Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
129.1.1
{ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΔΕΥΤΕΡΑ}. Ὅπως ὁ πατριάρχης Ἀρσένιος ἐν φροντίσιν ἦν περὶ τῆς ἀρχῆς. Ἀρσενίῳ δὲ τῷ πατριαρχοῦντι νέων ἦρξε φροντίδων ἡ τῆς ἐπὶ τῇ βασιλείᾳ καταστάσεως τοῦ Παλαιολόγου ἀνάγκη, μεγάλη τις οὖσα καὶ ἀπαραίτητος. Πλὴν γὰρ ὀλίγων, καὶ τούτων καιρὸν οὐκ ἐχόντων διὰ τὴν τῶν ἄλλων, πολλῶν καὶ μεγάλων ὄντων, βούλησιν ἐφ' ᾧ ἐπίσχοιεν, φανερῶς οἱ ἄλλοι πάντες μιᾶς βουλῆς ἦσαν καὶ γνώμης, ἀγαπητῶς ἔχοντες, εἰ βασιλεύοιντο ὑπ' ἐκείνῳ· ἀρίστην γὰρ βασιλείαν εἶναι οὐ τὴν ἀπὸ γένους, οὐδέ γε τὴν κληρωτήν, ἣν ὀλίσθῳ τύχης τινὶ ἔστι λαγχάνειν καὶ τὸν ἀνάξιον, εἰς ἣν παρεισφθαρέντες πολλάκις λανθάνουσι καὶ οἱ κάκιστοι, οὓς δὴ καὶ ἀπο δοκιμάσειεν ἂν ὁ ἀγαθὸς ἄρχων καὶ ἐν ὑπηκόων ἐξετάζεσθαι μοίρᾳ, ἀλλὰ τὴν ἐξ ἀρετῆς καὶ δοκιμασίας ἀρίστης ὧν ἄρχειν μέλλει. Αὕτη γὰρ καὶ λυσιτελὴς τοῖς πλήθεσιν, ἐνδόντων τῶν εἰς ἀρχὴν καταστάντων ἐπὶ τίνι καὶ προσεκλήθησαν. Ἰατρὸν γὰρ οὔτε τὸν ἐκ τύχης οὔτε τὸν ἐκ γένους εἰς τὸ ποιεῖν ὑγείαν τοῖς νοσοῦσιν ἀξιόχρεων εἴποιμεν· καὶ εἰ ἐκ γένους τὸν κυβερνή σοντα ἐγκρινοῦμεν, καταποντιστὴν μᾶλλον ἢ κυβερνήτην ἐπιστήσομεν τῇ νηΐ. Κινδυνεύειν δ' οὕτως καὶ τὸν μᾶλλον καθάρσεως, εἴτ' οὖν παιδεύσεως, εἰς τὸ καλῶς βασιλεύειν δεόμενον ἀκάθαρτον εἶναι μάλιστα, ἅμα γεννηθέντα καὶ ἅμα τρυφαῖς καὶ σπατάλαις παραληφθέντα βασιλικαῖς, ἐφεδρευούσης τε κολακείας, ἐκποδὼν δ' οὔσης ἀληθείας καὶ τῶν κακίστων ὡς καλλίστων ὑποκοριζομένων. Ὡς ὁ παλαιὸς λόγος ἔχει, ὅτε καὶ τὸ ἐμμελῶς βήττειν ἀκούειν ἦν ἐκ κολάκων τῷ ἅμα μὲν ἄρχοντι, ἅμα δὲ πάσχοντι, κἄν τις νουθετῶν ὑπογρύξοι, ὡς δύσνους καὶ κάκιστος διεβάλλετο, ὡς τὴν παραί 131 νεσιν πρόσταξιν ἐχόντων. Οἱ δὲ καὶ τὰ γενόμενα δυσχεραίνοντες οὐδὲν ἧττον κολακεύουσιν, ἀποσεμνύνοντες πλέον τοῦ μετρίου τὸν ἄρχοντα, καὶ τὸν τῦφον συναύξουσιν· ἐκεῖνοι δέ, ὥσπερ ἐπὶ σκηνῆς διάφορα προσωπεῖα περιτιθέμενοι, πρὸς τὸ ἀρίστως βασιλεύειν τὸ γένος ἐχέγγυον οἴονται, ὥσπερ ἐν ταῖς πρώταις τῶν σπερμάτων καταβολαῖς βασιλικῶν τινων δυνάμεων εἰς ἀρίστην ἡγεμονίαν ἐνουσῶν. Ταῦτα λέγοντες, ἐπέκειντο πλέον ἰδεῖν τὸν δεσπότην καὶ στεφηφόρον καὶ ἤνυτον, προσαναγκάζοντες συνεχῶς. Ἦν γὰρ καὶ ὁ Παλαιολόγος, ἐντεῦθεν συγκροτηθείς, τὰ αὐτὰ λέγων καὶ ὡς, εἰ μὴ ἄξιος τῆς ἡγεμονίας κριθείη καὶ ὁ ἐξ αὐτοῦ, αὐτὸς ἐντεῦθεν ἐκεῖνον ἀποψηφίζεται· πλὴν καὶ πολλά τινα κατορθοῦν ὑπισχνεῖτο, τὴν μὲν ἐκκλησίαν ἀνυψοῦν ὅσον, τοὺς δ' ἱερωμένους καὶ πλέον τοῦ μετρίου τιμᾶν, ἀξίαις τε μεγίσταις τοὺς ἀξίους τῶν ἐν τέλει προβιβάζειν καὶ κρίσεις ὑπεραποδέχεσθαι δικαίας καὶ τοὺς ἀρρεπῶς κρινοῦν τας ἐγκαθιστᾶν, ὧν καὶ μάλα καὶ πρώτιστον τὸν Κακὸν Μιχαήλ, τὸν καὶ Σενα χηρεὶμ ἐπικεκλημένον, εὖ τῶν λόγων καὶ τῶν νόμων ἔχοντα, ἐν τῷ δοῦναί οἱ καὶ πρωτοασηκρῆτις πάλαι σβεσθὲν ἀξίωμα καί οἱ θέλειν ἀσηκρῆτις ὑποτάξαι, ἐφ' ᾧ ἀδεκάστως καὶ ἀνεριθεύτως κρίνοιεν· ἔτι τε λόγον τιμῆσαι καὶ τοὺς ἐν λόγῳ περὶ πλείστου τῶν ἄλλων ποιεῖν· τὸ δέ γε στρατιωτικὸν ὑπεραγαπᾶν καὶ τὰς ἐκείνων προνοίας, κἂν ἐν πολέμῳ πίπτοιεν, κἂν ἀποθνῄσκοιεν, γονικὰς ἐγκαθιστᾶν τοῖς παισί, κἄν τισιν αἱ γυναῖκες κατὰ γαστρὸς ἔχοιεν τὸ κυοφο ρούμενον· εἰσπράξεων δ' ἀδίκων μηδ' ὄνομα εἶναι, μηδὲ χώραν διδόναι δια βολαῖς, ἀργοῦντος μὲν τοῦ ἐπὶ ταύταις μονομαχίου, ἀργοῦντος δὲ καὶ τοῦ σιδήρου, ὡς ἐπηρτημένου καὶ κινδύνου μεγίστου, εἴ τις τολμῴη τῶν δυνα μένων καὶ ἐν ἀρχαῖς ὑπέχειν τὸν μύδρον καταναγκάζειν· τὰ δὲ τῆς πολιτείας οὕτως ἀφόβως ἐν εἰρήνῃ διατηρεῖσθαι ὥστε καὶ τοὺς εὐποροῦντας, ἱκανῶς τῆς περιουσίας ἔχοντας, ἐπιδεικνυμένους τὰ ὑπάρχοντα κυδροῦσθαι καὶ τὸ 133 παράπαν μὴ δεδιέναι· ἐπὶ πᾶσιν ὑπακούειν τῆς ἐκκλησίας καὶ μητέρα ταύτην ὡς εἰκὸς ἡγεῖσθαι καὶ πᾶν τὸ εἰς κατάστασιν αὐτῆς πραγματεύεσθαι. Ταῦτα δὲ προσετίθει, ὅτι καὶ ἐν ὑπονοίαις ὁ προβασιλεύων ἦν τοῦ καταφρονεῖν τῶν ἐκείνης προνομίων καὶ βασιλικῶς κατεπαίρεσθαι, ὥστε καὶ ἐπὶ πολλοῖς τὸν