Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
141.1.1
λεῦσι, τῆς ἐπὶ Νίκαιαν ἥπτοντο· ὁ δέ γε βασιλεύς, τὰς δυνάμεις ἀναλαβὼν καὶ συντάξας, συνάμα τοῖς ἐν τέλει ἐπὶ Φιλαδέλφειαν ἤλαυνε· καὶ δὴ ἐπιστὰς τῇ πόλει, ἐκεῖθεν τὰς ἄκρας ὠχύρου, τοὺς μὲν πέμπων, ἄλλους δ' ἐκεῖθεν δεχόμενος κατιόντας καὶ δώροις ὡς οἷόν τε φιλοτιμούμενος, προθύμους εἰς φυλακὴν ποιῶν καὶ θαρραλεωτέρους ἐλπίσι χρησταῖς καθιστάς. Προβὰς δ' ἐκεῖθεν μικρὸν καὶ τὰ κύκλῳ περιελθών, καὶ τοὺς μὲν προσλαλιαῖς ἀγαθαῖς, τοὺς δὲ φιλοτιμίαις, τοὺς δὲ καὶ ὑποσχέσεσιν, ἔστι δ' οὗ καὶ φόβον κιρνὰς ἡμερότητι, βασιλικῶς τὰ παρεμπίπτοντα μετερχόμενος, ὡς οἷόν τε τἀκεῖ καθίστα καὶ ἀσφαλέστερον φρουροῖς κατωχύρου. Εἶχε γὰρ τὴν ἐπὶ δύσιν μέριμναν, ὡς ἑτοίμως πρὸς τὸ ἀφηνιᾶν ἐχόντων, εἰ εὐχερείας τινὸς ἐπιδράττοιντο. Ὅθεν καὶ πρέσβεις εἰς Πέρσας ἐξαποστεί λας, τοῦτο μὲν δηλώσοντας εἰς τὴν ἀρχὴν καταστάντα ὃν καὶ ἀκριβῶς ἰδόντες ᾔδεσαν, τοῦτο δὲ καὶ τοῖς ἀμφὶ τὸν σουλτὰν περὶ τῶν ἐκεῖ πραγμάτων κοινολογησομένους, οὐδὲ τούτοις ἀγνοοῦσι τὸν βασιλεύσαντα, ἀλλ' ἐς τὰ μάλιστα φίλοις οὖσιν, αὐτὸς τὴν ταχίστην ὑποστρέψας καὶ τὸν παῖδα παραλαβών, ὑπὸ πολλῇ τρυφῇ τε καὶ δορυφορίᾳ μεγίστῃ τῆς ἐπὶ τῆς Νικαίας ἥπτετο. Ὡς δ' ἐπέστησαν, μὴ μελλήσαντεςοὐδὲ γὰρ ἦν ἀμελεῖν περὶ τῶν δυτικῶν σκοπουμένοις, εὐθὺς ηὐτρεπίζοντο τὰ τῆς ταινιώσεως, ἐλπιζόντων πάντων, ὃ δὴ καὶ συγκείμενον ἦν, ταινιωθῆναι μὲν τὸν νέον βασιλικῶς καὶ πρώτως εὐφημηθῆναι, στεφανωθέντα, καὶ προκατάγειν τὸν θρίαμβον, ἐκεῖνον δὲ καὶ τὴν ἐκείνου σύζυγον, ἐν ὑστέρῳ στεφανωθέντας, τῷ πρώτῳ μεθέψεσθαι κατὰ τὴν βασιλικὴν καὶ συνήθη προέλευσιν.
141.2.1
Ὅπως παρελογίσατο τὰς συνθήκας τῆς στεφηφορίας ὁ Παλαιολόγος. Τὸ δ' ἦν ἐκ πρώτης ἀφετηρίας δόλος καὶ παρασπόνδησις, εἰς οἷον ἧξον τέλος, οὐδὲν τὸ παράπαν ἀγνοηθὲν τοῖς πολλοῖς. Οἱ μὲν οὖν ἐν τέλει προκα τελήφθησαν, εὖ παθόντες καὶ εὖ ἔτι τυχεῖν ἐλπίζοντες· ἐπέδησε δ' αὐτῶν τὰς γλώσσας, πλὴν ὀλίγων τινῶν, τὰ φιλοτιμήματα, καὶ εἶχον ἡσύχως καθ' ὅ τι πραχθείη. Τινὲς δὲ τῶν κακῶς παθόντων, εἰς ἄμυναν λογιζόμενοι τὴν τοῦ παιδὸς καταφρόνησιν, καὶ προσέχαιρον. Ὁ μέντοι γε πατριάρχης ἔτι καὶ αὐτὸς ἐν ἐλπίσιν ἦν τοῦ μηδέν τι παραβαθῆναι τῶν συγκειμένων καὶ οὐδέν τι 143 προσεξηρεύνα. Ἐκεῖνος δέ, τισὶ τῶν ἀρχιερέων τὸ σκέμμα κοινωσάμενος καὶ ὡς οὐκ ἄξιον εἴη παιδὶ ὄντι καὶ τὴν ἡλικίαν ἀτελεῖ τὴν τῆς βασιλείας ταινίωσιν προσδεδέχθαι καί οἱ προβεβηκότος ἤδη καὶ τὸν βίον κατατετριφότος ἐν πράγμασι προηγεῖσθαι ἐν θριάμβοις καὶ εὐφημίαις, ἐθάρρει λαβὼν ὑπο σχέσεις, ὡς καὶ αὐτούς, ἀξιοῦντας ταῦτα καὶ ὡς δικαίοις προσκειμένους τοῖς λεγομένοις, ἔχειν καὶ τὸν πατριάρχην συμπείθειν τὰς ἐπὶ τῷ παιδὶ ἀναρρήσεις πρὸς τὸ παρὸν ἀναβαλέσθαι, ὡς ἐγκαίρως ταινιωθησομένῳ· εἵπετο δὲ πάντως ἐντεῦθεν, εἰ μὴ βασιλικῶς στέφοιτο, κἀν ταῖς εὐφημίαις καὶ πᾶσιν ἑτέροις τοῦ ἤδη ταινιωθέντος καθυστερεῖν· πλὴν σοφιστέον ἔλεγον τὴν ἐγχείρησιν καὶ ἅμα τελουμένων κινητέον τὰ περὶ τούτου, ὅπως μὴ καὶ προαισθόμενος ὁ τὸ στέφος δώσων τὰς ταινιώσεις ὑπέρθοιτο.
141.3.1
Ὅπως ἐστέφθη ὁ Παλαιολόγος καὶ τὸ παιδίον παρεωράθη. Ἦν ταῦτα, καὶ ἡ κυρία τῶν ἡμερῶν παρῆν, καὶ πάντ' εὐτρεπῆ ἦσαν, καὶ οἱ ἀρχιερεῖς, τὰς στολὰς ἐνδύντες τὰς ἱεράς, πρὸς τὸ τὰ τῆς τελετῆς ἐνεργεῖν ἑτοίμως εἶχον καὶ τοὺς βασιλεύοντας περιέμενον. Ἀλλ' εὐθέως κοινοῦται τὸ σκέμμα, καὶ ταραχὴ ἦν, τῶν μὲν ταῦτα, τῶν δ' ἐκεῖνα λεγόντων. Τῶν δέ γε τῆς γερουσίας τινὲς καὶ προσηπείλουν κακῶς δρᾶν τὸ παιδίον καὶ διαχρᾶσθαι, εἰ ἄλλως πράττειν ἡ ἐκκλησία βούλοιτο. Λόγοι γοῦν ἐγένοντο, καὶ διεφι λονείκουν· ὁ δὲ πατριάρχης ἐν ἀμηχανίᾳ ἦν καὶ οὐκ εἶχεν οἷς προστεθείη. Παρήρχετο ἡ ἡμέρα, καὶ συμφωνεῖν οὐκ εἶχον. Μόλις οὖν καὶ μετὰ τὴν πολλὴν διαφιλονεικίαν οἱ ἀρχιερεῖς πάντες πλήν τινων ὑποκλίνουσιν· ἦσαν δ' οὗτοι Ἀνδρόνικος ὁ τῶν Σάρδεων καὶ Μανουὴλ ὁ Θεσσαλονίκης, ὁ τοὐ πίκλην Ψαρᾶς καὶ Δισύπατος. Ἀλλ' ὁ τῶν Σάρδεων, ἅμα τῷ τὸν πατριάρχην πεισθῆναι, καὶ αὐτὸς συνεπείθετο, τὰ πολλὰ συμβαλλομένου τῇ καταθέσει τοῦ τῆς κατὰ τὴν Ὀρεστιάδα Ἀδριανουπόλεως Γερμανοῦ, ἔτι δὲ Γρηγορίου Ἀγκύρας καὶ τοῦ Μελαγγείων Κωνσταντίνου· ὁ δέ γ' Ἐφέσου Νικηφό 145 ρος, εὐλαβὴς ὢν ἀνὴρ καὶ τίμιος, οὐχ ὑπενόει τὸ ὑπορυττόμενον, ὡς ἐν ἁπλότητι ζῶν, καὶ εὐθὺς συνυπήγετο. Τοῦτ' ἔπασχον καὶ ἄλλοι πολλοί. Ὁ δὲ πατριάρχης ἔγνω μὲν ἀπατηθείς, οὐκ εἶχε δὲ ὅ τι πράττοι, πολλῆς τῆς ἀνάγκης περιστάσης. Καὶ δὴ καθυπέγραφον μὲν οὗτοι τὰ ἐγνωσμένα, τῷ δέ γε Θεσσαλονίκης οὐδ' ἀκουστὰ ταῦτ' ἦσαν, μηδ' ἄκροις ὠσὶ δέξασθαι καταδεχομένῳ· τὸν γὰρ τῆς βασιλείας κληρονόμον πρῶτον ἠξίου ἐν πᾶσι γίγνεσθαι. Ὡς δὲ τὸ μάρπου ὑπεμιμνῄσκετο καὶ πέμπων ὁ βασιλεύων κατωνείδιζεν, ὡς αὐτὸς εἴη ὁ προαγγέλλων τὴν βασιλείαν ἐν ἰδιώταις ἔτι τελοῦντι, ζῶντος τοῦ βασιλέως, ἐκεῖνος καὶ προσωμολόγει καὶ ἕτοιμον ἑαυτὸν παρεῖχεν δέχεσθαί τε καὶ στέργειν, εἴπερ ἐν ἅπασι προηγοῖτο ὁ κατὰ κληρονομίαν βασιλεύς. Ὡς δ' ἐκείνῳ παρίστων καὶ τὸ παιδίον, διερμηνεύοντες κατανεύειν τὸ ται νιωθῆναι μόνον ἐκεῖνον καὶ αὐτὸν ἀγαπᾶνκαὶ δὴ ταῦτα πρὸς τὸν ἀρχιερέα ψελλίζον ἔλεγεν, ὡς καταδέχοιτο, εἰ μόνον αὐτὸ ζῴη, μηδὲν παθὸν ἔκ τινος πολλοὶ γὰρ καὶ ἠπείλουν προεξανίστασθαι, εἰ ἀντέχοιτο, καὶ τὸ Κελτικὸν πελεκυφόρον περιεστὸς ἕτοιμον ἦν καὶ κατὰ φυλακὴν καὶ κατ' ἐπίθεσιν πράττειν, εἴ γ' ὁρισθείη παρὰ τῶν δυναμένων μάλιστα, ὁ ἀρχιερεύς, ὀλίγα τῶν παρὰ τοῦ παιδὸς λεγομένων φροντίζων, ἑνὸς ἦν τοῦ ὑπὲρ ἐκείνου ἀντέ χεσθαι. Ἀλλ' ἀντίσχειν εἰς τέλος οὐκ εἶχε· πολλοὶ γὰρ καὶ προσωνείδιζον καὶ προὐτρέποντο νεμεσῶντες, εἰ μόνος αὐτὸς ὁμόσε τοσούτοις χωροίη. Τότε τοιγαροῦν ὑπογράφει κἀκεῖνος πεισθείς. Πλὴν εἰς πιθανὴν δοκοῦσαν παραί τησιν τὸ ὁμοιοτρόπως προσέθετο· τοῦ ὁμοίου γὰρ ἐπὶ χειρίστοις λαμβανομέ νου παρὰ τῷ ποιητῇ, ἐξέφηνεν ἐκεῖνος ἐκ τούτου τὸ ἀναγκαστικὸν καὶ κακότροπον τῆς ὑπογραφῆς, ὡς οὐκ ἐν καλῇ πάντως πίστει καὶ χάριτι τὴν πρᾶξιν προσέμενος, ἀλλ' ἐξ ἀνάγκης καὶ βίᾳ τοῦ συνειδότος. Ὃ δὴ τὸ ὁμοῖον ὑπέφηνεν· ὁμοῖος γὰρ πόλεμος καὶ ὁμοῖον γῆρας τῷ ποιητῇ λελέχαται. Ἐπεὶ γοῦν τὰ τῆς βασιλείου τελετῆς ἤνυσται καὶ ἔδει χωρεῖν τοὺς στεφθέντας πρὸς τὰ ἀνάκτορα, προηγοῦντο μὲν οἱ τὸ στέφος δεξάμενοι, 147 μεθείπετο δὲ τὸ παιδίον, οὐκ ἐν στέφει βασιλικῷ, ἀλλ' ἐν μόνῳ κεκρυφάλῳ ἡμιτυμβίῳ, λίθοις καὶ μαργάροις κεκοσμημένῳ. Ἦν δ' ἐκείνῳ μέλον οὐδὲν μὴ νοοῦντι· ἕκαστος γὰρ τὸ καθ' ἑαυτὸν σκοπῶν οὐ προσεῖχεν. Ἔμελλε δ' αὐτοὺς πάντως ἡ Δίκη ἐς τὸ μετέπειτα μετελθεῖν, ὡς ἐγνώκαμεν.
141.4.1
Ὅπως στεφθεὶς ὁ Μιχαὴλ ὑπεποιεῖτο τοὺς πολλοὺς καὶ λόγοις καὶ πράξεσιν. Τότε δὲ ἀτημελήτως τὸ παιδίον διάγον πρὸς παιγνίοις ἦν παιδικοῖς, καὶ ὁ βασιλεύων ἐν δημηγορίαις τῆς ἡμέρας συχνάκις, εἶθ' ὕστερον καὶ προσφιλο τιμούμενος τοὺς πολλούς, κατὰ μέσον σφῶν ἐρρίπτει καὶ ἀμφοτέραις ἀργύ ρια· οἱ δὲ προσσυλλέγοντες ἀνύμνουν δῆθεν τὸν εὐεργέτην, παιδίον καὶ τὰ κατ' ἐκεῖνο χαίρειν ἐῶντες, μηδ' οἷ κακοῦ εἰδότες γεγόνασιν· ἡ γὰρ κατὰ θατέρου ἐπιβουλὴ τοῦ ἑτέρου ἐντεῦθεν ἤρχετο. Τί γοῦν λοιπόν; Ὑγρῶν οὐσῶν ἔτι τῶν γεγραμμένων, αὐτοὶ κατημέλουν μὴ ξίφος κατὰ τὰ ὀμωμο σμένα κινεῖν. Οἱ δὲ τῆς ἐκκλησίας, κἂν ὁ κλῆρος ἠμέλει, ἀλλ' οἵ γε τὸ ἀρχιερατικὸν ἀξίωμα φέροντες, τὶ μὴ ἔχοντες ἀμύνειν, τὸν λαὸν οὕτως κατενεπέδουν φρικώδεσιν ὅρκοις ὥστ' ἐξ ἀνάγκης ἓν τῶν δύο τούτοις ἐπι συμβαίνειν, ἢ ἐμφυλίοις ἐνδιδόναι πολέμοις καὶ σφάττεσθαι, ἢ μὴν τὰ μέγιστα εἰς Θεὸν ἁμαρτάνειν ἐπιορκοῦντας. Ἀλλ' ὡς ἔοικε τὸ παρὰ πολλοῖς ὑμνούμενον ἀληθές, ὡς τὸ μέλλον γενέσθαι ἀντιπράττει καὶ τῷ φρονεῖν. Ἐκεῖνος τοίνυν, μεθὸ καὶ δημηγορήσειε, κοντοῖς καὶ σφαίραις τοῖς ἄρχουσι συνιππάζετό τε καὶ συνέπαιζε, καὶ τρυφὴ ἦν τοῖς βλέπουσι τὰ πραττόμενα. Εἰς τόσον δὲ τὸ πλῆθος δημηγορῶν εἰς ἄνεσιν ἔτρεπε καί σφιν χρηστὰς τὰς ἐλπίδας ὑπέτεινεν, ὡς καλῶς εἰς τοὐπιὸν βιώσουσιν, ὥστε καὶ χαρίτων ἀρχαίων πολιτικῶν ὑπεμίμνῃσκεν, ἐλευθερίας φερουσῶν σύμβολον. Ἦσαν δ' ἐκεῖναι προσκλώθειν τὰς γενειάδας πέκοντας καὶ χαίρειν ἀνέδην· καί 149 τινες προσέκλωθον δίχα, καὶ σφᾶς ἑώρων ἐγὼ γαννυμένους ὅτι τοῦτο κελεύοι ὁ βασιλεύς, τὴν ἐπὶ τῶν πραγμάτων εὐμάρειαν ὑπισχνούμενος. Ἦσαν δέ τινες οὐκ οἶδ' ὁπόθεν τῶν μελλόντων προφοιβασταὶ καὶ κλώθειν προσέταττον χαίρουσι τοῖς ἐλπιζομένοις, ὡς συροῦσι λυπουμένοις τοῖς πραττομένοις, εἰ πεινῷεν ἐσύστερον. Οἱ δ' ὡς εἰκαίως λεγομένοις οὐ προσεῖχον, ἀλλὰ τῶν ἀγαθῶν ἦσαν ἐλπίδων, κἂν φόβους τις λέγοι. Εἰ γοῦν ἀληθῆ τὰ φοιβάσματα, ἔδειξεν ὁ καιρός, καὶ ἡμεῖς κατὰ τόπον ἐροῦμεν, μηδὲν προσθέντες εἰς τὴν τῆς ἀληθείας σύστασιν. Τότε τοίνυν, ἐφ' ἡμέραις τισὶ διατρίψας κατὰ τὴν Νίκαιαν, ἐπεὶ παλι νοστεῖν ἔδει πρὸς Νύμφαιον, τῷ πατριάρχῃ συνταξάμενος καὶ τὸ παιδίον παραλαβών, ὁ κηδεύειν ὑποσχὼν ἑαυτὸν ἔξεισιν ἅμα τοῖς ἐν τέλει καὶ τῷ στρατῷ.
141.5.1
Ὅπως, ὑποστραφεὶς εἰς Νύμφαιον μετὰ τοῦ παιδός, πρέσβεις ἐδέχετο πανταχόθεν. Καὶ ὁ μέν, καταλαβὼν τὸ Νύμφαιον, Περσῶν μὲν ἐδέχετο πρέσβεις καὶ δῶρα καὶ τῷ σουλτάν, καταιγιζομένῳ ἐκ παλιρροίας πραγμάτων, ὑπισχνεῖτο προσχωρήσαντα τῇ Ῥωμαίων ὑπτίαις τε δέχεσθαι χερσὶ καὶ εἰς καιρὸν πέμπειν αὖθις μετ' ἀσφαλείας, τῶν πραγμάτων ἡσυχασάντων. Ὁ γὰρ Μελὴκ προσκεχωρήκει, καὶ δέος ἦν τῷ σουλτὰν μήπως ἐκεῖνος ἐπανήξοι μεθ' ἱκανῆς καὶ ὅσην οὐκ ἦν ὑποστῆναι δυνάμεως. Ἐγγύας δ' ἐδίδου τοῦ μὴ φοβεῖσθαι τὴν πάλαι συνήθειαν. Ἐπρεσβεύοντο δὲ πρὸς ἐκεῖνον καὶ οἱ κατὰ τὴν μεγαλόπολιν Ἰταλοί, καὶ ἀνακωχὴν ἐδίδου τῇ πρὸς ἐκείνους μάχῃ, ὡς καὶ μετ' ὀλίγον κραταιότε ρον σπεισόμενος σφίσιν, εἰ προτενοῦντός τινα ἐκπληροῖεν· πλὴν καὶ τοὺς πρέσβεις Ῥωμαίους καὶ ἐκ Ῥωμαίων ὄντας ὡς εἶχε μετεχειρίζετο καί, μηδὲν ἔχων ἐν τῇ πόλει, ζητούντων ἐδίδου, εἰ ἕξει, καὶ χρυσοβουλλείοις 151 λόγοις κατησφαλίζετο τὰ διδόμενα. Κἀντεῦθεν προσεφέρετο ὡς ἰδίοις καί, πεῖραν διδοὺς καὶ λαμβάνων, ἀνήρτα τὰ τῶν σπονδῶν, προσδοκῶν τι μεῖζον ἐξ ὧν ἐμάνθανε, τοῖς πρέσβεσιν ὁμιλῶν.
141.6.1
Ὅπως ὁ τοῦ βασιλέως αὐτάδελφος Ἰωάννης τὰ ἀξιώματα ἐλάμβανε. Τοῖς δὲ δυτικοῖς καὶ προσετετήκει· ὅθεν καὶ τὸν οἰκεῖον ἀδελφὸν Ἰωάννην, μέγαν ἔτι δομέστικον ὄντα, συνάμα πλείσταις δυνάμεσι πέμπει, ὅς, τοῖς δυτικοῖς ἐπιστάς, φοβερὸν ἔδοξε πνέειν ἐκείνοις, ἅμα μὲν τῷ θερμῷ τῆς νεότητος, ἅμα δὲ καὶ τῷ περὶ ἐκεῖνον στρατεύματι κουφιζόμενος. Καὶ ἀπτέρῳ τάχει αἱρεῖ μὲν τὸ περὶ τὰ Κάνινα φρούριον, αἱρεῖ δὲ καὶ τὸ περὶ τὰ Βελλάγραδα καὶ Πόλογον καὶ Κολώνειαν, χειροῦται δὲ καὶ Καστορίαν καὶ Πελαγονίαν καὶ Δεύρας, Τζέρνικόν τε καὶ Διάβολιν καὶ τὴν Πρίλαπον, Βοδεεινά τε καὶ Βόστρον, ἔλλιμνον νῆσον, Πέτραν, Πρέσπαν τε καὶ Στερί δολα καὶ Ἀχρίδαν καὶ τὰ Ἰλλυριῶν ὀχυρώματα, καὶ ἕως Δυρραχίου φθάνει τὸ δόρυ κινῶν· προσβάλλει δὲ καὶ Πάτρᾳ καὶ Τρίκκῃ. Καὶ τὰ κύκλῳ κατὰ συνθήκας κρατήσας, καὶ ἀμαχεὶ τὰ πλεῖστα, εἰς φόβον μέγαν καθίστησι τὸν δεσπότην καὶ ἐν στενῷ κομιδῇ. Τότε καὶ ἐγγίονος ἀξιῶν τύχης αὐτὸν πρὸς αὐτὸν καὶ ὁ κρατῶν, πέμψας τὰ σύμβολα, σεβαστοκράτορα καθιστᾷ.
141.7.1
Ὅπως Μιχαὴλ ὁ δεσπότης στενοχωρηθεὶς πέμπει τὴν σύζυγον καὶ τὸν υἱὸν πρὸς βασιλέα. Ὁ δὲ Μιχαήλ, μεθό, συγχρησαμένου ταῖς ἀπὸ τοῦ γαμβροῦ Μαφρὲ συμμα χίαις, τὰ κατὰ τὸν καίσαρα συνέβη περὶ ὧν μοι καὶ προανετάθη, νοῦν λαβών, ἁλούσης τῆς πόλεως, πέμπει πρὸς βασιλέα τήν τε σύζυγον Θεοδώραν καὶ Ἰωάννην τὸν παῖδα, ἐκείνην μὲν τὰς εἰρηνικὰς πρεσβεύσουσαν, τὸν δ' υἱὸν 153 ἐσόμενον ὅμηρον, πλὴν ἐς διηνεκές, ἐφ' ὅσον ζῴη, ἀξόμενον καὶ τὴν συνοι κήσουσαν προσηκόντως, ἣν δὴ καὶ δώσει ὁ βασιλεύς. Τότε γοῦν ἐκεῖνος, διὰ τάχους καταστρεψάμενος τἀκεῖ, ἀρεϊκῶς ἠγωνισμέ νος, μᾶλλον δὲ καὶ καταστήσας, φρουροὺς ἐμβαλὼν καὶ φυλακὰς ἐπιστήσας, ἐπανέζευξε μετὰ λαμπρῶν καὶ περιφανῶν τῶν τροπαίων, καὶ λείαν οὐκ ὀλίγην περιβαλλόμενος. Τιμᾷ τε τοῖς ἀξίοις ἐκεῖνον ὁ βασιλεύς, σὺν ἐκείνῳ δὲ καὶ πολλοὺς ἄλλους μεγίσταις δωρούμενος ταῖς ἀξίαις.
141.8.1
Ὅπως τοὺς μεγιστᾶνας ἀξιώμασιν ἐτίμα ὁ κρατῶν. Τὸν μὲν οὖν Ἰωάννην δεσπότην ἐγκαθιστᾷαἱ δέ γε πράξεις ἐκείνου καὶ μέγαν ἐφήμιζον, θάτερον δὲ τῶν ἀδελφῶν Κωνσταντῖνον σεβαστοκράτορα μετὰ καίσαρα· ἅμα γὰρ τὸν Ἰωάννην σεβαστοκράτορα καὶ αὐτὸν καίσαρα ἀπεδείκνυ. Τὸν δέ γε πενθερὸν τοῦ δεσπότου, τὸν Τορνίκιον Κωνσταντῖνον, ἐκ μεγάλου πριμμικηρίου σεβαστοκράτορα καὶ αὐτὸν καθίστησι, πλὴν οὐ κατὰ τὸν πρῶτον καὶ ἀδελφόν· ἐκεῖνον γὰρ καὶ βασιλικοῖς ἀετοῖς κατὰ τὸ σύνηθες ἐμεγάλυνε, τοῦτον δὲ δίχα τῶν συμβόλων ἐκείνων ἐν μόνοις τοῖς κυανοῖς σεβαστοκράτορα ἔγραφεν. Ἐξεδίδου δὲ καὶ τὴν αὐτοῦ θυγατέρα τὴν μετὰ τὴν προτέραν, ἣν ὁ δεσπότης εἶχε, τῷ τοῦ δεσπότου υἱῷ ἐκ δύσεως Ἰωάννῃ, ὃν καὶ ὡς ὅμηρον πεμφθῆναι τῷ βασιλεῖ παρὰ τοῦ πατρὸς ὁ λόγος προέγραφεν. Ἀλέξιον δὲ τὸν γέροντα Στρατηγόπουλον προὐβάλλετο καίσαρα, τὸν δὲ γέροντα Λάσκαριν τὸν τοῦ Τζαμαντούρου ἀδελφόναὐτὸς γὰρ ὑπέδυ τὸν μοναχόνμέγαν δοῦκα ἐφήμιζε. Ἰωάννην τε τὸν Ῥαούλ, υἱὸν τοῦ 155 πρωτοβεστιαρίου Ῥαούλ, καὶ τὸν τοῦ πηρωθέντος Φιλῆ υἱὸν Ἀλέξιον, τὸν μέν, τῇ τοῦ πρωτοβεστιαρίου Μουζάλωνος, πρὸ μικροῦ χηρωθείσῃ τρόπον ὃς εἴρηται, Θεοδώρᾳ, ἀδελφιδῇ αὐτοῦ γε οὔσῃ, Εὐλογίας ἐκ Καντακουζηνοῦ θυγατρὶ τῆς αὐτοῦ αὐταδέλφης, εἰς γάμον συναρμόσας, πρωτοβεστιάριον ἀποκαθίστησι, τὸν δέ, εἰς ἓν λέχος τῇ αὐταδέλφῃ ταύτης Μαρίᾳ συναγαγών, μέγαν δομέστικον ἀποδείκνυσι. Τὴν δὲ ἐκ θατέρας τῶν αὐταδέλφων αὐτοῦ Μάρθας γεννηθεῖσαν Θεοδώραν, ἣν καὶ ὁ Καβαλλάριος Βασίλειος εἶχε, διαζεύξας ἐκεῖνον αὐτῆς, τῆς αὐταδέλφης δεηθείσης διὰ τὰ συμβάντα οἱ παρὰ τὴν αὐτοῦ αἰτίαν, τῷ Βαλανιδιώτῃ ἐκδίδωσιν, ὃν καὶ μέγαν στρατοπεδάρχην τιμᾷ· τοὺς δὲ ταύτης αὐταδέλφους, Μάρθας τῆς αὐταδέλφης υἱούς, νέους ὄντας, ὑπερηγάπα καὶ ἐντὸς τῶν βασιλείων εἶχεν ἐκτρεφομένουςΜιχαὴλ δ' ἦσαν καὶ Ἀνδρόνικος καί γε Ἰωάννης αὐτοῖς τὰ ὀνόματα, ὡς καὶ πολλῷ ὕστερον καὶ τὸν ἐκ δύσεως Παλαιολόγον Ἀνδρόνικον, ὃν καὶ ἐξάδελφον ἔγραφε, συναναβάντα τῷ δεσπότῃ συνάμα καὶ ἄλλοις πολλοῖς δυτικοῖς ἄρχουσι, συνοικίσας τῇ τοῦ Ῥαοὺλ θυγατρί, κεχηρωμένῃ οὔσῃ καὶ ταύτῃ τοῦ Ἀνδρονίκου Μουζάλωνος, ὃν καὶ μέγαν δομέστικον ἀνεγράφομεν, πρω τοστράτορα ἀποδείκνυσι. Τότε δ' ἐπὶ τῷ ἀξιώματι τούτῳ καὶ τὸν Φιλανθρω πηνὸν Ἀλέξιον ἐγκαθίστα. Τὸν δὲ τῆς πενθερᾶς αὐτοῦ αὐτάδελφον Ἄγγελον μέγαν ποιεῖ πριμμικήριον, πρωτοσεβαστὸν δὲ τὸν Νοστόγγον Μιχαὴλ καὶ μυστικὸν τὸν Παλαιολόγον Μιχαήλ, οὓς καὶ αὐτανεψίους ἐλέγομεν εἶναι κατὰ γένος τῷ βασιλεῖ. Ἄλλους τε πολλοὺς τῶν ἀρχόντων τοῖς ὀφφικίοις προσανε βίβαζεν, ὡς καὶ τὸν λογοθέτην τῶν ἀγελῶν Ἁγιοθεοδωρίτην λογοθέτην τῶν 157 οἰκειακῶν ἐπαναβιβάζων ἐκάλει καὶ Μιχαὴλ τὸν Κακόν, πρωτασηκρῆτις ἀναδείξας, εὐγενεῖ συνήρμοττε κόρῃ ἐκ τοῦ τῶν Φιλανθρωπηνῶν γένους, καὶ ἁπλῶς πολὺς ἦν τοὺς ἄρχοντας δεξιούμενος.
141.9.1
Ὅπως διὰ σπουδῆς εἶχεν ὁ βασιλεὺς τὸ τὴν πόλιν ἑλεῖν καὶ ὅπως Σηλυβρίαν εἷλεν. Ἦν οὖν αὐτῷ διὰ σπουδῆς μεγίστης καὶ τὴν πόλιν ἑλεῖν, καὶ προσηνάγ καζε, τρόπους ἐφευρίσκων μάχης πρὸς Ἰταλούς, καὶ τὰ κύκλῳ ταύτης προκαταλαβεῖν ἠπείγετο. Ἐπεὶ δὲ καὶ ἔτι παρ' Ἰταλῶν ἡ Σηλυβρία κατείχετο, πέμψας αἱρεῖ κατὰ κράτος καὶ τῶν Ῥωμαίων ποιεῖται τὴν πόλιν ἀκονιτί. Ἔτι τε προσεχώρουν ἐγγύτερον οἱ ἡμέτεροι καὶ τὰ ἔξω τῆς πόλεως ἐν χερσὶν εἶχον πλὴν Ἀφαμείας, ἰσχυροῦ φρουρίου κατεχομένου τοῖς Ἰταλοῖς. Ἦσαν δέ τινες κατοικοῦντες ἀπὸ Χρυσείας τε καὶ ἐπέκεινα, ἀνέτους τὰς γνώμας ἔχοντες, εἴτε πρὸς Ῥωμαίους εἴτε πρὸς Ἰταλοὺς ἐθέλοιεν ἀποκλίνειν, τῶν μὲν Ῥωμαίων προσκειμένων αὐτοῖς οὖσι Ῥωμαίοις, τῶν δ' Ἰταλῶνφυλακὴν ἐκ τούτων πιστευόντων ἔχειν διὰ τὸ πρὸς αὐτοὺς σύνηθες· οὐ γὰρ ἦν ἑτέροις πιστεύειν. Τὸ δὲ καὶ τοὺς κατοικοῦντας ἐκδιῶξαι, μὴ καὶ κίνδυνος ἐκ τῆς ἐρημίας προσέσται. Ἦσαν γοῦν μεταξὺ Ῥωμαίων καὶ Ἰταλῶν καὶ διὰτοῦτο ἐκέκληντο καὶ θεληματάριοι, τὴν ἔξω τῆς πόλεως γῆν καρπιζόμενοι καὶ διαζῶντες ἐκεῖθεν καὶ παρ' ἀμφοτέρων εἰς ἄνεσιν μένοντες, χρῃζόντων ἑκατέρων τῆς ἐκείνων ἀγάπης, ὡς ἄν γε μὴ βλάπτοιντο· δῆλοι γὰρ ἦσαν διὰ μίσους τοὺς οὐκ οἰκείους ἕξοντες. Ἦν γὰρ καὶ τοὺς Ἰταλοὺς ἐκ τοῦ ἀναχωρεῖν ἐκεῖθεν ἐκείνους βλάπτεσθαι, ἐρημωθέντος τοῦ τόπου, καὶ τοὺς Ῥωμαίους, εἰ ἐγχειροῖεν ἐπί τι, μὴ ὅπως γε συνεργεῖσθαι, ἀλλὰ καὶ κατὰ κράτος εἴργε σθαι παρ' αὐτῶν διὰ τὸ πρὸς ἐκείνους μῖσος καθαρῶς προσκειμένων τοῖς Ἰταλοῖς. Μετὰ γοῦν τὴν τῆς Σηλυβρίας ἅλωσιν οὐδὲν ἦν μέσον αὐτῶν τε καὶ τῶν ἡμετέρων, ἀλλ' εἴ που συντύχοιεν ἀλλήλοις, φιλικῶς εἶχον αὐτοί τε πρὸς ἐκείνους κἀκεῖνοι πρὸς τούτους, καὶ τρόπον μάχης οὐδέτεροι θατέρους ἐσκύ λευον. 159 Ἐδόκει γοῦν τῷ βασιλεῖ δι' Ἑλλησπόντου περαιωθέντα τὴν Σηλυβρίαν ἄρτι ἁλοῦσαν καταλαβεῖν καὶ τὰ περὶ τοῦ πῶς ἂν ἡ πόλις Ῥωμαίοις ἁλῴη, ἐκεῖ καθήμενον, πραγματεύεσθαι. Ἀλλὰ τὸ περὶ τὴν ἐκκλησίαν συμβὰν οὐκ εἴα τοῦτον διαπερᾶν.
