Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-monachus-constinuatus" aria-label="More works by Georgius Monachus Constinuatus">
—
⋯
Original / primary: Pg Scrape Grc
902.1
διαπτῆναι. τοῦτο οἱ ἀκριβῶς τὰ τοιαῦτα σκοποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τὴν εἰρήνην ἀμφοτέρους δια λυθήσεσθαι ἔφασαν. Συμεὼν δὲ τὸ αὐτοῦ στρατόπεδον καταλα βὼν τοῖς ἑαυτοῦ μεγιστᾶσιν τὴν τοῦ βασιλέως ἀπήγγειλε σύνεσιν καὶ ταπείνωσιν, ἐξεθείαζέ τε αὐτοῦ τὸ εἶδος τήν τε ῥώμην καὶ τὸ ἀκατάπληκτον τοῦ φρονήματος. 23. Δεκεμβρίῳ δὲ μηνὶ κεʹ ἔστεψε Ῥωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, Στέφανόν τε καὶ Κωνσταντῖνον. ἀλλὰ καὶ Θεοφύλακτον εὐνοῦχον υἱὸν αὐτοῦ ὁ πατριάρχης Νικό λαος ἀπέκειρε κληρικόν, χειροτονήσας ὑποδιάκονον σύγκελλόν τε προχειρισάμενος, διελθόντα πρότερον ἐν τῷ τῶν ὑποδιακόνων τάγματι εἰς τὰ ἅγια. 24. Ἀπριλλίῳ δὲ μηνὶ ιθʹ ἐτίμησε Ῥωμανὸς Ἰωάννην μυστικὸν καὶ παραδυναστεύοντα πατρίκιον καὶ ἀνθύπατον, ὥστε δι' αὐτὸ τοῦτο φθόνον κινηθῆναι αὐτῷ καὶ κατηγορηθῆναι αὐτὸν ὑπό τινων. 25. Μαΐῳ δὲ μηνὶ ιεʹ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ τὸν βίον ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ βʹ αὐτοῦ· ἀναβάσει τοῦ πατριαρχείου ἔτη ιγʹ. καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ μονῇ τῶν Γαλακρηνῶν. Αὐγούστῳ δὲ μηνὶ πα τριάρχης καθίσταται Στέφανος ὁ Ἀμασείας μητροπολίτης εὐνοῦ χος ὑπάρχων. 903 26. Ὀκτωβρίῳ δὲ μηνὶ κατηγορηθεὶς ὁ μυστικὸς Ἰωάννης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμενος ὑποθήκῃ τοῦ πα τρικίου Κοσμᾶ καὶ λογοθέτου τοῦ δρόμου, διδόντος εἰς γυναῖκα τὴν θυγατέρα αὐτῷ. τούτου ἕνεκεν καταβιβάζεται μὲν τοῦ πα λατίου, συγχωρεῖται δὲ προέρχεσθαι καὶ τῷ βασιλεῖ ἐξυπηρετεῖν καὶ σὺν αὐτῷ τὸ ἀνῆκον διοικεῖν· στοργὴν γὰρ ὅτι πλείστην ἐκέ κτητο πρὸς αὐτὸν ὁ βασιλεὺς Ῥωμανὸς ὡς ἐν πᾶσιν αὐτὸν θερα πεύειν δυνάμενον, καὶ τελέως τοῦτον ἀπώσασθαι οὐκ ἠβούλετο. τῶν κατηγόρων οὖν ἐπειγόντων τὸν βασιλέα καὶ σαφῆ ἀποδεικνύν των τὰ κατηγορημένα, ἐρευνήσας ὁ βασιλεὺς καὶ ἀληθῆ ταῦτα εἶναι μαθὼν ἔμελλε τοῦτον κατασχὼν ἀνετάζειν. ὁ δὲ τοῦτο προ γνοὺς χρῆται φυγῇ, καὶ τὴν Μονοκάστανον λεγομένην καταλαβὼν ἀποκείρεται μοναχός. πέφευγε δὲ καὶ Κωνσταντῖνος ὁ τοῦ Βοΐλα ὁ τῆς τραπέζης, οἰκεῖος καὶ φίλος ὢν αὐτῷ, καὶ τὸν Ὄλυμπον καταλαβὼν τὸ μοναχικὸν καὶ αὐτὸς σχῆμα ἐνδύεται· ἐδεδοίκει γὰρ καὶ αὐτὸς ἅτε συμμύστης ὑπάρχων τοῦ μυστικοῦ καὶ τῶν ἀπορρή των αὐτοῦ κοινωνός. τὸν δὲ πατρίκιον Κοσμᾶν ἐν τῷ ὡρολογίῳ τοῦ παλατίου τύψας ὁ βασιλεὺς διεδέξατο. προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου Θεοφάνην παραδυναστεύοντα. 27. Ἐγένετο δὲ τηνικαῦτα καὶ σεισμὸς φοβερὸς ἐν τῷ τῶν Θρᾳκησίων θέματι, καὶ χάσμα γῆς μέγα καταπληκτικόν, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας καταποθῆναι. 904 28. Μαΐῳ δὲ μηνὶ κζʹ, ἰνδικτιῶνος ιεʹ, Συμεὼν ὁ ἄρχων Βουλγαρίας ἐτελεύτησεν, Πέτρον υἱὸν αὐτοῦ προβαλόμενος ἄρ χοντα, ὃν ἐκ τῆς δευτέρας αὐτοῦ ἔσχε γυναικός, τῆς ἀδελφῆς Γεωργίου τοῦ Σουρσουβούλη, ὃν καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν καταλέλοιπεν. Μιχαὴλ δὲ ἐκ τῆς προτέρας αὐτοῦ γενόμενον γυναικὸς ἀπέκειρε μοναχόν. Ἰωάννης δὲ καὶ Βενια μὶν οἱ τοῦ Πέτρου ἀδελφοὶ ἔτι στολῇ ἐκοσμοῦντο Βουλγαρικῇ. 29 τὰ κύκλῳ οὖν ἔθνη τὴν τοῦ Συμεὼν μαθόντες τελευτήν, οἵ τε Χρωβάτοι καὶ οἱ λοιποί, ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβούλοντο. λιμοῦ δὲ σὺν ἀκρίσι τὸ Βουλγαρικὸν ἔθνος ἰσχυρῶς ἐκπιέζοντος, ἐδεδίεσαν μὲν καὶ τῶν ἄλλων ἐθνῶν τὴν ἔφοδον, ἐδε δίεσαν δὲ πλέον καὶ τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. βουλὴν οὖν ποιησάμενοι κατὰ Ῥωμαίων ἐκστρατεύουσιν, καὶ ἐν Μακεδονίᾳ καταλαμβάνουσιν. φόβον οὖν ὡς εἰκὸς τοῖς Ῥωμαίοις ἐμποιή σοντες, ἔπειτα μαθόντες ὅτι μέλλει κατ' αὐτῶν ἐκστρατεύειν ὁ βασιλεύς, ἀποστέλλουσι Πέτρος τε καὶ Γεώργιος κρυφίως τινὰ μοναχὸν Καλοκύριν ὀνομαζόμενον, τῷ γένει Ἀρμενιακόν, χρυσο βούλλιον ἐπιφερόμενον. διηγόρευε δὲ τὰ ἐν αὐτῷ ὡς τὴν μετὰ Ῥωμαίων εἰρήνην ἀσπάζονται καὶ πρόθυμοι ταύτῃ συνθέσθαι εἰσίν, οὐ μόνον δὲ ἀλλ', εἴ γε βούλονται, καὶ γαμικὸν ποιῆσαι συνάλλαγμα. 