πατριάρχην λυπεῖσθαι καὶ τὴν τοῦ λαοῦ προστασίαν ἀποπροσποιεῖσθαι, μηδέν, κἂν δικαίως ὑπέρ τινων λέγοι, εἰσακουόμενον. Ἦσαν οὖν τότε τῷ πατριάρχῃ καὶ οἷς τῶν ἀρχιερέων τὸ εἰς τὸ μέλλον προμηθὲς ἦν διττοί τινες λογισμοί, πρὸς ἀμφότερα κρούοντες καὶ ἑκατέρωθεν ἰσχυροί· ὅτε γὰρ πρὸς τὴν τῆς βασιλείας ἐντέλειαν ἀποβλέψαιεν, καὶ τὸ παρ' ἀμφοῖν βασιλέοιν, τοῦ μὲν νεοκομουμένου, τοῦ δ' ἐνεργοῦντος, ἄρχεσθαι ὡς καλὸν ὁμοῦ καὶ τῷ ὑπηκόῳ σωτήριον κατενόουν· πρὸς δὲ καὶ τὰ μέλλοντα προσγενήσεσθαι, ἅμα μὲν ἐξ ὧν τὴν ἱκανὴν πληροφορίαν ἐπὶ τἀνδρὶ εἶχον ἐκ πλείστου, ἅμα δὲ καὶ ἐξ ὧν τότε ὑπισχνουμένου κατήκουον, ὑπεραποδεχομένοις ἐῴκεσαν πραχθησόμενα. Ὅτε δ' αὖ πάλιν πρός τε τὸ τοῦ ἑνὸς ἀφιλονείκητόν τε καὶ ἀνερίθευτον καὶ τὸ ἐπὶ δυσὶ στασιαστικόν τε καὶ μάχιμον ἐννοήσαιεν, τάς θ' ἑκατέρωθεν ἐπιβουλὰς καὶ τὰς ὑποψίας ἑνὸς ἐπὶ θάτερον καὶ τέλος τὸν ἐφ' ἑνὶ κίνδυνον παρὰ τοῦ κρατήσαντος, διεφώνουν καὶ ἀπηγόρευον· εἶναι γὰρ τὴν βασιλείαν καὶ ἄλλως χρῆμα μὲν ὀρεκτὸν καὶ τοῦ παντὸς ἄξιον, ὑποπτικὸν δ' ἄλλως, ὥστε καὶ μὴ οὖσαν κακίαν εἰδωλοποιῆσαι διὰ τὴν ὑποψίαν καὶ οὖσαν μετιέναι παρασκευάζειν τὸν ἐπὶ τῆς ἀρχῆς, ὡς οὕτω μόνως ἀσφαλῶς βασιλεύσοντα, ἂν καὶ τὰ μὴ ὄντα ὡς ὄντα μετίῃ· ᾧ δέ τις πρὸς ταῦτα καὶ ὑποστέλλοιτ' ἄν; Ἐπὶ τῷ μή τισιν ἄδικος δόξαι τῇ μοναρχίᾳ ἐπιτιθέμενος, σοφόν τιν' εἰδὼς λόγον καὶ παλαιὸν ἐκ τραγῳδίας εἶναι τὸν ἐξαιροῦντα τὸν ἐπὶ τῇ δόξῃ τῆς ἀδικίας μῶμον, λέγοντα, εἴπερ ἀδικεῖν δέοι, ὑπὲρ τυραννίδος κάλλιστον ἀδικεῖν. Ταῦτ' ἐκείνοις λογιζομένοις δέος ἐπῄει· καὶ παρὰ ταῦτα μὲν πλησίον ἦσαν τοῦ πράττειν, τούτων δὲ προσκρουόντων τοὺς λογισμούς, ἀργοὶ πρὸς τὸ δρᾶν 135 ἦσαν, κἂν ὅσοι καὶ ὥρμων λέγειν. Νικᾷ δ' ὅμως τὸ μόρσιμον. Καὶ τοῦ μὲν τὴν ἀρχὴν ἐγχειρίζειν ἐκείνῳ οἱ πλεῖστοι γίνονται, καὶ σχεδὸν πάντες· ὅμως δ' ἐμπεδοῦν ὅρκοις φρικώδεσι καὶ ἀραῖον ἔχειν ὑπὲρ θατέρου θάτερον τοῦ μή τι δεινὸν βουλεύσασθαι κατ' ἀλλήλων τοὺς βασιλέας, τῶν εἰκότων ἐνόμισαν.