141.10.1
Ὅπως ὁ πατριάρχης Ἀρσένιος τοῦ πατριαρχείου ὑπεξίσταται. Ὁ γὰρ πατριάρχης Ἀρσένιος, εἴτ' ἐπιλογισάμενος τὸ ἐπὶ τῷ βασιλεῖ πραχθέν, ὡς ἐξηπάτηται μὲν αὐτός, ὁ δὲ τῆς βασιλείας ὄρπηξ ἀγέραστος μένει περιφρονούμενος, τῶν πραγμάτων ὅλων ὑπὸ τῷ Παλαιολόγῳ διοικου μένων, εἴτε καὶ ἄλλου νύξαντος, ὡς ἐπινυστάξειε, μέγιστα πράξας καὶ ἄληστα, εἴτε τι καὶ ἄλλο τι τὸ λυποῦν ἦνοὐδὲ γὰρ ἐκεῖνος δῆλον ἦν ποιῶν ἐφ' ᾧ ἐξεχώρει, αἰτίας δ' ἐπλάττετο, ὡς καταφρονοῖτο καὶ ὡς οὐδὲν παρὰ βασιλεῖ ἀνύτοι, λέγων ὑπὲρ τῶν τῇ ἐκκλησίᾳ καθηκόντων, ἅμ' εἰπὼν πρὸς τὸν κλῆρον καὶ ἅμ' ὁρμήσας, τὴν πύλην τῆς πόλεως Νικαίας καταλαμβάνει πεζῇ καί, ὡς εἶχε τὸν περὶ αὐτὸν ὄχλον ἀποτιναξάμενος, ἀμεταστρεπτὶ ἵεται, ὀλίγους ἔχων τοὺς συνεπομένους. Καί τινι πρὸς τῷ τείχει, τῇ τοῦ Ἀγαλμά του, προσκαθίσας μονῇ, νυκτὶ τὴν πορείαν πιστεύει καὶ φέρων ἑαυτὸν τῇ τοῦ Πασχασίου μονῇ δίδωσι, μονῇ πρὸς ἡσυχίαν εὐθέτῳ, ἔνθεν μὲν ἐχούσῃ τὴν θάλασσαν, ἔνθεν δ' ὑπερανῳκισμένῃ τοῦ ποταμοῦ Δράκοντος, καὶ ἐφ' ἡσυχίας ἐκεῖσε καθῆστο. Καὶ ὁ μέν, οὕτως τῷ τόπῳ ἐνησυχάζων, οὐδενὸς τῶν καθηκόντων τῇ πατριαρχίᾳ ἥπτετο, πάντ' ἐάσας, ἑαυτῷ δὲ μόνῳ προσλα λῶν καὶ Θεῷ. Οἱ δὲ τοῦ κλήρου καὶ ὅσοι τῶν ἀρχιερέων τῇ Νικαίᾳ ἐπεδήμουν δεινὸν τὸ συμβὰν ἡγοῦντο καὶ προσεπέστελλον ἱκετεύοντες, μή που καὶ βασιλεὺς ἀκούσας ἐν δεινῷ τὸ πραχθὲν ποιήσοι· καὶ ἄλλως δίκαιον εἶναι, εἴ τίς που καὶ λυποίη, αὐτοῦ που τοῦ πατριαρχείου καθῆσθαι καί γε ἐλέγχειν τὸν κατ' ἐπήρειαν ἐνοχλοῦντα, προσαναφέροντα καὶ τῷ βασιλεῖ· εἰ δ' αὐτὸς καὶ μόνος εἴη ὁ ἐνοχλῶν, αὐτὸν νουθετεῖν, ἐλέγχειν, παρακαλεῖν, συλλαμ βανόντων καὶ τῶν ἀρχιερέων καθ' ὅσον ἰσχύοιεν· τὸ δ' ἀναχωρεῖν μὴ προφανῶς 161 τὰς αἰτίας λέγοντι, μὴ καὶ μάταιον νομισθῇ τὸ ἐγχείρημα. Ἦν δὲ ἄρα καὶ ἀμφοτέροις ἀνήνυτα τὰ πραττόμενα, τοῖς τ' ἐπιστέλλουσι καὶ τῷ ἡσυχά ζοντι, δοκήσει τῶν μὲν τοῦ μὴ ἔχειν ἀποσπᾶν ἐκεῖθεν ἐκεῖνον, κἂν ὅ τι λέγοιεν, τοῦ δὲ τοῦ μὴ ἐπὶ ῥητοῖς ἱστᾶν τὰ τῆς ἀναχωρήσεως αἴτια, ἐφ' ᾧ πολλάκις καὶ θεραπεία γένοιτο. Τριβομένου δὲ τοῦ καιροῦ, φθάνει καὶ ἐς βασιλέα τὸ δρᾶμα καὶ βαρὺ αὐτίκα δοκεῖ ἀκουσθέν· καὶ ὃς τοῖς ἀμφ' αὑτὸν ἀρχιερεῦσι τὸ πραχθὲν τῷ πατριάρχῃ κοινοῦται καὶ τὸ ποιητέον ζητεῖ. Τοῖς μὲν οὖν προτροπὴ ἦν ἐπὶ τὸ διὰ πλείστου τιθέναι τὴν ἀναχώρησιν τό τε τοῦ πράγματος ἄηθες καὶ ἡ τῆς εἰρήνης συνήθεια καὶ τὸ μὴ ἐξ ἑτοίμου δόξαι ἀποπροσποιεῖσθαι τὸν πρῶτον καὶ ζητεῖν ἕτερον, πρὸ δὲ τούτων ἁπάντων ἡ τοῦ βασιλέως παράκλησις Μιχαήλ, λιπαρῶς δεδιότος μὴ ἐφ' αὑτῷ τὰ τῆς ἀναχωρήσεως γένοιτο αἴτια· τὸ γὰρ συνειδὸς ἀρρεπὲς κριτήριον ἦν, καὶ τὸ λυποῦν οὐκ ἠγνόει, κἂν ἐκεῖνος οὐκ ἔλεγε φανερῶς, λύπην μόνην κωφὴν καὶ καταφρόνησιν προβαλ λόμενος. Ἐκεῖσε γοῦν τῶν ὁπουδήποτε συναχθέντων ἱεραρχῶν, ζήτησις ἦν περὶ τούτων καὶ σκέψις. Καὶ τέλος πέμπουσι τοὺς περὶ τὸν Νικομηδείας Ἰωάννηνἔτυχε γὰρ τότε καὶ πατριάρχης τῇ μονῇ τοῦ Ἁγίου Διομήδους προσμένων, ἀγγελοῦντας μὲν πρὸς αὐτὸν καὶ τὰ ἀπὸ τῆς συνόδου, μετα καλουμένης αὐτὸν καὶ βαρεῖαν δοκούσης ἡγεῖσθαι τὴν ἀναχώρησιν, ἑτοίμου τ' οὔσης πρὸς τὸ μαθεῖν εἰπόντος τὰ αἴτια, πλὴν δὲ καὶ ὀνειδιοῦντας ὡς οὐ δεόντως διαπράξοιτο, ἀλλά, συναρπασθεὶς ἴσως ἐξ ὀδύνης, τὸ μὴ κατὰ τὸ εἰκὸς ποιήσειεν, ἣν ἔδει συναχθεῖσι δηλοῦν καὶ διορθοῦν ἀξιοῦν, πατριάρχην ὄντα καὶ τοὺς τῶν πατέρων κανόνας διὰ πλείστου τιθέμενον· ποῦ γὰρ τὸ ἐλέγχειν, ποῦ τὸ παρακαλεῖν, ποῦ τὸ ἐπιτιμᾶν, εἰ καὶ τούτου δεήσειε; Τέως δὲ καὶ ὡς θέλοιεν πάλιν μαθεῖν τὰς αἰτίας, ὡς καὶ θεραπεύειν, εἰ δύναιντο, ἕτοιμοι. Καὶ ταῦτα μὲν ἦσαν τὰ πρὸς ἐκεῖνον· προστέτακτο δὲ τοῖς ἀπαγγελοῦσιν ὡς, εἰ μὲν πραΰνοιτο, καὶ ἐπανήξειν ὑπόσχοιτο· εἰ δ' οὖν, ἀλλ' αὐτοὺς ἀναγ κάζειν δυοῖν θάτερον ἐκτελεῖν, ἢ ἐπανελθεῖν πάλιν καὶ τὰ τῆς ἐκκλησίας 163 ἀναλαβεῖν, ἢ μήν, εἰ μὴ βούλοιτο, διδόναι λίβελλον παραιτήσεως· μηδὲ γὰρ καλὸν εἶναι τὴν ἐκκλησίαν ἀποίμαντον. Ταύτας οἱ ἀμφὶ τὸν Νικομηδείας δεξάμενοι τὰς ἐπιστολὰς ἐπὶ Νικαίας ἐχώρουν, σπουδῇ τὰ προστεταγμένα ἐπιτελέσοντες. Ὡς δ' ἐξελθόντες ἐπέστησαν τῇ ἐν ᾗ κατῴκει μονῇ, προσ ελθόντες τῷ πατριάρχῃ καθὼς εἶχον, τῆς ἀπὸ τῆς συνόδου κελεύσεως ἔλεγον. Ὁ δέ, τὸν μὲν τῆς αἰτίας καιρὸν αὐτοῖς παρῳχηκέναι φήσας, πρέπειν δὲ σιγῇ τῶν πραγμάτων ἐξίστασθαιμηδὲ γὰρ εἶναι θεραπεύειν τὰ ἀνι άτρευτα, ὅλος ἦν πρὸς τῷ παραιτεῖσθαι. Οἱ δ' ὡς πολλάκις προσβαλόντες ἐφ' ᾧ τῆς ἐκείνου γνώμης κρατήσειαν, ἐν ἀμηχανίᾳ τοῦ πράττειν τι καὶ ἀνύειν ἐγένοντο, ὅπερ εἶχον δι' ἀπορρήτων πράττειν, ἐπὶ τούτοις ἐξέφαινον· καὶ ἐξαιτούντων ἐκείνων παραίτησιν, εὐθὺς παρῃτεῖτο. Ὡς δ' ἔδει συντάτ τεσθαι ταύτην καὶ συνετάττετο, τοῦ Ἡρακλείας ὑπαγορεύοντος, τὸ ἀνάξιος προστεθὲν τῆς ἱερωσύνης εἰς τὸ τῆς παραιτήσεως εὔλογον ἠγρίαινέ τε τὸν ἄνδρα, καὶ ταραχὴ ἦν. Καί· «Τί δ' οὐκ ἀρκούμενοι, ἔλεγε, τῇ ἐκ λόγων ἢ μὴν καὶ πράξεως παραιτήσει, καὶ αἰτίαις οὐκ ἀγαθαῖς συμπλέκειν ἡμᾶς βούλεσθε; Ἑκόντες ἐξιστάμεθα τῶν πραγμάτων, οὐδὲν ἡμῖν μέλον, κἂν ὅ τι γένηται.» Οὕτω τοίνυν ἀποκρουσθέντες ἐμβριθῶς ἀποπεμπομένου, διὰ ταχέων τὸ μεταξὺ διανύσαντες, πρὸς τὸν κρατοῦντα καὶ τὴν σύνοδον ἀπαντῶσι· καὶ ἀπαγγέλλουσι μὲν τὰ τῷ πατριάρχῃ λεχθέντα, τέλος δὲ καὶ τὰ τῆς παραιτή σεως παρενείροντες ἀμετάθετον τὴν ἐκείνου γνώμην διεβεβαίουν· ἀπο λήψεσθαι δὲ καὶ τὴν πεῖραν ἀσφαλεστέραν, εἰ, τινῶν σταλέντων, τὴν βακτη ρίαν καὶ τὸ λαμπαδοῦχον ἀναλαβεῖν αὐτὸς εὐθέως παράσχοι. Ὃ δὴ καὶ γέγονε, καὶ παρεχώρει λαμβάνειν, εἰ βούλοιντο. Ὁ βασιλεὺς δ' ἐπὶ τούτοις οὐκέτ' ἀνεκτὸν ἡγούμενος ἀναμένειν, εἰς ἱκανὴν ἀπολογίαν τῷ πατριάρχῃ τῶν ἐπιγενησομένων καὶ τὴν παρ' ἑαυτοῦ λιπαρὰν νομίσας ἀξίωσιν, ἄλλως τε δὲ καὶ τοῦ Ἐφέσου Νικηφόρου μὴ κατὰ κανόνας προβῆναι τὴν χειροτονίαν ἐκείνου διαβεβαιοῦντοςσπουδὴ γὰρ ἦν τοῦ κρατοῦντος τότε Θεοδώρου ἐφ' ᾧ ταινιώσεσθαι καὶ τεταραγμένοις τοῖς κατὰ 165 δύσιν ἐπεισπεσεῖν πράγμασι· παρ' ἣν αἰτίαν παρ' οὐδεμίαν μεταξὺ σχεδὸν ἡμέραν, ἀλλὰ συνεχῶς ἁπάσαις, τοὺς τῆς ἱερωσύνης βαθμοὺς ἐτελεῖτο πάντας καὶ οὕτως πρὸς τὴν πρώτην τῆς ἱεραρχίας τάξιν ἀνεβιβάζετο, διὰ ταῦτα ὁ βασιλεὺς τοῖς ἀρχιερεῦσιν ὑφῆκε πράττειν ὅ τι καὶ βούλοιντο. Καὶ δὴ σκεπτομένων ἐκείνων ἐπὶ πολλαῖς ταῖς ἡμέραις, οὐδὲν πλέον ὑπῆρξε τῷ πατριάρχῃ παθεῖν ἀνυπομονησίας καὶ καταγνώσεως, ὡς ἐξὸν λέγειν καὶ ζητεῖν διόρθωσιν μικροψυχοῦντι καὶ τοῦ θρόνου ἑτέροις παραχωροῦντι. Κἀκεῖνοι μὲν οὕτως· ἦν δὲ ἄρα, ὡς ἔδειξεν ὕστερον, τὸ ζητούμενον μὴ ὅτι γε δυσχερῆ θεραπείαν προσιέμενον, ἀλλὰ καὶ ὅλως ἀνίατον· διὸ καὶ δίκην τῆς ἀγνοίας ἄντικρυς ἑκουσίαν εἰς ἀπολογίαν τὴν πρὸς Θεὸν ἐπιτιθέναι ἠβούλετο ἑαυτῷ, μὴ κατ' ἐλπίδας προχωρησάντων αὐτῷ τῶν πραγμάτων.
141.11.1
Ὅπως ὁ Ἐφέσου Νικηφόρος πατριάρχης ἀποκατέστη. Ἐκεῖνοι δὲ τότε περὶ τοῦ τίς ἂν τὴν ἐκκλησίαν κατὰ τὸ ἐχέγγυον παρα λήψαιτο τὰ πολλὰ ζητήσαντες, καὶ μᾶλλον οἱ δοκοῦντες, ὧν καὶ τὸ λοιπὸν τῶν ἀρχιερέων πλῆθος ἐξήρτηντο, τέλος μιᾶς ἐπὶ τῷ Ἐφέσου γνώμης γίνονται, ἀνδρὸς εὐλαβοῦς καὶ κατ' ἀρετὴν ἐπιδόξου καὶ λόγῳ μετρίως κοσμουμένου, γηρῶντος ἤδη, ᾧ δὴ καὶ ζῆλος ἦν ἱκανὸς ὡς ὑπὲρ τῆς ἐκκλησίας καὶ τῶν αὐτῆς νόμων καταφρονουμένων ἐκκαίεσθαι. Συμβὰν δὲ καί τι, ὃ δὴ καὶ τὸν ὅλον τῆς ἱεραρχίας χρόνον ἐκεῖνον ἐπέκνιζενἐψήφιστο γὰρ εἰς πατριαρχεῖον παρὰ τῆς συνόδου ἐπὶ Ἰωάννου τοῦ Δούκα πρὸ τοῦ πατριάρχου Μανουήλ, καὶ ὁ βασιλεύων τὰς ψήφους συνέχει, τὸν ζῆλον δεδιττόμενος τοῦ ἀνδρός, φήσας· «Ὃν οὐ δύναταί τις ὑποστῆναι ἀρχιδιάκονον ὄντα, πῶς ἂν πατριαρχοῦντα ὑπομείνειε;» Διὸ δὴ καὶ τῆς Ἐφέσου προχειρισθείς, ὅμως ἠδικῆσθαι παρὰ βασιλέως εἰς τὴν ἰδίαν τιμὴν διετείνετο, τοῦτο δὴ 167 μεσολαβῆσαν ἐποίει τότε τὸν ἄνδρα πειθήνιον προσκαλούμενον, καὶ τὴν ἐκλογὴν ἀσμένως ἐδέχετο· εἶναι γὰρ ἔκτοτε τεταγμένον εἰς τοῦτο παρὰ τῆς χάριτος, εἰ καί, κωλυθέντος παρὰ τὴν ῥηθεῖσαν αἰτίαν, ἱκανήν γε οὖσαν καὶ ταύτην μᾶλλον εἰς σύστασιν ἑαυτοῦ, τὸν αὐτοῦ τόπον ἐξ ἀνάγκης ἀναπληρώσοντες εἰσήχθησαν ἕτεροι. Οὕτως ἐκεῖνος, τὴν ἐκλογὴν θεόθεν κατὰ τὴν δικαίαν ἐκείνου κρίσιν ὑπολογισάμενος, οὐδὲν ἀναβαλλόμενος, ἀναγορεύεται πατριάρχης. Ὃν δὴ καὶ ἐν τιμῇ μεγίστῃ ὁ βασιλεὺς πρὸς Νίκαιαν ἀποστείλας, αὐτὸς ἠπείγετο πρὸς τὴν Λάμψακον, περαιωθησόμενος πρὸς τὴν ἀντιπέραν Καλλιούπολιν· συνεκρότει γὰρ καὶ δυνάμεις οὐκ ὀλίγας κατ' Ἰταλῶν, ἐφ' ᾧ προσκαθίσας πειρῷτο κρατήσειν τὸ καταντικρὺ τῆς Βυζαντίδος φρούριον, τὸ οὕτω πως λεγόμενον Γαλατᾶν.
141.12.1
Ὅπως ὁ Σάρδεων καὶ ὁ Θεσσαλονίκης ἐπὶ τούτοις οὐ συνεφώνουν τοῖς ἄλλοις. Τότε τοίνυν ὅ τε Σάρδεων Ἀνδρόνικος καὶ ὁ Θεσσαλονίκης Μανουήλὁ γὰρ Καλοφόρος Σμύρνης, εἰ καὶ παρῃτεῖτο, ἀλλ' οὖν αἰτίας ἑτέρας προὐβάλ λετο δοξάσας ἱκανὰς εἰς παραίτησιν, οἱ δὲ φανερῶς ἀντέτεινον, καὶ τῷ δοκεῖν μὲν ὑπὲρ τοῦ πατριάρχου κακῶς παροφθέντος ἐζήλουν, τῷ δὲ κρυ πτομένῳ καὶ ὑπὲρ ὧν ὁ πατριάρχης ζηλῶν, ὡς τέως οὐκ ἀνυστῶν, ὑπεχώρει. Ὁ μέντοι γε τότε πατριαρχεύων Νικηφόρος, ὁ ἀπὸ Ἐφέσου, συγκροτούμενος μὲν τῇ συνόδῳ, πολλῷ δὲ πλέον καὶ τῇ τοῦ βασιλέως θελήσει, ἔχων καὶ πολὺν συναχθέντα ἐκ τῆς Ἐφέσου χρυσόν, ἐφίσταται τῇ Νικαίᾳ. Καὶ πρῶτον μὲν ἐπειρᾶτο ποικίλως τῶν σχιζομένων ἀρχιερέων, ἐφ' ᾧ συνέλθοιέν τέ οἱ καὶ εἰρηνεύοιεν, καὶ πολὺς ἦν αὐτοὺς μετερχόμενος ἀπειλαῖς· ἀλλ' οὐκ ἔπειθε, πλέον δὲ παρέθηγε τὸν ζῆλον ἐκείνων, καὶ κατεγέλων τῶν μηνυμάτων. Ὡς δ' οὐκ ἔπειθε πάντα πράξας, ἀντεισάγειν ἄλλους ταῖς ἐκκλησίαις ἐσκέπτετο· ὃ δὴ καὶ γέγονεν ὕστερον. Αὐτὸς δὲ τῶν ἄλλων ἀπεπειρᾶτο, καὶ ἡ ταραχὴ πολλὴ ἦν, καὶ τὸ κατ' ἐκείνου σκάνδαλον ᾔρετο· πλὴν γὰρ τῶν εἰς ἄρχοντας τεταγμένων τῆς ἐκκλησίας, οἱ λοιποὶ τὴν ἐκείνου κοινωνίαν ἀπέστεργον. Ὅμως οἱ μὲν ἑκόντως, οἱ δὲ καὶ ἀκόντως, πλὴν ὀλίγων, καθυπεκλίνοντο, διασεσεισμένοι δ' ὄντες τὰς γνώμας, πράξει τοὺς μὴ πειθομένους ὠχύρουν. Τὸ δὲ λαϊκὸν πλῆθος, τὸν νέον ποιμένα καὶ λίαν ἀποπροσποιούμενοι, ἐζήτουν τὸν γνήσιον. 169 Οὕτω γοῦν τεταραγμένων τῶν πραγμάτων, ἐπεὶ καὶ τὸν κρατοῦντα ἐμάνθανε μάχην μέλλειν συγκροτεῖν μεγίστην κατὰ φρουρίου τοῦ Γαλατᾶ, ὥσθ' αἱρήσειν, κἂν εἴ τι καὶ πάθοιἐκεῖθεν γὰρ καὶ τὴν τῆς μεγαλοπόλεως ἤλπιζεν ἅλωσιν, ὀλίγον κατὰ Νίκαιαν διαμείνας, ὁρμήσας αὐτίκα καὶ κατὰ τὴν πύλην γεγονώς, τὸν κονιορτὸν τῶν βλαυτῶν ἀποτιναξάμενος ὡς εἰς μαρτύ ριον δῆθεν, ἐξῄει· καὶ διὰ τοῦ κατὰ τὴν Ἑλενόπολιν τῆς θαλάσσης πορθμοῦ πρὸς ἐκεῖνον ἠπείγετο, ἅμα μὲν ἐνασμενίσων ἐκεῖθεν τῇ ἐκ βασιλέως παρα μυθίᾳ, ἅμα δὲ καὶ μεγάλα ἤλπιζε, συγκροτουμένην μάχην βλέπων κατὰ τῆς πόλεως, ὡς ἁλούσης αὐτίκα τῆς ἐκκλησίας ἐπιβησόμενος, ἀπαλλαγεὶς Νικαίας καὶ τῶν ἐκεῖ. Ἐν ὅσῳ δὲ τὴν μεταξὺ πορείαν διήνυεν, ἐν Σηλυβρίᾳ καὶ ἔτι ἦν ὁ κρατῶν, ὅτε συνέβη καὶ Ἀνδρόνικον τὸν Σάρδεων ἐκεῖσε παρεῖ ναι· δυοῖν γὰρ σχιζομένοιν, αὐτοῦ τε καὶ τοῦ Θεσσαλονίκης Μανουήλ, ἐκεῖνος μὲν ἑαυτὸν εἰς ἐξορίαν ἐδίδου καὶ ἐξωρίζετο.