30 τὸν τοιοῦτον οὖν μοναχὸν ὁ βασιλεὺς ἀπο δεξάμενος ἀσμενέστατα, παρευθὺ ἀπέστειλε μετὰ δρόμωνος ἐν 905 Μεσημβρίᾳ τὸν μοναχὸν Θεοδόσιον τὸν Ἀβούκην καὶ Κωνσταντῖ νον βασιλικὸν κληρικὸν τὸν Ῥόδιον, τὰ εἰς εἰρήνην συλλαλῆσαι τοῖς Βουλγάροις. οἱ δὲ παραγενόμενοι καὶ τὰ εἰκότα συλλαλή σαντες ἐξῆλθον ἅμα Στεφάνῳ Βουλγάρῳ διὰ ξηρᾶς. ὄπισθεν δὲ αὐτῶν κατέλαβε καὶ Γεώργιος ὁ Σουρσούβουλος. καὶ παραγενό μενοι ἐν Κωνσταντινουπόλει τὴν εἰρήνην ἐποιήσαντο, καὶ συνάλ λαγμα μετὰ τοῦ βασιλέως ποιῆσαι ᾐτήσαντο. θεασάμενοι δὲ τὴν θυγατέρα Χριστοφόρου Μαρίαν καὶ μεγάλως ἐπ' αὐτῇ ἀρεσθέν τες ἔγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμφωνα ποιή σαντες πρότερον περὶ τῆς γεγονυίας εἰρήνης. 31 ἀπεστάλη δὲ Νικήτας μάγιστρος ὁ συμπένθερος Ῥωμανοῦ βασιλέως ὑπαντῆσαι καὶ ἀγαγεῖν Πέτρον μέχρι τῆς πόλεως. τοῦ Βουλγάρου οὖν Πέ τρου καταλαβόντος, τριήρους ὁ βασιλεὺς Ῥωμανὸς ἐπιβὰς ἐν Βλα χέρναις παρεγένετο καὶ τὸν Πέτρον ὡς αὐτὸν ἀφικόμενον ἐθεά σατό τε καὶ κατησπάσατο. ἐπεὶ δὲ ἀλλήλοις τὰ εἰκότα συνωμί λησαν, ὑπογράφονται τά τε σύμφωνα τῆς εἰρήνης καὶ τὰ γαμικὰ συναλλάγματα, μεσολαβοῦντος ἐν τούτοις καὶ συνεχῶς διευθε τοῦντος τὰ μεταξὺ Ῥωμαίων τε καὶ Βουλγάρων τοῦ πρωτοβεστια ρίου Θεοφάνους. 32 ὀγδόῃ δὲ τοῦ Ὀκτωβρίου μηνὸς ἐξῆλθεν ὁ πατριάρχης Στέφανος ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ καὶ Μα ρίᾳ τῇ τοῦ Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τὸν τῆς Πηγῆς, καὶ εὐλόγησαν Πέ τρον τε καὶ Μαρίαν, καὶ τοὺς νυμφικοὺς στεφάνους ταῖς αὐτῶν 906 ἐπέθηκαν κεφαλαῖς, παρανυμφεύοντος Θεοφάνους πρωτοβεστια ρίου καὶ Γεωργίου Σουρσουβούλου. λαμπρᾶς δὲ καὶ πολυτελοῦς γεγονυίας τραπέζης, καὶ πάντων τῶν εἰθισμένων τοῖς γάμοις φαι δρῶς ἐπιτελεσθέντων, εἰσῆλθεν Θεοφάνης πρωτοβεστιάριος ἅμα Μαρίᾳ τῇ θυγατρὶ τοῦ βασιλέως Χριστοφόρου ἐν τῇ πόλει. τῇ δʹ δὲ τοῦ γάμου ἡμέρᾳ ἐποίησεν ὁ βασιλεὺς Ῥωμανὸς εὐωχίαν λαμπρὰν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρᾳ τοῦ βασιλικοῦ δρόμωνος, περικοσμήσας αὐτὴν ὑφάσμασι σηρικοῖς. ἔνθα συνειστιάθη Ῥω μανὸς ὁ βασιλεὺς Πέτρῳ Βουλγάρῳ ἅμα Κωνσταντίνῳ γαμβρῷ καὶ Χριστοφόρῳ υἱῷ. 33 τῶν δὲ Βουλγάρων ἔνστασιν οὐ μικρὰν ποιησαμένων πρότερον εὐφημισθῆναι Χριστοφόρον, εἶθ' οὕτως Κωνσταντῖνον, ὑπεῖξε τῇ ἐνστάσει τούτων ὁ βασιλεὺς Ῥω μανός, καὶ γέγονεν ὅπερ ᾐτήσαντο. 