129.2.1
Ὅπως ἀνίεσαν τὸν Παλαιολόγον ταῖς ἀραῖς αἷς ὑπέκειτο. Ἑτοίμως δ' ἀφῄρουν καὶ τὸ δοκοῦν τοῖς πραττομένοις προσίστασθαι, ἐφέσει τοῦ ταῦτα γενέσθαι. Ὡς γὰρ αἱ γεγονυῖαι συνθεσίαι τοῦ Παλαιολόγου πρὸς τὸν πάππον τοῦ βασιλέως καὶ αἱ δι' ἀφορισμῶν ἐμπεδώσεις ἦ μὴν μή τι κατὰ τοῦ γένους τοῦ βασιλείου βουλεύσασθαι παρά των προὐτείνοντο, ὡς ἱστὸν ἀράχνης ὁ τῶν ἀρχιερέων σύλλογος τὰς συνθήκας ἐκείνας διέλυον· μηδὲ γὰρ εἶναι τὸ τοιοῦτον κατὰ τοῦ βασιλεύοντος κάκιστον βούλευμα, ἀλλὰ μᾶλλον συνεργίαν τῆς βασιλείας καὶ συντήρησιν ἀδιάδοχον, κατὰ καιρὸν συναιρομέ νου τῆς ἀρχῆς τῷ νέῳ βοηθείας χρῄζοντι· τὰς τοὐντεῦθεν δὲ τῶν ὅρκων συμβάσεις ἐπὶ τοσοῦτον τὸ ἰσχυρὸν ἔχειν καὶ ἀδιάλυτον ὥστε καὶ τὰς προτέρας συνεῖναι ταύταις, ὡς καὶ ἀμφοτέραις τὸν Παλαιολόγον ἐνέχεσθαι, εἴ ποι τῷ νέῳ ἐπιβουλεύοι. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἀντιστρόφως ἐζήτει τὴν ἀρὰν τίθεσθαι καὶ τοὺς ὅρκους γίνεσθαι, εἴ που καὶ ὁ νέος κατ' αὐτοῦ μελετήσας διαπρά ξοιτο, ὡς ἐξ ἀνάγκης τοῖς αὐτοῖς ἐνέχεσθαι. Προβαίνει ταῦτα, καὶ γραφαῖς οἱ ὅρκοι κατασφαλίζονται· καὶ ὁ γράφων ὁ εἰς πρωτασηκρῆτις τεταγμένος Κακὸς ἦν.
129.3.1
Ὅπως ὤμνυον καὶ ἐπ' ἀμφοτέροις δουλείας ὅρκον Ῥωμαῖοι καὶ ἐν ποίοις διορισμοῖς. Τάττεται δὲ καὶ τοὺς ὁπουδήποτε τῆς Ῥωμαΐδος ὀμνύειν ἐπ' ἀμφοτέροις ὅρκον δουλείας κατὰ τὸ σύνηθες. Πλὴν προσέκειντο τοῖς συντεθειμένοις, ἐπ' ἀσφαλείᾳ καὶ ἀμφοτέρων μείζονι, ἦ μὴν ἕτοιμον εἶναι τὸ ὑπήκοον ἐπ' ἐκεῖνον ὁρμᾶν φονώσῃ χειρὶ ὃς ἂν ἐπιβουλεύσοι θατέρῳ· ὡρκωμότουν γὰρ μετὰ τῶν ἄλλων καὶ τοῦτο, κατὰ φόβον, οἶμαι, ἢ χρείαν ἀληθινήν· εἰ δ' οὖν, 137 ἀλλ' οὐδὲν ἂν καταγνοίη τις μεῖζον τῶν ταῦτα πραττόντων ἢ τὸ ἐμφυλίους πολέμους τῷ κοινῷ προξενεῖν, εἴ ποτε τοῦτο συμβαίη. Ὅμως ἐδόκει ταῦτα, καὶ εἰς ἔργον τὰ βουλευόμενα προὔβαινον. Χεῖρα τοιγαροῦν ἐτίθουν, καὶ ἐπὶ τῶν ἁγίων εὐαγγελίων ὤμνυον ἦ μὴν καὶ ἀμφοτέροις δουλεύειν καὶ ταῦτ' ἐκτελεῖν.
