶ Νικόλαος ὁ υἱὸς τοῦ Δουκὸς εἰς χῶρον Θρᾳκῷον οὕτω λεγόμενον Κατασύρτας ἅμα πλείστῳ λαῷ κατὰ Βουλγάρων. τῇ δὲ νυκτὶ ἀδοκήτως ἐπιπεσόν των αὐτοῖς τῶν Βουλγάρων καὶ τοῦ δομεστίκου φυγόντος ἐσφάγη Νικόλαος ὁ υἱὸς τοῦ Δουκὸς καὶ πολλοὶ ἕτεροι μετ' αὐτοῦ. 20. Θεόδωρος οὖν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδα γωγὸς ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ἴδιον γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκε Κωνσταντίνῳ βασιλεῖ Ῥωμανὸν δρουγγάριον προβαλέσθαι ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς αὐτόν, ὡς ἂν ᾖ σὺν αὐτῷ, καὶ διαφυ λάττειν αὐτόν, καὶ ἐν οἷς ἂν δέοιτο σύμμαχον ἔχειν καὶ βοηθόν. πολλάκις οὖν περὶ τούτου λαληθεὶς Ῥωμανὸς ἀπείπατο. γραμμα τεῖον οὖν ὁ βασιλεὺς Κωνσταντῖνος αὐτοχείρῳ διαχαράξας γραφῇ καὶ ὑπογραφῇ διασφαλισάμενος ἀπέστειλεν αὐτῷ. ὅπερ οὗτος ἐπὶ χεῖρας λαβὼν ὑπέσχετο τὴν κατὰ τοῦ παρακοιμωμένου Κωνσταν τίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν ὧδε ποιήσασθαι. 21. Τῆς φήμης οὖν ταύτης διαθεούσης, καὶ τοῦ παρα κοιμωμένου Κωνσταντίνου καταναγκάζοντος Ῥωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου, αὐτὸς προεφασίζετο ἀδυνάτως ἔχειν τοῦ ἀπο πλεῖν μὴ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος. ἐν τῇ ἐξαρτύσει δὲ ὄντος τοῦ Ῥωμανοῦ καὶ τὰ πλοῖα εὐτρεπίζοντος ἐξῆλθε Κωνσταντῖνος παρακοιμώμενος ἐπισπουδάσων αὐτὸν τοῦ ἐκπλεῦσαι. ὁ δὲ τούτῳ δουλικῷ τῷ σχήματι προσυπήντησεν, καὶ 884 προθύμως ποιήσειν τὸ κελευόμενον ἐπηγγέλλετο. ὑποστρέψαι δὲ βουλομένου τοῦ παρακοιμωμένου, καὶ εἰ ἔχοι ἄνδρας εὐειδεῖς καὶ γενναίους τὴν βασιλικὴν ἐρέττειν τριήρην εἰπόντος πρὸς Ῥωμανόν, οὗτος εὐθὺς ἔνευσεν αὐτοῖς τῇ χειρὶ ἑτοίμοις οὖσι πλησίον ἐλθεῖν. οἱ δὲ τὰ τῆς βουλῆς εἰδότες, ἔγγιστα ἤδη τοῦ δρόμωνος Ῥωμανοῦ γεγονότες, ἐπειδὴ οὗτος ὀπίσω τοῦ παρακοιμωμένου Κωνσταντίνου περιπατῶν" ἀναρπάσατε αὐτὸν ταῖς χερσὶ καὶ ἄρατε αὐτὸν" ἐπε φώνησε, παραχρῆμα οὗτοι τοῦτον ἁρπάσαντες εἰς τὴν τοῦ δρουγ γαρίου Ῥωμανοῦ τριήρην εἰσήγαγον καὶ ἐν ἀσφαλείᾳ κατεῖχον. οὐδεὶς οὖν ὁ ὑπερασπίζων ἦν ἢ κατοικτείρων τὸν ἄνθρωπον, πάν των τῶν συνόντων αὐτῷ χρησαμένων φυγῇ. 22. Ταῦτα Ζωὴ Αὐγοῦστα μαθοῦσα προσκαλεῖται τὸν πατριάρχην Νικόλαον καὶ τοὺς αὐτῆς μεγιστᾶνας καὶ ἀποστέλλει πρὸς Ῥωμανόν, τὸ γεγονὸς βουλομένη μαθεῖν. τούτων δὲ δια περασάντων, λίθοις ὁ λαὸς ἐξήλασαν βαλόντες. ἕωθεν οὖν ἐξελ θοῦσα Ζωὴ ἐν τῷ τοῦ Βουκολέοντος ἡλιακῷ ἐπεφώνει τῷ υἱῷ καὶ πᾶσι, πῶς ἄρα γέγονεν ἡ ἀνταρσία αὕτη; ἔφησε δὲ πρὸς αὐτὴν ὁ παιδαγωγὸς τοῦ βασιλέως Κωνσταντίνου Θεόδωρος ὅτι διὰ τὸ ἀπολέσαι Λέοντα τὸν Φωκᾶν τοὺς Ῥωμαίους καὶ Κωνσταντῖνον παρακοιμώμενον τὸ παλάτιον ταῦτα γεγόνασι. 23 προσελά βετο δὲ ὁ βασιλεὺς Νικόλαον πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς μητρὸς ἐπισπώμενος. τῇ δὲ ἐπαύριον ἀπέστειλεν Ἰωάννην τὸν Του 885 βάκην Ζωὴν Αὐγοῦσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ' ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπά θειαν μητρικὴν καὶ οἶκτον ἐκίνησεν, ὡς τὸν βασιλέα εἰπεῖν" ἐάσατε εἶναι μετ' ἐμοῦ τὴν μητέρα μου." οἱ δὲ ταύτην ἅμα τῷ λόγῳ ἀφῆκαν.

Intertext edge

Open linked passage

Note