141.13.1
Ὅπως ὁ Σάρδεων κατὰ Σηλυβρίαν μοναχικῶς ἀπεκείρατο. ιθʹ. Ὅπως πολλοὶ τῶν ἐκκλησιαστικῶν ἀρχόντων θνῄσκουσι δι' ὀλίγου καιροῦ. κʹ. Περὶ τῆς κατὰ τοῦ Γαλατᾶ φρουρίου τοῦ βασιλέως προσβολῆς. 9 καʹ. Περὶ τοῦ νεκροῦ τοῦ βασιλέως Βασιλείου τοῦ Βουλγαροκτόνου. κβʹ. Ὅπως ὁ πατριαρχεύων τότε Νικηφόρος συνάμα βασιλεῖ καταλαμβάνει τὸ Νύμφαιον καὶ περὶ ὧν ἔπραξε καὶ τοῦ θανάτου αὐτοῦ. κγʹ. Ὅπως ὁ βασιλεὺς ἐν ἀνέσει ἦν, τὸν νέον Ἰωάννην ἀποσκευασάμενος. κδʹ. Τὰ κατὰ τὸν χαλυφᾶν καὶ τοὺς Πέρσας, ὅπως ὑπετάγησαν Τοχάροις, καὶ ὡς ὁ σουλτὰν Ἀζατίνης εἰς βασιλέα καταφεύγει. κεʹ. Ὅπως εἶχον οἱ πρὶν βασιλεῖς περὶ Τοχάρους ἀκουομένους. κ ʹ. Περὶ τῶν κατὰ δύσιν καὶ ὅπως καῖσαρ προσέβαλεν ἐκ παρόδου τῇ πόλει. κζʹ. Ὅπως ἡ πόλις ἑάλω. κηʹ. Περὶ τοῦ πρωτασηκρῆτις Κακοῦ Σεναχηρείμ, τί ἔπραξεν, ἀκούσας ὅτι τοῖς Ῥωμαίοις ἑάλω ἡ πόλις. κθʹ. Ὅπως ἤκουσται τῷ βασιλεῖ ἡ τῆς πόλεως ἅλωσις. λʹ. Δημηγορία βασιλέως ἐπὶ τῇ ἁλώσει τῆς πόλεως. λαʹ. Ὅπως ὁ βασιλεὺς ἐλθὼν πανοικὶ εἰς τὴν πόλιν εἰσάγεται συνάμα τοῖς περὶ αὐτὸν ἄρχουσιν. λβʹ. Ὅπως προσηνέγκατο βασιλεὺς ταῖς τῶν Λατίνων φυλαῖς, εἰσελθὼν τὴν πόλιν. λγʹ. Ὅπως ἐτάχθησαν τὰ κατὰ τὴν πόλιν παρὰ τοῦ βασιλέως. λδʹ. Ὁποῖαι ἦσαν αἱ περὶ τοῦ πατριάρχου Ἀρσενίου τῶν ἀρχιερέων βουλαί. λεʹ. Ὅπως ὁ βασιλεὺς ἐκποδὼν τὸν νέον Ἰωάννην ἐποίει καὶ ὅπως τὰ γένη τῶν Ἰταλῶν ἐν τῇ πόλει κατῴκισεν. λ ʹ. Τὰ κατὰ τοὺς εἰς τὸν πάπαν καὶ τοὺς Ἰταλοὺς πρέσβεις τοῦ βασιλέως. {ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΡΙΤΟΥ ΛΟΓΟΥ}. Ὅπως ἐσκόπει ὁ βασιλεὺς τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. βʹ. Ὅπως μετακληθεὶς ὁ πατριάρχης Ἀρσένιος εἰς τὴν πόλιν εἰσάγεται καὶ τὰ κατὰ τὴν δευτέραν στεφηφορίαν τοῦ βασιλέως. γʹ. Ὅπως ὁ βασιλεὺς διεπρεσβεύετο πρός τε Τοχάρους, κήδη ποιῶν, καὶ πρὸς τοὺς Αἰθίοπας. δʹ. Περὶ καμηλοπαρδάλιος, ὁποῖόν ἐστιν. εʹ. Ὅπως αὐξηθέντες Αἰθίοπες τὰ κατὰ Συρίαν κακὰ διεπράξαντο καὶ τὰ κατὰ τὸν Νογᾶν. ʹ. Ὅπως αἱ τρεῖς βασιλίδες ἀνδράσιν ἡρμόσθησαν καὶ ὁποίοις. ζʹ. Τὰ κατὰ τὴν δέσποιναν Ἀλαμάναν Ἄνναν. ηʹ. Τὰ κατὰ τὸν ἀδελφὸν Ἄννης τῆς δεσποίνης Μαφρὲ καὶ τὸν Κάρουλον. 11 θʹ. Ὅπως σανίσιν ἀνυψοῦντο τὰ πρὸς τῇ θαλάσσῃ τείχη τῆς πόλεως καὶ 11 διὰ τί καὶ περὶ ἑτοιμασίας τοῦ βασιλέως. ιʹ. Ὅπως τὸν Ἰωάννην ὁ βασιλεὺς ἐκποδὼν ποιῶν ἐξετύφλου. ιαʹ. Τὰ περὶ τοῦ Ὁλοβώλου Μανουὴλ καὶ τῆς τῶν λοιπῶν ὑποβλέψεως διὰ τὸν Ἰωάννην. ιβʹ. Τὰ κατὰ τοὺς Ζυγηνούς, ὅπως ἀπεστάτησαν βασιλέως διὰ τὸν Ἰωάννην. ιγʹ. Ἀπολογία τῶν Ζυγηνῶν πρὸς ἀλλήλους ὑπὲρ τοῦ ὃν ὡς Ἰωάννην ὑπεδέξαντο. ιδʹ. Ὅπως διετέθη ὁ πατριάρχης μαθὼν τὰ συμβάντα Ἰωάννῃ καὶ ὅπως τὸν βασιλέα ἀφώρισεν. ιεʹ. Ὅπως διὰ τῶν τριήρεων ἠνδραγάθουν ὁ τοῦ στόλου τῆς Ῥωμαΐδος λαός. ι ʹ. Ὅπως οἱ ἀδελφοὶ τοῦ βασιλέως τὰς τῶν δυτικῶν ἐνεχειρίσθησαν διοικήσεις. ιζʹ. Τὰ κατὰ τὸν παρακοιμώμενον Μακρηνὸν Ἰωάννην. ιηʹ. Ὅπως ὁ βασιλεὺς τὰ περὶ τὸν Αἷμον διατεθείκει, αὐτὸς ἐπιτάττων τοῖς στρατηγοῖς τῶν δυνάμεων, οἴκοι καθήμενος. ιθʹ. Ὅπως, ὑπερχόμενος τὸν πατριάρχην, ὁ βασιλεὺς τὴν τοῦ ἀφορισμοῦ λύσιν ἐζήτει. κʹ. Ὅπως συνῆλθον ἐν ταὐτῷ κατὰ συνθεσίας οἱ δεσπόται Ἰωάννης τε καὶ Μιχαὴλ ὁ τῆς δύσεως. καʹ. Ὅπως ὁ δεσπότης Ἰωάννης, ἀπαλλαγεὶς τῶν δυτικῶν, τοῖς κατ' ἀνατολὴν ἐχθροῖς προσβάλλει καὶ μερικὸς ἔπαινος τούτου. κβʹ. Ὅπως δεινῶς ἐνόσει ἀπολλύμενα τὰ κατὰ Μαρυανδηνούς, τὰ Βουκελλάριά τε καὶ ἡ Παφλαγονία. κγʹ. Τὰ περὶ τοῦ φανέντος κομήτου ἐκ βορρᾶ ἐπὶ μησὶ τοῖς τοῦ θέρους καὶ τῆς ἐπὶ δύσιν ἐκστρατείας τοῦ βασιλέως καὶ περὶ τοῦ πατριάρχου Ἀρσενίου. κδʹ. Τὰ περί τε Βέκκου καὶ Ξιφιλίνου τῶν τῆς ἐκκλησίας ἀρχόντων. κεʹ. Τὰ περὶ τοῦ σουλτὰν Ἀζατίνου καὶ τὰ περὶ τῶν Τοχάρων. κ ʹ. Ὅπως ὑπεδέξατο ὁ πατριάρχης ἐλθόντα τὸν βασιλέα καὶ μεθ' ὅσου ἐλέγχου καὶ ζήλου. κζʹ. Κῆδος ἐπί τε τῇ θυγατρὶ Εὐλογίας Ἄννῃ καὶ Νικηφόρῳ δεσπότῃ, υἱῷ τοῦ δεσπότου Μιχαήλ. κηʹ. Περὶ τοῦ φημισθέντος ψεύδους διὰ Τοχάρων ἐπιδρομὴν κατὰ Νίκαιαν.
141.1.2
λεῦσι, τῆς ἐπὶ Νίκαιαν ἥπτοντο· ὁ δέ γε βασιλεύς, τὰς δυνάμεις ἀναλαβὼν καὶ συντάξας, συνάμα τοῖς ἐν τέλει ἐπὶ Φιλαδέλφειαν ἤλαυνε· καὶ δὴ ἐπιστὰς τῇ πόλει, ἐκεῖθεν τὰς ἄκρας ὠχύρου, τοὺς μὲν πέμπων, ἄλλους δ' ἐκεῖθεν δεχόμενος κατιόντας καὶ δώροις ὡς οἷόν τε φιλοτιμούμενος, προθύμους εἰς φυλακὴν ποιῶν καὶ θαρραλεωτέρους ἐλπίσι χρησταῖς καθιστάς. Προβὰς δ' ἐκεῖθεν μικρὸν καὶ τὰ κύκλῳ περιελθών, καὶ τοὺς μὲν προσλαλιαῖς ἀγαθαῖς, τοὺς δὲ φιλοτιμίαις, τοὺς δὲ καὶ ὑποσχέσεσιν, ἔστι δ' οὗ καὶ φόβον κιρνὰς ἡμερότητι, βασιλικῶς τὰ παρεμπίπτοντα μετερχόμενος, ὡς οἷόν τε τἀκεῖ καθίστα καὶ ἀσφαλέστερον φρουροῖς κατωχύρου. Εἶχε γὰρ τὴν ἐπὶ δύσιν μέριμναν, ὡς ἑτοίμως πρὸς τὸ ἀφηνιᾶν ἐχόντων, εἰ εὐχερείας τινὸς ἐπιδράττοιντο. Ὅθεν καὶ πρέσβεις εἰς Πέρσας ἐξαποστεί λας, τοῦτο μὲν δηλώσοντας εἰς τὴν ἀρχὴν καταστάντα ὃν καὶ ἀκριβῶς ἰδόντες ᾔδεσαν, τοῦτο δὲ καὶ τοῖς ἀμφὶ τὸν σουλτὰν περὶ τῶν ἐκεῖ πραγμάτων κοινολογησομένους, οὐδὲ τούτοις ἀγνοοῦσι τὸν βασιλεύσαντα, ἀλλ' ἐς τὰ μάλιστα φίλοις οὖσιν, αὐτὸς τὴν ταχίστην ὑποστρέψας καὶ τὸν παῖδα παραλαβών, ὑπὸ πολλῇ τρυφῇ τε καὶ δορυφορίᾳ μεγίστῃ τῆς ἐπὶ τῆς Νικαίας ἥπτετο. Ὡς δ' ἐπέστησαν, μὴ μελλήσαντεςοὐδὲ γὰρ ἦν ἀμελεῖν περὶ τῶν δυτικῶν σκοπουμένοις, εὐθὺς ηὐτρεπίζοντο τὰ τῆς ταινιώσεως, ἐλπιζόντων πάντων, ὃ δὴ καὶ συγκείμενον ἦν, ταινιωθῆναι μὲν τὸν νέον βασιλικῶς καὶ πρώτως εὐφημηθῆναι, στεφανωθέντα, καὶ προκατάγειν τὸν θρίαμβον, ἐκεῖνον δὲ καὶ τὴν ἐκείνου σύζυγον, ἐν ὑστέρῳ στεφανωθέντας, τῷ πρώτῳ μεθέψεσθαι κατὰ τὴν βασιλικὴν καὶ συνήθη προέλευσιν.
141.2.2
Ὅπως παρελογίσατο τὰς συνθήκας τῆς στεφηφορίας ὁ Παλαιολόγος. Τὸ δ' ἦν ἐκ πρώτης ἀφετηρίας δόλος καὶ παρασπόνδησις, εἰς οἷον ἧξον τέλος, οὐδὲν τὸ παράπαν ἀγνοηθὲν τοῖς πολλοῖς. Οἱ μὲν οὖν ἐν τέλει προκα τελήφθησαν, εὖ παθόντες καὶ εὖ ἔτι τυχεῖν ἐλπίζοντες· ἐπέδησε δ' αὐτῶν τὰς γλώσσας, πλὴν ὀλίγων τινῶν, τὰ φιλοτιμήματα, καὶ εἶχον ἡσύχως καθ' ὅ τι πραχθείη. Τινὲς δὲ τῶν κακῶς παθόντων, εἰς ἄμυναν λογιζόμενοι τὴν τοῦ παιδὸς καταφρόνησιν, καὶ προσέχαιρον. Ὁ μέντοι γε πατριάρχης ἔτι καὶ αὐτὸς ἐν ἐλπίσιν ἦν τοῦ μηδέν τι παραβαθῆναι τῶν συγκειμένων καὶ οὐδέν τι 143 προσεξηρεύνα. Ἐκεῖνος δέ, τισὶ τῶν ἀρχιερέων τὸ σκέμμα κοινωσάμενος καὶ ὡς οὐκ ἄξιον εἴη παιδὶ ὄντι καὶ τὴν ἡλικίαν ἀτελεῖ τὴν τῆς βασιλείας ταινίωσιν προσδεδέχθαι καί οἱ προβεβηκότος ἤδη καὶ τὸν βίον κατατετριφότος ἐν πράγμασι προηγεῖσθαι ἐν θριάμβοις καὶ εὐφημίαις, ἐθάρρει λαβὼν ὑπο σχέσεις, ὡς καὶ αὐτούς, ἀξιοῦντας ταῦτα καὶ ὡς δικαίοις προσκειμένους τοῖς λεγομένοις, ἔχειν καὶ τὸν πατριάρχην συμπείθειν τὰς ἐπὶ τῷ παιδὶ ἀναρρήσεις πρὸς τὸ παρὸν ἀναβαλέσθαι, ὡς ἐγκαίρως ταινιωθησομένῳ· εἵπετο δὲ πάντως ἐντεῦθεν, εἰ μὴ βασιλικῶς στέφοιτο, κἀν ταῖς εὐφημίαις καὶ πᾶσιν ἑτέροις τοῦ ἤδη ταινιωθέντος καθυστερεῖν· πλὴν σοφιστέον ἔλεγον τὴν ἐγχείρησιν καὶ ἅμα τελουμένων κινητέον τὰ περὶ τούτου, ὅπως μὴ καὶ προαισθόμενος ὁ τὸ στέφος δώσων τὰς ταινιώσεις ὑπέρθοιτο.
141.3.2
Ὅπως ἐστέφθη ὁ Παλαιολόγος καὶ τὸ παιδίον παρεωράθη. Ἦν ταῦτα, καὶ ἡ κυρία τῶν ἡμερῶν παρῆν, καὶ πάντ' εὐτρεπῆ ἦσαν, καὶ οἱ ἀρχιερεῖς, τὰς στολὰς ἐνδύντες τὰς ἱεράς, πρὸς τὸ τὰ τῆς τελετῆς ἐνεργεῖν ἑτοίμως εἶχον καὶ τοὺς βασιλεύοντας περιέμενον. Ἀλλ' εὐθέως κοινοῦται τὸ σκέμμα, καὶ ταραχὴ ἦν, τῶν μὲν ταῦτα, τῶν δ' ἐκεῖνα λεγόντων. Τῶν δέ γε τῆς γερουσίας τινὲς καὶ προσηπείλουν κακῶς δρᾶν τὸ παιδίον καὶ διαχρᾶσθαι, εἰ ἄλλως πράττειν ἡ ἐκκλησία βούλοιτο. Λόγοι γοῦν ἐγένοντο, καὶ διεφι λονείκουν· ὁ δὲ πατριάρχης ἐν ἀμηχανίᾳ ἦν καὶ οὐκ εἶχεν οἷς προστεθείη. Παρήρχετο ἡ ἡμέρα, καὶ συμφωνεῖν οὐκ εἶχον. Μόλις οὖν καὶ μετὰ τὴν πολλὴν διαφιλονεικίαν οἱ ἀρχιερεῖς πάντες πλήν τινων ὑποκλίνουσιν· ἦσαν δ' οὗτοι Ἀνδρόνικος ὁ τῶν Σάρδεων καὶ Μανουὴλ ὁ Θεσσαλονίκης, ὁ τοὐ πίκλην Ψαρᾶς καὶ Δισύπατος. Ἀλλ' ὁ τῶν Σάρδεων, ἅμα τῷ τὸν πατριάρχην πεισθῆναι, καὶ αὐτὸς συνεπείθετο, τὰ πολλὰ συμβαλλομένου τῇ καταθέσει τοῦ τῆς κατὰ τὴν Ὀρεστιάδα Ἀδριανουπόλεως Γερμανοῦ, ἔτι δὲ Γρηγορίου Ἀγκύρας καὶ τοῦ Μελαγγείων Κωνσταντίνου· ὁ δέ γ' Ἐφέσου Νικηφό 145 ρος, εὐλαβὴς ὢν ἀνὴρ καὶ τίμιος, οὐχ ὑπενόει τὸ ὑπορυττόμενον, ὡς ἐν ἁπλότητι ζῶν, καὶ εὐθὺς συνυπήγετο. Τοῦτ' ἔπασχον καὶ ἄλλοι πολλοί. Ὁ δὲ πατριάρχης ἔγνω μὲν ἀπατηθείς, οὐκ εἶχε δὲ ὅ τι πράττοι, πολλῆς τῆς ἀνάγκης περιστάσης. Καὶ δὴ καθυπέγραφον μὲν οὗτοι τὰ ἐγνωσμένα, τῷ δέ γε Θεσσαλονίκης οὐδ' ἀκουστὰ ταῦτ' ἦσαν, μηδ' ἄκροις ὠσὶ δέξασθαι καταδεχομένῳ· τὸν γὰρ τῆς βασιλείας κληρονόμον πρῶτον ἠξίου ἐν πᾶσι γίγνεσθαι. Ὡς δὲ τὸ μάρπου ὑπεμιμνῄσκετο καὶ πέμπων ὁ βασιλεύων κατωνείδιζεν, ὡς αὐτὸς εἴη ὁ προαγγέλλων τὴν βασιλείαν ἐν ἰδιώταις ἔτι τελοῦντι, ζῶντος τοῦ βασιλέως, ἐκεῖνος καὶ προσωμολόγει καὶ ἕτοιμον ἑαυτὸν παρεῖχεν δέχεσθαί τε καὶ στέργειν, εἴπερ ἐν ἅπασι προηγοῖτο ὁ κατὰ κληρονομίαν βασιλεύς. Ὡς δ' ἐκείνῳ παρίστων καὶ τὸ παιδίον, διερμηνεύοντες κατανεύειν τὸ ται νιωθῆναι μόνον ἐκεῖνον καὶ αὐτὸν ἀγαπᾶνκαὶ δὴ ταῦτα πρὸς τὸν ἀρχιερέα ψελλίζον ἔλεγεν, ὡς καταδέχοιτο, εἰ μόνον αὐτὸ ζῴη, μηδὲν παθὸν ἔκ τινος πολλοὶ γὰρ καὶ ἠπείλουν προεξανίστασθαι, εἰ ἀντέχοιτο, καὶ τὸ Κελτικὸν πελεκυφόρον περιεστὸς ἕτοιμον ἦν καὶ κατὰ φυλακὴν καὶ κατ' ἐπίθεσιν πράττειν, εἴ γ' ὁρισθείη παρὰ τῶν δυναμένων μάλιστα, ὁ ἀρχιερεύς, ὀλίγα τῶν παρὰ τοῦ παιδὸς λεγομένων φροντίζων, ἑνὸς ἦν τοῦ ὑπὲρ ἐκείνου ἀντέ χεσθαι. Ἀλλ' ἀντίσχειν εἰς τέλος οὐκ εἶχε· πολλοὶ γὰρ καὶ προσωνείδιζον καὶ προὐτρέποντο νεμεσῶντες, εἰ μόνος αὐτὸς ὁμόσε τοσούτοις χωροίη. Τότε τοιγαροῦν ὑπογράφει κἀκεῖνος πεισθείς. Πλὴν εἰς πιθανὴν δοκοῦσαν παραί τησιν τὸ ὁμοιοτρόπως προσέθετο· τοῦ ὁμοίου γὰρ ἐπὶ χειρίστοις λαμβανομέ νου παρὰ τῷ ποιητῇ, ἐξέφηνεν ἐκεῖνος ἐκ τούτου τὸ ἀναγκαστικὸν καὶ κακότροπον τῆς ὑπογραφῆς, ὡς οὐκ ἐν καλῇ πάντως πίστει καὶ χάριτι τὴν πρᾶξιν προσέμενος, ἀλλ' ἐξ ἀνάγκης καὶ βίᾳ τοῦ συνειδότος. Ὃ δὴ τὸ ὁμοῖον ὑπέφηνεν· ὁμοῖος γὰρ πόλεμος καὶ ὁμοῖον γῆρας τῷ ποιητῇ λελέχαται. Ἐπεὶ γοῦν τὰ τῆς βασιλείου τελετῆς ἤνυσται καὶ ἔδει χωρεῖν τοὺς στεφθέντας πρὸς τὰ ἀνάκτορα, προηγοῦντο μὲν οἱ τὸ στέφος δεξάμενοι, 147 μεθείπετο δὲ τὸ παιδίον, οὐκ ἐν στέφει βασιλικῷ, ἀλλ' ἐν μόνῳ κεκρυφάλῳ ἡμιτυμβίῳ, λίθοις καὶ μαργάροις κεκοσμημένῳ. Ἦν δ' ἐκείνῳ μέλον οὐδὲν μὴ νοοῦντι· ἕκαστος γὰρ τὸ καθ' ἑαυτὸν σκοπῶν οὐ προσεῖχεν. Ἔμελλε δ' αὐτοὺς πάντως ἡ Δίκη ἐς τὸ μετέπειτα μετελθεῖν, ὡς ἐγνώκαμεν.