129.4.1
Ὅπως ὤμνυεν ὁ Παλαιολόγος ἐπὶ τῷ παιδὶ καὶ οἱ μεγιστᾶνες. Τέως δ' ἡ κυρία παρῆν, ἥτις ἦν, ὡς ἐρρέθη, ἑκατομβαιῶνος νουμηνία. Καὶ πρῶτος αὐτὸς ὁ εἰς βασιλείαν προβιβαζόμενος ὤμνυε τὰ εἰκότα ὑπὲρ τοῦ παιδός τε καὶ βασιλέως, πλὴν οὐχ ὡς δουλεύσων, ἀλλ' ὡς συμβουλεύσων ἐκείνῳ καὶ μηδὲν ἀνήκεστον μελετήσων κατ' ἐπιβουλήν. Ὤμνυον δὲ καὶ οἱ μεγιστᾶνες, καὶ ὡς δουλεύσοντες ἀμφοτέροις καὶ ὡς ἀμυνοῦντες αὐτίκα, ἤν πού τις ἐπιβουλεύοι, τῷ ἐπιβουλευθέντι. Καὶ οὕτως τελεσθέντων τῶν ὅρκων, ἀσπίδι βασιλικῇ ἐνιζάνει ὁ εἰς τὴν βασιλείαν ἑτοιμαζόμενος, πρῶτον τὼ πόδε τοῖς βασιλικοῖς συμβόλοις ἐναρμοσθείς· καὶ χερσὶν ἔνθεν μὲν ἀρχιερέων, ἔνθεν δὲ μεγιστάνων ἀρθείς, ἀνακτορικοῖς παιάνοις καὶ κρότοις παρὰ πάντων ἐμεγαλύνετό τε καὶ ἐφημίζετο.
129.5.1
Ὅπως ὁ Παλαιολόγος καταστὰς εἰς τὴν βασιλείαν ἐφιλοτιμεῖτο τὰ μέγιστα. Τὸ δ' ἐντεῦθεν οἱ μὲν τῆς γερουσίας προσήκουσιν ὀφφικίοις ἐνεσεμνύνοντο. Καὶ ἄλλοις μὲν ἄλλα τὰ μὲν ἐδίδοντο, τὰ δ' ἐν ὑποσχέσεσιν ἦσαν· τὸν δ' αὐτάδελφον Ἰωάννην, μέγαν δομέστικον ἔτι ὄντα, τῷ τοῦ σεβαστοκράτορος σεμνύνειν ἀξιώματι ἐδικαίου καί οἱ τὴν τοῦ Τορνικίου Κωνσταντίνου θυγα τέρα πρὸς γάμου κοινωνίαν συνήρμοττε, κἂν ἐν ἀναβολαῖς ἦν τὸ ἀξίωμα· θάτερον δὲ τῶν ἀδελφῶν Κωνσταντῖνον ἔτι εἶχεν ἐν ἰδιώταις, κατὰ καιρὸν τιμᾶν αὐτὸν καίσαρα προθυμούμενος, συνήρμοττε δὲ καὶ αὐτῷ πρὸς γάμον 139 τὴν τοῦ Βρανᾶ παῖδα, εὐγενῆ γε οὖσαν, σοφόν τι ποιῶν καὶ τοὺς ἐν τέλει τοῖς κήδεσι προσποιούμενος. Καὶ τοὺς μὲν τῆς γερουσίας οὕτω μεγαλοπρεπῶς ἐθεράπευε, προνοίας τούτοις ἐπαύξων καὶ προστιθείς, καὶ χαίρειν ἐφιεὶς τοῖς πᾶσι, τῶν ἀγαθῶν τὰ μὲν λαμβάνουσι, τὰ δ' ἐλπίζουσι. Τὸ δὲ στρατιωτικόν τε καὶ τὴν πληθύν, τοὺς μὲν