Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
889.1
ὑποπτεύων ἐπιβουλεύειν νῦν ἔργοις αὐτοῖς ἐπίβουλον εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννικῶς ἐξανιστάμενον. διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι, οὔτε δὲ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ' αὐθαιρέτῳ γνώμῃ ταύ την ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμε νον. τούτων οὖν τῷ λαῷ ὑπαναγνωσθέντων ἤρξαντο πάντες ὑπο χωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ. τοῦ δὲ Φωκᾶ εἰς ἀμήχανον περιστάντος καὶ ἀπογνόντος ὡς πάσης ἐλπίδος ἠστοχηκότος, καὶ φυγῇ χρησαμένου καὶ πρὸς τὸ κάστρον Ἀτεοῦς παραγενομένου καὶ μὴ δεχθέντος, ἀπέστειλε Ῥωμανὸς Ἰωάννην Τουβάκην καὶ Λέοντα τὸν αὐτοῦ συγγενῆ ὥστε εἰσαγαγεῖν αὐτὸν ἐν τῇ πόλει. οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, καίτοι μηδεμίαν περὶ τούτου δεξάμενοι ἐντολήν, ἀλλ' αὐθαιρέτῳ γνώμῃ τοῦτο πεποιηκότες, ὡς ἀγανακτῆσαι ἐπὶ τούτῳ καὶ τὸν βασιλεο πάτορα Ῥωμανόν. 31. Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη τὰ τῆς ἐπιβουλῆς Κωνσταντίνου τοῦ Κτηματινοῦ καὶ Δαβὶδ Καμουλιανοῦ καὶ Μι χαὴλ κουράτωρος τῶν μαγγάνων· καὶ τυφθέντες οὗτοι καὶ δημευ θέντες διὰ μέσης διῆλθον τῆς πόλεως καὶ ἐξορίᾳ παρεπέμφθησαν. 32 ἤγαγον δὲ καὶ Λέοντα μάγιστρον καὶ δομέστικον τῶν σχο λῶν ἐν τῇ πόλει, καὶ διῆλθεν ἐν μέσῃ τῇ ἀγορᾷ ἡμιόνῳ ἐφεζό μενος. 33. Ἐφωράθη δὲ καὶ Ζωὴ Αὐγοῦστα ἐπιβουλεύουσα Ῥω 890 μανῷ διὰ πεφαρμαγμένων βρωμάτων ὑπὸ Θεοκλήτου νοταρίου τῆς ὑπουργίας σκευασθέντων. καὶ ταύτην τοῦ παλατίου καταβιβά ζουσιν καὶ εἰς τὸ Πετρίον ἀπάγουσι, τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκείραντες. 34. Προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρικίου καὶ κόμητος τοῦ στάβλου εἰς ἄριστον ὁ παιδαγωγὸς Κωνσταντίνου βασιλέως Θεόδωρος καὶ Συμεὼν ὁ αὐτοῦ ἀδελφός. ἐσθιόντων οὖν εἰσῆλθεν Ἰωάννης δρουγγάριος τῆς βίγλης ὁ Κουρκούας λεγό μενος μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπάσας εἰς τὸ Ὀψί κιον ἐξώρισεν ἐν τοῖς αὐτῶν προαστείοις ὡς κατὰ τοῦ Ῥωμανοῦ μελετῶντας.

Intertext edge

Open linked passage

Note