141.4.2
Ὅπως στεφθεὶς ὁ Μιχαὴλ ὑπεποιεῖτο τοὺς πολλοὺς καὶ λόγοις καὶ πράξεσιν. Τότε δὲ ἀτημελήτως τὸ παιδίον διάγον πρὸς παιγνίοις ἦν παιδικοῖς, καὶ ὁ βασιλεύων ἐν δημηγορίαις τῆς ἡμέρας συχνάκις, εἶθ' ὕστερον καὶ προσφιλο τιμούμενος τοὺς πολλούς, κατὰ μέσον σφῶν ἐρρίπτει καὶ ἀμφοτέραις ἀργύ ρια· οἱ δὲ προσσυλλέγοντες ἀνύμνουν δῆθεν τὸν εὐεργέτην, παιδίον καὶ τὰ κατ' ἐκεῖνο χαίρειν ἐῶντες, μηδ' οἷ κακοῦ εἰδότες γεγόνασιν· ἡ γὰρ κατὰ θατέρου ἐπιβουλὴ τοῦ ἑτέρου ἐντεῦθεν ἤρχετο. Τί γοῦν λοιπόν; Ὑγρῶν οὐσῶν ἔτι τῶν γεγραμμένων, αὐτοὶ κατημέλουν μὴ ξίφος κατὰ τὰ ὀμωμο σμένα κινεῖν. Οἱ δὲ τῆς ἐκκλησίας, κἂν ὁ κλῆρος ἠμέλει, ἀλλ' οἵ γε τὸ ἀρχιερατικὸν ἀξίωμα φέροντες, τὶ μὴ ἔχοντες ἀμύνειν, τὸν λαὸν οὕτως κατενεπέδουν φρικώδεσιν ὅρκοις ὥστ' ἐξ ἀνάγκης ἓν τῶν δύο τούτοις ἐπι συμβαίνειν, ἢ ἐμφυλίοις ἐνδιδόναι πολέμοις καὶ σφάττεσθαι, ἢ μὴν τὰ μέγιστα εἰς Θεὸν ἁμαρτάνειν ἐπιορκοῦντας. Ἀλλ' ὡς ἔοικε τὸ παρὰ πολλοῖς ὑμνούμενον ἀληθές, ὡς τὸ μέλλον γενέσθαι ἀντιπράττει καὶ τῷ φρονεῖν. Ἐκεῖνος τοίνυν, μεθὸ καὶ δημηγορήσειε, κοντοῖς καὶ σφαίραις τοῖς ἄρχουσι συνιππάζετό τε καὶ συνέπαιζε, καὶ τρυφὴ ἦν τοῖς βλέπουσι τὰ πραττόμενα. Εἰς τόσον δὲ τὸ πλῆθος δημηγορῶν εἰς ἄνεσιν ἔτρεπε καί σφιν χρηστὰς τὰς ἐλπίδας ὑπέτεινεν, ὡς καλῶς εἰς τοὐπιὸν βιώσουσιν, ὥστε καὶ χαρίτων ἀρχαίων πολιτικῶν ὑπεμίμνῃσκεν, ἐλευθερίας φερουσῶν σύμβολον. Ἦσαν δ' ἐκεῖναι προσκλώθειν τὰς γενειάδας πέκοντας καὶ χαίρειν ἀνέδην· καί 149 τινες προσέκλωθον δίχα, καὶ σφᾶς ἑώρων ἐγὼ γαννυμένους ὅτι τοῦτο κελεύοι ὁ βασιλεύς, τὴν ἐπὶ τῶν πραγμάτων εὐμάρειαν ὑπισχνούμενος. Ἦσαν δέ τινες οὐκ οἶδ' ὁπόθεν τῶν μελλόντων προφοιβασταὶ καὶ κλώθειν προσέταττον χαίρουσι τοῖς ἐλπιζομένοις, ὡς συροῦσι λυπουμένοις τοῖς πραττομένοις, εἰ πεινῷεν ἐσύστερον. Οἱ δ' ὡς εἰκαίως λεγομένοις οὐ προσεῖχον, ἀλλὰ τῶν ἀγαθῶν ἦσαν ἐλπίδων, κἂν φόβους τις λέγοι. Εἰ γοῦν ἀληθῆ τὰ φοιβάσματα, ἔδειξεν ὁ καιρός, καὶ ἡμεῖς κατὰ τόπον ἐροῦμεν, μηδὲν προσθέντες εἰς τὴν τῆς ἀληθείας σύστασιν. Τότε τοίνυν, ἐφ' ἡμέραις τισὶ διατρίψας κατὰ τὴν Νίκαιαν, ἐπεὶ παλι νοστεῖν ἔδει πρὸς Νύμφαιον, τῷ πατριάρχῃ συνταξάμενος καὶ τὸ παιδίον παραλαβών, ὁ κηδεύειν ὑποσχὼν ἑαυτὸν ἔξεισιν ἅμα τοῖς ἐν τέλει καὶ τῷ στρατῷ.
141.5.2
Ὅπως, ὑποστραφεὶς εἰς Νύμφαιον μετὰ τοῦ παιδός, πρέσβεις ἐδέχετο πανταχόθεν. Καὶ ὁ μέν, καταλαβὼν τὸ Νύμφαιον, Περσῶν μὲν ἐδέχετο πρέσβεις καὶ δῶρα καὶ τῷ σουλτάν, καταιγιζομένῳ ἐκ παλιρροίας πραγμάτων, ὑπισχνεῖτο προσχωρήσαντα τῇ Ῥωμαίων ὑπτίαις τε δέχεσθαι χερσὶ καὶ εἰς καιρὸν πέμπειν αὖθις μετ' ἀσφαλείας, τῶν πραγμάτων ἡσυχασάντων. Ὁ γὰρ Μελὴκ προσκεχωρήκει, καὶ δέος ἦν τῷ σουλτὰν μήπως ἐκεῖνος ἐπανήξοι μεθ' ἱκανῆς καὶ ὅσην οὐκ ἦν ὑποστῆναι δυνάμεως. Ἐγγύας δ' ἐδίδου τοῦ μὴ φοβεῖσθαι τὴν πάλαι συνήθειαν. Ἐπρεσβεύοντο δὲ πρὸς ἐκεῖνον καὶ οἱ κατὰ τὴν μεγαλόπολιν Ἰταλοί, καὶ ἀνακωχὴν ἐδίδου τῇ πρὸς ἐκείνους μάχῃ, ὡς καὶ μετ' ὀλίγον κραταιότε ρον σπεισόμενος σφίσιν, εἰ προτενοῦντός τινα ἐκπληροῖεν· πλὴν καὶ τοὺς πρέσβεις Ῥωμαίους καὶ ἐκ Ῥωμαίων ὄντας ὡς εἶχε μετεχειρίζετο καί, μηδὲν ἔχων ἐν τῇ πόλει, ζητούντων ἐδίδου, εἰ ἕξει, καὶ χρυσοβουλλείοις 151 λόγοις κατησφαλίζετο τὰ διδόμενα. Κἀντεῦθεν προσεφέρετο ὡς ἰδίοις καί, πεῖραν διδοὺς καὶ λαμβάνων, ἀνήρτα τὰ τῶν σπονδῶν, προσδοκῶν τι μεῖζον ἐξ ὧν ἐμάνθανε, τοῖς πρέσβεσιν ὁμιλῶν.
141.6.2
Ὅπως ὁ τοῦ βασιλέως αὐτάδελφος Ἰωάννης τὰ ἀξιώματα ἐλάμβανε. Τοῖς δὲ δυτικοῖς καὶ προσετετήκει· ὅθεν καὶ τὸν οἰκεῖον ἀδελφὸν Ἰωάννην, μέγαν ἔτι δομέστικον ὄντα, συνάμα πλείσταις δυνάμεσι πέμπει, ὅς, τοῖς δυτικοῖς ἐπιστάς, φοβερὸν ἔδοξε πνέειν ἐκείνοις, ἅμα μὲν τῷ θερμῷ τῆς νεότητος, ἅμα δὲ καὶ τῷ περὶ ἐκεῖνον στρατεύματι κουφιζόμενος. Καὶ ἀπτέρῳ τάχει αἱρεῖ μὲν τὸ περὶ τὰ Κάνινα φρούριον, αἱρεῖ δὲ καὶ τὸ περὶ τὰ Βελλάγραδα καὶ Πόλογον καὶ Κολώνειαν, χειροῦται δὲ καὶ Καστορίαν καὶ Πελαγονίαν καὶ Δεύρας, Τζέρνικόν τε καὶ Διάβολιν καὶ τὴν Πρίλαπον, Βοδεεινά τε καὶ Βόστρον, ἔλλιμνον νῆσον, Πέτραν, Πρέσπαν τε καὶ Στερί δολα καὶ Ἀχρίδαν καὶ τὰ Ἰλλυριῶν ὀχυρώματα, καὶ ἕως Δυρραχίου φθάνει τὸ δόρυ κινῶν· προσβάλλει δὲ καὶ Πάτρᾳ καὶ Τρίκκῃ. Καὶ τὰ κύκλῳ κατὰ συνθήκας κρατήσας, καὶ ἀμαχεὶ τὰ πλεῖστα, εἰς φόβον μέγαν καθίστησι τὸν δεσπότην καὶ ἐν στενῷ κομιδῇ. Τότε καὶ ἐγγίονος ἀξιῶν τύχης αὐτὸν πρὸς αὐτὸν καὶ ὁ κρατῶν, πέμψας τὰ σύμβολα, σεβαστοκράτορα καθιστᾷ.
141.7.2
Ὅπως Μιχαὴλ ὁ δεσπότης στενοχωρηθεὶς πέμπει τὴν σύζυγον καὶ τὸν υἱὸν πρὸς βασιλέα. Ὁ δὲ Μιχαήλ, μεθό, συγχρησαμένου ταῖς ἀπὸ τοῦ γαμβροῦ Μαφρὲ συμμα χίαις, τὰ κατὰ τὸν καίσαρα συνέβη περὶ ὧν μοι καὶ προανετάθη, νοῦν λαβών, ἁλούσης τῆς πόλεως, πέμπει πρὸς βασιλέα τήν τε σύζυγον Θεοδώραν καὶ Ἰωάννην τὸν παῖδα, ἐκείνην μὲν τὰς εἰρηνικὰς πρεσβεύσουσαν, τὸν δ' υἱὸν 153 ἐσόμενον ὅμηρον, πλὴν ἐς διηνεκές, ἐφ' ὅσον ζῴη, ἀξόμενον καὶ τὴν συνοι κήσουσαν προσηκόντως, ἣν δὴ καὶ δώσει ὁ βασιλεύς. Τότε γοῦν ἐκεῖνος, διὰ τάχους καταστρεψάμενος τἀκεῖ, ἀρεϊκῶς ἠγωνισμέ νος, μᾶλλον δὲ καὶ καταστήσας, φρουροὺς ἐμβαλὼν καὶ φυλακὰς ἐπιστήσας, ἐπανέζευξε μετὰ λαμπρῶν καὶ περιφανῶν τῶν τροπαίων, καὶ λείαν οὐκ ὀλίγην περιβαλλόμενος. Τιμᾷ τε τοῖς ἀξίοις ἐκεῖνον ὁ βασιλεύς, σὺν ἐκείνῳ δὲ καὶ πολλοὺς ἄλλους μεγίσταις δωρούμενος ταῖς ἀξίαις.
141.8.2
Ὅπως τοὺς μεγιστᾶνας ἀξιώμασιν ἐτίμα ὁ κρατῶν. Τὸν μὲν οὖν Ἰωάννην δεσπότην ἐγκαθιστᾷαἱ δέ γε πράξεις ἐκείνου καὶ μέγαν ἐφήμιζον, θάτερον δὲ τῶν ἀδελφῶν Κωνσταντῖνον σεβαστοκράτορα μετὰ καίσαρα· ἅμα γὰρ τὸν Ἰωάννην σεβαστοκράτορα καὶ αὐτὸν καίσαρα ἀπεδείκνυ. Τὸν δέ γε πενθερὸν τοῦ δεσπότου, τὸν Τορνίκιον Κωνσταντῖνον, ἐκ μεγάλου πριμμικηρίου σεβαστοκράτορα καὶ αὐτὸν καθίστησι, πλὴν οὐ κατὰ τὸν πρῶτον καὶ ἀδελφόν· ἐκεῖνον γὰρ καὶ βασιλικοῖς ἀετοῖς κατὰ τὸ σύνηθες ἐμεγάλυνε, τοῦτον δὲ δίχα τῶν συμβόλων ἐκείνων ἐν μόνοις τοῖς κυανοῖς σεβαστοκράτορα ἔγραφεν. Ἐξεδίδου δὲ καὶ τὴν αὐτοῦ θυγατέρα τὴν μετὰ τὴν προτέραν, ἣν ὁ δεσπότης εἶχε, τῷ τοῦ δεσπότου υἱῷ ἐκ δύσεως Ἰωάννῃ, ὃν καὶ ὡς ὅμηρον πεμφθῆναι τῷ βασιλεῖ παρὰ τοῦ πατρὸς ὁ λόγος προέγραφεν. Ἀλέξιον δὲ τὸν γέροντα Στρατηγόπουλον προὐβάλλετο καίσαρα, τὸν δὲ γέροντα Λάσκαριν τὸν τοῦ Τζαμαντούρου ἀδελφόναὐτὸς γὰρ ὑπέδυ τὸν μοναχόνμέγαν δοῦκα ἐφήμιζε. Ἰωάννην τε τὸν Ῥαούλ, υἱὸν τοῦ 155 πρωτοβεστιαρίου Ῥαούλ, καὶ τὸν τοῦ πηρωθέντος Φιλῆ υἱὸν Ἀλέξιον, τὸν μέν, τῇ τοῦ πρωτοβεστιαρίου Μουζάλωνος, πρὸ μικροῦ χηρωθείσῃ τρόπον ὃς εἴρηται, Θεοδώρᾳ, ἀδελφιδῇ αὐτοῦ γε οὔσῃ, Εὐλογίας ἐκ Καντακουζηνοῦ θυγατρὶ τῆς αὐτοῦ αὐταδέλφης, εἰς γάμον συναρμόσας, πρωτοβεστιάριον ἀποκαθίστησι, τὸν δέ, εἰς ἓν λέχος τῇ αὐταδέλφῃ ταύτης Μαρίᾳ συναγαγών, μέγαν δομέστικον ἀποδείκνυσι. Τὴν δὲ ἐκ θατέρας τῶν αὐταδέλφων αὐτοῦ Μάρθας γεννηθεῖσαν Θεοδώραν, ἣν καὶ ὁ Καβαλλάριος Βασίλειος εἶχε, διαζεύξας ἐκεῖνον αὐτῆς, τῆς αὐταδέλφης δεηθείσης διὰ τὰ συμβάντα οἱ παρὰ τὴν αὐτοῦ αἰτίαν, τῷ Βαλανιδιώτῃ ἐκδίδωσιν, ὃν καὶ μέγαν στρατοπεδάρχην τιμᾷ· τοὺς δὲ ταύτης αὐταδέλφους, Μάρθας τῆς αὐταδέλφης υἱούς, νέους ὄντας, ὑπερηγάπα καὶ ἐντὸς τῶν βασιλείων εἶχεν ἐκτρεφομένουςΜιχαὴλ δ' ἦσαν καὶ Ἀνδρόνικος καί γε Ἰωάννης αὐτοῖς τὰ ὀνόματα, ὡς καὶ πολλῷ ὕστερον καὶ τὸν ἐκ δύσεως Παλαιολόγον Ἀνδρόνικον, ὃν καὶ ἐξάδελφον ἔγραφε, συναναβάντα τῷ δεσπότῃ συνάμα καὶ ἄλλοις πολλοῖς δυτικοῖς ἄρχουσι, συνοικίσας τῇ τοῦ Ῥαοὺλ θυγατρί, κεχηρωμένῃ οὔσῃ καὶ ταύτῃ τοῦ Ἀνδρονίκου Μουζάλωνος, ὃν καὶ μέγαν δομέστικον ἀνεγράφομεν, πρω τοστράτορα ἀποδείκνυσι. Τότε δ' ἐπὶ τῷ ἀξιώματι τούτῳ καὶ τὸν Φιλανθρω πηνὸν Ἀλέξιον ἐγκαθίστα. Τὸν δὲ τῆς πενθερᾶς αὐτοῦ αὐτάδελφον Ἄγγελον μέγαν ποιεῖ πριμμικήριον, πρωτοσεβαστὸν δὲ τὸν Νοστόγγον Μιχαὴλ καὶ μυστικὸν τὸν Παλαιολόγον Μιχαήλ, οὓς καὶ αὐτανεψίους ἐλέγομεν εἶναι κατὰ γένος τῷ βασιλεῖ. Ἄλλους τε πολλοὺς τῶν ἀρχόντων τοῖς ὀφφικίοις προσανε βίβαζεν, ὡς καὶ τὸν λογοθέτην τῶν ἀγελῶν Ἁγιοθεοδωρίτην λογοθέτην τῶν 157 οἰκειακῶν ἐπαναβιβάζων ἐκάλει καὶ Μιχαὴλ τὸν Κακόν, πρωτασηκρῆτις ἀναδείξας, εὐγενεῖ συνήρμοττε κόρῃ ἐκ τοῦ τῶν Φιλανθρωπηνῶν γένους, καὶ ἁπλῶς πολὺς ἦν τοὺς ἄρχοντας δεξιούμενος.