καθημεριναῖς φιλοτιμίαις ὤφελλε καὶ χρυσοβούλλοις τὰ ὑπεσχημένα τούτοις ἐπλήρου καὶ πρὸς τὸ μέλλον εὐθυμοτέρους καθίστα, ὡς ἀθανάτους τὰς τῆς ζωῆς προνοίας καὶ τὰ διδόμενα σιτηρέσια τοῖς παισὶν ἕξοντας, τοὺς δ' ἐθεράπευεν, ἀνοιγνὺς φυλακὰς καὶ χρεῶν δημοσίων ἀπολύων τοὺς ὠφληκότας, ἀπορουμένοις τε τὰ πρὸς ζωὴν διδοὺς ἀφθονώτερα καί γε τοῖς ἠδικημένοις ἀμύνων καὶ φιλοτιμούμενος δαψιλέστερον, ὥστ' εἶναι ἅμα μὲν ἀνενεγκεῖν περί τού τινα καὶ ἅμα προβαίνειν γράμμα βασιλικὸν προστάσ σον ἐκείνῳ τὸ κατὰ βούλησιν, εἰ καὶ δυσὶ χρόνοις ὕστερον ἀνελάμβανε τὰ προστεταγμένα· κἄν πού τις, ἐφ' οἷς εἶχεν ὀχλούμενος, τὸ γράμμα τῆς χάριτος προὔτεινεν, εὐθὺς φανὲν δευτέρας ἰνδικτιῶνος ὄν, τὴν δόσιν ἀπεψηφί ζετο, ὡς ἐν καιρῷ μηδὲν ἀκριβείας καὶ προσοχῆς ἔχον τὸ γεγονός. Τότε δὲ καὶ πόλλ' ἄττα τοῦ κοινοῦ ταμιείου ἐξεφόρει καί, δημηγορῶν τοῖς συνει λεγμένοις πρὸς χάριν ἅπασαν, εἶτ' ἀμφοτέραις ἐκείνοις ἐξήντλει τὰ χρήματα, χύδην ἐκρίπτων κυνηδὸν συλλέγουσιν. Ἦν ταῦτα. ʹ. Ὅπως τὰς ἄκρας ὠχύρου καὶ μήπω στεφθεὶς ὁ Παλαιολόγος. Κἀκεῖνος μὲν κατοχυροῦν τὰς ἄκρας προὔργου ποιούμενος, ἅμα δὲ καὶ δηλοποιούμενος αὐτῷ προσώπῳ τὴν τῆς βασιλείας ἀνάρρησιν, ἐπὶ Φιλα δελφείας ἔγνω χωρεῖν, λιπὼν τὸν νέον ἐν Μαγνησίᾳ, βασιλικῶς, ὡς ἔδει, θεραπευόμενον. Συνείπετο δέ οἱ καὶ ἅπαν τὸ στρατιωτικόν, προασπίζον τοῦ βασιλέως μεθ' ὅτι πλείστης εὐνοίας καὶ πρὸς τὸ πονεῖν ὁρμῆς ἑτοίμου, ὅπου γε καὶ καθ' ὧν ἴοι, προθύμως πολεμησείοντες. Τὸν μέντοι γε πατριάρχην ἐς Νίκαιαν ἀποπέμπει, μετ' ὀλίγον καταλαβεῖν καὶ αὐτὸς ὑπισχνούμενος συνάμα τῷ νέῳ, ταινιωθησόμενοι καὶ ἀμφότεροι. Ὁ μὲν οὖν πατριάρχης συνάμα τῷ κλήρῳ καὶ τοῖς ἀρχιερεῦσι, συνταξάμενοι τὰ εἰκότα τοῖς βασι