34. Ἐπειδὴ δὲ πάντα τὰ ἐπὶ τοῖς γάμοις συνετελέσθησαν, ἔμελλε δὲ Μαρία ἤδη τὴν πρὸς Βουλγαρίαν σὺν τῷ ἀνδρὶ αὐτῆς Πέτρῳ ὁδὸν ὁδεύειν, οἱ ταύτης γονεῖς μέχρι τοῦ Ἑβδόμου συνεξῆλθον αὐτῇ ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ, καὶ συνεστιαθέν τες ἐκεῖσε Πέτρῳ, ἐπειδὴ ἔμελλεν ἀπαίρειν, περιχυθέντες τῇ θυ γατρὶ καὶ πολλὰ καταχέαντες δάκρυα καὶ ὅσα εἰκὸς ἐπὶ στερήσει σπλάγχνου περιποθήτου, τόν τε αὐτῶν γαμβρὸν ἀσπασάμενοι καὶ ταύτην ταῖς αὐτοῦ χερσὶ παραθέμενοι ἐν τοῖς βασιλείοις ὑπέστρε ψαν. Μαρία δὲ Βουλγαρικαῖς παραδοθεῖσα χερσὶ τὴν ἐπὶ Βουλ γαρίαν ἀπῄει, χαίρουσά τε ἅμα καὶ λυπουμένη, λυπουμένη μὲν 907 ἐφ' οἷς γονέων φιλτάτων ἐστέρηται καὶ βασιλείων οἴκων καὶ συνη θείας τῶν γένει προσοικούντων, χαίρουσα δὲ ὡς βασιλεῖ προσηρ μόσθη ἀνδρὶ καὶ δέσποινα Βουλγάρων προσηγορεύθη. ἀπῄει τοί νυν πλοῦτον ἐπικομιζομένη λαμπρὸν καὶ παντοδαπῆ καὶ σκευὴν ἀναρίθμητον. 35. Τότε δὲ καὶ πρέσβεις πρὸς τὸν βασιλέα Ῥωμανὸν ἐκ τῆς Μελιτηνῆς παρεγένοντο, εἰρηνικὰς σπονδὰς ἐπὶ τὸ ποιῆσαι πάκτα παρέχοντες. μετ' οὐ πολὺ δὲ καὶ Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔγγονος, ἀμηρᾶς ὢν Μελιτηνῆς, καὶ ὁ Ἀποσαλὰθ στρατηγός, εὐγενέστατος καὶ πλούσιος ὤν, ἐκ Μελιτηνῆς παρεγένοντο. ἀπο δεχθέντες οὖν μεγάλως μετὰ τῆς προσηκούσης τιμῆς παρὰ Ῥω μανοῦ καὶ σύμφωνα εἰρήνης ποιήσαντες ὑπέστρεψαν εἰς τὰ ἴδια. ἔκτοτε δὲ συνεξεστράτευον τοῖς Ῥωμαίοις κατὰ τῶν ὁμοφύλων Ἀγαρηνῶν, ἔν τε τοῖς ἐπινικίοις συνεισήρχοντο τοῖς Ῥωμαίοις ἐν τῇ πόλει, αἰχμαλώτους ἄγοντες Ἀγαρηνούς· ὅπερ ἦν θαυμαστὸν καὶ παράδοξον δεῖγμα τῆς τῶν ἀθέων Ἀγαρηνῶν δυστυχίας. τε λευτήσαντος δὲ τοῦ Ἀπόχαψ, ἀνδρὸς φρονίμου καὶ συνετοῦ καὶ δυνατοῦ, διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτηνὴν κατοικοῦντες. ἐκστρατεύουσιν οὖν κατ' αὐτῶν πάλιν ὅ τε δομέστικος τῶν σχολῶν Ἰωάννης ὁ Κροκόας μετὰ τῶν θεμάτων καὶ τῶν ταγμάτων καὶ ὁ Μηλίας μετὰ τῶν Ἀρμενίων, καὶ πολλὰς προνομὰς καθ' ἑκάστην ποιούμενοι, καὶ ταῖς συνεχέσιν ἐπιδρομαῖς αἰχμαλωτίζοντες τού 908 τους καὶ ληΐζοντες, εἰς τοσαύτην στένωσιν τὴν Μελιτηνὴν περιέ στησαν ὥστε αὐτὴν συντομώτατα ἐκπορθῆσαι καὶ ἕως ἐδάφους καταστρέψαι, οὐ μόνον δὲ ταύτην ἀλλὰ καὶ τὰς ὁμόρους αὐτῇ πόλεις καὶ χώρας πολυφόρους τε οὔσας καὶ πιοτάτας καὶ ἄλλας πολλὰς παρέχειν προσόδους. ταύτην οὖν τὴν Μελιτηνὴν εἰς κου ρατωρίαν ἀποκαταστήσας ὁ βασιλεὺς πολλὰς χιλιάδας χρυσίου καὶ ἀργυρίου ἐκεῖθεν δασμοφορεῖσθαι ἐτησίως πεποίηκεν. 