141.9.2
Ὅπως διὰ σπουδῆς εἶχεν ὁ βασιλεὺς τὸ τὴν πόλιν ἑλεῖν καὶ ὅπως Σηλυβρίαν εἷλεν. Ἦν οὖν αὐτῷ διὰ σπουδῆς μεγίστης καὶ τὴν πόλιν ἑλεῖν, καὶ προσηνάγ καζε, τρόπους ἐφευρίσκων μάχης πρὸς Ἰταλούς, καὶ τὰ κύκλῳ ταύτης προκαταλαβεῖν ἠπείγετο. Ἐπεὶ δὲ καὶ ἔτι παρ' Ἰταλῶν ἡ Σηλυβρία κατείχετο, πέμψας αἱρεῖ κατὰ κράτος καὶ τῶν Ῥωμαίων ποιεῖται τὴν πόλιν ἀκονιτί. Ἔτι τε προσεχώρουν ἐγγύτερον οἱ ἡμέτεροι καὶ τὰ ἔξω τῆς πόλεως ἐν χερσὶν εἶχον πλὴν Ἀφαμείας, ἰσχυροῦ φρουρίου κατεχομένου τοῖς Ἰταλοῖς. Ἦσαν δέ τινες κατοικοῦντες ἀπὸ Χρυσείας τε καὶ ἐπέκεινα, ἀνέτους τὰς γνώμας ἔχοντες, εἴτε πρὸς Ῥωμαίους εἴτε πρὸς Ἰταλοὺς ἐθέλοιεν ἀποκλίνειν, τῶν μὲν Ῥωμαίων προσκειμένων αὐτοῖς οὖσι Ῥωμαίοις, τῶν δ' Ἰταλῶνφυλακὴν ἐκ τούτων πιστευόντων ἔχειν διὰ τὸ πρὸς αὐτοὺς σύνηθες· οὐ γὰρ ἦν ἑτέροις πιστεύειν. Τὸ δὲ καὶ τοὺς κατοικοῦντας ἐκδιῶξαι, μὴ καὶ κίνδυνος ἐκ τῆς ἐρημίας προσέσται. Ἦσαν γοῦν μεταξὺ Ῥωμαίων καὶ Ἰταλῶν καὶ διὰτοῦτο ἐκέκληντο καὶ θεληματάριοι, τὴν ἔξω τῆς πόλεως γῆν καρπιζόμενοι καὶ διαζῶντες ἐκεῖθεν καὶ παρ' ἀμφοτέρων εἰς ἄνεσιν μένοντες, χρῃζόντων ἑκατέρων τῆς ἐκείνων ἀγάπης, ὡς ἄν γε μὴ βλάπτοιντο· δῆλοι γὰρ ἦσαν διὰ μίσους τοὺς οὐκ οἰκείους ἕξοντες. Ἦν γὰρ καὶ τοὺς Ἰταλοὺς ἐκ τοῦ ἀναχωρεῖν ἐκεῖθεν ἐκείνους βλάπτεσθαι, ἐρημωθέντος τοῦ τόπου, καὶ τοὺς Ῥωμαίους, εἰ ἐγχειροῖεν ἐπί τι, μὴ ὅπως γε συνεργεῖσθαι, ἀλλὰ καὶ κατὰ κράτος εἴργε σθαι παρ' αὐτῶν διὰ τὸ πρὸς ἐκείνους μῖσος καθαρῶς προσκειμένων τοῖς Ἰταλοῖς. Μετὰ γοῦν τὴν τῆς Σηλυβρίας ἅλωσιν οὐδὲν ἦν μέσον αὐτῶν τε καὶ τῶν ἡμετέρων, ἀλλ' εἴ που συντύχοιεν ἀλλήλοις, φιλικῶς εἶχον αὐτοί τε πρὸς ἐκείνους κἀκεῖνοι πρὸς τούτους, καὶ τρόπον μάχης οὐδέτεροι θατέρους ἐσκύ λευον. 159 Ἐδόκει γοῦν τῷ βασιλεῖ δι' Ἑλλησπόντου περαιωθέντα τὴν Σηλυβρίαν ἄρτι ἁλοῦσαν καταλαβεῖν καὶ τὰ περὶ τοῦ πῶς ἂν ἡ πόλις Ῥωμαίοις ἁλῴη, ἐκεῖ καθήμενον, πραγματεύεσθαι. Ἀλλὰ τὸ περὶ τὴν ἐκκλησίαν συμβὰν οὐκ εἴα τοῦτον διαπερᾶν.
141.10.2
Ὅπως ὁ πατριάρχης Ἀρσένιος τοῦ πατριαρχείου ὑπεξίσταται. Ὁ γὰρ πατριάρχης Ἀρσένιος, εἴτ' ἐπιλογισάμενος τὸ ἐπὶ τῷ βασιλεῖ πραχθέν, ὡς ἐξηπάτηται μὲν αὐτός, ὁ δὲ τῆς βασιλείας ὄρπηξ ἀγέραστος μένει περιφρονούμενος, τῶν πραγμάτων ὅλων ὑπὸ τῷ Παλαιολόγῳ διοικου μένων, εἴτε καὶ ἄλλου νύξαντος, ὡς ἐπινυστάξειε, μέγιστα πράξας καὶ ἄληστα, εἴτε τι καὶ ἄλλο τι τὸ λυποῦν ἦνοὐδὲ γὰρ ἐκεῖνος δῆλον ἦν ποιῶν ἐφ' ᾧ ἐξεχώρει, αἰτίας δ' ἐπλάττετο, ὡς καταφρονοῖτο καὶ ὡς οὐδὲν παρὰ βασιλεῖ ἀνύτοι, λέγων ὑπὲρ τῶν τῇ ἐκκλησίᾳ καθηκόντων, ἅμ' εἰπὼν πρὸς τὸν κλῆρον καὶ ἅμ' ὁρμήσας, τὴν πύλην τῆς πόλεως Νικαίας καταλαμβάνει πεζῇ καί, ὡς εἶχε τὸν περὶ αὐτὸν ὄχλον ἀποτιναξάμενος, ἀμεταστρεπτὶ ἵεται, ὀλίγους ἔχων τοὺς συνεπομένους. Καί τινι πρὸς τῷ τείχει, τῇ τοῦ Ἀγαλμά του, προσκαθίσας μονῇ, νυκτὶ τὴν πορείαν πιστεύει καὶ φέρων ἑαυτὸν τῇ τοῦ Πασχασίου μονῇ δίδωσι, μονῇ πρὸς ἡσυχίαν εὐθέτῳ, ἔνθεν μὲν ἐχούσῃ τὴν θάλασσαν, ἔνθεν δ' ὑπερανῳκισμένῃ τοῦ ποταμοῦ Δράκοντος, καὶ ἐφ' ἡσυχίας ἐκεῖσε καθῆστο. Καὶ ὁ μέν, οὕτως τῷ τόπῳ ἐνησυχάζων, οὐδενὸς τῶν καθηκόντων τῇ πατριαρχίᾳ ἥπτετο, πάντ' ἐάσας, ἑαυτῷ δὲ μόνῳ προσλα λῶν καὶ Θεῷ. Οἱ δὲ τοῦ κλήρου καὶ ὅσοι τῶν ἀρχιερέων τῇ Νικαίᾳ ἐπεδήμουν δεινὸν τὸ συμβὰν ἡγοῦντο καὶ προσεπέστελλον ἱκετεύοντες, μή που καὶ βασιλεὺς ἀκούσας ἐν δεινῷ τὸ πραχθὲν ποιήσοι· καὶ ἄλλως δίκαιον εἶναι, εἴ τίς που καὶ λυποίη, αὐτοῦ που τοῦ πατριαρχείου καθῆσθαι καί γε ἐλέγχειν τὸν κατ' ἐπήρειαν ἐνοχλοῦντα, προσαναφέροντα καὶ τῷ βασιλεῖ· εἰ δ' αὐτὸς καὶ μόνος εἴη ὁ ἐνοχλῶν, αὐτὸν νουθετεῖν, ἐλέγχειν, παρακαλεῖν, συλλαμ βανόντων καὶ τῶν ἀρχιερέων καθ' ὅσον ἰσχύοιεν· τὸ δ' ἀναχωρεῖν μὴ προφανῶς 161 τὰς αἰτίας λέγοντι, μὴ καὶ μάταιον νομισθῇ τὸ ἐγχείρημα. Ἦν δὲ ἄρα καὶ ἀμφοτέροις ἀνήνυτα τὰ πραττόμενα, τοῖς τ' ἐπιστέλλουσι καὶ τῷ ἡσυχά ζοντι, δοκήσει τῶν μὲν τοῦ μὴ ἔχειν ἀποσπᾶν ἐκεῖθεν ἐκεῖνον, κἂν ὅ τι λέγοιεν, τοῦ δὲ τοῦ μὴ ἐπὶ ῥητοῖς ἱστᾶν τὰ τῆς ἀναχωρήσεως αἴτια, ἐφ' ᾧ πολλάκις καὶ θεραπεία γένοιτο. Τριβομένου δὲ τοῦ καιροῦ, φθάνει καὶ ἐς βασιλέα τὸ δρᾶμα καὶ βαρὺ αὐτίκα δοκεῖ ἀκουσθέν· καὶ ὃς τοῖς ἀμφ' αὑτὸν ἀρχιερεῦσι τὸ πραχθὲν τῷ πατριάρχῃ κοινοῦται καὶ τὸ ποιητέον ζητεῖ. Τοῖς μὲν οὖν προτροπὴ ἦν ἐπὶ τὸ διὰ πλείστου τιθέναι τὴν ἀναχώρησιν τό τε τοῦ πράγματος ἄηθες καὶ ἡ τῆς εἰρήνης συνήθεια καὶ τὸ μὴ ἐξ ἑτοίμου δόξαι ἀποπροσποιεῖσθαι τὸν πρῶτον καὶ ζητεῖν ἕτερον, πρὸ δὲ τούτων ἁπάντων ἡ τοῦ βασιλέως παράκλησις Μιχαήλ, λιπαρῶς δεδιότος μὴ ἐφ' αὑτῷ τὰ τῆς ἀναχωρήσεως γένοιτο αἴτια· τὸ γὰρ συνειδὸς ἀρρεπὲς κριτήριον ἦν, καὶ τὸ λυποῦν οὐκ ἠγνόει, κἂν ἐκεῖνος οὐκ ἔλεγε φανερῶς, λύπην μόνην κωφὴν καὶ καταφρόνησιν προβαλ λόμενος. Ἐκεῖσε γοῦν τῶν ὁπουδήποτε συναχθέντων ἱεραρχῶν, ζήτησις ἦν περὶ τούτων καὶ σκέψις. Καὶ τέλος πέμπουσι τοὺς περὶ τὸν Νικομηδείας Ἰωάννηνἔτυχε γὰρ τότε καὶ πατριάρχης τῇ μονῇ τοῦ Ἁγίου Διομήδους προσμένων, ἀγγελοῦντας μὲν πρὸς αὐτὸν καὶ τὰ ἀπὸ τῆς συνόδου, μετα καλουμένης αὐτὸν καὶ βαρεῖαν δοκούσης ἡγεῖσθαι τὴν ἀναχώρησιν, ἑτοίμου τ' οὔσης πρὸς τὸ μαθεῖν εἰπόντος τὰ αἴτια, πλὴν δὲ καὶ ὀνειδιοῦντας ὡς οὐ δεόντως διαπράξοιτο, ἀλλά, συναρπασθεὶς ἴσως ἐξ ὀδύνης, τὸ μὴ κατὰ τὸ εἰκὸς ποιήσειεν, ἣν ἔδει συναχθεῖσι δηλοῦν καὶ διορθοῦν ἀξιοῦν, πατριάρχην ὄντα καὶ τοὺς τῶν πατέρων κανόνας διὰ πλείστου τιθέμενον· ποῦ γὰρ τὸ ἐλέγχειν, ποῦ τὸ παρακαλεῖν, ποῦ τὸ ἐπιτιμᾶν, εἰ καὶ τούτου δεήσειε; Τέως δὲ καὶ ὡς θέλοιεν πάλιν μαθεῖν τὰς αἰτίας, ὡς καὶ θεραπεύειν, εἰ δύναιντο, ἕτοιμοι. Καὶ ταῦτα μὲν ἦσαν τὰ πρὸς ἐκεῖνον· προστέτακτο δὲ τοῖς ἀπαγγελοῦσιν ὡς, εἰ μὲν πραΰνοιτο, καὶ ἐπανήξειν ὑπόσχοιτο· εἰ δ' οὖν, ἀλλ' αὐτοὺς ἀναγ κάζειν δυοῖν θάτερον ἐκτελεῖν, ἢ ἐπανελθεῖν πάλιν καὶ τὰ τῆς ἐκκλησίας 163 ἀναλαβεῖν, ἢ μήν, εἰ μὴ βούλοιτο, διδόναι λίβελλον παραιτήσεως· μηδὲ γὰρ καλὸν εἶναι τὴν ἐκκλησίαν ἀποίμαντον. Ταύτας οἱ ἀμφὶ τὸν Νικομηδείας δεξάμενοι τὰς ἐπιστολὰς ἐπὶ Νικαίας ἐχώρουν, σπουδῇ τὰ προστεταγμένα ἐπιτελέσοντες. Ὡς δ' ἐξελθόντες ἐπέστησαν τῇ ἐν ᾗ κατῴκει μονῇ, προσ ελθόντες τῷ πατριάρχῃ καθὼς εἶχον, τῆς ἀπὸ τῆς συνόδου κελεύσεως ἔλεγον. Ὁ δέ, τὸν μὲν τῆς αἰτίας καιρὸν αὐτοῖς παρῳχηκέναι φήσας, πρέπειν δὲ σιγῇ τῶν πραγμάτων ἐξίστασθαιμηδὲ γὰρ εἶναι θεραπεύειν τὰ ἀνι άτρευτα, ὅλος ἦν πρὸς τῷ παραιτεῖσθαι. Οἱ δ' ὡς πολλάκις προσβαλόντες ἐφ' ᾧ τῆς ἐκείνου γνώμης κρατήσειαν, ἐν ἀμηχανίᾳ τοῦ πράττειν τι καὶ ἀνύειν ἐγένοντο, ὅπερ εἶχον δι' ἀπορρήτων πράττειν, ἐπὶ τούτοις ἐξέφαινον· καὶ ἐξαιτούντων ἐκείνων παραίτησιν, εὐθὺς παρῃτεῖτο. Ὡς δ' ἔδει συντάτ τεσθαι ταύτην καὶ συνετάττετο, τοῦ Ἡρακλείας ὑπαγορεύοντος, τὸ ἀνάξιος προστεθὲν τῆς ἱερωσύνης εἰς τὸ τῆς παραιτήσεως εὔλογον ἠγρίαινέ τε τὸν ἄνδρα, καὶ ταραχὴ ἦν. Καί· «Τί δ' οὐκ ἀρκούμενοι, ἔλεγε, τῇ ἐκ λόγων ἢ μὴν καὶ πράξεως παραιτήσει, καὶ αἰτίαις οὐκ ἀγαθαῖς συμπλέκειν ἡμᾶς βούλεσθε; Ἑκόντες ἐξιστάμεθα τῶν πραγμάτων, οὐδὲν ἡμῖν μέλον, κἂν ὅ τι γένηται.» Οὕτω τοίνυν ἀποκρουσθέντες ἐμβριθῶς ἀποπεμπομένου, διὰ ταχέων τὸ μεταξὺ διανύσαντες, πρὸς τὸν κρατοῦντα καὶ τὴν σύνοδον ἀπαντῶσι· καὶ ἀπαγγέλλουσι μὲν τὰ τῷ πατριάρχῃ λεχθέντα, τέλος δὲ καὶ τὰ τῆς παραιτή σεως παρενείροντες ἀμετάθετον τὴν ἐκείνου γνώμην διεβεβαίουν· ἀπο λήψεσθαι δὲ καὶ τὴν πεῖραν ἀσφαλεστέραν, εἰ, τινῶν σταλέντων, τὴν βακτη ρίαν καὶ τὸ λαμπαδοῦχον ἀναλαβεῖν αὐτὸς εὐθέως παράσχοι. Ὃ δὴ καὶ γέγονε, καὶ παρεχώρει λαμβάνειν, εἰ βούλοιντο. Ὁ βασιλεὺς δ' ἐπὶ τούτοις οὐκέτ' ἀνεκτὸν ἡγούμενος ἀναμένειν, εἰς ἱκανὴν ἀπολογίαν τῷ πατριάρχῃ τῶν ἐπιγενησομένων καὶ τὴν παρ' ἑαυτοῦ λιπαρὰν νομίσας ἀξίωσιν, ἄλλως τε δὲ καὶ τοῦ Ἐφέσου Νικηφόρου μὴ κατὰ κανόνας προβῆναι τὴν χειροτονίαν ἐκείνου διαβεβαιοῦντοςσπουδὴ γὰρ ἦν τοῦ κρατοῦντος τότε Θεοδώρου ἐφ' ᾧ ταινιώσεσθαι καὶ τεταραγμένοις τοῖς κατὰ 165 δύσιν ἐπεισπεσεῖν πράγμασι· παρ' ἣν αἰτίαν παρ' οὐδεμίαν μεταξὺ σχεδὸν ἡμέραν, ἀλλὰ συνεχῶς ἁπάσαις, τοὺς τῆς ἱερωσύνης βαθμοὺς ἐτελεῖτο πάντας καὶ οὕτως πρὸς τὴν πρώτην τῆς ἱεραρχίας τάξιν ἀνεβιβάζετο, διὰ ταῦτα ὁ βασιλεὺς τοῖς ἀρχιερεῦσιν ὑφῆκε πράττειν ὅ τι καὶ βούλοιντο. Καὶ δὴ σκεπτομένων ἐκείνων ἐπὶ πολλαῖς ταῖς ἡμέραις, οὐδὲν πλέον ὑπῆρξε τῷ πατριάρχῃ παθεῖν ἀνυπομονησίας καὶ καταγνώσεως, ὡς ἐξὸν λέγειν καὶ ζητεῖν διόρθωσιν μικροψυχοῦντι καὶ τοῦ θρόνου ἑτέροις παραχωροῦντι. Κἀκεῖνοι μὲν οὕτως· ἦν δὲ ἄρα, ὡς ἔδειξεν ὕστερον, τὸ ζητούμενον μὴ ὅτι γε δυσχερῆ θεραπείαν προσιέμενον, ἀλλὰ καὶ ὅλως ἀνίατον· διὸ καὶ δίκην τῆς ἀγνοίας ἄντικρυς ἑκουσίαν εἰς ἀπολογίαν τὴν πρὸς Θεὸν ἐπιτιθέναι ἠβούλετο ἑαυτῷ, μὴ κατ' ἐλπίδας προχωρησάντων αὐτῷ τῶν πραγμάτων.