36. Κατηγορήθη δὲ Νικήτας μάγιστρος καὶ πενθερὸς Χριστοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τῆς βασιλείας αὐτὸν ἐξεῶσαι. τοῦτον οὖν ἐξαγαγόντες τῆς πόλεως ἀπέκειραν μοναχόν, ὑπερορίσαντες ἐν τῷ αὐτοῦ προαστείῳ. 37. Μηνὶ δὲ Ἰουλίῳ ιηʹ, ἰνδικτιῶνος ʹ, Στέφανος ὁ πα τριάρχης τελευτᾷ, ποιήσας ἔτη βʹ καὶ μῆνας ιαʹ. Δεκεμβρίῳ δὲ μηνὶ ιδʹ ἄγουσι Τρύφωνα μοναχὸν ἐν τῷ Ὀψικίῳ μονάζοντα, ἐπ' εὐλαβείᾳ καὶ ἁγιότητι μαρτυρούμενον, καὶ χειροτονοῦσι πατριάρ χην ἐπὶ χρόνῳ ῥητῷ, μέχρις ἂν εἰς μέτρον ἡλικίας φθάσῃ Θεοφύ λακτος ὁ τοῦ βασιλέως Ῥωμανοῦ υἱός, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. 38. Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκʹ. ὅθεν καὶ γέγονε μέγας λιμὸς τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος, 909 καὶ θάνατος ἐκ τοῦδε πολύς, ὡς μὴ δύνασθαι τοὺς ζῶντας ἐκκο μίζειν τοὺς τεθνεῶτας. ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὴν ἀπόρρητον ἐκείνην βίαν κατανοήσας, ἀξίαν τῆς αὐτοῦ συμπαθοῦς καὶ ἐλεή μονος φύσεως πρόνοιαν ἐποιήσατο, πολλαῖς ἐλεημοσύναις τὴν ἐκ τοῦ λιμοῦ παραμυθησάμενος ἔνδειαν· ἀνέφραξέ τε θυρίσι καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὡς μὴ τὴν χιόνα καὶ τὸ ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πένησι. τότε καὶ τὰς λεγομένας ἄρκλας ἐν πᾶσι κατεσκεύασε τοῖς ἐμβόλοις, ἄργυρόν τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατακειμένοις πένησι δίδοσθαι διετάξατο, καὶ τὰ μηνιαῖα τριμίσια ἐν ταῖς ἐκκλησίαις, ἀργύρου ἐγκεχαραγμένου χιλιάδας ιβʹ. οὐ μόνα δὲ ταῦτα ἡ συμπαθὴς ἐκείνη ψυχὴ διετυ πώσατο τῶν πενήτων προνοουμένη, ἀλλὰ καὶ καθ' ἡμέραν τρεῖς αὐτῷ συνεσθίειν πένητας διετάξατο, οἳ καὶ ἀνὰ ἓν ἐλάμβανον νό μισμα. τετράδι δὲ καὶ παρασκευῇ τρεῖς πένητες μοναχοὶ συνή σθιον, τὸ τετυπωμένον λαμβάνοντες νόμισμα ἕκαστος. ὅπερ δὲ ἐν τοῖς μοναστηρίοις εἰώθει γίνεσθαι, ὥστε ἐν τῷ καιρῷ τῆς ἑστιά σεως ἀνάγνωσιν γίνεσθαι, τοῦτο καὶ αὐτὸς ἐποίει, διπλῆν ἑαυτῷ καὶ τοῖς δαιτυμόσι τὴν τράπεζαν παρατιθείς, ὥστε τὸ μὲν σῶμα τρέφεσθαι τῇ συνήθει τροφῇ, τὴν δὲ ψυχὴν τῇ καταλλήλῳ τῶν λόγων ἐπεντρυφᾶν ἡδονῇ, οἷς ἐκεῖνος ἐπιμελῶς προσέχων τὸν νοῦν κατενύσσετο τὴν ψυχὴν καὶ πολλὰς δακρύων ἠφίει πηγάς. 910