141.11.2
Ὅπως ὁ Ἐφέσου Νικηφόρος πατριάρχης ἀποκατέστη. Ἐκεῖνοι δὲ τότε περὶ τοῦ τίς ἂν τὴν ἐκκλησίαν κατὰ τὸ ἐχέγγυον παρα λήψαιτο τὰ πολλὰ ζητήσαντες, καὶ μᾶλλον οἱ δοκοῦντες, ὧν καὶ τὸ λοιπὸν τῶν ἀρχιερέων πλῆθος ἐξήρτηντο, τέλος μιᾶς ἐπὶ τῷ Ἐφέσου γνώμης γίνονται, ἀνδρὸς εὐλαβοῦς καὶ κατ' ἀρετὴν ἐπιδόξου καὶ λόγῳ μετρίως κοσμουμένου, γηρῶντος ἤδη, ᾧ δὴ καὶ ζῆλος ἦν ἱκανὸς ὡς ὑπὲρ τῆς ἐκκλησίας καὶ τῶν αὐτῆς νόμων καταφρονουμένων ἐκκαίεσθαι. Συμβὰν δὲ καί τι, ὃ δὴ καὶ τὸν ὅλον τῆς ἱεραρχίας χρόνον ἐκεῖνον ἐπέκνιζενἐψήφιστο γὰρ εἰς πατριαρχεῖον παρὰ τῆς συνόδου ἐπὶ Ἰωάννου τοῦ Δούκα πρὸ τοῦ πατριάρχου Μανουήλ, καὶ ὁ βασιλεύων τὰς ψήφους συνέχει, τὸν ζῆλον δεδιττόμενος τοῦ ἀνδρός, φήσας· «Ὃν οὐ δύναταί τις ὑποστῆναι ἀρχιδιάκονον ὄντα, πῶς ἂν πατριαρχοῦντα ὑπομείνειε;» Διὸ δὴ καὶ τῆς Ἐφέσου προχειρισθείς, ὅμως ἠδικῆσθαι παρὰ βασιλέως εἰς τὴν ἰδίαν τιμὴν διετείνετο, τοῦτο δὴ 167 μεσολαβῆσαν ἐποίει τότε τὸν ἄνδρα πειθήνιον προσκαλούμενον, καὶ τὴν ἐκλογὴν ἀσμένως ἐδέχετο· εἶναι γὰρ ἔκτοτε τεταγμένον εἰς τοῦτο παρὰ τῆς χάριτος, εἰ καί, κωλυθέντος παρὰ τὴν ῥηθεῖσαν αἰτίαν, ἱκανήν γε οὖσαν καὶ ταύτην μᾶλλον εἰς σύστασιν ἑαυτοῦ, τὸν αὐτοῦ τόπον ἐξ ἀνάγκης ἀναπληρώσοντες εἰσήχθησαν ἕτεροι. Οὕτως ἐκεῖνος, τὴν ἐκλογὴν θεόθεν κατὰ τὴν δικαίαν ἐκείνου κρίσιν ὑπολογισάμενος, οὐδὲν ἀναβαλλόμενος, ἀναγορεύεται πατριάρχης. Ὃν δὴ καὶ ἐν τιμῇ μεγίστῃ ὁ βασιλεὺς πρὸς Νίκαιαν ἀποστείλας, αὐτὸς ἠπείγετο πρὸς τὴν Λάμψακον, περαιωθησόμενος πρὸς τὴν ἀντιπέραν Καλλιούπολιν· συνεκρότει γὰρ καὶ δυνάμεις οὐκ ὀλίγας κατ' Ἰταλῶν, ἐφ' ᾧ προσκαθίσας πειρῷτο κρατήσειν τὸ καταντικρὺ τῆς Βυζαντίδος φρούριον, τὸ οὕτω πως λεγόμενον Γαλατᾶν.
141.12.2
Ὅπως ὁ Σάρδεων καὶ ὁ Θεσσαλονίκης ἐπὶ τούτοις οὐ συνεφώνουν τοῖς ἄλλοις. Τότε τοίνυν ὅ τε Σάρδεων Ἀνδρόνικος καὶ ὁ Θεσσαλονίκης Μανουήλὁ γὰρ Καλοφόρος Σμύρνης, εἰ καὶ παρῃτεῖτο, ἀλλ' οὖν αἰτίας ἑτέρας προὐβάλ λετο δοξάσας ἱκανὰς εἰς παραίτησιν, οἱ δὲ φανερῶς ἀντέτεινον, καὶ τῷ δοκεῖν μὲν ὑπὲρ τοῦ πατριάρχου κακῶς παροφθέντος ἐζήλουν, τῷ δὲ κρυ πτομένῳ καὶ ὑπὲρ ὧν ὁ πατριάρχης ζηλῶν, ὡς τέως οὐκ ἀνυστῶν, ὑπεχώρει. Ὁ μέντοι γε τότε πατριαρχεύων Νικηφόρος, ὁ ἀπὸ Ἐφέσου, συγκροτούμενος μὲν τῇ συνόδῳ, πολλῷ δὲ πλέον καὶ τῇ τοῦ βασιλέως θελήσει, ἔχων καὶ πολὺν συναχθέντα ἐκ τῆς Ἐφέσου χρυσόν, ἐφίσταται τῇ Νικαίᾳ. Καὶ πρῶτον μὲν ἐπειρᾶτο ποικίλως τῶν σχιζομένων ἀρχιερέων, ἐφ' ᾧ συνέλθοιέν τέ οἱ καὶ εἰρηνεύοιεν, καὶ πολὺς ἦν αὐτοὺς μετερχόμενος ἀπειλαῖς· ἀλλ' οὐκ ἔπειθε, πλέον δὲ παρέθηγε τὸν ζῆλον ἐκείνων, καὶ κατεγέλων τῶν μηνυμάτων. Ὡς δ' οὐκ ἔπειθε πάντα πράξας, ἀντεισάγειν ἄλλους ταῖς ἐκκλησίαις ἐσκέπτετο· ὃ δὴ καὶ γέγονεν ὕστερον. Αὐτὸς δὲ τῶν ἄλλων ἀπεπειρᾶτο, καὶ ἡ ταραχὴ πολλὴ ἦν, καὶ τὸ κατ' ἐκείνου σκάνδαλον ᾔρετο· πλὴν γὰρ τῶν εἰς ἄρχοντας τεταγμένων τῆς ἐκκλησίας, οἱ λοιποὶ τὴν ἐκείνου κοινωνίαν ἀπέστεργον. Ὅμως οἱ μὲν ἑκόντως, οἱ δὲ καὶ ἀκόντως, πλὴν ὀλίγων, καθυπεκλίνοντο, διασεσεισμένοι δ' ὄντες τὰς γνώμας, πράξει τοὺς μὴ πειθομένους ὠχύρουν. Τὸ δὲ λαϊκὸν πλῆθος, τὸν νέον ποιμένα καὶ λίαν ἀποπροσποιούμενοι, ἐζήτουν τὸν γνήσιον. 169 Οὕτω γοῦν τεταραγμένων τῶν πραγμάτων, ἐπεὶ καὶ τὸν κρατοῦντα ἐμάνθανε μάχην μέλλειν συγκροτεῖν μεγίστην κατὰ φρουρίου τοῦ Γαλατᾶ, ὥσθ' αἱρήσειν, κἂν εἴ τι καὶ πάθοιἐκεῖθεν γὰρ καὶ τὴν τῆς μεγαλοπόλεως ἤλπιζεν ἅλωσιν, ὀλίγον κατὰ Νίκαιαν διαμείνας, ὁρμήσας αὐτίκα καὶ κατὰ τὴν πύλην γεγονώς, τὸν κονιορτὸν τῶν βλαυτῶν ἀποτιναξάμενος ὡς εἰς μαρτύ ριον δῆθεν, ἐξῄει· καὶ διὰ τοῦ κατὰ τὴν Ἑλενόπολιν τῆς θαλάσσης πορθμοῦ πρὸς ἐκεῖνον ἠπείγετο, ἅμα μὲν ἐνασμενίσων ἐκεῖθεν τῇ ἐκ βασιλέως παρα μυθίᾳ, ἅμα δὲ καὶ μεγάλα ἤλπιζε, συγκροτουμένην μάχην βλέπων κατὰ τῆς πόλεως, ὡς ἁλούσης αὐτίκα τῆς ἐκκλησίας ἐπιβησόμενος, ἀπαλλαγεὶς Νικαίας καὶ τῶν ἐκεῖ. Ἐν ὅσῳ δὲ τὴν μεταξὺ πορείαν διήνυεν, ἐν Σηλυβρίᾳ καὶ ἔτι ἦν ὁ κρατῶν, ὅτε συνέβη καὶ Ἀνδρόνικον τὸν Σάρδεων ἐκεῖσε παρεῖ ναι· δυοῖν γὰρ σχιζομένοιν, αὐτοῦ τε καὶ τοῦ Θεσσαλονίκης Μανουήλ, ἐκεῖνος μὲν ἑαυτὸν εἰς ἐξορίαν ἐδίδου καὶ ἐξωρίζετο.
141.13.2
Ὅπως ὁ Σάρδεων κατὰ Σηλυβρίαν μοναχικῶς ἀπεκείρατο. Ὁ δὲ Σάρδεων, σοφόν τι οἰόμενος πράττειν, εἰ μὴ τῷ βασιλεῖ διαμάχοιτο, τοῦ πατριαρχεύοντος ἀφιστάμενος, ἔγνω δι' ἄλλης ὁδοῦ ὑπελθεῖν τὸν κρα τοῦντα. Καὶ δή, ἐπεὶ ὁ μὲν Φιλαδελφείας Ἰωαννίκιος κατὰ τὴν μονὴν τοῦ Σωτῆρος ἱερούργει, τοῦ βασιλέως προτρεψαμένου, ὁ δὲ βασιλεὺς παρῆν καὶ ὁ Σάρδεων συμπαρῆν, προσελθὼν αὐτὸς βασιλεῖ, περὶ ἑαυτοῦ ὑπεμίμνῃσκεν ὡς τὰ τῶν μοναχῶν ἀναληψόμενος ταῖς τοῦ Φιλαδελφείας χερσί. Καὶ ὅς οὐδὲ γὰρ ἠγνόει τὸ τῆς γνώμης τοῦ λέγοντος ὕπουλον, ὡς ἕξοντός ποτε, εἰ αἱροῖτο, πρόφασιν τὴν τοῦ ἄνακτος παρουσίαν, ὡς βίᾳ τῇ ἐκεῖθεν λαβόντος τὸ σχῆμα· μηδὲ γὰρ θέλειν ἐκ προαιρέσεωςἐκεῖνον μὲν καὶ τί παθὼν διηρώτα μετασχηματίζεσθαι βούλοιτο καὶ εἰς τί βλέπων τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον αἱροῖτο· πλὴν οὐδείς, ἔλεγεν, ὁ κωλύσων, εἰ οὕτω βούλεται. Ἐκείνου δὲ τὰς αἰτίας συνείροντος καὶ τὴν τοῦ ὑπονοουμένου σκανδάλου δόξαν διὰ πολλῶν ἀναιροῦντος, ὁ βασιλεὺς διακόψας, ἐπεὶ καὶ τὰ τῆς λειτουργίας ἤνυστο, προσέρχεται μὲν τῷ λειτουργήσαντι καὶ σφραγίζεται, λαβὼν εἰς 171 ἁγιασμὸν καὶ τὸ ἱερὸν κλάσμα, ἐκείνους δ' ἀφείς, παραυτίκα ἐξέρχεται τοῦ νεώ, ὡς ὅ τι θέλοιεν, ἀπόντος ἐκείνου, πράξοντας. Ὁ δὲ καὶ οὕτως προσέρχε ται καὶ τὸ σχῆμα δέχεται, Ἀθανάσιος
141.14.1
Ἀνδρονίκου ὀνομασθείς.
141.15.1
Ὅπως πολλοὶ τῶν ἐκκλησιαστικῶν δι' ὀλίγου θνῄσκουσιν. Θαυμάσειε δ' ἄν τις καὶ τὴν Δίκην τότε· οὐδὲ γὰρ ἐξ αὐτομάτου γενέσθαι τὸν τόσων ἐκκλησιαστικῶν ἀρχόντων ὑποτοπάσειε θάνατον· θνῄσκουσι γὰρ ἐγγὺς τῶν δέκα, ἐννέα μηνῶν, ἄνδρες πολὺ τὸ σεμνὸν καὶ ἀξιοπρεπὲς ἔχοντες, ἐφ' οἷς ἔλεγεν ὁ τοὖναρ ἰδὼν πρότερον ἢ θανεῖν ἐκείνους· ὁ Βέκκος δ' ἦν οὗτος Ἰωάννης, ὅς, ἐσύστερον καὶ μετὰ τὸν χαρτοφύλακα πατριαρχεύσας, πολλὰ πέπονθε τὰ δεινά, ὡς ὁ λόγος κατὰ καιρὸν ἐρεῖ. Τὸ γοῦν ὄναρ ἐκεῖνος ἰδὼν ἐξήγγελλεν οὕτως· ἔδοξε γὰρ ἐπ' ἀγχωμάλου πεδίου διερχομένους ἐφίππους τοὺς ἄρχοντας, πολλὴν ἐξηνυκότας ὁδόν, κατὰ χεῖλος στῆναι μεγίστου καὶ φοβεροῦ ποταμοῦ παραρρέοντος, ἄρξασθαι δ' ἐκείνους κατὰ τὴν τάξιν τοῦ σφίσιν ἀποβησομένου θανάτου περᾶν, πρῶτον τόνδε καὶ δεύτερον τόνδε καὶ ἐφεξῆς τοὺς λοιπούς· οὐδὲ γὰρ σύνδυο καὶ σύντρεις ἐπεραιοῦντο, ἀλλ' εἷς ἕκαστος καθ' αὑτόν. Ὡς γοῦν ὁ βλέπων ἱστάμενος καὶ θεωρῶν ἐξεπλήττετο, ἔμφροντις ὢν κἀκεῖνος ὅπως περαιωθήσεται, ἀκούει φωνῆς ἔκποθεν διικνουμένης· «Τί φροντίζεις; Οὐ σὺ νῦν διαβήσῃ τὸν ποτα μόν· ἔνι γὰρ καιρὸς καθ' ὃν καὶ αὐτὸς ἐξ ἀνάγκης περαιωθήσῃ· νῦν δ' ἀπελθὼν σῴζου, ἐν πραγμάτων ἡμέρᾳ διατηρούμενος.» Οὕτως ἔλεγεν ὁ τοὖναρ ἰδὼν μετὰ χρόνους, καὶ ἡμεῖς ἀκούοντες ἐθαυμάζομεν. Ἐκεῖνος δέ, καὶ ἄλλως φιλαλήθης ὤν, εἰς πίστιν τῶν λεγομένων προσετίθει καὶ ὅρκον, θαυμάζων ἅμα καὶ τὸ τῆς προνοίας δραστικόν τε καὶ ἄφυκτον.
141.16.1
Περὶ τῆς κατὰ τοῦ Γαλατᾶ φρουρίου τοῦ βασιλέως προσβολῆς. Ὡς γοῦν ὁ κρατῶν, τὰς δυνάμεις συναγαγών, πολλὰς οὔσας καὶ διαφό ρους, τῷ Γαλατᾷ προσέβαλεν, αὐτὸς μέν, ἐφ' ἱκανὸν μακρόθεν σκηνοποιησά μενος, ἐφ' ὑψηλοῦ καθῆστο, προσορῶν τὰ δρώμενα, ἅμα δὲ καὶ πειρώμενος εὐσύνοπτος εἶναι τοῖς ἐναντίοις πρὸς ἔκπληξιν, συνέρρεον δὲ πανταχόθεν δίκην ῥυάκων οἱ πολεμεῖν μέλλοντες, καὶ δὴ ὅσον ἐξωτέρω βέλους εἶναι καὶ 173 αὐτοὶ σκηνοποιησάμενοι, ἕτοιμοι προσβαλεῖν ἦσαν. Εὐθέως δὲ προσβολὰς ἐποιοῦντο μερισθέντες· ἔστι δ' οὗ καὶ τειχομαχικὰ στήσαντες ἐπειρῶντο τοῦ τείχους. Πλῆθος δ' ἦν μεῖζον ἢ κατὰ πόλεμον τοιούτου φρουρίου· πρὸς γὰρ τοῖς ἄλλοις, πολλοῖς γε οὖσι καὶ ἰσχυροῖς μάχεσθαι, καὶ ἄνδρες τοξόται ἐκ τῶν κατὰ Νίκαιαν μερῶν ἐκεῖσε, προστάττοντος βασιλέως, συνήχθησαν καί, εὔσκοπα βάλλοντες, οὐδὲ παρακύπτειν τοὺς ἐντὸς εἴων, ἀλλ' ἀπήντων συχνῶς τοξαζόμενοι κατὰ στόμα, εἴ που φανεῖεν. Ἰταλοὶ δ' ἐκ διαδοχῆς καθ' ἡμέραν νέοι ταῖς ἁλιάσι διαπεραιούμενοι, διὰ τῆς πρὸς θαλάσσῃ πύλης διεκπαιόμενοι, ἑαυτοὺς εἰσώθουν καί, ξύλοις μεγάλοις τὸ ἐντὸς εἰς περίπατον κρατυνάμενοι, καρτερῶς ἀπημύνοντο τοῦ τείχους, ἐξ ὧν συνέβαινε συχνοὺς καταπίπτειν τῶν ἔξω, ἐξ ἀφανοῦς βαλλομένους· ποσὶ γὰρ ἀσφαλέσιν ἑστῶτες, ἀκμῆτες ἄνδρες ἐκ διαδοχῆς ἄρτι φανέντες ἐνέτεινόν τε ῥᾳδίως τὰ σφίσι συνήθη γε ἰοβόλα σκεύη καί, σκεπόμενοι ταῖς ἐπάλξεσι, δι' ὀπῶν κατη κόντιζον. Οἱ ἔξω δὲ ταῖς τειχομαχίαις περιῆσαν, πετροβόλοις βάλλοντες μηχανήμασι, πρὸς ἅ, κληματίδας ξυμφορήσαντες ἐξ ἀμπέλων καὶ τὰ πονοῦντα τῶν μερῶν πυκάσαντες, ταῖς βολαῖς ἀντεῖχον. Αὐτοὶ δέ, προσκαταβαίνοντες ταῖς στοαῖς, τὸ ἀσφαλὲς μὲν κατὰ κεφαλῆς ἐκ τῶν κληματίδων εἶχον, ἐκεῖθεν δέ, κατὰ διοπτείαν ταῖς ὀπαῖς χρώμενοι, ὡς εἶχον ἠμύνοντο. Καὶ τοὺς μὲν πλῆθος καὶ ἰσχὺς μετ' ἐμπειρίας παρεκρότει, ἅμα δὲ καὶ τό, ἐφορῶντος τοῦ βασιλέως, μάχεσθαι, Ἰταλοὺς δὲ τὸ σπουδαῖόν τε καὶ εὐσύνετον, ἔτι δὲ καὶ τὸ ἐκ διαδοχῆς εἰς ἡμέραν προκινδυνεύειν, οἴκοθεν ὡρμημένους. Ἐκδρομαὶ μὲν οὖν οὐκ ἀσφαλεῖς σφίσιν ἦσαντῷ γὰρ πλήθει καὶ λίαν ἡττῶντο τῶν ἔξω, τόλμῃ δὲ τρεφομένῃ δέει συγκροτούμενοι, ὁσημέραι διεκαρτέρουν. Ἀγὼν δ' ἦν ἀμφοτέροις, τοῖς μὲν κατὰ κράτος ἑλεῖν, ὡς ἅμα τῷ φρουρίῳ τὴν πόλιν ἕξουσιν, τοῖς δ' ἀντέχειν, ὡς συναπολλυμένης ἐξ ἀνάγκης τῷ φρουρίῳ τῆς πόλεως. Κατήντα δ' ἡ μάχη σφίσι διαχρονίζουσι μαχομένοις τοῖς μὲν περὶ τὸν βασιλέα εἰς αἰδῶ προφανῆ τοῦ μὴ περιγενέσθαι φρουρίου ἐπὶ τοσοῦτον μαχομένους τόσον πλῆθος, οὐδὲν σεμνὸν ἔχοντος καί τισιν ὀλίγοις διαφυλαττομένου, τοῖς δ' Ἰταλοῖς εἰς φιλοτιμίαν τοῦ τόσους μὴ περιγενέσθαι παρασκευάσαι, αὐτοὺς ὀλίγους ὄντας, 175 ὡς μηδὲ τολμᾶν ἐξιέναι, ἅμα δὲ καὶ τοῦ αὐτὸν βασιλέα δόξαι νικᾶν καὶ πᾶσαν τὴν αὐτοῦ δύναμιν ἐπὶ ταὐτὸ συνελθοῦσαν ἅμα. Τότε γοῦν πολλῶν καθ' ἡμέραν ἐκ τοῦ τείχους βαλλομένων τε καὶ πιπτόντων ἰοβόλοις μεγίστοις μαγγάνοις, ὥστε καὶ οἰκτίζοντο κατειρωνευόμενοι, μὴ θέλοντες βάλλειν, ἀλλ' ἀποπέμπειν τὸν ἐντὸς τοῦ βέλους ἰόντα διὰ τὴν ἐγγύτητα, ὡς τῇ γυναικί, ὡς ἔλεγον, διασῴζοιτο, καὶ ἅμα φήμης διαχεθείσης, ὡς ἐξ ἀπο στολῆς ἐπέστησαν ἄλλοι πλεῖστοι καὶ ἰσχυροί, ὑπερπαθήσας οἷον διά τε τὸ τοῦ κόπου κενὸν καὶ μετὰ τὴν τῶν πεσόντων ἀποβολήν, εἰ καὶ γέλωτα ὤφλει μηδὲν καταπράξας, ἔγνω καταλύειν τὸν πόλεμον, πλὴν οὐ κατὰ συνθήκας, ἵν' ἑαυτῷ ἀπολογίαν εὐπρεπῆ καταλείψοι, ὡς καὶ πάλιν κατ' ἀγαθὰς ἐλπίδας ἐπιθησόμενος.
141.17.1
Περὶ τοῦ νεκροῦ τοῦ βασιλέως Βασιλείου τοῦ Βουλγαροκτόνου. Τότε δέ τινες τῶν οἰκείων τῷ βασιλεῖ, κατ' ἄνεσιν διατριβῆς ἐξελθόντες, ἐπέστησαν τῇ κατὰ τὸ Ἕβδομον τοῦ Θεολόγου μονῇ, ὄνομα μόνον, οὐ σχῆμα σῳζούσῃ μονῆς· καὶ τὸν ἐκεῖσε ναὸν εἰσελθόντες, ἠρειμμένον καὶ τοῦτον καὶ εἰς θρεμμάτων ἔπαυλιν ὄντα, καὶ τῇδε κἀκεῖσε περιβλεπόμενοι καὶ τό ποτε τοῦ ναοῦ κάλλος ἐκ τῶν λειψάνων θαυμάζοντεςἦσαν δ' οὗτοι οἱ περὶ τὸν Ἰατρόπουλον Δημήτριον καὶ λογοθέτην τότε τῶν οἰκειακῶν, ὁρῶσιν αἴφνης κατὰ γωνίαν ἱστάμενον ἀνδρὸς πάλαι τεθνεῶτος λείψανον ὁλόκληρόν τε καὶ τὸ πᾶν ὁλομελές, γυμνὸν ἐς πόδας ἐκ κεφαλῆς. Εἶχε δὲ καὶ ἐπὶ στόματος καλάμην ποιμενικῆς σύριγγος, εἰς χλεύην τινῶν οὕτω ποιη σάντων οἷς ἔμελε τῶν θρεμμάτων. Ὡς δ' ἰδόντες ἐθαύμαζον μὲν τὴν τοῦ λειψάνου ὁλομέλειαν, διηπόρουν δὲ οὗτινος ἂν καὶ εἴη ὁ πεπηγὼς ἐκεῖνος καὶ ἔτι εἰς σῶμα συνιστάμενος χοῦς, ὁρῶσιν ἐκ δεξιῶν τὸ κενήριον καὶ ἐπ' αὐτῷ γεγραμμένους στίχους δηλοῦντας τὸν κείμενον. Ἦν δ' οὗτος, ὡς ἐδήλουν τὰ γράμματα, ὁ Βουλγαροκτόνος Βασίλειος. Ὡς δ' ὑποστρέψαντες τὸ θεαθὲν σφίσι τῷ βασιλεῖ προσανέφερον, οἰκτίζεται αὐτίκα ὁ βασιλεὺς καί, 177 πέμψας σηρικὰ χρυσόσημα πέπλα, ἔτι δ' ἐξαποστείλας τοὺς ὑμνοπόλους σὺν οὐκ ὀλίγοις ἄρχουσιν, ὑπὸ πολλῇ τιμῇ καὶ δορυφορίᾳ, ψαλμοῖς καὶ ὕμνοις, ἀνακομίζει ἐν θήκῃ τιμίᾳ πρὸς τὸν Γαλατᾶν τὸ λείψανον· κἀκεῖ προστάττει τῷ αὐταδέλφῳ σεβαστοκράτορι ἐνθεῖναι τῇ σφετέρᾳ σκηνῇ τὴν θήκην, πέπλοις τε χρυσοῖς ὑπ' ἀκοιμήτῳ φωτί, ἐχόμενα τῆς ἐκείνου στρωμνῆς θέντα, τιμᾶν τοῖς προσήκουσιν, ἕως, ἐκεῖθεν ἀναχωρούντων αὐτῶν εἰς Σηλυβρίαν, ἐντίμως καὶ λαμπρῶς μετακομίσαντες, ἐν τῇ τοῦ Σωτῆρος κατατιθεῖσι μονῇ. Ἐκεῖθεν τοίνυν ἐπανακάμπτουσι πρὸς τὸ Νύμφαιον καθιστῶντο τὰ κατὰ δύσιν ἄχρι καὶ Ὀρεστιάδος καὶ τὸ ἐπέκεινα, προφθασάσης τῆς βασιλέως φήμης καὶ καταστελλούσης τὸ ἀνορμοῦν.
141.18.1
Ὅπως ὁ πατριαρχεύων Νικηφόρος συνάμα βασιλεῖ καταλαμβάνει τὸ Νύμφαιον. Καταλαβόντων δὲ σὺν πολλῷ τάχει τὸ Νύμφαιον, ὁ πατριαρχεύων, συνὼν τῷ κρατοῦντι, ἐπεὶ ὁ Θεσσαλονίκης καὶ ὁ τῶν Σάρδεων, τοῖς δόξασι σφίσιν ἀμεταθέτως ἐμμένοντες, ἐκποδὼν ἦσαν ἐξωρισμένοι, ἀντικαθιστᾷ τούτων ἑτέρους ταῖς ἐκκλησίαις καὶ τὸν μὲν Κυδώνην Ἰωαννίκιον, τῆς τῶν Σωσάν δρων μονῆς ἐξάρχοντα, Θεσσαλονίκης, τὸν δέ γε Χαλαζᾶν Ἰάκωβον, ἐκ δύσεως προσχωρήσαντα τῷ κρατοῦντι, Σάρδεων ἀποδείκνυσιν. Εἶχε δὲ καὶ εἰς ψῆφον Σμύρνης τὸν Ἰσαάκ, ἄνδρα καὶ αὐτὸν γεραρόν, ἐκ τῆς κατὰ τὴν δύσιν τοῦ Μεσοποτάμου μονῆς ὁρμώμενον. Ἀλλ' ἐν τοσούτῳ τῆς ἐκείνου χειροτονίας φθάνει πεσὼν εἰς νόσον ὁ πατριάρχης, καὶ προτροπαῖς ἰδίαις ἢ μὴν καὶ τοῦ ἐξυπηρετοῦντος αὐτῷκαὶ τοῦτο γὰρ λέγεται· ἐκεῖνος γὰρ ἠναισθήτει, τὰ λοίσθια πνέων, ὁ ἐκ Θεσσαλονίκης Νικήτας Δυρραχίου 179 χειροτονεῖται. Ἀλλ' ἡ κυρία τότε τοῦ θανάτου ἐφίσταται τῷ πατριαρχεύοντι· καὶ ὁ ἐκ τῆς τοῦ Πέλοπος μοναχὸς ἐκ πριγκίπων Θεοδόσιος, ἀνὴρ εὐλαβὴς καὶ ἐπὶ πλείστοις χρόνοις ἀσκήσας, ἔτι δὲ καὶ τὴν συνουσίαν ἡδὺς καὶ χαρίεις καὶ ποικίλος τὴν ὁμιλίαν, ὡς μόνον ἐκεῖνον ἰδόντα τινά, κἂν τὰ μέγιστα λυποῖτο, χαρᾶς ἔμπλεων ἀπαλλάττειν, καί, ὡς εὖ ἔχων τοῦ γένους, θεῖος τοῦ κρατοῦντος ὀνομαζόμενος, τὴν οἰκονομίαν τοῦ ὅσον οὔπω τεθνηξομένου παρὰ τοῦ ἄνακτος ἐπιτρέπεται, ἐπεί τοί γε καὶ χρήμασιν ἐπλούτει ἐκ τῆς Ἐφέσου πολλοῖς. Τότε γοῦν νύξαι τὸν κείμενον λέγεται τὸν ἐπίτροπον, εἴ πως αἱροῖτο ἐπενδυθῆναι τὰ μοναχῶν· ὁ δὲ οὐχ ὅπως ἐπείσθη, ἀλλὰ καὶ βαρέως τὴν ὑπόμνησιν ἤνεγκεν, ὡς τεθνηξείων ἀρχιερεύς· καὶ δὴ ἐξ ἀνθρώπων γεγονότος ὡς τάχος, ὁ νεκρὸς ἐκείνου διακομίζεται πρὸς τὴν Ἔφεσον κἀν τῇ μητροπόλει τῷ τάφῳ δίδοται, ἀνὴρ τὸν βίον μὲν φοβερός, ἀκατάπληκτος δὲ τοῖς ἄρχουσι, τῶν δέ γε φοβερῶν ὑπερόπτης, κατ' ἀρετὴν παιδιόθεν συνήθης, δόξας δὲ τότε τοῖς πολλοῖς ἐπαχθής, οὐ διὰ τὴν μετάθεσιν τόσον ὅσον τό, ζῶντος πατριάρχου γνησίου, αὐτὸν μετατίθεσθαι.
141.19.1
Ὅπως ὁ βασιλεὺς τὸν νέον Ἰωάννην ἀπεσκευάσατο. Ὁ μέντοι γε βασιλεύς, ὅσον εἶχε διὰ γνώμης κατωρθωκώς, μηδενὸς ἀντιπράττοντοςτὸ γὰρ παιδίον κατ' ὀλίγον παρέρριπτο καὶ ἠσθένει πρὸς τὴν ἀρχήν, ὡς καὶ αὐτὰ δὴ τὰ τῆς βασιλείας σύμβολα ἄχθος φέρειν κενόν· ὥριστο γὰρ καὶ ταῦτα ἀποβαλεῖν, διὰ τοῦτο ἐν ἀνακωχαῖς ἦν καὶ ἐτρύφα, τῇ τῶν γυναικῶν αὐταδέλφων θεραπείᾳ θρυπτόμενος, αἷς καὶ εἰς πάντ' ἐχρῆτο, τῇ μὲν Μάρθᾳ, ὡς αὐτῷ φανείσῃ κατὰ μητέρα καὶ κατ' οἶκον ἀναγούσῃ, τῷ μεγάλῳ δομεστίκῳ εἰς ὁμόζυγον οὔσῃ, πολλοῦ τινος τιμωμένῳ τῷ βασιλεῖὁ περίπυστος δ' ἦν ἐκεῖνος Ταρχανειώτης, τῇ δ' Εὐλογίᾳ, ὡς καὶ αὐτῇ καλῶς ἐχούσῃ τοῦ ἤθους καὶ πλέον ἢ ἐκείνη τυρβα ζομένῃ πρὸς βασιλέα, οὐκ οἶδα δὲ εἰ καὶ τῷ ὑποτείνειν ἐλπίδας χρηστὰς ἐπὶ τῇ μεγαλοπόλει τῷ βασιλεῖ ὡς ταύτην αἱρήσοντι ἐκ μορσίμου. Τὸ δὲ μόρσι μον, μεθὸ μὲν ἡ πόλις ἑάλω, ἐκείνη τρανῷ διηγεῖτο στόματι καὶ ἀπεθαύμαζε λέγουσα, ἔδει δὲ καὶ τὴν πρὸ τοῦ λέγουσαν θέλγειν. Τὸ δὲ ἦν, ὡς κατακοιμί ζοιτο μὲν ὁ βασιλεύς, ὑπὸ τίτθης βρέφος, ἐν λίκνῳ ποτέ, πολλάκις δ' ἠγρίαινέ τε καὶ ἐκλαυθμύριζε, τὸν ὕπνον ἀποδιοπομπούμενον, ἐπεὶ δ' ἐκείνην ἔδει τινὶ 181 μελῳδίᾳ τὸ ἀγριαῖνον κατασιγᾶν, πολλὰ μὲν ἐκ μελέτης συνεῖρε καὶ ἐμελῴδει, οὐδενὶ δ' ἔθελγε τὸ παράπαν. Ἀλλ' ὅταν, μεμυκόσι χείλεσιν ὑποκοριζομένη, τὸ περὶ τὴν πόλιν διεξῄειἦν δὲ τὸ λεγόμενον ὡς εὖγε τῷ βασιλεῖ τῆς πόλεως καὶ ὡς κατὰ τὴν Χρυσέαν πύλην εἰσελθεῖν μέλλοι καὶ ὡς τὸ καὶ τὸ ἐκεῖσε μεγαλυνόμενος ἐκτελέσειεν, αὐτίκα τούτοις ὥσπερ σειρῆσι τὸ παιδίον θελγόμενον κατεσίγα καί πως μαλακῶς καὶ ἡδέως κατεκοιμίζετο. Οὕτως ἦσαν αἱ αὐτάδελφαι τῷ βασιλεῖ καὶ πάλαι μὲν εἰς προμήθειαν τὴν προσήκου σαν καὶ τότε δὲ πολυωροῦσαί τε καὶ κηδεύουσαι, ὑφ' αἷς λιπαρούσαις μὲν πολλά τισιν εἰς εὐεργεσίας ἔπραττε, συμβουλευούσαις δὲ προσεῖχε καὶ συγκατήνυε. Λέγεται δὲ καὶ ὡς βουλῇ σφῶν, καὶ μᾶλλον τῆς Εὐλογίας θατέρα γὰρ περὶ τὰ πλεῖστα μαλακώτερον εἶχεν, ἰδιωτεύειν τὸν Ἰωάννην αἱροῖτο.
141.20.1
Τὰ κατὰ τὸν χαλυφᾶν καὶ τοὺς Πέρσας ὅπως Τοχάροις ὑπετάγησαν. Τηνικαῦτα καὶ τῶν Τοχάρων, οὓς ἡ κοινὴ Ἀταρίους λέγει συνήθεια, δίκην συρρευσάντων χειμάρρου κατὰ Περσίδος, ὁ μὲν χαλυφᾶς χρυσοῖς παρ' ἐκείνων ψωμιζόμενος ἐτελεύτα, οὐ μᾶλλον κατὰ χρείαν σφαγῆς ἢ κατὰ χλεύην, ὡς ἐξὸν τὸν χρυσὸν ἐκχέειν καὶ νικᾶν τὸν ἐχθρόν, ὁ δ' ἠγάπα πλέον ἐκεῖνον ἢ ἑαυτόν, ὡς καὶ χρυσοτραγήσων ἄντικρυς. Καὶ ὁ μὲν οὕτως κατ' οἰκείαν κρίσιν δῆθεν ἐπνίγετο, τὰ δὲ τῆς Περσίδος ἤδη ἐνόσει καὶ κακῶς εἶχεν, ὡς μηδὲ δίχα φόβου καὶ αὐτὸν τὸν σουλτὰν Ἀζατίνην ἐᾶσθαι. Κατωρ ρώδουν γὰρ τὸ ἔθνος οἱ Πέρσαι καὶ κατημέλουν, ζητοῦντες καθ' αὑτὸν ὡς εἶχεν ἕκαστος σῴζεσθαι. Καὶ τὰ κατὰ τὴν ἀρχὴν δὲ τῆς Περσίδος ἐκλυδωνίζετο, τῶν σατραπῶν ἐπανισταμένων, ὥστε καὶ δύο τῶν μεγιστάνων ἐκεῖθεν προσχωρῆσαι τῷ βασιλεῖ, τὸν σουλτάν, ὡς βλακικῶς διῆγε καὶ κατ' 183 ἰδιώτην ἀκόλαστον, ἐκ τοῦ προχείρου ὑπεριδόντας· οἱ Βασιλικοὶ δ' οὗτοι ἦσαν, ἄνδρες ἐκ Ῥόδου μὲν ἀνέκαθεν ὄντες, ἐκ θυμελικῆς δ' ἐπιτηδεύσεως τῷ σουλτὰν προσῳκειωμένοι, οὐ μὴν δὲ ἀλλὰ καί, ὡς εὖ ἥκοντες τοῦ φρονεῖν, τὰ πρῶτα φέροντες ἐν ἐκείνῳ, βρύοντες δὲ καὶ χρυσῷ πολλῷ, ὅσος ἦν ἐν ἐκπώμασιν καὶ ὅσος κατειργασμένος εἰς χαλυφικὸν νόμισμα· τὸ δὲ τῶν βήλων, ἔτι δὲ λίθων καὶ μαργάρων αὔταρκες ἦν τοὺς εἰδότας θαυμάσαι. Παλαιᾶς γοῦν φιλίας τῆς πρὸς τὸν βασιλέα ὑπομνησθέντες, ἱκανοῦ δοκοῦντος σφίσι καὶ τοῦ κρατοῦντος, εὖ παρ' ἐκείνων παθόντος πάλαι, κατὰ τοὐπιὸν ἀπομνημονεύειν τὴν χάριν, βασιλέως καταστάντος καὶ δυναμένου, τὰ πιστὰ λαβόντες διὰ γραμμάτων ἐν ἀπορρήτοις βασιλικῶν καὶ τὰ καθ' αὑτοὺς εὖ διαθέμενοι, ὅλῳ ῥυτῆρι πρὸς τὸν βασιλέα χωροῦσιν ἐν αὐτομόλων σχήματι. Ὁ δὲ δέχεταί τε ἀσμένως καὶ τιμᾷ τοῖς προσήκουσι, τὸν μὲν παρακοιμώμενον τοῦ κοιτῶνος καταστησάμενος τὸν Βασίλειον, θάτερον δὲ τὸν Βασιλικὸν μέγαν ἑταιρειάρχην ἀποδείξας· καὶ ἐχρᾶτο τούτοις, δεξιοῖς ἐς ὅτι μάλιστα εἰς τὰ πράγματα φαινομένοις, καὶ ἡ πρὸς αὐτοὺς φιλία τοῦ βασιλέως προσῆν. Οἱ δέ, πολλὰ μὲν οἴκοθεν ἔχοντες, οὐκ ὀλίγα δὲ καὶ παρὰ τοῦ βασιλέως εἰς οἰκονομίαν λαβόντες, πιστῶς μάλα καὶ εὐνοϊκῶς, κατὰ Ῥωμαίους μετασχηματισθέντες, ὑπηρετοῦντο τῷ βασιλεῖ· οὐδὲν γὰρ οὕτως συνίστησι τὰς εἰς τὴν βασιλείαν εὐνοίας ὡς ἡ κατ' ἀξίαν χάρις τοῖς ἀξίως οἰσομένοις ἐξ ἑτοίμου προτεινομένη. Τότε καὶ ὁ σουλτάν, ἔτι μᾶλλον τῶν ἀμφ' αὐτὸν κραδαινομένων, ἅμα μὲν διὰ τὸ φανὲν τῶν Τοχάρων ἔθνος, ἅμα δὲ καὶ ἰδίων πραγμάτων ἕνεκα, καὶ μηδὲν ἔχων ὅ τι καὶ δράσειε, τῶν ἁπάντων διεγηγερμένων, ἔγνω ἅμα γυναιξὶ καὶ τέκνοις, πρὸς δὲ καὶ γηραιᾷ μητρί, χριστιανῇ ἐς τὰ μάλιστα οὔσῃ, καὶ ἀδελφῇ, καταφεύγειν εἰς βασιλέα, ὡς ἐκεῖθεν καὶ μόνως ἕξων βοήθειαν καὶ κατὰ καιρὸν ἐπανήξων αὖθις ἐξ ὑπερτέρας χειρὸς καὶ ἰσχύος· μηδὲ γὰρ πιστεύειν ἔχειν ἑτέρῳ τὴν σωτηρίαν, ἐπεὶ καὶ ὁ προρρηθεὶς Μελήκ, πρὸ χρόνων αὐτομολήσας, παρὰ βασιλέως κατείχετο, ὃν δὴ καὶ αὐτὸν ὑπώπτευεν ὁσημέραι μὴ λυθεὶς ἐπιστῇ μετὰ πλήθους καὶ οὐκ ἀνυστά οἱ τὰ εἰς ἀρχῆς κράτος ἐντεῦθεν γένοιτο. Ἐπίστευε δὲ καὶ ταῖς ἐς βασιλέα παλαιαῖς ἐκείναις